TLG 3094 001 :: NICETAS CHONIATES :: Historia (= Χρονικὴ διήγησις)

NICETAS CHONIATES Hist. Scr. Eccl. Rhet., Logotheta, vel Nicetas Acominatus
(Choniates Constantinopolitanus: A.D. 12–13)

Historia (= Χρονικὴ διήγησις)

Source: van Dieten, J. (ed.), Nicetae Choniatae historia, pars prior [Corpus fontium historiae Byzantinae 11.1. Series Berolinensis] Berlin: De Gruyter, 1975: 1–635, 637–655.

  • Praefatio: pp. 1–4
  • John II Comnenus: pp. 4–47
  • Manuel I Comnenus: pp. 48–222
  • Alexius II Comnenus: pp. 223–274
  • Andronicus I Comnenus: pp. 275–354
  • Isaac II Angelus: pp. 355–452
  • Alexius III Angelus: pp. 453–548
  • Isaac II (iterum) + Alexius IV Angelus: pp. 549–564
  • Alexius V Ducas: pp. 565–582
  • τὰ μετὰ τὴν ἅλωσιν: pp. 583–635, 637–655

Citation: Reign — page — (line of page)

pro

1

(1t)

ΧΡΟΝΙΚΗ ΔΙΗΓΗΣΙΣ ΤΟΥ ΧΩΝΙΑΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ ΑΡΧΟΜΕΝΗ
2tΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΚΑΙ ΛΗΓΟΥΣΑ
3tΜΕΧΡΙ ΤΗΣ ΑΛΩΣΕΩΣ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
4tΠΡΟΟΙΜΙΟΝ
5 Αἱ ἱστορίαι δὲ ἄρα κοινωφελές τι χρῆμα τῷ βίῳ ἐφεύρηνται, εἴπερ ἐκ τούτων οὐκ ὀλίγα ἔστι ξυλλέγειν τὰ βελτίω τοῖς ᾑρημένοις. εἰδυῖαι γὰρ τὰ ἀρχαῖα καὶ ἔθη αὗται διατρανοῦσιν ἀνθρώπεια καὶ πολυπειρίαν ὑποτιθέασιν ὁπόσοι τῶν ἀνθρώπων μεγαλογνώμονες καὶ τοῦ καλοῦ αὐτόφυτον τρέφοντες ἔρωτα· καὶ κακία δὲ παρ’ αὐταῖς κωμῳδουμένη καὶ
10ἀγαθοπραξία ἐξαιρομένη μετρίους ὡς τὰ πολλὰ καὶ ἐπιδιδόντας τοὺς παρ’
ἑκάτερα τιθέασι ῥέποντας, ὅσοι τέως οὐχ ὑπ’ αἰσχίστης συνηθείας καὶ1

pro

2

φαυλοτέρας τῆς ἕξεως ἀνεπιστρόφως ἔχουσι τοῦ πολυεράστου χρήματος ἀρετῆς, ἐπεὶ καὶ ἀθανάτοις ἐοίκασι δήπουθεν θνητοὶ καὶ ἐπίκηροι γεγο‐ νότες καὶ πάλαι τὸ ζῆν ἐκτοξεύσαντες ὅσους παρειλήφει τὸ ἱστορεῖν· ὀρ‐ θῶς γὰρ ἢ τοὐναντίον φαύλως βεβιωκότες εὖ τε καὶ ὡς αἰσχρῶς ἀκούου‐
5σι. καὶ τοῦ μὲν ἐς ᾅδου βέβηκεν ἡ ψυχή, πρὸς δὲ τὰ ἐξ ὧν ἡρμόσθη τὸ σῶμα ἐπαλινδρόμησε· τὰ δὲ παρ’ αὐτοῦ βεβιωμένα, κἂν ὅσια εἴη, κἂν δίκαια, κἂν ἀθέμιτα, κἂν ἐφύβριστα, κἂν ἐβίω εὐδαιμόνως, κἂν κακοπρα‐ γῶν ἀνεχρέμψατο τὴν ψυχήν, ἡ ἱστορία διαπρυσίως βοᾷ. ὥστε καθ’ ἕτερόν τινα τρόπον καὶ λόγον καὶ βίβλος ζώντων ἡ ἱστορία κληθήσεται
10καὶ σάλπιγξ περίτρανος τὰ γραφόμενα, τοὺς πάλαι τεθνεῶτας οἷον τῶν σημάτων ἐξανιστῶσα καὶ ὑπ’ ὄψιν τιθεῖσα τοῖς βουλομένοις. Ἀλλὰ τοιάδε μὲν ἡ ἱστορία, ὡς ἐπιτρέχοντά με εἰπεῖν, αὐτοῖς δὲ τοῖς ἐπιοῦσιν οὐμενοῦν οὐδαμῶς χαρίεσσα; μὴ οὕτω μανείη τις ὡς ἥδιον ἡγεῖσθαί τι ἕτερον ἱστορίας· ἃ γὰρ οἱ πολυετεῖς τῶν ἀνθρώπων καὶ Τι‐
15θωνοῦ παλαίτεροι καὶ τρικόρωνοι, εἰ τῷ βίῳ ἔτι περιῆσαν, ᾔδεσαν ἂν καὶ ἐξηγοῦντο τοῖς φιλακροάμοσι, τὰ τῆς μνήμης ἐμπυρεύοντες καὶ τὰς τῶν πράξεων ῥυσσὰς ἀνασκάλλοντες, ταῦτα δήπου προθείη καὶ ὁ φιλίστωρ, κἂν οὐδέπω παρηλλάχει τὸν μείρακα. Διὰ ταῦτ’ οὖν καὶ αὐτὸς τὰ τοῖς κατ’ ἐμὲ χρόνοις γεγενημένα καὶ
20ἀνόπιν ἔτι βραχύ, μνήμης καὶ διηγήσεως ἄξια ὄντα καὶ τοσαῦτα τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθος, οὐκ ἔγνων δεῖν σιγῇ παρελθεῖν. οὐκοῦν
καὶ διὰ τῆσδέ μου τῆς ξυγγραφῆς δῆλα ταῦτα τοῖς ἔπειτα καθιστῶ.2

pro

3

Ἐπεὶ δέ, ὡς καὶ ἄλλοι τε ξυμβαλεῖν ἔχουσι καὶ αὐτὸς δὲ συνορῶν οὐχ ἥκιστά εἰμι, τὰ τοῦ ἱστορεῖν τὸ τῆς διηγήσεως ἀσαφὲς καὶ περιβολαῖς καὶ περιόδοις ἐπεστραμμένον ὡς μὴ συνᾷδον αὐτοῖς οὐ προσίενται, φιλοῦσι δὲ τὸ σαφὲς ὡς οὐ μόνον κατὰ τὸν εἰπόντα σοφόν, ἀλλὰ καὶ συμβαῖνόν
5σφισι μάλιστα, οὐδὲ τούτου ἔξωθεν τοῦ καλοῦ πίπτοντ’ ἂν εὑρήσει τις τὰ γραφόμενα, οἷα καὶ ἡμῶν μὴ τὸ κομπηρὸν καὶ δυσφραδὲς καὶ κρημνώδεσιν ἀποδιειλημμένον λέξεσιν ὡς ἐπίπαν ἀσπασαμένων, εἰ καὶ χαίνοντές εἰσιν εἰς τοῦτο πολλοὶ εἴτ’ οὖν, ἀληθέστερον εἰπεῖν, ἐκλείποντες τῶν πάλαι καὶ σήμερον καὶ ὅσα τι καὶ ἐπιτήδευμα προυργιαίτατον ἐξησκηκότες διὰ μα‐
10κροῦ, ἐκ τοῦ πλείονος δὲ κἀν τούτῳ δρᾶν τῇ ἱστορίᾳ προθεμένων τὰ πρόσ‐ φορα, μηδ’ ὑπερβάθμιον πόδα τείνειν ἠγαπηκότων ἢ ὅλως τοὺς ἄξονας αὐτῆς ὑπεράλλεσθαι. Ὑπὲρ γὰρ ἅπαν ἕτερον τὸ μὴ τὴν φράσιν ἁπλοῦν, ὡς ἔχω εἰπών, καὶ πρόχειρον εἰς κατάληψιν αὐτῇ διαβέβληται καὶ ἠγαπήθη ἕως σφόδρα τὸ
15ἄκομψον καὶ ὡς ἔχον φύσεως διηγούμενον καὶ δαιμονίως τὸ εὔληπτον περιπτύσσεται. τέλος γὰρ σκοπιμώτατον τὴν ἀλήθειαν ἔχουσα καὶ τῆς τε ῥητορικῆς δεινότητος καὶ τῆς ποιητικῆς λογοποιΐας ἀφεστῶσα κατὰ διάμετρον καὶ τὰ τούτων ἔτι διωθεῖται χαρακτηριστικά. καὶ ἄλλως δὲ κἂν οὐ βραχὺ τὸ σεμνὸν ἡ ἱστορία καὶ τὸ αἰδέσιμον ἐπισύρηται, ἐρῶσα δ’
20ὅμως προκεῖσθαι σκαπανεῦσί τε καὶ σιδηρεῦσι καὶ πολλῆς γέμουσι τῆς ἀσβόλης καὶ συνήθης εἶναι τοῖς πρὸς ὅπλα καὶ Ἄρεα βλέπουσι, μηδὲ γυναιξὶ χερνήτισι δυσκολαίνουσα μεταλλευούσαις τὰ καθ’ αὑτήν, ταῖς χαριεστέραις χαίρει τῶν φράσεων καὶ τὸ φάρος τῶν ὀνομάτων εἰλικρινὲς καὶ ἀπέριττον περικεῖσθαι φιλεῖ, μήτε μὴν κεκομψευμένον καὶ ἔξαλλον.
25 Καὶ ἡ μὲν ἱστορία, ὡς ἔνι μάλιστα, μετὰ τοῦ σαφοῦς καὶ εἰς ἐπίτομον ἐπιτροχασθήσεται· ὁ δὲ λόγος εὐγνωμονῶν συγγνώμην αἰτεῖται παρ’
οἷς εἰς χεῖρας πεσεῖται, εἰ μὴ φιλοτίμως δι’ ἃ εἴρηται καὶ ἁβρῶς ἐκπεπόνη‐3

pro

4

ται, ἐπεὶ καὶ ἄλλως νῦν πρώτως ἡμεῖς τῆς ὑποθέσεως ἐπιβαίνομεν τῆσδε, οἷά τινα ἐρήμην καὶ ἀστιβῆ διιέναι ἐγχειροῦντες ὁδόν, ὃ καὶ δύσεργόν ἐστι καὶ πολλῷ ὑπερκείμενον τοῦ ἴχνεσιν ἑτέρων προωδευκότων ἐφομαρ‐ τεῖν ἢ γοῦν ὡς διὰ λείας καὶ βασιλικῆς βαδίζειν ὁδοῦ εὐθυπόρως τε καὶ
5ἀπλανῶς. Ἀρχὴ δέ μοι τῆς ἱστορίας ὅσα μετὰ τὸ πέρας εὐθὺς τῆς ζωῆς ἅμα καὶ τῆς ἀρχῆς τοῦ ἐκ Κομνηνῶν ἄρξαντος πρώτως Ἀλεξίου συμβέβηκεν, ἐπεὶ καὶ ἐς τόνδε τὸν ἄνακτα τὸ λέγειν συνεπεράναντο ὁπόσοι τῶν πρὸ ἡμῶν τῇ συγγραφῇ προδήλως ἐπέβαλον, ἵν’ εἶεν τὰ ῥηθησόμενα παρ’ ἡμῶν
10συναφῆ πως τοῖς ὑπ’ ἐκείνων λεχθεῖσι καὶ ὁ λόγος οὕτω διαπλεκόμενος τρόπον τινὰ ὁλκῷ εἰκάζοιτο ῥεύματος ἐκ πηγῆς μιᾶς ἐκδιδόντι, ἢ γοῦν τὸ τῶν κρίκων ἀλληλένδετον ὑποκρίνοιτο τῇ τῶν ἀεὶ προσεχῶν ἐφάψει προϊόντων ἐς ἄπειρον. ἐν κεφαλαιώδεσι δ’ ἐπιτομαῖς τὰ κατὰ τὸν αὐτο‐ κράτορα Ἰωάννην τὸ ἱστορεῖν διηγήσεται, ὃς Ἀλεξίῳ διάδοχος γεγένη‐
15ται τῆς ἀρχῆς, οὐδ’ ἐμβραδυνεῖ ταῖς κατ’ αὐτὸν ἀφηγήσεσιν, ὥσπερ ἐν τοῖς ἐφεξῆς ἐργάσεται λόγοις, οἷα καὶ ἡμῶν μὴ τὰ τοῖς ὀφθαλμοῖς ἐπὶ τῷδε παρειλημμένα συγγραφομένων κἀντεῦθεν μηδ’ ἐπιτάδην ἐχόντων ταῦτα διεξιέναι, ἀλλ’ ἅπερ εἰς ἀκοὴν ὠτίου εἰλήφειμεν ἐκ τῶν ὅσοι τῶν καθ’ ἡμᾶς τὸν βασιλέα τουτονὶ ἐθεάσαντο καὶ συνωμάρτουν ἐκείνῳ πρὸς
20ἐναντίους χωροῦντι καὶ τὰς μάχας συνετολύπευον. ἄμεινον δ’ ἐντεῦθεν ἄρξασθαι.

John2

4

(22t)

ΒΑΣΙΛΕΙΑ ΚΥΡ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
23 Τῷ ἄνακτι Ἀλεξίῳ τῷ Κομνηνῷ υἱεῖς τρεῖς καὶ θυγατέρες τέτταρες ἐγεγένηντο. ἦν δὲ τῶν μὲν ἀνδρῶν ὁ Ἰωάννης κατὰ γένεσιν προφερέστε‐
25ρος, πρωτογενὴς δ’ ἁπάντων τῶν ἐξ ὀσφύος τῷ Ἀλεξίῳ ἡ θυγάτηρ4

John2

5

Ἄννα καθεωρᾶτο, ἥτις εἰς λέχος τῷ Βρυεννίῳ Νικηφόρῳ συνέζευκτο, τι‐ μηθεῖσα καισάρισσα. ὁ βασιλεὺς καὶ τοκεὺς τοίνυν Ἀλέξιος μάλιστα τῶν ἄλλων παίδων τῷ Ἰωάννῃ προσέκειτο. ἀμέλει τοι καὶ τοῦτον ἐπικρίνας τῆς βασιλείας καταλείψειν διάδοχον ἐρυθροῦ τέ οἱ πεδίλου μεταδεδώκει
5καὶ βασιλέα ἐνδεδώκει ἀναγορεύεσθαι. ἡ δὲ μήτηρ καὶ βασιλὶς Εἰρήνη τῇ θυγατρὶ Ἄννῃ τὴν πᾶσαν ἐκ τοῦ ἐναντίου χαριζομένη ῥοπὴν οὐκ ἀνίει παρὰ τῷ συλλέκτρῳ Ἀλεξίῳ τὸν υἱὸν Ἰωάννην ἐνδιαβάλλουσα, προ‐ πετῆ τοῦτον ἀποκαλοῦσα καὶ ὑγρὸν τὸν βίον παλίνστροφόν τε τὸ ἦθος καὶ μηδαμῇ μηδὲν ὑγιές, καὶ τιθεμένη διὰ παντὸς ἀσχολίας πάσης ἀνώτε‐
10ρον σπούδασμα, ὅπως μετάθοιτο τὴν γνώμην ὁ βασιλεύς, ἣν εἶχεν ἐπ’ αὐτῷ κυρωσάμενος. ἐνιαχοῦ δὲ καὶ λόγου πρόφασιν τὸν Βρυέννιον παρεισφέρουσα παντοίοις αὐτὸν ἐπαίνοις κατέστεφεν ἅτε εἰπεῖν ἱκανώ‐ τατον καὶ οὐκ ἐλάττονα διαπράξασθαι καὶ μαθημάτων ἐλευθερίων μετα‐ λαχόντα ῥυθμίζειν τὸ ἦθος εἰδότων καὶ πρὸς βασιλείαν ἀδιαλώβητον οὐ
15βραχέα συναιρομένων τοῖς ἄρχειν μέλλουσιν. ὁ δ’ Ἀλέξιος ταῦτα ἐνωτιζό‐ μενος καὶ τὸ μητρῷον φίλτρον ἐπιστάμενος πῇ μὲν ἄλλοις ἐκ τοῦ σχε‐ δὸν κατεπείγουσι πράγμασι χαρίζεσθαι τὸν νοῦν πλαττόμενος οὐδὲ προσέχειν ὅλως τοῖς λεγομένοις προσεποιεῖτο, πῇ δ’ ἐς σκέψιν ἀπο‐ λύων τὰ εἰσηγούμενα μὴ ἂν τὴν αἴτησιν αὐτῆς παραβλέψασθαι
20ἰσχυρίζετο. ἐνίοτε δὲ καὶ τοιοῦτόν τι παθηνάμενος εἴρηκεν „ὦ γύναι, κοινωνέ μοι λέχους καὶ βασιλείας, οὐ τὰ πρὸς χάριν παύσῃ τῆς σῆς ὑποτιθεμένη μοι θυγατρός, ἁρμονίαν τε καὶ τάξιν ἐπιχειροῦσα λύειν ἐπαινετήν, ὡς εἴπερ θεοβλαβείας μετέσχηκας; βάλ’ ἐς τύχην ἀγαθήν· ἢ μᾶλλον δεῦρο κοινῇ συνδιασκεψώμεθα καὶ γνωσόμεθα, τίς ἐξ ἁπάντων
25τῶν πρώην τὰ Ῥωμαίων σκῆπτρα παρειληφότων, υἱὸν ἔχων ἁρμόδιον εἰς ἀρχήν, τοῦτον μὲν παρεβλέψατο, γαμβρὸν δὲ ἀνθείλετο. εἰ δέ ποτε
καὶ τοιόνδε τι ξυμβέβηκεν, οὐ νόμον, ὦ γύναι, τὸ σπάνιον ἡγησόμεθα.5

John2

6

ἐπ’ ἐμοὶ δὲ καὶ μάλα καπυρὸν γελάσειε τὸ Πανρώμαιον, καὶ τῶν φρενῶν κριθείην ἀποπεσών, εἰ τὴν βασιλείαν οὐκ ἐπαινετῶς εἰληφώς, ἀλλ’ αἵμασιν ὁμογενῶν καὶ μεθόδοις Χριστιανῶν ἀφισταμέναις θεσμῶν, δεῆσαν ταύτης ἀφεικέναι διάδοχον, τὸν μὲν ἐξ ὀσφύος ἀποπεμψαίμην, τὸν δὲ Μακεδόνα
5εἰσοικισαίμην,“ τὸν Βρυέννιον οὕτω λέγων, ἐπεὶ καὶ ἐξ Ὀρεστιάδος ὥρμητο· μία δ’ αὕτη τῶν εὐδαιμόνων καὶ κρατίστων παρὰ Μακεδόσι πόλεων. τοιαῦτα πρὸς τὴν βασίλισσαν Εἰρήνην ἐμβριθῶς ὁ Ἀλέξιος φάμενος, ὅμως καὶ πάλιν τὸν μηδαμῶς ἀποειπόντα ὑποκρινόμενος, διῆγε τὴν γυναῖκα σκηπτόμενος ἀεὶ τὸν σκεπτόμενον· ἦν γάρ, εἰ καί τις ἄλλος,
10κρυψίνους ὁ ἀνὴρ οὗτος καὶ σοφὸν ἡγούμενος ἀεὶ τὸ περίεργον, μηδὲ τὰ πολλὰ ἐξαγγελτικὸς τοῦ ποιητέου δεικνύμενος. Ἐγγίζοντος δέ οἱ τοῦ τέρματος τῆς ζωῆς, ὁ μὲν ἔκειτο πνέων τὰ λοί‐ σθια ἐν τοῖς κατὰ τὴν μονὴν τῶν Μαγγάνων λαμπροτάτοις οἰκοδομήμα‐ σιν, ὁ δὲ παῖς Ἰωάννης τὸν πατέρα ὁρῶν τῇ τελευτῇ πλησιάζοντα καὶ
15τὴν μητέρα εἰδὼς ἀποστέργουσαν καὶ τῇ ἀδελφῇ τὴν βασιλείαν μνωμένην κοινοῦται τὸ ποιητέον τοῖς ἐκ τῆς συγγενείας ἐκείνῳ φίλα φρονοῦσιν, ὧν τὰ κράτιστα ἦν ὁ ἀδελφὸς Ἰσαάκιος. καὶ δὴ λαθὼν τὴν μητέρα εἴσεισι τὸν κοιτῶνα τὸν πατρικὸν καὶ προσπεσὼν ὡς δῆθεν θρηνήσων ὑφαιρεῖται λάθρᾳ τῆς ἐκείνου χειρὸς τὸν σφραγιστῆρα δακτύλιον. εἰσὶ δ’ οἳ κατὰ
20γνώμην τοῦ πατρὸς αὐτόν φασι τόδε πεποιηκέναι, ὡς δίδωσιν ἐννοεῖν τὰ μετὰ βραχὺ ῥηθησόμενα. αὐτίκα τοίνυν ὁ Ἰωάννης τοὺς συμφράδμο‐ νας ἠθροικὼς καὶ τὸ πραχθὲν ἠγγελκὼς ἐπὶ κέλλητος μεθ’ ὅπλων πρὸς τὸ μέγιστον ἀρχεῖον ἐξώρμησε, κατ’ αὐτὴν τὴν τῶν Μαγγάνων μονὴν καὶ τὰς ἀγυιὰς ὁμοίως τῆς πόλεως ὑπὸ πλήθους τοῦ σύμφρονος καὶ τῶν κατὰ
25φήμην τῶν δρωμένων συναλιζομένων ἀστῶν βασιλεὺς αὐτοκράτωρ ἀνευφημούμενος. Ἡ βασιλὶς δὲ Εἰρήνη καὶ μήτηρ τοῦ Ἰωάννου, πρὸς τῶν οὕτω γινο‐ μένων ἐκθαμβηθεῖσα, στείλασα μετεπέμπετο τὸν υἱὸν καὶ παρῄνει τῶν ἐν
χερσὶν ἀποσχέσθαι. ὡς δ’ ἦν ὅλος τῶν δρωμένων ὁ Ἰωάννης καὶ κατ’6

John2

7

οὐδένα τρόπον τῆς μητρὸς ἐπεστρέφετο, τὸν Βρυέννιον ἐπιρρώννυσιν ἐπιθέσθαι τῇ βασιλείᾳ συναρηγούσης αὐτῆς. ὡς δ’ οὐδ’ οὕτω τὰ κατὰ σκέψιν ἑώρα προβαίνοντα, πρόσεισι τῷ ἀνδρὶ ἐπὶ κλίνης ἐρριμμένῳ καὶ βραχείαις ἀναπνοαῖς τὸν ζῶντα ὑποσημαίνοντι καὶ βαλοῦσα ἑαυτὴν τῷ
5σώματι καταβοᾶται λαμπρῶς τοῦ υἱέως, ὡς κρήνη μελάνυδρος τὰ δάκρυα χέουσα, ὅπως αὐτοῦ τοῖς ζῶσιν ἔτι συνταττομένου τὴν βασιλείαν οὗτος λωποδυτεῖ εἰς ἔργα βλέψας νεώτερα. ὁ δὲ οὐδέν τι πρὸς τὰ εἰρημένα παρ’ αὐτῆς ἀπεκρίνατο, ἄλλοις καιριωτέροις, οἷα εἰκός, τὸ τῆς ζωῆς βραβεύων λειπόμενον τῆς τε μετ’ οὐ πολὺ ἐκδημίας φροντίζων καὶ τοῖς ψυχαγωγοῖς
10ἀγγέλοις ῥέπων τὰ ὄμματα. ἐγκειμένης δὲ λιπαρεστέρως τῆς βασιλίδος καὶ μὴ ἐνεγκεῖν ὅλως ἐχούσης τὰ παρὰ τοῦ παιδὸς γινόμενα, βραχύ τι παρεμφήνας καὶ βεβιασμένον μειδίαμα ὁ Ἀλέξιος τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανόν, ἴσως μὲν ἐπὶ τοῖς ἀφηγηθεῖσι διαχυθεὶς καὶ θύων ὑπὲρ τούτων θεῷ χαριστήρια, εἰπεῖν δὲ καὶ κέρτομον τῇ γυναικὶ καὶ σεσηρὸς ἐνιδὼν
15ὡς λόγους ἀνακινούσῃ περὶ ἀρχῆς, ὅτε ψυχῆς ἐφέστηκε διάστασις ἐκ τοῦ σώματος, ἢ καὶ τὸ θεῖον ἐξιλεούμενος ἐφ’ οἷς που καὶ παρεσφάλη τοῦ δέοντος. ἡ γυνὴ δ’ οὖν ἐκ τοῦ ἀναμφιλέκτου χαίρειν οἰηθεῖσα τὸν ἄνδρα δι’ ὅσα παρ’ αὐτῆς ἠνώτιστο, ὡς ἤδη τῶν προτέρων ἐλπίδων διεψευ‐ σμένη παντάπασι καὶ διασφαλεῖσα τῶν ὑποσχέσεων, βύθιον στενάξασα
20εἴρηκεν· „ὦ ἄνερ, καὶ ζῶν ψευδοσύναις παντοίαις ἐκέκασο ἀντίφθογγον τὴν γλῶτταν πλουτῶν τοῖς νοήμασι, καὶ νῦν δὲ ὡσαύτως τοῦ βίου ἀπαλ‐ λαττόμενος ἀμεταπτώτως ἔχεις οἷς καὶ πρώην προσέκεισο.“ καὶ ταῦτα μὲν ἐφέρετο τῇδε. Ὁ δέ γε Ἰωάννης κατὰ τὸ ἀρχεῖον γενόμενος οὐχ εὕρισκε ῥᾳδίαν τὴν
25εἴσοδον, οἷα τῶν φυλάκων μὴ πρὸς μόνην ὑπενδιδόντων τὴν τοῦ δακτυ‐ λίου ὑπόδειξιν, ἀλλὰ προσεπιζητούντων καὶ ἄλλο τι τεκμήριον τοῦ κατὰ κέλευσιν πατρικὴν ἐκεῖσε παραγενέσθαι. αἱ πύλαι τοίνυν τοῦ παλατίου χαλκείαις ῥάβδοις πλατείαις θάτερα τῶν ἄκρων βραχύ τι μετεωρισθεῖσαι κατὰ γῆς βάλλονται κἀντεῦθεν αὐτός τε μετὰ ῥᾳστώνης εἰσεληλύθει καὶ
30συνεισῄει τὸ ὁπλοφόρον καὶ συγγενές· οὐ βραχεῖς δὲ καὶ τῶν ἐκ τοῦ7

John2

8

ξύγκλυδος ὄχλου συνομαρτούντων ἔνδον εἰσήρρησαν, οἳ καὶ διαρπάζειν τὸ προστυχὸν ἐπεβάλοντο. τῶν δὲ πυλῶν αὖθις ἐπικλιθεισῶν, οἵ τε ἐκτὸς τοῦ ἐπεισρέειν ἐπαύσαντο καὶ τὸ εἰσεφρηκὸς ἐξιέναι μὴ συγχωρούμενον ἐφ’ ἡμέρας συχνὰς ἐκεῖσε τῷ βασιλεῖ συνδιέτριβεν. ἦγε μὲν οὖν τότε
5πέμπτην καὶ δεκάτην ὁ Αὔγουστος μήν. Νυκτὸς δ’ ἐπιούσης ὁ βασιλεὺς Ἀλέξιος τοῦ ζῆν ἀπενήνεκται, ἄρξας ἐνιαυτοὺς ἑπτὰ καὶ τριάκοντα καὶ ἥμισυ μηνὸς σὺν τοῖς τέσσαρσι. κατὰ δὲ τὴν ἕω εὐθὺς μεταστέλλεται ἡ μήτηρ τὸν Ἰωάννην εἰς τὴν τοῦ πατρι‐ κοῦ σκήνους ἐξιέναι πομπαίαν πρόοδον, αὐτίκα μάλα ἀρθησομένου τε καὶ
10ἀχθησομένου εἰς ἣν ἐκεῖνος ἐδείματο Χριστῷ τῷ Φιλανθρώπῳ μονήν. οὐκ εἶχε δ’ αὐτῇ καὶ πειθόμενον, ἀλλ’ ἦν πρὸς τὴν μετάκλησιν ἀνανεύων, οὐ θέσμια μητρὸς παρορῶν ἢ τὴν πατρικὴν τιμὴν ἀπωθούμενος, ἀλλ’ ὅτι τὸ νεοπαγὲς ὑπεβλέπετο τῆς ἀρχῆς καὶ τοὺς ἀντιζήλους ἐδεδίει θερμὸν ἔτι ἐγκυμονοῦντας τῆς βασιλείας ἔρωτα. ὅθεν αὐτὸς μὲν ὡς οἱ πολύποδες
15τῶν πετρῶν ἐξείχετο τῶν ἀρχείων, τὸ δὲ πλεῖστον τῆς μεθ’ ἑαυτοῦ συγ‐ γενείας διαφῆκεν εἰς τὴν πρόοδον τοῦ πατρός. Ἡμερῶν δὲ οὐ συχνῶν διαγενομένων τὴν εἰς τὰ ἀρχεῖα πάροδόν τε καὶ ἔξοδον ἀνῆκε τῷ βουλομένῳ παντὶ τῶν τε κοινῶν πραγμάτων ἐφή‐ πτετο, καθάπερ ᾑρεῖτο, ὡς ἤδη ἐν τῷ ἀσφαλεῖ καθεστώς. ἀλλὰ καὶ τοῖς ἐκ
20γένους καὶ οἰκειώσεως αὐτῷ προσεγγίζουσι κατὰ τὸ ἀνάλογον προσφερό‐ μενος ἁρμοδίους ἑκάστῳ ἀπένεμε τὰς τιμάς. τῷ γε μὴν Ἰσαακίῳ τῷ κα‐ σιγνήτῳ προστετηκὼς συμφυὴς καὶ ὁμόπνους ἐδείκνυτο, καὶ ὡς φιλοῦντι μὲν ὑπὲρ ἅπαντας, μάλιστα δ’ ὡς τὰ πάντα ἢ τὰ πλείω εἰσενεγκόντι πρὸς τὴν κατάσχεσιν τῆς ἀρχῆς· τοῦτον γὰρ καθισταμένης ἔτι τῆς βασιλείας
25καθέδρας τε καὶ τραπέζης ἐξ ἴσου κοινωνὸν παρελάμβανε καὶ μετεδίδου τῆς8

John2

9

ἀναρρήσεως, ὁποία ἐπιπρεπὴς τῷ τοῦ σεβαστοκράτορος ἀξιώματι, ᾧ πρὸς τοῦ πατρὸς Ἀλεξίου τετίμητο Ἰσαάκιος. καὶ φροντιστὰς δὲ τῶν δημοσίων πραγμάτων προυβάλετο ἐκ τῶν καθ’ αἷμά οἱ προσεγγιζόντων τὸν Κομνηνὸν Ἰωάννην, ὃν καὶ τῷ τοῦ παρακοιμωμένου τετίμηκεν
5ἀξιώματι, καὶ τὸν Ταρωνίτην Γρηγόριον, γεγονότα πρωτοβεστιάριον. ἀλλ’ ὁ μέν, ὅτι μὴ τῷ δακτύλῳ τὸ πᾶν διεπέττευε, σοβαρὰν προφαίνων ὀφρὺν καὶ φρονηματιώδης ὡς οὔ τις ἄλλος δεικνύμενος τὸν φροντιστὴν ἀπεφορτίσατο τάχιον· ὁ δέ γε Γρηγόριος τῆς προκειμένης ἐχόμενος μηδὲ μακρὰ βιβὰς ἢ γοῦν ἐπεκτείνων πόδας ὑπερβαθμίους μονιμωτέρας ἰσχύος
10μετείληχε. παρεζεύχθη δ’ ἐς ὕστερον τουτωῒ καί τις Γρηγόριος ἕτερος, ᾧ Καματηρὸς ἡ ἐπίκλησις. ὁ δ’ ἀνὴρ οὗτος λόγιος μέν, τὸ δὲ γένος οὐκ ἀριπρεπὴς οὐδ’ ἐπίπαν εὐπάρυφος, τῷ βασιλεῖ δ’ Ἀλεξίῳ προσληφθεὶς καὶ τοῖς ὑπογραμματευομένοις καταλεγεὶς τὰς ἐπαρχίας ἀμφεποτᾶτο κἀκ τοῦ τάσσειν φόρους ταύταις πλοῦτον τιθαιβώσσων βαθὺν ἠράσθη
15κατὰ κῆδος βασιλεῖ συναφθῆναι. οὐκοῦν καὶ προσπλακεὶς μιᾷ τῶν αὐτοῦ συγγενῶν λογοθέτης τῶν σεκρέτων προβάλλεται. Ἴσχυε δ’ ὑπὲρ πάντας παρὰ τῷδε τῷ βασιλεῖ καὶ τὰς πρώτας ἐκαρ‐ ποῦτο τιμὰς ὁ Ἀξοὺχ Ἰωάννης. ἦν δ’ οὗτος Πέρσης τὸ γένος, τῆς δὲ Βιθυνῶν προκαθημένης πόλεως Νικαίας ὑπὸ τῶν ἑσπερίων ἁλούσης τα‐
20γμάτων, ἡνίκα τῆς ἐς Παλαιστίνην πορείας εἴχοντο, συνέχεται καὶ αὐτὸς καὶ τῷ βασιλεῖ Ἀλεξίῳ δῶρον παρέχεται. ἧλιξ δ’ ὢν Ἰωάννῃ τῷ βασι‐ λεῖ συμπαίστωρ αὐτῷ προσείληπτο καὶ τῶν οἰκιδίων καὶ προκοίτων ὁ προσφιλέστερος κρίνεται. ἐπεὶ δ’ ἐπέβη τῆς βασιλείας, πᾶσαν ὑπερανέβη
πρεσβυτέραν παραδυνάστευσιν, μέγας τιμηθεὶς δομέστικος, ὡς καὶ πολ‐9

John2

10

λοὺς τῶν ἐριτίμων κατὰ γένος βασίλειον ἀποβαίνειν τοῦ ἵππου καὶ τού‐ τῳ ἀπονέμειν προσκύνησιν κατὰ συγκυρίαν ὑπαντιάζοντας. ἦσαν δὲ τῷ ἀνδρὶ τῷδε οὐ μόνον χεῖρες δεδιδαγμέναι πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς εὐποιΐαν τῶν δεομένων ὀξεῖαί τινες καὶ εὐκίνητοι. ἀτὰρ τὸ εὐγενὲς τῆς
5γνώμης καὶ ἐλευθέριον τὸ μὴ ἔχον οὕτω τοῦ γένους τὰ πολλὰ συνεσκίαζε καὶ ποθεινὸν παρὰ πᾶσι τὸν Ἀξοὺχ ἀπειργάζετο. Ἀλλ’ οὔπω ἐνιαυτὸς ἀκριβῶς τῷ βασιλεῖ διεγένετο, καὶ καττύεται τούτῳ παρὰ τῶν ἐκ γένους ἐπιβουλή, καθ’ ὃν οὐκ ἔχει τις τρόπον εἰ‐ πεῖν, κατ’ αὐτοῦ βαρυμηνιώντων καὶ ὄμμα οἱ ἐπιρριπτούντων βάσκανον.
10ἀμέλει τοι καὶ σύστρεμμα τεκτήναντες πονηρὸν καὶ πίστεις δόντες ἀλλή‐ λοις τῷ Βρυεννίῳ πάντες προστίθενται καὶ παραχωροῦσι τούτῳ τῆς βα‐ σιλείας ὡς λογικῶν ἐν μεθέξει ὄντι παιδεύσεων καὶ εἶδος τυραννικὸν προφαίνοντι καὶ κατὰ κῆδος προφερεστέρῳ βασιλικόν· ὡς γὰρ φθάσαντες εἴπομεν, τῇ τοῦ βασιλέως ἀδελφῇ τῇ καισαρίσσῃ Ἄννῃ συνέζευκτο,
15ἥτις δὴ τῆς τῶν ἐπιστημῶν πασῶν ἐπόχου φιλοσοφίας ἐδείκνυτο μέλημα καὶ πρὸς πᾶσαν ἐρρύθμιστο μάθησιν. τάχα δ’ ἂν καὶ νυκτὸς ἐπέθεντο μεθ’ ὅπλων τῶν φονουργῶν αὐλιζομένῳ τῷ βασιλεῖ κατὰ τὸ μικρὸν ἄποθεν τῶν χερσαίων πυλῶν ἱππήλατον Φιλοπάτιον, δώροις προδιαφθείραντες ἁδροῖς τὸν ἐπὶ τῶν εἰσόδων τῆς πόλεως, εἰ μὴ τὸ εἰωθὸς ὑπόνωθρον καὶ
20χαλαρὸν πρὸς βασιλείας ἐπίθεσιν τῆς ἐγχειρήσεως ἔπαυσε τὸν Βρυέννιον, αὐτόν τε μένειν κατὰ χώραν παραβιάσαν τῶν ξυνθηκῶν λαθόμενον, καὶ κατασβέσαν τὸ θερμὸν τῶν συνελθόντων φρόνημα· ὅτε καὶ λέγεται τὴν καισάρισσαν Ἄνναν πρὸς τὸ χαῦνον τοῦ ταύτης ἀνδρὸς δυσχεραίνουσαν ὡς πάσχουσαν δεινὰ διαπρίεσθαι καὶ τῇ φύσει τὰ πολλὰ ἐπιμέμφεσθαι,
25ὑπ’ αἰτίαν τιθεῖσαν οὐχὶ μικρὰν ὡς αὐτῇ μὲν διασχοῦσαν τὸ ἄρθρον καὶ
ἐγκοιλάνασαν, τῷ δὲ Βρυεννίῳ τὸ μόριον ἀποτείνασαν καὶ σφαιρώσασαν.10

John2

11

Φωραθέντων δ’ ἡμέρας τῶν ὀμοτῶν οὐδένες μὲν αὐτῶν ἐς τὸ σῶμα διελωβήθησαν ἢ καθυπεβλήθησαν μάστιξι, τῶν δὲ οὐσιῶν ἐστέρηνται ἁπαξάπαντες. μετὰ δέ τινα καιρὸν καὶ αὗται τοῖς πλείοσιν αὐτῶν ἀπεδόθησαν, ἐξ αὐτῆς τῆς πρωτεργάτιδος τῆς ἐπιβουλῆς Ἄννης τῆς
5καισαρίσσης τοῦ βασιλέως ἀρξαμένου φιλανθρωπεύεσθαι. Ἀρχὴν δ’ ἔσχε τοιάνδε τὸ οὑτωσὶ γεγονέναι. τὴν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ πλούτῳ παντοδαπῷ καὶ ποικίλοις ἐσθήμασιν οὐσίαν τῆς καισαρίσσης καθ’ ἕνα δόμον συνειλεγμένην ὁ βασιλεὺς Ἰωάννης ἐπιστὰς ἐθεᾶτο, ναὶ μὴν καὶ εἰπὼν ὡς „ἡ τάξις ἐπ’ ἐμοί πως ἀντέστραπται· τὸ μὲν
10γὰρ συγγενὲς πολέμιον εὕρηται, τὸ δ’ ἀλλότριον φίλιον· καὶ διὰ τοῦτο χρεὼν καὶ τὰ τοῦ πλούτου πρὸς τοὺς φιλοῦντας μεταρρυῆναι“, πάντα εἰληφέναι τὸν μέγαν προσετετάχει δομέστικον. ὁ δ’ εὐχαριστήσας ἐπὶ τούτοις τῷ βασιλεῖ φιλοδωρίαν μεγίστην μεταδιώκοντι ᾔτησεν ἐνδοθῆναί οἱ τὰ εἰκότα διαλεχθῆναι. ὡς οὖν ἔλαβε τὸ ἐνδόσιμον, „εἰ καὶ βιαίων“ εἶπε
15„πραγμάτων καὶ πολλῆς ἀδικίας γεμόντων ἦρξεν, ὦ βασιλεῦ, ἡ σὴ ἀδελ‐ φὴ καὶ ἔργοις αὐτοῖς τὸ συγγενὲς ἀπωμόσατο, ἀλλ’ οὐχὶ καὶ τὴν ἐκ τῆς φύσεως κλῆσιν καθάπερ καὶ τὴν σχέσιν ἀπεβάλετο. ἀγαθοῦ τοίνυν βασι‐ λέως καὶ εἰσέτι κασίγνητος μένουσα ἐκ μετανοίας τὸ φίλτρον αὖθις ἀνακα‐ λέσεται, ὅπερ ἐκ παρανοίας ἄρτι ἀπώλεσε, τῇ φύσει χρησαμένη συλλή‐
20πτορι. φεῖσαι οὖν, ὦ δέσποτα, τῆς τῷ σῷ κράτει προσκεκρουκυίας ὁμο‐ γενοῦς καὶ κόλασον τῷ φιλανθρώπῳ λαμπρῶς ἤδη τῆς σῆς ἀρετῆς ἡτ‐ τᾶσθαι ὁμολογοῦσαν· δὸς δὲ αὐτῇ καὶ τὰ κατ’ ὄψιν προκείμενα, οὐχ ὡς ὀφείλημα δίκαιον, ἀλλ’ ὡς δόμα ἑκούσιον, ἐπεὶ καὶ δικαιότερον ταῦτα ἐμοῦ κτήσαιτο, κλῆρον ὄντα πατρῷον κἀπὶ τὸ γένος αὖθις διαβησόμενα.“
25τούτοις ὁ βασιλεὺς πεισθείς, ἢ ἀληθέστερον εἰπεῖν αἰδεσθείς, σὺν προ‐ θυμίᾳ περατοῖ τὴν παραίφασιν, φάμενος ὡς „εἴην τοῦ ἄρχειν ἀνάξιος, εἰ σὺ περὶ τὸ γένος τοὐμὸν κριθείης φιλανθρωπότερος καὶ κέρδους περιττοῦ καὶ προχείρου ἀνώτερος.“ ἀμέλει τοι καὶ δίδωσι πάντα τῇ καισαρίσσῃ καὶ
σπένδεται.11

John2

12

Εἰρήνη δὲ ἡ μήτηρ καὶ βασιλὶς κατ’ οὐδένα τρόπον ἐλήλεγκται τῆς ἐπιβουλῆς μετέχουσα τοῦ υἱοῦ· μᾶλλον μὲν οὖν καὶ σοφόν τι λόγιον ἐσέπειτα γνωματεῦσαι λέγεται, μαθοῦσα τὰ μελετώμενα, ὡς δεῖ βασιλέα μὲν οὐχ ὑπόντα ζητεῖν, παρόντα δὲ μὴ μετακινεῖν, καὶ ὡς „οἵας μοι τὰς
5ὠδῖνας οἱ σφαγεῖς ἐχάλκευον τοῦ υἱοῦ, δριμυτέρας δήπουθεν ὧν ἐν τῷ τίκτειν πεπείραμαι, ὅτι καὶ πρὸς φῶς αἱ μὲν κατήπειγον τὸ κυοφορούμε‐ νον, αἱ δ’ ἐξ ᾅδου κευθμώνων διὰ μέσων μου τῶν σπλάγχνων χωροῦσαι λυπεῖν ἀθάνατα ἤμελλον.“ Ὁ δὲ βασιλεὺς τοὺς Πέρσας ὁρῶν παρ’ οὐδὲν θεμένους τὰς πρὸς τὸν
10ἑαυτοῦ πατέρα ξυνθήκας καὶ παμπληθεὶ τῶν πόλεων καταθέοντας, ὁπόσαι περὶ Φρυγίαν καὶ ποταμὸν τὸν Μαίανδρον ἵδρυνται, ἔαρος ἐπιστάντος ἔξεισι κατ’ αὐτῶν καὶ συμβαλὼν μάχαις πολλάκις ἐκράτησε τήν τε Λαο‐ δίκειαν χειρωσάμενος τείχεσι περιέβαλε καὶ τὸν Ἀλπιχαρὰν μετανάστην ἔθετο, ὃς τὴν ταύτης φρουρὰν ἐπεπίστευτο, καὶ τὰ λοιπὰ πρὸς τὸ δέον
15καταστησάμενος νόστου ἐμνήσατο. Καὶ μικρόν τι τῷ Βυζαντίῳ ἐνδιατρίψας σκηνίτης γίνεται πάλιν, τῶν ἀρχείων ἀπαναστάς. ἦν γὰρ τὰς τῶν βαρβάρων ἐπιδρομὰς φυλατ‐ τόμενος καὶ ὡς ἔχον λυμαίνεσθαι τὸ ἀνέτοιμον ὑφορώμενος. ὅθεν χρονίζειν ᾑρεῖτο μᾶλλον τοῖς ἔξωθεν, δύο τὰ κάλλιστα κατορθοῦν ἐντεῦθεν οἰόμενος,
20τήν τε φυλακὴν τῶν οἰκείων χωρῶν, ἣν ὡς τὰ πολλὰ βραβεύει τὸ θύραυ‐ λον, καὶ τὴν εἰς τὰ πολέμια ἔργα τριβήν τε καὶ ἄσκησιν τῶν ταγμάτων ἀφισταμένων τοῦ οἰκουρεῖν καὶ ὡς βαφῇ σίδηρος τοῖς ἐκ τῆς καυστηρᾶς μάχης ἱδρῶσι παγιουμένων. Χειρωσόμενος τοίνυν ἀπῄει τὴν κατὰ Παμφυλίαν Σωζόπολιν. ὡς δὲ
25δυσάλωτος ἐδόκει τις εἶναι διά τε τὸ ἐγκαθήμενον ἔνδον ὁπλιτικὸν καὶ τὸ12

John2

13

δυσέμβολον τῆς θέσεως καὶ περίκρημνον, τοιόνδε τι μηχάνημα κατὰ θεῖον μέτεισι. δύναμιν ἱππικὴν Πακτιαρίῳ τινὶ παραδοὺς ἐντέλλεταί οἱ συνεχῶς τῇ Σωζοπόλει ἐνιππάζεσθαι κἀπὶ τοῖς τείχεσιν ἀφιέναι βέλεμνα, εἰ δ’ ἐπεξέλθοιεν οἱ πολέμιοι, φεύγειν ἀμεταστρεπτί, μηδ’ ἐφεστάναι πρὸς πόλε‐
5μον, παριέναι δ’ οὕτω καὶ τὰς μικρὸν ἄποθεν τῆς πόλεως συνεπτυγμένας καὶ λοχμώδεις ἀτραπούς. ὁ μὲν οὖν κατὰ τὴν βασιλικὴν παραίφασιν ἔπραττεν· ὡς δὲ ἡ ἐπιδίωξις ἐπὶ πολὺ καὶ πολλάκις πρὸς τῶν Περσῶν ἐγίνετο ἐκχεομένων τῆς Σωζοπόλεως, κατασοφίζεται τὸ ἀντίπαλον ὁ Πακτιάριος ὑποκαθίσας λόχον ἐν τοῖς στενοῖς. ἐν μιᾷ οὖν τῶν καταδρο‐
10μῶν οἱ μὲν Τοῦρκοι μὴ προσκεψάμενοι τὸ ἐνέδρευμα συντονώτερον ὁμοῦ καὶ πορρώτερον ὀπίσω τῶν Ῥωμαίων ἐδίωκον, ὡς καὶ τὰς δυσχω‐ ρίας ἀπερισκέπτως παραδραμεῖν· οἱ δ’ ἐλλοχῶντες Ῥωμαῖοι ἐπεὶ εἶδον ἀπεριμερίμνως τοὺς Πέρσας ὀπίσω τῶν ἐκ τῆς συμμορίας αὐτῶν ἐπιόντας ἀνέτῳ παντὶ ῥυτῆρι καὶ πρὸς οὐδὲν ἕτερον ἀφορῶντας ἢ τὸ καταλήψεσθαι
15τοὺς ἐκδιδράσκοντας, αὐτίκα δὴ μάλα ἀναστάντες εὐθὺ τῆς Σωζοπόλεως ἵενται. μετὰ βραχὺ δὲ καὶ τῶν φευγόντων ἐπιστραφέντων, ἐν μέσῳ συλ‐ ληφθέντες οἱ Τοῦρκοι καὶ μήτε τῇ πόλει προσεπεγγίσαι δυνάμενοι, μήτε διαδρᾶναι τοὺς ὄπισθεν ἐπιφανέντας ἰσχύοντες, οἱ μὲν σαγηνεύονται, οἱ δὲ καὶ ξίφους γίνονται πάρεργον, οὐ πολλοὶ δὲ καὶ τῇ τῶν ἵππων ἀρετῇ
20διασῴζονται. καὶ οὕτως ἥλω πρὸς Ῥωμαίων Σωζόπολις ἑνὶ βουλεύματι τοῦ βασιλέως σοφῷ. ἐκ δὲ τοῦδε τὸ φρούριον παρεστήσατο, ὃ Ἱερακο‐ κορυφήτις ὠνόμασται, καὶ πλεῖστα ἕτερα πολίχνια καὶ ἐρύματα ὑπηγά‐ γετο, πάλαι μὲν Ῥωμαίοις ὑπόφορα, τοῖς δὲ Πέρσαις τότε σπενδόμενα. Περὶ δὲ τὸ πέμπτον ἔτος τῆς αὐτοῦ βασιλείας Σκυθῶν διαβάντων τὸν
25Ἴστρον καὶ τὰ Θρᾳκῷα μέρη ληϊζομένων καὶ τὰ ἐν ποσὶν ἀφανιζόντων
τοῦ τῶν ἀκρίδων ἀκριβέστερον ἔθνους, ἔξεισι κατ’ αὐτῶν τὰς Ῥωμαϊκὰς13

John2

14

ἀθροίσας δυνάμεις καὶ ὡς ἐνῆν ὁπλισάμενος γενναιότατα, οὐ διὰ τὸ πλῆθος μόνον τῶν πολεμίων μηδ’ ὑποπῖπτον σχεδὸν ἀριθμῷ, ἀλλὰ καὶ διὰ τὸ χρᾶσθαι μεγαλαυχίᾳ καὶ σὺν κόμπῳ τραχύτερον ἐπιέναι τὸ βάρβαρον, εἰς μνήμην ἄγον, ὡς ἔοικε, τὰ πονηθέντα οἱ πρότερον, ἡνίκα τὰ τῶν Ῥω‐
5μαίων σκῆπτρα διεῖπεν ὁ Κομνηνὸς Ἀλέξιος, ὅτε εἴχετο Θρᾴκη καὶ τὰ πλεῖστα τῆς Μακεδονίας ἠρήμωτο. Τὰ μὲν οὖν πρῶτα στρατηγικῇ μεθόδῳ χρώμενος ὁ βασιλεὺς δι’ ἀποστολῆς ὁμογλώττων τοῦ τῶν Σκυθῶν ἀποπειρᾶται στρατεύματος, εἴ πως ἐς ὁμολογίας ξυμβαῖεν καὶ τοῦ διὰ μάχης χωρεῖν ἀποσταῖεν πάντες
10ἢ γοῦν ἔνιοι, πρὸς πλείους διῃρημένοι φυλὰς καὶ διακριδὸν στρατήγια βάλλοντες. ἐφελκυσάμενος οὖν τόνδε τὸν τρόπον τινὰς τῶν παρ’ αὐτοῖς τὰ πρῶτα φερόντων πᾶσαν φιλοφροσύνην ἐπ’ αὐτοῖς ἐπιδείκνυται, οὐ περιττὰς μόνον ἑστιάσεις αὐτοῖς παραθέμενος, ἀλλὰ καὶ σηρικοῖς κατα‐ γοητεύσας ἱματισμοῖς καὶ κυπέλλοις καὶ λέβησιν ἀργυρέοις ὑπαγαγόμε‐
15νος. καὶ τοῖς δελέασι τούτοις τὰ τῶν Σκυθῶν ὑποχαυνώσας φρονήματα ἔγνω μὴ καιρὸν εἶναι μελλήσεως, ἀλλ’ ἐπάγειν αὐτοῖς τὰς δυνάμεις κἀκ τοῦ αὐτίκα συντάξασθαι, ἕως ἔτι τὰς γνώμας ἔχοντές εἰσιν ἀμφιβόλους καὶ ῥέπουσι πρὸς ἀμφότερα, καὶ Ῥωμαίοις μὲν διανοούμενοι σπείσασθαι διὰ τὰ σφίσιν ἐπαγγελλόμενα, θαρροῦντες δὲ καὶ τὸν πόλεμον ὡς τοῦ νικᾶν
20ἐθάδες πάλαι γενόμενοι. Ἄρας τοίνυν ἐκ τῶν τῆς Βερόης μερῶν (ἐκεῖσε γὰρ ἐστρατοπεδεύετο) κνεφαῖος τοῖς Σκύθαις συρρήγνυται. γίνεται τοίνυν φρικαλέα τις συμβολὴ καὶ καταπληκτικωτέρα τῶν πώποτε μάχη συνίσταται· οἵ τε γὰρ Σκύθαι γενναίως ἐδέξαντο τὸ ἡμέτερον στράτευμα τῇ τῶν ἵππων ἐπελάσει καὶ
25τῇ τῶν τοξευμάτων ἐπαφέσει καὶ ταῖς βοαῖς ἐν ταῖς ἐμβολαῖς δυσαντί‐ βλεπτοι δεικνύμενοι, καὶ Ῥωμαῖοι καθάπαξ ἐν τῷ ἀγῶνι γενόμενοι ὡς
ἡττήσοντες ἢ θανούμενοι προύθεντο μάχεσθαι. καὶ αὐτὸς δὲ βασιλεύς,14

John2

15

τοὺς ἑταίρους ἔχων μεθ’ ἑαυτοῦ καὶ ὅσον περὶ τὴν τοῦ σώματος φυλακὴν ἀποτέτακτο, ἀεί πως ἐπεβοήθει τοῖς κάμνουσι μέρεσιν. Αὐτὸ μέντοι τὸ Σκυθικὸν κατὰ τόνδε τὸν πόλεμον καὶ τοιοῦτόν τι ἐκακοτέχνησεν ἐκ προσκέψεως, ποριζούσης αὐτῷ τῆς ἀνάγκης τὰ δέοντα.
5συναγαγὸν δὴ πᾶσαν ἅμαξαν εἰς σχῆμα περιφερὲς αὐτὰς διατίθησι· καὶ τούτων ἄνωθεν στήσαντες μοῖραν οὐκ ὀλίγην ἐκ τοῦ σφῶν στρατεύμα‐ τος ὅσα καὶ χάρακι ἐχρῶντο τῷ μηχανήματι καὶ πολλὰς δι’ αὐτῶν ἐγκαρσίους παρόδους ῥυμοτομήσαντες, βιαζόμενοι μὲν ὑπὸ Ῥωμαίων καὶ τὰ νῶτα πρὸς τὴν τάξιν τῶν προσώπων μετατιθέμενοι, ὥσπερ τεῖχος
10ἐχυρὸν τὰς ἁμάξας εἰσέτρεχον καὶ διετίθουν οὕτω τὴν φυγὴν πρὸς τὸ εὖ, εἶτ’ αὖθις ἐκεῖθεν μετ’ ἀνοχὴν ὡσεὶ διὰ πυλῶν ἀνακλινομένων ἐκπίπτοντες ἔργα χειρὸς ἀνδρείας ἐδείκνυον. καὶ ἦν τὸ γινόμενον τοῦτο τειχομαχία τις ἀκριβὴς ἐν μέσῃ πεδιάδι σχεδιασθεῖσα παρὰ Σκυθῶν, ὡς συμβαίνειν ἐκ τοῦδε τὰ τῶν Ῥωμαίων ἐπ’ ἀτελέστοις μογεῖν.
15 Ἦν οὖν τηνικαῦτα τὸν Ἰωάννην ὁρᾶν σοφόν τι χρῆμα τοῖς ὑπ’ αὐτὸν καθιστάμενον· οὐ γὰρ ἀγαθὸς μόνον καὶ ποικίλος τὸ ἦθος ἐδείκνυτο σύμ‐ βουλος, ἀλλὰ καὶ πρῶτος παρεῖχε πέρατι ὁπόσα στρατηγοῖς καὶ τά‐ γμασιν ὑπετίθετο. τὸ δὲ δὴ καινὸν καὶ πολλὴν ἐκείνῳ μαρτυροῦν τὴν εὐσέ‐ βειαν, ὁπότε τῶν Ῥωμαίων αἱ φάλαγγες ἔκαμνον ἐπιβριθόντων τῶν πολε‐
20μίων καὶ συμπιπτόντων παραβολώτερον, τὴν τῆς θεομήτορος εἰκόνα παρ‐ εστῶσαν ἔχων, μετ’ οἰμωγῆς ἐμβλέπων, ἐλεεινοῖς τοῖς σχήμασι θερμό‐ τερα τῶν ἐναγωνίων ἱδρώτων κατέλειβε δάκρυα. καὶ ἦν οὔκουν εἰς κενὸν διαπραττόμενος οὑτωσί, ἀλλ’ ἐκ τοῦ μάλα αὐτίκα τὴν ἐξ ὕψους θωρα‐ κιζόμενος δύναμιν τὰς Σκυθικὰς ἐτροποῦτο παρεμβολάς, ὡς Μωϋσῆς
25πρότερον τῇ τῶν χειρῶν ἐκτάσει τὰς Ἀμαληκίτιδας ἴλας ἐνέκλινεν. Ἀναλαβὼν δὲ καὶ τοὺς ὑπασπιστάς, οἳ περιμήκεσιν ἀσπίσι καὶ πέλυ‐
ξιν ἑτεροστόμοις φράγνυνται, ὡσεὶ τεῖχος ἄρρηκτον τοῖς Σκύθαις ἀντιπρο‐15

John2

16

βάλλεται. ἀμέλει καὶ ὑπ’ αὐτῶν διαλυθέντος τοῦ ἐκ τῶν ἁμαξῶν ἕρματος καὶ εἰς χεῖρας οὕτω τοῦ πολέμου συνερχομένου, γίνεται τῶν ἐναντίων τροπὴ καὶ φυγὴ ἀκλεὴς καὶ Ῥωμαίων εὐθαρσὴς ἐπιδίωξις. κατὰ χιλιο‐ στύας τοίνυν πίπτει τὸ ἁμαξόβιον καὶ διαρπάζονται χάρακες· τὸ δὲ συλ‐
5ληφθὲν δορυάλωτον καὶ ἀριθμοῦ κρεῖττον ὁρᾶται, ὥσπερ καὶ τὸ προσ‐ ρυὲν αὐτόμολον τῷ πόθῳ τῶν ζωγρηθέντων ὁμογενῶν, ὡς ἐκ τούτου καὶ κώμας συνοικισθῆναι καθ’ ἑσπέριόν τινα λῆξιν Ῥωμαϊκήν, ὧν καὶ εἰσέτι σμικρὰ οὐχὶ πάνυ ἐμπυρεύματα σώζονται, οὐκ ὀλίγους δὲ καὶ εἰς σπείρας καταλεγῆναι συμμαχικάς, ἀποδοθῆναι δὲ καὶ μοίρας πλείονας συνειλημ‐
10μένας τῇ στρατιᾷ. Τοιαύτην νίκην περιφανῆ κατὰ Σκυθῶν ὁ Ἰωάννης ἀράμενος καὶ μέγιστον στήσας τρόπαιον τὰς εὐχὰς θεῷ ἀποδίδωσι, τὴν τῶν Πετζινά‐ κων λεγομένην ἐς ἡμᾶς τελετὴν εἰς ἀναμνηστήρια τῶν πεπραγμένων ἀποτάξας καὶ χαριστήρια.
15 Μικρῷ δὲ ὕστερον καὶ κατὰ τοῦ τῶν Τριβαλλῶν ἔθνους (εἴποι δ’ ἄν τις ἕτερος Σέρβων), κακουργοῦντος καὶ τὰς σπονδὰς συγχέοντος, στρα‐ τείαν ἐκήρυξε, καὶ συμβολῆς γενομένης, κατὰ κράτος ἡττήσας καὶ τοῦτο τὸ βάρβαρον πρὸς σπονδὰς ὑπηγάγετο, μηδ’ ἄλλως δεικνύμενον ἀξιό‐ μαχον, οἷα καθυποκύπτον ἀεὶ ταῖς ἐκ γειτόνων ἀρχαῖς. καὶ λείαν ἐκεῖθεν
20ἐλάσας οὐ σταθμητὴν καὶ πλείστων ὠφελειῶν ἐμπλήσας τὸ στράτευμα ἐς τὴν ἕω διαβιβάζει τὸ τοῦ πλήθους αἰχμάλωτον. καὶ κατὰ τὴν Νικομή‐ δους ἐπαρχίαν ἀποτάξας αὐτῷ τὴν κατοίκησιν καὶ γῆν διαρκεστάτην ἀποδασάμενος, τὸ μὲν τοῦ δορυκτήτου λεὼ τοῖς στρατεύμασιν ἐγκατέμιξε, τὸ δὲ παρῆκεν εἰς δασμοφόρησιν.
25 Καὶ πατὴρ δὲ ἀρρένων παίδων ὁ βασιλεὺς οὗτος φανεὶς τῷ μὲν προή‐ κοντι κατὰ γένεσιν (Ἀλέξιος τῷδε τὸ ὄνομα) πορφυρίδος μετέδωκε καὶ πεδίλοις ἐρυθροῖς ὑποδεῖσθαι διαφῆκε τὰ βάθρα τοῦ σώματος καὶ συν‐ ευφημεῖσθαί οἱ παρεῖχεν, ὁπηνίκα Ῥωμαίων αὐτοκράτωρ ἐκεῖνος ὑπὸ τῶν συνειλεγμένων ὄχλων ἀνηγορεύετο· τὸν δὲ μετ’ αὐτὸν Ἀνδρόνικον
30Ἰσαάκιόν τε τὸν ἐπὶ τῷδε καὶ τὸν ἐφεξῆς καὶ τέταρτον Μανουὴλ σε‐
βαστοκρατορικαῖς ὑπεξαίρει τιμαῖς.16

John2

17

Φασὶ δὲ ὡς κατ’ ὄναρ ὁ βασιλεὺς Ἰωάννης θεάσαιτο τὸν νεοστεφῆ υἱὸν τὸν Ἀλέξιον θηρίῳ ἔποχον λέοντι καὶ τοῦτον ἐκ τῶν ὤτων ἡνιοχεῖν, μηδενὸς ἑτέρου ὑπόντος ἐπιτηδείου πρὸς διεξαγωγὴν τοῦ θηρός. ἦν δὲ ἡ σύγκρισις τοῦ ἰνδάλματος, ὡς μέχρι καὶ προσρήματος ψιλοῦ καὶ γυ‐
5μνῆς πραγμάτων ἀνακηρύξεως ἐπιτευξεῖται τῆς βασιλείας ὁ παῖς, τῆς δὲ μείζονος ἀποπεσεῖται κυριαρχήσεως, ὃ καὶ μικρῷ συμβέβηκεν ὕστερον· θανάτῳ γὰρ τὴν ἐξ ἀνθρώπων ἐστείλατο. Περὶ δὲ θέρειον ὥραν τὸν Ἴστρον διαβάντες οἱ Οὖννοι τήν τε Βρανίτζο‐ βαν ἐξεπόρθησαν, κατερείψαντες τὰ τείχη καὶ τοὺς λίθους μετενεγκάμενοι
10εἰς τὸ Ζεύγμινον, καὶ τὴν Σαρδικὴν ἐληΐσαντο, τὰς ἐπὶ φιλίᾳ τῇ πρότερον ὁμολογίας ἀποσεισάμενοί τε καὶ διαξάναντες. ἦν δὲ ἡ μὲν ἐνδόμυχος αἰτία ταυτησὶ τῆς διαφορᾶς τὸ τὸν Ἀλμούζην παρὰ βασιλέα ἐλθεῖν καὶ προσ‐ δεχθῆναι παρ’ αὐτοῦ ἀσμενέστατα, κασίγνητον ὄντα Στεφάνου τοῦ τῶν Οὔννων κατάρχοντος, ἡ δ’ εὐπρόσωπός τε ἅμα καὶ πρόδηλος ἀφορμὴ τὸ
15τοὺς οἰκήτορας Βρανιτζόβης λῃστρικῶς ἐπιτίθεσθαι τοῖς παραβάλλουσιν ἐκεῖθι Οὔννοις κατ’ ἐμπορίαν καὶ δρᾶν ἐπ’ αὐτοῖς τὰ χείριστα. Ἅτε δ’ ἀπροόπτως τοῦ κακοῦ τοῦδε ξυνενεχθέντος, τότε μὲν τῇ κατὰ Φιλιππούπολιν ἐνδημίᾳ τὰ τῆς προμηθείας ὁ βασιλεὺς ἐπεμέτρησεν, Οὔννους ἐκεῖθεν μετανάστας θέμενος· τῷ δ’ ἐπιόντι καιρῷ πρὸς παρα‐
20σκευὴν τῶν οἰκείων καὶ ἄμυναν τῶν πολεμίων χρησάμενος τὰς δυνάμεις συνήθροισε καὶ νῆας ταχυναυτούσας ἡτοίμασε καὶ ταύτας εἰς τὸν Ἴστρον διὰ τοῦ Πόντου κατακολπίσας ὑδραῖος ὁμοῦ καὶ χερσαῖος τοῖς ἀντιπά‐ λοις ἐφίσταται. διελθὼν δὲ τὸν ποταμὸν μετὰ τῆς στρατηγίδος τριήρους καὶ τὸν στρατὸν καταστησάμενος ἐς τὸ πέραν ἱππομαχίᾳ καὶ δοράτων
25ἀγκοινήσει τὸ συνελθὸν Οὐννικὸν διεσκέδασε.17

John2

18

Χρονίσας δὲ τῇ πολεμίᾳ καὶ καρτερικώτατος φανεὶς ἑαυτοῦ τοῦ τε Φραγγοχωρίου ἐκράτησεν, ὅπερ ἐστὶ τῆς τῶν Οὔννων γῆς τὸ πιότατον, ἐς πεδία ὑπτιάζον ἱππήλατα, μεταξὺ τῶν ποταμῶν Σαούβου καὶ Ἴστρου ἀναπεπταμένον, καὶ τὸ Ζεύγμινον παρεστήσατο καὶ κατ’ αὐτὸν ἐλάσας
5τὸν Χράμον λείαν πλείστην περιεβάλετο. ἔπειτα καὶ τῷδε τῷ γένει μεθ’ ἑτέρας συμπλοκὰς σπεισάμενος τά τε πρὸς εἰρήνην διαθέμενος καὶ τὸ λοιπὸν βαρβαρικόν, ὁπόσον καθ’ ἑσπέραν Ῥωμαίοις ἄγχουρον, ἐς φιλίαν ἆκον ὑπαγαγόμενος, ἐν οἷς πολλάκις εὐρόησε κατὰ πόλεμον, δεῖν ᾠήθη καὶ τὰ ὑπερόρια φῦλα, καθ’ ὃν ἂν καὶ δύναιτο τρόπον, ὑπο‐
10ποιήσασθαι, καὶ τούτων ὁπόσα μάλιστα τῇ ἐμπορίᾳ καὶ ἀγυρτείᾳ προσ‐ κείμενα μετὰ πλοίων ἐς τὴν Κωνσταντίνου καταίρουσιν. οὐκοῦν καὶ εἶχεν οἰκειωσάμενος τὴν παράλιον Ἰταλίαν ὅλα λαίφη διαπετῶσαν ἐς τὴν βασιλίδα τῶν πόλεων. Ἠρεμησάντων δ’ οὕτω τῶν καθ’ ἑσπέραν γενῶν, ἐς τὴν ἕω διαβιβά‐
15σας τὸ στράτευμα τοῖς τὴν Κασταμόνα κατέχουσι Περσαρμενίοις ἐπι‐ θέσθαι ἔγνωκεν. ὅθεν διὰ τῆς τῶν Βιθυνῶν καὶ Παφλαγόνων ἐπαρχίας ἐλάσας ἐκεῖσέ τε παραγίνεται καὶ κλίμαξιν ὅτι πλείσταις χρησάμενος καὶ κύκλῳ περιστήσας τὰς ἑλεπόλεις αὐτῆς τε τῆς Κασταμόνος κρατεῖ καὶ τὸν ταύτης σατραπεύοντα Περσαρμένιον ἀπειπόντα περὶ τῶν ὅλων φυγάδα
20δείκνυσιν. οὐκ ὀλίγον δὲ πλῆθος Περσῶν ἐκεῖθεν ἀπαγαγὼν αἰχμάλωτον πρὸς τὸ Βυζάντιον ἐπανέζευξε. Τοίνυν καὶ κηρύξας ἐπὶ τῷ τροπαίῳ τουτωῒ θρίαμβον ἅρμα διειλημμέ‐ νον ἀργύρῳ παγῆναι προσετετάχει· καὶ ἦν τὸ ἅρμα θαυμάσιον οἷον γενό‐ μενον καὶ λίθοι τῶν μὴ πάνυ τιμαλφῶν ἐνιαχοῦ αὐτὸ ἤγαλλον. ἐνστάσης
25δὲ τῆς ἡμέρας, καθ’ ἣν ἡ πρόοδος ὥριστο, ἅπας πέπλος τὰς ἀγυιὰς κατ‐ ηγλάϊζε χρυσοϋφής τε καὶ περιπόρφυρος. οὐδὲ τὰ τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀπῆν ἐκεῖθεν εἰκάσματα, ὁπόσα ἱστουργικὴ χεὶρ ἐπίπλοις ἐνετυ‐
πώσατο, ἃ καὶ εἴρηκεν ἄν τις ἔμψυχα, οὐκ ἐνυφαντά. ἦν δὲ τοῦ ἄγασθαι18

John2

19

ἄξια καὶ τὰ περὶ τὴν πάροδον ἑκατέρωθεν πρὸς ὑποδοχὴν τῶν θεωμένων διὰ ξύλων πήγματα καὶ ἴκρια. χῶρος δὲ τῆς πόλεως ἦν, ὃς οὑτωσὶ διε‐ σκεύαστο, ὁ διήκων ἐκ τῶν ἑῴων πυλῶν τῆς πόλεως ἐς αὐτὸ τὸ μέγα πα‐ λάτιον. καὶ δὴ τὸ μὲν τέτρωρον εὐτρεπὲς καὶ εἷλκον τοῦτο πίσυρες ἵπποι
5καλλίτριχες χιόνος λευκότεροι. ὁ δὲ βασιλεὺς τὴν τοῦ ἅρματος ἐπίβασιν παρεικὼς τὴν τῆς θεομήτορος εἰκόνα τούτῳ ἐπανεβίβασεν, ἐφ’ ᾗπερ ἦν γε‐ γηθὼς καὶ τὴν ψυχὴν ἐκλείπων αὐτήν· καὶ τὰς νίκας ὡς συστρατηγέτιδι ἀμάχῳ ἐπιγραφόμενος καὶ δοὺς ἄγειν τὰ χαλινὰ τοὺς παρ’ ἐκείνῳ δυναμένους τὰ μέγιστα καὶ τοῖς ἐκ γένους ἐγγίζουσιν ἀμφιπονεῖσθαι τὸ
10ἅρμα ἐνδοὺς προῆγεν αὐτὸς σταυρικὸν σημεῖον χειριζόμενος καὶ ποσὶ τὴν πορείαν ποιούμενος· καὶ τὸν ἐκ τῆς τοῦ θεοῦ Σοφίας παρωνυμούμενον νεὼν εἰσιὼν καὶ τὴν ἐπὶ τοῖς κατωρθωμένοις ἀνθομολόγησιν Κυρίῳ τῷ θεῷ ἀπονείμας τοῦ λεὼ παντὸς ἐνώπιον τῷ ἀρχείῳ οὕτως παρέβαλεν. Οὐ πολλοῦ δὲ διαλιπόντος καιροῦ, ἀλλ’ ὥστε καὶ αὐτὸν ἐποφθῆναι
15τοῖς ὑπηκόοις καὶ θεάτροις διαχυθῆναι, προσειπεῖν δὲ καὶ τὸν στρατιώτην τὰ οἴκοι χρόνιον καὶ διαναπαῦσαι τὸν ἵππον καὶ τὴν λόγχην ἀκέσασθαι, αὖθις κατὰ Κασταμόνος ἐστράτευσεν. ὁ γὰρ τὸν καιρὸν ἐκεῖνον τῆς Καπ‐ παδοκῶν χώρας κρατῶν Περσαρμένιος Τανισμάνιος μετ’ ἰσχύος μείζονος ἐπιὼν τειχομαχίᾳ τὴν πόλιν εἷλε καὶ τῷ ξίφει κατὰ τῶν φυλάκων Ῥω‐
20μαίων ἐχρήσατο. βασιλεὺς τοίνυν ἐκεῖσε παραγενόμενος τὸν μὲν Τανισμά‐ νιον ἐξ ἀνθρώπων εὗρε γεγενημένον, Μουχούμετ δέ τινα τὴν Κασταμόνα διέποντα, διάφορον τῷ τῆς Ἰκονίου πόλεως ἀρχηγῷ Μασούτ. συμ‐ φόρῳ γοῦν τῷ καιρῷ πρὸς σύναρσιν τῶν καθ’ αὑτὸν πραγμάτων ὁ βα‐ σιλεὺς χρώμενος σπένδεται τῷ Μασοὺτ καὶ συμμαχίαν εἰληφὼς ἐκεῖθεν
25ἔπεισι τῷ Μουχούμετ. ὁ δὲ πρὸς ἀμφίστομον στράτευμα οὔκουν ἑαυτὸν19

John2

20

εἰδὼς ἀξιόμαχον ὕπεισι τὸν ὁμόφυλον Μασοὺτ καὶ καταλύσας τὴν ἔχθραν ἄλλοις τε οἷς ἐκείνῳ διὰ γραμμάτων ἐσήμανεν, ἀλλὰ δὴ καὶ τῷ εἰπεῖν ὡς προσρυεὶς τῷ βασιλεῖ Ῥωμαίων, εἰ μὴ καταλλαγεῖεν αὐτοί, κακῶς διά‐ θοιτο τὰ Περσῶν, πείθει τὸν Ἰκονιέα Μασοὺτ ἀποσχέσθαι μὲν βασιλέως,
5ἐκείνῳ δὲ προσρέψαι καὶ λῦσαι τὴν συμμαχίαν. οὗ μετὰ βραχὺ συμβάντος καὶ νυκτὸς οἰχομένων τῶν τῷ βασιλεῖ παρὰ τοῦ σουλτὰν ἐκπεμφθέντων ἐπικούρων Περσῶν, οὐκ εὔοδα τὸ ἐκ τοῦδε Ῥωμαίοις τὰ τῆς προκειμένης ἐκστρατείας γεγόνασιν. ὅθεν ἀναχασάμενος ἐκεῖθεν καὶ κατὰ τὸ πόλισμα ἐναυλισάμενος, ὃ περὶ τὸν Ῥυνδακὸν ποταμὸν αὐτὸς ἐδείματο, αὖ πάλιν
10τῆς κατὰ τοῦ Μουχούμετ ἀκμαιότερον ἥψατο καὶ Ῥωμαίοις ἐπανασωσά‐ μενος Κασταμόνα οὐδὲ τῆς Γάγγρας ἀπέσχετο. μία δέ ἐστιν αὕτη τῶν περιφανῶν καὶ μεγίστων Ποντικῶν πόλεων, οὔπω πρώην Πέρσαις κα‐ θυποκύψασα. Ταύτῃ τοι καὶ νόμῳ πολέμου τὰ περὶ τὴν πόλιν ταύτην ὑπαγαγόμε‐
15νος πρότερον, ἔπειτα καὶ χάρακα ἔβαλεν ἐπ’ αὐτήν. τοῦ δ’ ἐντὸς Περσι‐ κοῦ μηδὲν μέτριον φρονοῦντος ἢ καθ’ ὁμολογίαν τε καὶ σπονδὰς βασιλεῖ συγχωροῦντος τὴν εἴσοδον, τὸ τεῖχος ὁ στρατὸς περιβάλλει, εἶτα τειχο‐ μαχίαις χρησάμενος, ᾗπερ ἦν ἐπίμαχος ὁ περίβολος, συνεχῶς ἔτυπτε τοῦτον. μὴ προχωροῦντος δὲ τοῦ ἔργου διὰ τὴν τῶν ἐπάλξεων ὀχυρότητα
20καὶ τὸ ἐπὶ πολὺ ἐκθύμως ὑπέχειν τοὺς ἐναντίους, βάλλειν τὰ τείχη παρεὶς κατὰ τῶν οἰκιῶν ἐγνώκει διασφενδονᾶν τοὺς λίθους, προφαινομένων ἐκ τῶν ἔξωθεν κολωνῶν, ἐφ’ ὧν Ῥωμαῖοι κατεστρατοπεδεύοντο. οἱ γοῦν ἐπὶ τῶν μηχανῶν λίθους στρογγύλους καὶ κούφους διὰ τὸ εὐσύνοπτον ἐς ὅτι πορρωτάτω διαφιέντες, ὡς δοκεῖν ἵπτασθαι τούτους, οὐκ ἀπὸ μηχα‐
25νημάτων προΐεσθαι, τοὺς δόμους κατέσειον· οἱ δ’ ἐπὶ γόνυ κλινόμενοι καὶ20

John2

21

τοὺς ὀρόφους διαλυόμενοι τὸ ἐνοικοῦν πλῆθος ἀπώλλυον, ὡς ἐντεῦθεν εἶναι καὶ τὴν ἐν ταῖς ἀμφόδοις ἐπισφαλῆ πάροδον καὶ τὸ ἔνδον ἡσυχῇ καθῆ‐ σθαι πάντῃ ἀσύμφορον. Διὰ ταῦτα τοίνυν καὶ τὴν τοῦ βασιλέως δὲ προσεδρείαν οὐχ ἧττον,
5ἐπὶ δὲ μάλιστα τὴν ὀλίγῳ πρότερον μαλακῷ θανάτῳ ἐξ ἀνθρώπων ἀφάνι‐ σιν τοῦ τῆς Γάγγρας ἐπιστατοῦντος Τανισμανίου ἑαυτοὺς καὶ τὴν πό‐ λιν τῷ αὐτοκράτορι ἐνεχείρισαν. ὁ δὲ αὐτὴν εἰσιὼν καὶ τὸ πολὺ τῶν Περσῶν ἐκεῖθεν ἀπαγαγὼν καὶ δισχιλίους ὁπλίτας Ῥωμαίους φρουροὺς τῇ Γάγγρᾳ ἐγκαταστήσας τὴν βασιλεύουσαν εἴσεισι.
10 Πλὴν οὐδὲ ταυτηνὶ τὴν πόλιν ἐφ’ ἡλίοις ἡ Κωνσταντίνου μακροῖς ἔβλεψεν ὑπ’ αὐτὴν κληρουμένην καὶ ταῖς λοιπαῖς ἐνταττομένην ὑπηκόοις πόλεσιν· ἀλλ’ ἐπιβρῖσαν τὸ Περσικὸν μεῖζον τοῦ προτέρου καὶ λίαν ἐπικρατέστερον καὶ βαλὸν χάρακα λιμῷ παρεστήσατο, ἄλλοις καιρίοις ἐπισπωμένου τοῦ βασιλέως καὶ τούτοις τὸν νοῦν προσέχοντος.
15 Τὸ δ’ ἀπὸ τοῦδε στρατείαν κατὰ τῆς Κιλίκων ἐκήρυξε, τὸν Λεβούνην, ὃς Ἀρμενίας ἦρχε, μετιέναι ποθῶν, ὡς ἄλλα τε κατήκοα Ῥωμαίοις πο‐ λίσματα χειρωσάμενον, ἀλλὰ δὴ καὶ Σελευκείας ἐπιβῆναι πειρώμενον. ἀγηοχὼς τοίνυν τὰς οὔσας δυνάμεις καὶ νεοσυλλέκτους ἄλλας αὐταῖς προσθέμενος καὶ τὰ ἐφόδια ἱκανὰ πρὸς χρονίαν ἐκδημίαν ἐνθέμενος ταῖς
20Κιλικίαις πύλαις ἐφίσταται· καὶ ταύτας ἀμαχεὶ παρελθὼν Ἀδάνης ἐπέβη καὶ κρατεῖ τῆς Ταρσοῦ. οὐ μέχρι δὲ τούτου περιγράψας τὸ πρόθυμον
περὶ τῆς ὅλης Ἀρμενίας διαγωνίζεται, ὅθεν πῇ μὲν ὁμολογίᾳ χειρούμενος21

John2

22

τὰ τῶν φρουρίων ἐπικαιρότατα, πῇ δὲ διὰ μάχης αὐτὰ ὑπαγόμενος, ἐγκρατὴς ἁπάσης τῆς χώρας γίνεται. Ἐπιστὰς δὲ σὺν ἄλλοις καὶ ἀποτόμῳ τινὶ ἐρύματι, ὅπερ Βακὰ ὀνο‐ μάζεται, ἐπεὶ μὴ χεῖρας προύτεινον αὐτῷ οἱ ἐντός, οὔτε μὴν προυχώρουν
5εἰς εἰρηναίας ξυμβάσεις, διαλαμβάνει τοῦτο παντὶ τῷ στρατεύματι βαλὼν χάρακα, μὴ ἂν ἐκεῖθεν ἀπᾶραι τὸ παράπαν ἰσχυριζόμενος, εἰ μὴ τοῦ πολίσματος ἐγκρατὴς ὀφθήσεται, κἂν εἰ πολιωθῆναί οἱ ξυμβαίη τῇ προσεδρείᾳ τὴν κεφαλὴν καὶ ταῖς χιόνων παλυνθῆναι πολλάκις καταφο‐ ραῖς, εἰς νοῦν ἄγων ἅμα τοῖς πολιορκουμένοις ὅσα μὲν πάθοιεν εὖ παρ’
10αὐτοῦ ὑπενδόντες καὶ ὑπεκστάντες αὐτῷ τοῦ ἐρύματος, οἵοις δ’ αὖ χει‐ ρίστοις ὑποβληθεῖεν πολέμου νόμῳ ἑαλωκότες καὶ τὴν στρατιὰν ἰδόντες εἰσρυεῖσαν ἔνδοθεν. ἦν δ’ ἀσπίσι ταῦτα ἐπᾴδων ἑκοντὶ κωφευούσαις πρὸς τὰ ὑποψαλλόμενα παρὰ σοφοῦ φαρμακοῦ καὶ σμήχων ἄντικρυς διηλέγ‐ χετο τὸν Αἰθίοπα.
15 Οἱ γὰρ τοῦ φρουρίου Βακὰ τὴν ἐπιστασίαν πεπιστευμένοι καὶ πάντες μὲν ἀκαταπλήκτως εἶχον πρὸς τὸν ἀγῶνα, Κωνσταντῖνος δέ τις μάλιστα, τοῦ τῶν Ἀρμενίων γένους τὰ πρῶτα κληρούμενος καὶ τῶν πολλῶν ὑπερφέρων χειρὸς γενναιότητι· οὐ μόνον τὸ ἐνοικοῦν πλῆθος ἐπισυνίστη καὶ διανίστη πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, ἀλλὰ καὶ αὐτὸς τοῦ
20φρουρίου πολλάκις προοπτανόμενος κἀπὶ τοῦ γηλόφου μεθ’ ὅπλων ἱστά‐
μενος, ἐφ’ οὗπερ ἡ μὲν φύσις τὴν πέτραν ἀνέδωκεν, ἡ δὲ τέχνη τείχεσιν22

John2

23

αὐτὴν περιέβαλε καὶ ἐκράτυνεν, ὕβρεσι τὸν βασιλέα Ἑλληνίδι ἔπλυνε γλώττῃ, ἔς τε τὴν ἄκοιτιν καὶ τὰς θυγατέρας ὁ στόμαλγος ἐρεσχελῶν καὶ λόγους ἀπρεπεῖς ἀφιείς. βασιλεὺς μὲν οὖν συλλαβεῖν τὸν αἰσχρορρήμονα βάρβαρον καὶ δίκας λαβεῖν ἐξ ἐκείνου ἐγλίχετο· ὁ δὲ τῇ σφετέρᾳ πεποιθὼς
5ῥώμῃ καὶ μέγα τῷ δραστηρίῳ κομπάζων τῆς φύσεως ἔτι καὶ τὴν βασι‐ λέως κατεμωκᾶτο παράταξιν καὶ προυκαλεῖτο ἀνέδην τὸν ἐπιλέγδην ἐκείνῳ συμπλακησόμενον. Ἀμέλει καὶ βασιλεὺς ἐπιτάττει τοῖς ταξιάρχαις ἐκ τοῦ αὐτίκα τῶν ἀλκίμων τινὰ στρατιωτῶν ἀντιτάξαι τῷ Ἀρμενίῳ ἀντίμαχον ἀξιόμαχον.
10ὡς οὖν Εὐστράτιός τις ἐκ τοῦ τῶν Μακεδόνων ἐπεκρίθη τάγματος, ἀσπὶς αὐτῷ ἐς ἀνδρόμηκες κατιοῦσα δίδοται καὶ σπάθη νεόσμηκτος ἐγχειρίζεται. οὕτω δ’ ὁπλισθεὶς Εὐστράτιος ἀφίσταται μὲν τῶν Ῥωμαϊκῶν ἰλῶν, περὶ δὲ τοῦ γηλόφου τὰ κράσπεδα ἐπιστὰς ὑποκαταβῆναι βραχὺ τὸν Ἀρμένιον προυκαλεῖτο, ὅπως ἐν ἰσοπέδῳ διαγωνίσωνται, εἴπερ ἀληθῶς τὴν μονα‐
15θλίαν αἱρεῖται καὶ μὴ ἐπὶ πλεῖστον ἐμπληξίας ἰὼν εἰκῇ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο σοβαρεύεται. εἰς ὕβριν τοίνυν οἰκείαν ὁ Κωνσταντῖνος τὰ τοῦ Μακε‐ δόνος λογισάμενος ῥήματα ὡς καταιβάτης πρηστὴρ ἢ δορκὰς ὀρεσίτροφος θάμνων διαλλομένη τῷ Εὐστρατίῳ προσρήγνυται οὕτω μὲν τηλίκος τὸ τοῦ σώματος μέγεθος ὤν, οὕτω δὲ θαρσαλέος πολεμιστής, ἀσπίδα προβε‐
20βλημένος ἴσην πάντοθεν καὶ λευκήν, χάραγμα σταυρικὸν περὶ τὸ μέσον ἔχουσαν. οὐκοῦν καὶ τὴν δεξιὰν ξιφηφοροῦσαν τονώσας ἐπ’ εὐθείας τε καὶ ἐγκαρσίως ἐς τὴν ἀσπίδα πλήττων καὶ καταπλήττων οὐκ ἀνίει τὸν Μα‐
κεδόνα, οἰστρώδει προπετείᾳ χρώμενος, καὶ ἦν ἀεὶ προσδόκιμος μέγα τι23

John2

24

κακὸν τὸν ἄνδρα ἐργάσασθαι. καὶ βασιλεὺς παντάπασιν ἀπεγνώκει, μὴ μόνον τῶν χρηστοτέρων ἐλπίδων ἀποβουκολούμενος, ἀλλὰ καὶ τὸ μὴ τεθνάναι τὸν Μακεδόνα λαμπρῶς ἀπειπάμενος. Καὶ τοιῷδε μὲν οὖν ὁρμήματι ῥοθίῳ τοῦ Κωνσταντίνου ἐπικειμένου,
5ὅμως τὸν Εὐστράτιον φωναῖς ὑπήλειφον οἱ Ῥωμαῖοι καὶ ἀντιπλήττειν αὐτὸν ὑπεφώνουν. ὁ δὲ πολλάκις ἀνατείνας τὴν χεῖρα καὶ δόκησιν πα‐ ρασχόμενος, ὡς πλήξειε τὸν ἀντίπαλον, ὑπεστέλλετο παρὰ δόξαν, οἷά τινος Τελχῖνος τὴν δεξιὰν ἐκείνῳ τοῦ πλήττειν ἀπάγοντος καὶ πρὸς τὸ δρᾶν ἐκτεινομένην ἐπέχοντος. ὀψὲ δέ ποτε μετὰ πολλὴν τοῦ ξίφους ταλάντευσιν
10τὴν χεῖρα κατενεγκὼν ὁ Μακεδὼν διχῇ τὸν Κωσταντίνου θυρεὸν διαιρεῖ, χρῆμά τι πέλωρον ὄντα καὶ ἀτεχνῶς Ἑκτόρειον· πρὸς ὅπερ Ῥωμαῖοι μὲν ἐπηλάλαξαν μετὰ πλείστης δὴ τῆς ἐκπλήξεως, ὁ δ’ Ἀρμένιος τὸ φυλακτή‐ ριον ὅπλον οὕτως ἀέλπτως ἀποβαλόμενος, μηκέτι μένειν ἐπὶ τοῦ μεται‐ χμίου δυνάμενος, ποσὶ τὴν σωτηρίαν ἐπρίατο, ἐπαναδραμὼν εἰς τὸ γήλο‐
15φον ὡς τὸν περὶ ψυχῆς τρέχων σὺν ὀξυτέρῳ ὁρμήματι. τοῦ δὲ λοιποῦ κατὰ χώραν μένων οὔτε Ῥωμαίων κατεφρυάττετο, οὔτε μὴν ἐς τὸν ἄνακτα καὶ τὸ γένος θρασυστομῶν σαπρολογίας ἱέναι προσέθετο βέλεμνα ἐν τῷ τὰ χείλη τείνειν κατὰ νευρὰν καὶ τοὺς ὀδόντας ὡσεὶ τόξον διατιθέναι κέρασιν ἁρμοζόμενον.
20 Ἐρωτηθεὶς δὲ πρὸς τοῦ βασιλέως ὁ Μακεδών, ὅ τι δρῶν καὶ διανοούμε‐ νος τὴν μὲν χεῖρα πολλάκις ἀνέτεινεν ὡς πλήξων τὸν ἀνθιστάμενον, τὸ δὲ ξίφος ἅπαξ κατήνεγκε, σκοπὸν εἶναί οἱ διὰ μιᾶς ἔφατο τοῦ ξίφους κατα‐ φορᾶς τὴν ἀσπίδα καὶ τὸν αὐτὴν ἀνέχοντα διελεῖν Ἀρμένιον· ὡς δ’ ἐπι‐ τελὲς οὐκ εἶχε τὸ ἐννοούμενον διὰ τὸ μὴ ἐν χρῷ τὸν διάφορον τὸν θυρεὸν
25ἀνέχειν, ἀλλὰ προβεβλῆσθαι κατὰ πολὺ τοῦ σώματος ἀφεστῶτα, ἔγνω24

John2

25

μὴ ἐλινύειν διακενῆς, τοῦ δ’ οὖν ὅπλου καὶ μάλα καθικέσθαι καιρίως, εἶθ’ οὕτως μετελθεῖν τὸν πολέμιον ἄτερ ἀσπίδος γενόμενον. θαυμάσας τοίνυν ἐπὶ τοῖς εἰρημένοις τούτοις ὁ βασιλεὺς δωρεαῖς μεγίσταις ἠμείψατο τὸν Εὐστράτιον.
5 Οὐ πολλαὶ δ’ ἡμέραι παρίππευσαν, καὶ ὑποκύπτει τῷ βασιλεῖ καὶ βίᾳ ἐνδίδωσι καὶ τοῦτο τὸ φρούριον καὶ συλληφθεὶς ὁ Κωνσταντῖνος ἀπάγεται δορυάλωτος, σιδήρῳ τοὺς πόδας ἀσφαλισθείς. ἔπειτα δὲ καὶ ναῦς τριήρης τοῦτον εἰσδέχεται καταχθέντα εἰς θάλασσαν· ἥτις μετὰ μικρὸν τὰ ἀπόγεια λύσασα ἤμελλε διακομίσαι τὸν δεσμώτην ἐς τὸ Βυζάντιον. τολμητίας δ’
10ὢν καὶ θερμουργὸς ὁ Ἀρμένιος τοῖς φύλαξι νυκτὸς ἐπιθέμενος πλείστους ὅσους διαχειρίζεται καὶ τῶν δεσμῶν ἀνεθεὶς ὑπὸ τῶν συνόντων ἐκείνῳ θεραπευτήρων φυγὰς οἴχεται. ἀλλ’ οὔπω νεωτέροις ἐπεφύη πράγμασι, καὶ συσχεθεὶς αὖθις καταπροδίδοται βασιλεῖ. Οὐ μόνον δὲ κατὰ τὴν ἅλωσιν τοῦ Βακὰ μετ’ ἐργωδίας ὁ βασιλεὺς
15ἐκονίσατο, ἀλλὰ καὶ κατὰ τὴν Ἀνάζαρβαν πρότερον τὰ πλεῖστα ἐμόγη‐ σεν. ἡ γὰρ πόλις αὕτη, κουροτρόφος οὖσα καὶ πολυάνθρωπος, ἐρυμνοῖς διείληπται τείχεσι καὶ πετρῶν ἀποτόμων ὕπερθεν ἵδρυται, τότε δὲ μᾶλλον ἀσφαλεστέρα γεγένηται παρὰ τῶν εἰς αὐτὴν ὡς εἰς κρησφύγετον συνελ‐ θόντων, ἁπάντων ὄντων φρακτῶν καὶ κρατίστων, ἐπιτειχίσματα προσ‐
20ειληφυῖα καὶ μηχαναῖς παντοίαις διαληφθεῖσα. βασιλεὺς μὲν οὖν μέρος τῆς αὐτοῦ στρατιᾶς προπέπομφεν εἰς αὐτήν, καὶ τοῦτο Περσικοῖς κατει‐ λεγμένον τέλεσιν, ὧν ηὐμοίρησε πρότερον τὴν Γάγγραν παραστησάμε‐ νος, πεῖραν λαβεῖν ἐντεῦθεν τῆς τῶν Ἀρμενίων γνώμης βουλόμενος καὶ ἀκριβῶς γνῶναι πρὸς οἷς εἰσιν. οἱ δὲ πρὸς τὴν θέαν τούτων θυμῷ ὑπερζέ‐
25σαντες, ὡς ἀπολουμένων αὐτίκα καὶ μηδὲ τὴν πρώτην αὐτῶν ὑποστησο‐ μένων ὁρμὴν τὰς πύλας ἀνακλίναντες κατ’ αὐτῶν ἐξερρύησαν, καὶ συμ‐
βολῆς γενομένης ἡττῶσί τε τούτους τὰ νῶτα στρέψαντας καὶ ἐπὶ πλεῖ‐25

John2

26

στον καταδιώκουσι. συστάντων δὲ μετὰ βραχὺ τῶν φευγόντων ἐν τῷ τὴν ὄψιν μεταβαλεῖν οἷα καὶ Ῥωμαϊκῶν αὐτοῖς ἐπαρηξάντων ταγμάτων, ἡ μάχη παλίνστροφος γίνεται καὶ ἄκοντες εἰς τὸ τεῖχος ἐγκλείονται οἱ Ἀρμένιοι.
5 Μικρῷ δὲ ὕστερον καὶ τοῖς τείχεσιν αἱ μηχαναὶ προσάγονται. καὶ οἱ λίθοι ἐκσφενδονῶνται σφαιροειδεῖς καὶ τὰς βάρεις βάλλουσιν. ἀλλ’ οὐδὲ τὸ βάρβαρον ἐπὶ τούτοις ἤρεμον ἦν, τῶν δ’ ἐπάλξεων ἄνωθεν ἐξ ἀντιπά‐ λου στῆσαν καὶ αὐτὸ μηχανήματα βάρη τε λίθων ἠκόντιζεν ἐς τὸ στρά‐ τευμα καὶ σιδήρια σπινθηρακίζοντα ἐξετίνασσε καὶ ἦν κατὰ τοῦτο Ῥω‐
10μαίων ὡς ἐπίπαν ἐπικρατέστερον. ὅθεν τὰ μὲν πρῶτα πλεῖστοι τῶν Ῥω‐ μαίων ἐσίνοντο· εἶτα καὶ εἰς παράλογον ὡς εἰπεῖν καὶ συώδη ὁρμὴν ὑπο‐ θήξαντες ἑαυτοὺς οἱ Ἀρμένιοι ἐξιόντες καταπιμπρῶσι τὰς ἑλεπόλεις, εὐφυᾶ πρὸς ἁφὴν εὑράμενοι τοῦ πυρὸς τὰ ἐκ δονάκων ἐπισυνθέματά τε καὶ πήγ‐ ματα, ἃ πρὸς ἔρυμα τῶν μηχανῶν προετέτατο. τὰ δ’ ἐπὶ τούτοις καγχα‐
15σμοὶ τῶν ἀντιπάλων καὶ βρασμοὶ σώματος πρὸς διάχυσιν καὶ Ῥωμαίων παλίγλωσσοι χλευασμοὶ καὶ στομφασμοὶ κατὰ βασιλέως καὶ λῆροι μακροί. Ἀνοχῆς δὲ γενομένης καὶ τῆς μάχης ληξάσης ἐπὶ βραχύ, τά τε πετροβόλα ἐπισκευάζονται ὄργανα καὶ τὰ τούτων προταθέντα παραπε‐ τάσματά τε καὶ ἱμαντώματα ἐκ πηλίνων πλίνθων συντίθενται καὶ οὕτω
20τῇ ἑξῆς τὰ τείχη πάλιν ἐτύπτετο. ἀμέλει καὶ ὡς τὰ ἐκτινασσόμενα φλο‐ γερὰ σιδήρια κατὰ μηδὲν τὰς μηχανὰς ἐλυμαίνοντο, εἰς κενὸν συνέβαινε σχάζειν τὰ τῶν Ἀρμενίων διανοήματα καὶ εἰς κοπετὸν μεταπίπτειν τὸν πρὶν κατάγελων. ὁ γὰρ σφενδονούμενος ἐκ τῶν ἔσωθεν μύδρος εἰ καὶ ἦν ἀντήρης καὶ πρὸς τὰς πληγὰς ἀνένδοτος, ἀλλ’ οὖν ἐπεγχρίπτων τῷ
25μανῷ καὶ πλαδῶντι διακένῳ τε καὶ γηΐνῳ καὶ σομφώδει προβλήματι ἄπρακτος ἠκοντίζετο· εἶχε μὲν γὰρ ὑποχαλᾶν τὸ βαλλόμενον, σβεννύ‐ μενος δ’ οὖν ὅμως ἔδρα οὐδὲν ὧν ἕνεκα διηφίετο. ὅθεν κατὰ πολλὰ μέρη
διαρραγέντος τοῦ περιβόλου τῆς πόλεως εὐέφοδα τὰ ἔνδον γίνεται καὶ26

John2

27

τῷ τρόπῳ τούτῳ ὑποκλίνεται βασιλεῖ τὸ πρὶν ἀναιδὲς καὶ βρέμον τῷ κόμπῳ πολέμιον καὶ τὴν πόλιν Ἀνάζαρβαν ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ αὐτῷ παραδίδωσιν, οὐκ ἐκ τοῦ παραχρῆμα δέ, ἀλλὰ μετὰ πεῖραν δευτέ‐ ραν καὶ τὴν πολλάκις ἀντίταξιν καὶ τὴν ἐς τὸ προσεχὲς ἕτερον τεῖχος
5ἀναχώρησιν καὶ τὴν αὖθις ἐκ τοῦδε καθάπερ ἀπὸ τοῦ πρώτου μεθ’ αἵμα‐ τος ἔκκρουσίν τε καὶ ἀποσάλευσιν. Ὁμοίως δὲ καὶ τὰ παρακείμενα ταύτῃ τῇ πόλει φρούρια μετελθὼν ἐς τὴν Κοίλην Συρίαν ἄπεισι καὶ τὴν καλλίπολιν Ἀντιόχειαν εἰσιών, ἣν δίεισιν Ὀρόντης καὶ περιβομβεῖ Ζέφυρος ἄνεμος, ὑπτίαις χερσὶ παρά τε
10τοῦ πρίγκιπος Ῥαϊμούνδου καὶ τοῦ πλήθους παντὸς τῶν ἀστῶν προσδέχεται. ἐφ’ ἱκαναῖς δ’ ἡμέραις τῇ πόλει ἐνδιατρίψας καὶ λίζιον ἑαυτῷ τὸν πρίγκιπα δείξας, σὺν αὐτῷ δὲ καὶ τὸν Τριπόλεως κόμητα, ἔγνω προσβαλεῖν ταῖς περὶ τὴν Ἀντιόχου ἱδρυμέναις καὶ παρ’ Ἀγαρη‐ νῶν κατεχομέναις Συροφοινίσσαις πόλεσι.
15 Τοίνυν καὶ τῷ ποταμῷ προσεγγίσας Εὐφράτῃ ἀφικνεῖται εἴς τι πο‐ λίχνιον ἐγχωρίως Πιζὰ καλούμενον, ἔνθα καὶ πολλὴν ἐνδειξαμένων τῶν πολεμίων περὶ τὴν συμβολὴν γενναιότητα ὑπονοστεῖ τὸ Ῥωμαϊκὸν καὶ μέχρι τινὸς καταδίωξις γίνεται μέρους τοῦ προελάσαντος μὴ ἀντισχεῖν ἔχοντος πρὸς πάθος μανικὸν καὶ φορὰν παράλογον τῶν βαρβάρων. μετ’
20οὐ πολὺ δ’ ἐγγυτέρω τοῦ βασιλέως φανέντος, ἐκ τῆς περὶ αὐτὸν φάλαγ‐ γος συχνοὶ τοῖς ἀντιπάλοις συμμίγνυνται· οἱ δὲ μὴ ἐνεγκόντες τὴν κατ’ αὐτῶν ἐπέλευσιν τῶν Ῥωμαίων συγκλείονται εἴσω τοῦ τειχισμοῦ καὶ οὐκέτι ἐπεκτρέχειν προέθεντο. τεῖχος μὲν οὖν καὶ περίτειχος ὑπῆν τῷ πολίσματι καὶ βαθεῖα τάφρος ἐν μέρει τοῦτο περιεζώννυε καὶ λίθος αὐτο‐
25φυὴς ἐνιαχοῦ κατεφράγνυε· πολλὰ δὲ τῶν πυργωμάτων ὑπενδόντα ταῖς27

John2

28

τῶν λίθων νιφάσι καὶ πρὸς γῆν καταρρεύσαντα τῶν ἐκ τῆς Ἄγαρ κα‐ θεῖλε τὸ φρόνημα. ἐντεῦθεν οἱ τολμητίαι καὶ φυσῶντες τὰ ἄμετρα, εἰς δειλίαν τεθειμένων αὐτοῖς τῶν ὀχυρωμάτων, ὑπέρ τε τῆς οἰκείας ἀντιβο‐ λοῦσι ζωῆς καὶ τῶν ἐνόντων πάντων αὐτὴν ἀλλάσσονται, βασιλεῖ τὰς
5χεῖρας προτείναντες. Ἐκ δὲ τούτου μοῖραν διαφεὶς στρατεύματος κατὰ τῶν ἐπέκεινα τοῦ Εὐφράτου πόλεων καὶ φρουρίων πλῆθος λαφύρων συνέλεξε καὶ τὸ Πιζὰ τῷ τῆς Ἐδέσσης δωρησάμενος κόμητι, τὸ Βέμπετζ παραλλάξας ὡς εὐκα‐ ταγώνιστον κριθὲν κἀπὶ πεδίου κείμενον ὑπτιάζοντος, κατὰ τοῦ Χάλεπ
10καὶ τοῦ Φέρεπ ἐξώρμησε, τοῦτο αἰτησαμένου τοῦ τῆς Ἀντιοχείας πρίγ‐ κιπος, ἐπεὶ καὶ οὗτος τῷ βασιλεῖ συνεστράτευεν. ἐπιστὰς δὲ τῷ Χάλεπ (τὸ δέ ἐστιν ἡ πάλαι λεγομένη Βέρροια) ὁρᾷ πολυάνθρωπον πόλιν καὶ στέ‐ γουσαν ἔνδον πλεῖστον ὅσον ὁπλιτικόν· οἳ καὶ ἐξιόντες τοῦ τείχους ἅμα θέᾳ Ῥωμαίων συμπλέκονται μετὰ ῥύμης τοῖς περὶ τὸν βασιλέα στρατεύ‐
15μασι. τὸ δὲ ἧττον ἀπενεγκάμενοι τὸν περίβολον ὑπεισῄεσαν. οὐχ ἅπαξ δέ, ἀλλὰ κατὰ τὸ πάλιν καὶ πάλιν ἐπεκδρομὰς θέμενοι κατ’ οὐδεμίαν τὸ κράτος ἤραντο· ἐνίοτε δὲ καὶ αὐτῷ τῷ βασιλεῖ περιιόντι τὴν πόλιν καὶ κατασκοποῦντι τὸ τεῖχος δι’ ἑκηβόλων λάθρα ἐπιβουλεύσαντες καὶ τῆς προθέσεως ταύτης ἐξέπεσον. οὐδὲν δέ τι δράσειν ἐξ ὑπογυίου δυνάμενος
20καὶ διὰ τὴν ὀχυρότητα μὲν ταυτησὶ τῆς πόλεως καὶ τὴν ἔνδον εὔιππον καὶ εὔοπλον στρατιάν, οὐχ ἧττον δὲ καὶ τὸ ἐπιλιπεῖν τὰ ἐφόδια καὶ τὴν πυ‐ ρὸς ὁμοῦ καὶ ὕδατος ὑποσπάνισιν, ἐκεῖθεν μεθίσταται. καὶ τὸ Φέρεπ ἐξ ἐφόδου παραστησάμενος καὶ τοῦτο κόμητί τινι τῆς Ἀντιοχέων ἀποχα‐ ρισάμενος πόλεως πρὸς ἑτέραν πόλιν μεταχωρεῖ κατὰ φράσιν ἐγχώριον
25Καφαρδὰ λεγομένην. μεγίστης δὲ χώρας αὕτη προκαθέζεται καὶ περὶ αὐ‐28

John2

29

τὴν αὐχεῖ καθυπείκοντα οὐκ ἐλάχιστα φρούρια, στερρότητι τειχέων κομπάζουσα. ἀλλὰ καὶ ταύτην διὰ βραχέος χειρωσάμενος μεταβαίνει πρὸς τὰ πορρώτερα. καὶ τῆς πρὸς τὸ Σέζερ πορείας ἁπτόμενος στρατοπεδεύει περὶ τὸ Νίστριον (πόλις δὲ καὶ τοῦτο τῆς Μέσης τῶν ποταμῶν) ἄποθεν
5μικρῷ τοῦ Σέζερ κείμενον καὶ τοῖς πᾶσι κατεσκευασμένον ἄριστα. ὁδοῦ δὲ πάρεργον καὶ τούτου διαφθαρέντος καὶ πρὸς ἁρπαγὴν διαφεθέντος τοῖς στρατιώταις, καὶ τούτων μάλιστα τοῖς ἐκ καταλόγων τῶν Σκυθικῶν, ὑφ’ ὧν ἑάλωκεν, ἐκεῖθεν ἀπαναστὰς τῷ Σέζερ πρόσεισιν. Οἱ δ’ ἐκ τοῦ ἄστεος τούτου, καὶ τῶν πέριξ σατραπῶν συνελθόντων,
10πλείστους ὅσους τοὺς ὁπλιτεύοντας συνειλόχασιν· ὅθεν καὶ πρὸς ἕνα συνασπισμὸν συνιόντες καὶ ὁμαιχμίαν κρατυνάμενοι μίαν προσυπήντων τὸν ἐκεῖσε περικλώμενον ποταμὸν διαβάντες, ἀλλὰ καὶ δοράτια ἐκ καλά‐ μων κραδαίνοντες ταῖς τοῦ βασιλέως συμπλέκονται φάλαγξιν ἵπποις ὠκύποσιν ἐποχούμενοι. καὶ συρρήξεως γενομένης πολλάκις τὴν νίκην ὁ
15βασιλεὺς ἀποφέρεται καὶ οἱ μὲν τῶν πολεμίων κατὰ τοῦ ὕδατος ἀκον‐ τίζονται, οἱ δ’ ἐμπείρονται δόρασιν, οὐδαμῶς ἐπαρκεσάντων σφίσι τῶν ἐνσειομένων δονάκων, ἀλλ’ ἀσθενῆ καὶ λεπτὴν ἐπικουρίαν καὶ τὸ ὅλον εἰπεῖν καλαμίνην παρεχομένων αὐτοῖς. ἐντεῦθεν εἰς τὸ τεῖχος ἀναχωρήσαν‐ τες οὐκέτι ἐπεξόδους εἰργάζοντο, ἐκ δὲ τῶν γηΐνων ὀρόφων προφαινό‐
20μενοι καὶ πολλὴν ἐντεῦθεν τὴν σύναρσιν ἔχοντες Ῥωμαίοις ἀντεφέροντο, τὴν ἑαυτῶν χώραν ἀνέντες εἰς τὸ ἀδεῶς ἐκπορθεῖσθαι καὶ ληΐζεσθαι καὶ χειροῦσθαι τὰ φρούρια. Οὕτω δὲ τούτων πραττόντων, ὁ βασιλεὺς τὰς φάλαγγας διηυκρινη‐
κὼς καὶ κατὰ γένος καὶ φατρίας διῃρηκώς, ὡς φῦλα φύλοις ἀρήγωσιν, εἰς29

John2

30

μίαν μοῖραν τὸν Μακεδόνα καθίστησιν, ἑτέραν τὸ ἐκ Κελτῶν, ἄλλην τὸ Σκυθικόν, ἐπὶ δὲ τὸ ἐκ Περσίδος ὁρμώμενον καὶ προσχωρῆσαν Ῥωμαίοις κατὰ πολέμους τοὺς πρότερον. καὶ τῷ ἀμιγεῖ καὶ πολυμερεῖ τῷδε τῶν στρατευμάτων, διαφόρους προφαινόντων τὰς ὁπλίσεις, φόβῳ πλείονι
5ληφθὲν τὸ πολέμιον τῆς ἄγαν ἐνστάσεως καθυφίησι καὶ τὸν ἐκτὸς προ‐ έμενον τειχισμὸν πρὸς περίβολον τὸν ἔνδον μεθίσταται. Ἐπὶ πολλαῖς οὖν ἡμέραις ἀγχέμαχοι συνέβαινον συμπλοκαὶ καὶ πεῖραι καὶ διαμάχαι καὶ μονομαχίαι τῶν ἀρίστων καὶ περιφυγαὶ καὶ ὑποχωρή‐ σεις καὶ καταδιώξεις ἐξ ἑκατέρων. ἀλλ’ ἀεὶ τὰ μὲν Ῥωμαίων ἐπικρατέστερα
10κατεφαίνετο, τὸ δ’ ἐναντίον κἂν ἔπιπτεν ἀπὸ ξίφους πλειόνως κἂν ἐκ τόξων εἰς θάνατον ὕπνωττε κἂν τοῖς ἐκ μηχανῶν λίθοις εἰς μέρη διῄρητο καὶ πρὸς γῆν τὰ τείχη καὶ τὰ τούτων καθῃρεῖτο θωράκια, ὅμως ἔμενεν ἔτι ἀκράδαντον ἐς μυριοπληθὲς ἀριθμούμενον, ἄλλως τε καὶ ὑπὲρ αὐτῶν τῶν ψυχῶν καὶ τέκνων καὶ γυναικῶν καὶ πλούτου πολλοῦ, καὶ τούτου παν‐
15τοδαποῦ, διαγωνιζόμενον. Καὶ τάχ’ ἂν ἥλω καὶ ἡ πόλις ἥδε καὶ βασιλεῖ καθυπέκυψε καὶ παντὸς τοῦ πλούτου κεκένωτο καὶ Ῥωμαῖοι τῇ ταύτης χειρώσει κλέος ἤραντο τῶν πρώην ἐπικυδέστερον, εἰ μὴ ἀγγελίαι τινὲς ἀπαίσιοι καὶ ἄκοντα ἐκεῖθεν τὸν βασιλέα μεθείλκυσαν, αἳ τὴν Ἔδεσσαν ᾖδον κυκλωθῆναι παρὰ
20Περσῶν καὶ κινδυνεύειν παθεῖν τὰ χείριστα, μὴ βασιλέως αὐτῇ τὴν ταχί‐ στην ἀρήξαντος. οὐκοῦν ἐκ τῶν πολιορκουμένων δῶρα μεγαλοπρεπῆ κομισάμενος, καὶ ταῦτα ἐξ ὕλης τιμαλφεστέρας τῶν ἁπασῶν, καὶ ἵππους ἐριαύχενας εὐγενεῖς καὶ νήματα σηρικὰ διαπλεχθέντα χρυσῷ καὶ τράπεζαν ἀξιοθέατον, πρὸ δὲ τούτων σταυρὸν εἰς χεῖρας δεξάμενος πάγκαλόν τι
25χρῆμα καὶ ξενίζον τῇ θέᾳ, λυχνίτῃ λίθῳ κεκολαμμένον, ἐν ᾧπερ αὐτο‐ φυῶς ἡ τέχνη διύφανε γράμματα εἰς κάλλος φιλόνεικον τοῦ θείου εἰκάσμα‐ τος καὶ ὀφθαλμῶν ἀτεχνῶς τρυφήν, λύει τὴν πολιορκίαν, τῆς πρὸς Ἀν‐ τιόχειαν ἁψάμενος. ἔφασκον δὲ οἱ κατὰ τὸ Σέζερ Σαρακηνοὶ πάλαι
ποτὲ τοὺς προγόνους αὐτῶν ἐκ τῶν προσενεχθέντων δώρων τῷ βα‐30

John2

31

σιλεῖ δορύκτητα σχεῖν τόν τε ἐκ λίθου ἀκτινώδους σταυρὸν καὶ τὴν πολυ‐ τελῆ καὶ οἵαν ἐκπλῆξαι τράπεζαν, ἡνίκα Ῥωμανὸν εἷλον τὸν Διογένην τὴν αὐτοκράτορα Ῥωμαίων ἀρχὴν χειρίζοντα τήν τε βασίλειον ἐκείνῳ σκηνὴν ἐσκύλευσαν καὶ τοῦ χάρακος κεκρατηκότες τὰ ἐνόντα διείλοντο.
5 Ἐν δὲ τῇ ἐκ τοῦ Σέζερ ἀπάρσει τοῦ βασιλέως Ῥωμαίοις κατ’ οὐρὰν ἐπιτίθενται τὰ τοῦ Ζακῆ καί τινων ἀρχηγῶν ἄλλων διασήμων Περσικὰ στρατεύματα, θρυπτικώτατα τοῖς μικροῦ ποδηνέμοις ὀχήμασι προδεικνύ‐ μενα καὶ Ῥωμαίων ὀλιγωρότατα τύφῳ ἐμπλήκτῳ βαρβαρικῷ. τῶν γε μὴν ἐλπίδων διαμαρτόντα οὐχ ὅπως οὐδέν τι γενναῖον ἔπραξαν, ἀλλὰ καὶ
10τοῦ κόμπου καὶ τῆς μεγαληγορίας δίκην ἀμοιβὸν ὑπὸ τῆς θείας τίσαντες δίκης καὶ δύο τῶν ἡγεμόνων ζωγρίας προσαπεβάλοντο· ἦσαν δ’ οὗτοι ὁ υἱὸς τοῦ Ἀτάπακα καὶ ὁ τοῦ Σαμοὺχ Ἀμηρᾶ κασίγνητος. Εἰσιὼν δ’ ὁ βασιλεὺς τὴν Ἀντιόχου εὐδαίμονα πόλιν τὸ ἀστικὸν πλῆ‐ θος ὅλον ἑαυτοῦ ἀνηρτήσατο, ὡς καὶ μεθ’ ἱερῶν ἐκτύπων καὶ πλείστης
15ὅτι φιλοκαλίας τῶν ἀγυιῶν λαμπρὸν ἐκείνῳ σχεδιάσαι τὸν εἰσιτήριον. ἐκ δὲ ταύτης μετὰ φωνῶν εὐσήμων καὶ προπέμψεων αἰνεσίμων εἰς τὰ τῆς Κιλι‐ κίας ὅρια παραβαλὼν κἀκεῖθεν ἐξορμήσας τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἅπτεται. καὶ γοῦν κατὰ τάξιν προϊὼν καὶ τῆς αὑτοῦ στρατηγίας ἐχόμε‐ νος στέλλει κατὰ τῶν Ἰκονιέων Περσῶν ἀπόμοιράν τινα τοῦ στρατεύμα‐
20τος· οὗτοι γάρ, ὁπότε τῆς Συρίας ἐπέβαινε βασιλεύς, τῷ καιρῷ χρησά‐ μενοι πρὸς ἐπίθεσιν ἐκδρομῶν κατὰ Ῥωμαίων ἐδράξαντο. τοῦτό τοι καὶ τοῦ δυσμενοῦς στίφους περιγενόμενος ἔκειρε τὴν πολεμίαν, ἅλωσιν ἀν‐ θρώπων καὶ ζώων ἔλασιν παντοίων, ὁπόσα ὑπὸ ζυγὸν καὶ ὄχησιν,
ἐργασάμενος.31

John2

32

Καὶ τοιοῦτοι μὲν οἱ πρὸς ἀνίσχοντα ἥλιον ἀγῶνες τοῦ Ἰωάννου δι’ ἐκστρατείας μιᾶς πᾶσαν μὲν γλῶσσαν, πᾶσαν δὲ γνώμην ἐς αὐτοὺς ἐφελ‐ κύσαντες, ἐν ᾗ καὶ τριετὴς χρόνος ἐξίκετο. Τότε δὲ προσερρύη τῷ βασιλεῖ τῷδε καὶ ὁ σεβαστοκρατορῶν κασίγνη‐
5τος Ἰσαάκιος, ὃν φθάσαν εἴρηκε τὸ λέγειν συνάρασθαί οἱ τὰ περιττὰ εἰς τὴν τῆς βασιλείας κατάσχεσιν. κατὰ γὰρ μικρολυπίαν τοῦ ὁμογνίου διαζευ‐ χθεὶς καὶ φυγὰς ἀπάρας ἐκ τῆς Ῥωμαίων, συνέκδημον καὶ συμπλανήτην ἔχων τὸν Ἰωάννην τὸν τῶν παίδων πρωτότοκον (ἀνὴρ δ’ οὗτος ὁπλιτο‐ πάλας καὶ πολεμόκλονος, φυήν τ’ ἀρίστην καὶ εἶδος προφαίνων ἀξιο‐
10θέατον), πλείστοις μὲν καὶ ἄλλοις προσέμιξεν ἔθνεσι, σὺν αὐτοῖς δὲ καὶ τῷ τῆς Ἰκονιέων σατραπεύοντι μητροπόλεως. καὶ ἦν μὲν ὁ Ἰσαάκιος οὗτος ὁρμαίνων ἀεὶ χώραις ἐπιθέσθαι Ῥωμαϊκαῖς καὶ Σατὰν γενέσθαι τῷ Ἰωάννῃ, χρημάτων δὲ ἀπορῶν καὶ τὸν βασιλέα Ἰωάννην ὁρῶν ταῖς κατὰ πόλεμον πράξεσι διὰ παντὸς περικλέϊστον οὐδένα εὕρισκε τοῖς κατὰ
15σκοπὸν ἐκείνῳ συμβαίνοντα. μᾶλλον μὲν οὖν καὶ πάντας εἶχεν ἀποπη‐ δῶντας καὶ πρὸς τὴν πρώτην τῆς ἀντιστασίας ἐνήχησιν δυσχεραίνοντας καὶ τὴν ἐπιχείρησιν ἀπαγορεύοντας ὡς ἀσύμφορον κἀκείνῳ καὶ μηδ’ αὐτοῖς ἐφικτὴν ὁπωσοῦν. ὅθεν τοὺς τοπάρχας περιιὼν καὶ παρ’ οἷς κατέλυε δι’ αἰδοῦς ἀγόμενος ὡς τὸ εἶδος τυραννικώτατος καὶ τὸ γένος
20ἐπισημότατος, ὀψὲ συνεὶς ὡς διακενῆς τῆς συγγενείας ἀποδιίσταται βίον ἀντλῶν πόνηρον, πρὸς τὸν ὁμόσπορον ἐπανέλυσε. καὶ βασιλεὺς ἀσμένως τε αὐτὸν καὶ τὸν υἱέα προσβλέπει καὶ ὄψιν καὶ λόγους ἀμφοῖν δίδωσι καὶ χαριέντως προσπλέκεται. ἰσχυρὸν γάρ τι χρῆμα πόθος συγγενείᾳ διυ‐ φαινόμενος, κἂν ἀπορραγείη μικρόν τι τῆς συμφυΐας, ταχέως φιλυπόστρο‐
25φος γίνεται. ἀμέλει καὶ τὸ πρώην φίλτρον διατηρήσας ἀλώβητον οὐδέν τι παλίγκοτον ὑπέτυφεν ἐν ψυχῇ, ὁποῖα οἱ ἐν ἀρχαῖς φιλοῦσι τεχνάζεσθαι, τὸν χόλον ἐνθάπτοντες καὶ ἐναύοντες εἰς τὴν κατὰ καιρὸν φρυκτώρησιν
καὶ κατάπρησιν· τὴν δὲ Κωνσταντίνου σὺν αὐτῷ εἰσιὼν οὐ πλεῖον32

John2

33

τῷ τῆς νίκης περιόντι ἢ τῇ τοῦ κασιγνήτου ἐπανόδῳ ἠγαλλιᾶτο. καὶ τὸ ὑπήκοον δὲ κατεκίρνα πως τὰ ἐγκώμια τῷ τοῦ βασιλέως τουτωῒ προμη‐ θεύματι, οὐ μόνον τοῖς αὐτοῦ τροπαίοις καλλωπιζόμενον καὶ θῦον θεῷ χαριστήρια τῷ καὶ πορεύσαντι τοῦτον καὶ νικητὴν ἀνασώσαντι, ἀλλὰ
5καὶ τῇ τοῦ ἀδελφοῦ ἀφίξει ἐπευφραινόμενον. Μὴ πολυωρήσας δὲ τῷ Βυζαντίῳ, τῶν Περσῶν ἐσβαλόντων τοῖς κατὰ τὸν ποταμὸν τὸν Σαγγάριον ἐπιδρόμοις τόποις, ὑπεριδὼν κα‐ χεξίας σώματος ὡς εἶχεν ἐξώρμησεν· ὅθεν τοὺς πολεμίους διαθροήσας τῇ παρουσίᾳ καὶ θρεμμάτων ἀγέλας ἐλάσας παντοδαπῶν ἐπανῆλθεν εἰς
10τὸ Λοπάδιον. μετ’ οὐ πολὺ δὲ καὶ τῆς γυναικωνίτιδος ἐξιούσης τὴν πό‐ λιν τὰς Ὀχυρὰς ἐδείματο, τὴν ἐκ τῶν πολεμίων ἐκεχειρίαν εἰς τὸ μὴ πάντῃ ἀξύμφορον Ῥωμαίοις διατιθείς. ἐμβραδῦναι δὲ τοῖς τόποις τούτοις διασκοπούμενος τὴν στρατιὰν ἀθροισθῆναι διετετάχει. καὶ ἡ μὲν ἐκ θεσπισμάτων βασιλείων συνήγετο, αὐτὸς δὲ κατὰ τοῦτο τὸ ἔργον ὡς
15οὐδέποτε τοῖς στρατευομένοις ἀσυγγνώμων ἔδοξε καὶ βαρὺς καὶ τὸ πλέον μηδὲ μέτρα ἐκστρατείας εἰδώς, ὡς εἴπερ ἐλάθετο ἢ οὐκ ἐνόησεν ὡς τρισσὸν ἔτος ἐν τοῖς ἑῴοις πολέμοις Ῥωμαῖοι διήνεγκαν. τὸ δὲ πρὸς ἄρρητον ἔχθος ἔτι μᾶλλον ἐκμῆναν, ὅτι πολλοὶ τῶν εἰς Συρίαν συναναβάντων ἐκείνῳ μήπω τὰ οἴκοι βλέψαντες, ἀλλὰ νόσῳ σώματος καὶ σπάνει τῶν
20ἀναγκαίων καὶ φθορᾷ τῶν ὀχημάτων ἐν τῇ ὁδοιπορίᾳ χρονίσαντες, ἠναγκάζοντο μὴ τῶν πατρίδων βαίνειν εὐθύ, ἀλλ’ ἔνθα κατασκηνοῖ βασι‐ λεὺς μεταβαίνειν ὑπὸ τῶν ἐπιμελῶς τὰς ὁδοὺς τηρούντων καὶ τὰς θαλατ‐ τίους περαιώσεις ἐπισκοπούντων. ὁ δὲ μὴ ἀγνοεῖν ἔχων τὸ τοῦ γογγυ‐ σμοῦ αἴτιον, τὸν οὐκ εἰδότα πλαττόμενος, ἵνα μὴ λέγοιμι τὸν μηδαμῶς
25ἐμπαζόμενον ὑποκρινόμενος, ἐκείνους μὲν εἴα κενοφωνεῖν, αὐτὸς δὲ τῆς προθέσεως εἴχετο, βούλεσθαι λέγων ἔχειν τοὺς στρατιώτας συσπου‐ δαστὰς καὶ μηδαμῶς ταῖς συνεχέσιν ἐκδημίαις ἀπαυδοῦντας καὶ ἀποκναί‐
οντας.33

John2

34

Προθέμενος δὲ μετελθεῖν τοὺς κατὰ τὸ θέμα τῶν Ἀρμενιακῶν παρ‐ εισφθαρέντας βαρβάρους, ἅμα δὲ καὶ Κωνσταντῖνον τὸν Γαβρᾶν κα‐ τασχεῖν χρόνον ἤδη συχνὸν τὴν Τραπεζοῦντα ὑποποιησάμενον καὶ ἤθεσι τυραννικοῖς αὐτὴν διεξάγοντα, διὰ τῆς τῶν Παφλαγόνων συναγ‐
5κείας τὴν πορείαν τίθησιν ἀεὶ τῶν τοῦ Πόντου παράλων βαδίζων ἐχόμενα, δυοῖν ἕνεκα, τοῦ τ’ ἐκ τῆς οἰκείας χώρας τὴν στρατιάν οἱ πορίζεσθαι τὰ βιώσιμα, καὶ εἰ δεήσει συρρῆξαι πόλεμον, κατὰ μίαν μοῖραν ἔχειν αὐτὸν ἐπικείμενον, ἀλλ’ οὐκ ἐξ ἑκατέρων μερῶν προσφυόμενον κἀντεῦθεν πρὸς περικύκλωσιν ἐπιτήδειον. ἦν γὰρ ὁ τῆς Καισαρείας τότε κρατῶν Μου‐
10χούμετ, περὶ οὗ εἰπεῖν ἔφθημεν, πλείστην ὅτι περιβεβλημένος ἰσχύν, μέρος τε τῆς Ἰβηρίας ὑπαγαγόμενος καὶ ἔνια τῆς τῶν ποταμῶν Μέσης πα‐ ραστησάμενος, τὸ μὲν ἄνωθεν γένος ἐς τοὺς Ἀρσακίδας συναλειφόμενος, τὸ δὲ προσεχὲς ἐκ Τανισμανίων καταγόμενος· ἦσαν δ’ οὗτοι τολμητίαι καὶ ἀνδρισταὶ καὶ τῶν χειρωσαμένων τὰς ἑῴας πόλεις Ῥωμαίων οἱ μά‐
15λιστα κράτιστοί τε καὶ ἀναιδέστατοι. Ἔαρος μὲν οὖν ὑπολήγειν ἀρξαμένου τοῦ Λοπαδίου βασιλεὺς ἀπα‐ νίσταται, τὴν δὲ θέρειον πᾶσαν ὥραν καὶ τοῦ μετοπώρου τὸ εὐκραὲς ἐν τῇ ὁδοιπορίᾳ τῇδε κατατριψάμενος περὶ τροπὰς ἐνηυλίσατο χειμερίους πόλει Ποντικῇ τῇ Κιντῇ. τῇ πολεμίᾳ δ’ ἔκτοτε προσβαλὼν ἐν πολλοῖς
20ἐδυσπράγησεν. ἔστι μὲν γὰρ καὶ ἄλλως ἡ Καππαδοκῶν χώρα κρυμώδης πᾶσα καὶ τὸ κλίμα τοῦτο ψυχεινὸν καὶ δριμύτατον, τότε δὲ καὶ χειμῶνος ἐπιγενομένου ἀήθους πολυτρόποις κακοῖς προσεπάλαισε. τά τε γὰρ πρὸς δίαιταν ἐπιτήδεια σχεδὸν εἰς τέλος ἐξέλιπον καὶ τῶν ζώων ὁπόσα σκευο‐ φόρα τε καὶ πολεμιστήρια διεφθάρη παντάπασι. κἀκ τοῦδε τὸ ἀλλόθρουν
25πλειόνως ἀναθαρρῆσαν, ἐπεὶ καὶ ἄφθεγκτόν ἐστι τῇ φήμῃ μηδὲν ἀνεξερεύ‐ νητόν τε καὶ ἀνεξέλεγκτον, ἐφόδοις ἀκηρύκτοις ἐχρῆτο συχναῖς, καὶ
λῃστρικοῖς ἐπιτιθέμενον κλέμμασιν, ἐνιαχοῦ δὲ καὶ προδήλως διαμιλλώ‐34

John2

35

μενον κατὰ μάχην ἐνώπιον, ἀεὶ τὰς τῶν Ῥωμαίων ἐλυμαίνετο φάλαγγας· κατὰ γὰρ νέφος συνεχὲς τὴν σύστασιν ἐφιστάμενον ἐκ τοῦ αὐτίκα, τῇ ποδωκείᾳ πεποιθὸς τῶν ἵππων, τῆς ὁμαιχμίας ἀφίστατο, ὡς εἴπερ ἀνέ‐ μων πνοαῖς ἐξῄρετο. βασιλεὺς δὲ τὸ τῶν ἵππων μεθοδεύων ἀτύχημα,
5περιιὼν τὸ στράτευμα τὰ εὐγενῆ τῶν ὀχημάτων συνέλεγε καὶ ταῦτα διδοὺς καὶ Ῥωμαίοις μέν, ὁπόσοι κοντοφορεῖν ᾔδεσαν, τοῖς δ’ ἐκ τῶν Λατίνων μάλιστα δεξιοστροφεῖν ἐπισταμένοις δοράτια, ἀνθίστα τούτους τοῖς πολεμίοις καὶ παρεῖχε γενναίως ἀντιμαχεῖν. οἱ δὲ τὰς μετὰ ξυστῶν ἐπελάσεις τούτων ἐνεγκεῖν οὐκ ἔχοντες πρὸς φυγὴν μεθηρμόζοντο.
10ἱκανῶς μὲν οὖν διὰ τῶν τοιῶνδε μεθόδων καὶ τοῦ πλείστους ὅτι μάλιστα τῶν πεζῶν σημαίας ἀνέχειν εἰς ἔμφασιν πλείονος ἱππικοῦ τὰς Περσικὰς ἀναστείλας φορὰς ἐπὶ Νεοκαισαρείαν ἵετο. Πολλαὶ δὲ καὶ περὶ αὐτὴν μεταξὺ Περσῶν καὶ Ῥωμαίων ἐτολυπεύθη‐ σαν συμπλοκαί. καὶ τῶν τοῦ βασιλέως υἱῶν ὁ νεώτερος (Μανουὴλ ὄνομα
15τούτῳ) δόρυ διαβαστάσας καὶ ἱκανῶς προελθών, τοῦ πατρὸς εἰδότος μη‐ δέν, τοῖς πολεμίοις ἐνέβαλε· καὶ τὸ ἔργον τοῦτο τοῦ μείρακος παρωρμήκει σχεδὸν ἅπαν τὸ στράτευμα καὶ ὑπὲρ ἰσχὺν ἀγωνίσασθαι, τινῶν μὲν ἐς τὸν ὅμοιον ζῆλον διαναστάντων, τῶν δ’ ἄλλων ἁπάντων δεισάντων περὶ τῷ παιδὶ καὶ βασιλεῖ χαριεῖσθαι τὰ μέγιστα οἰηθέντων, εἰ συναραμένων αὐ‐
20τῶν οὐδαμῶς τι πρὸς τῶν πολεμίων ἐσεῖται πεπονθὼς ἀηδές. ἀλλὰ τότε μὲν ὁ πατὴρ ἐπαίνοις τὸν παῖδα προδήλως ἠμείψατο· ὕστερον δὲ τὴν σκηνὴν εἰσιὼν πρηνῆ ταθέντα διὰ λύγου ἔτυψεν ὡς θρασύτερον μᾶλλον ἢ εὐτολμότερον, μηδ’ ἐπιτρέψαντος αὐτοῦ συμπλακέντα τοῖς ἐναντίοις. Ἴσως δ’ ἂν καὶ τῆς Νεοκαισαρέων ἐκράτησε βασιλεύς, εἰ μὴ κατὰ
25συγκυρίαν ἀπρόοπτον αὐτῷ προσέστη τῦφος ἄλογος αὐτοθελὴς καὶ θυμὸς παντάπασιν ἀκυβέρνητος τοῦ ἀδελφιδοῦ Ἰωάννου, ὃν ὁ σεβαστο‐ κράτωρ ἐγείνατο Ἰσαάκιος. μάχης γὰρ ἐνισταμένης μετὰ Περσῶν, ἱππό‐ την ἐπίσημον ἐξ Ἰταλίας ὁρμώμενον ἄνιππον θεασάμενος ἐκέλευσε παρ‐ εστῶτι τῷ ἀνεψιῷ ἀποβῆναι τοῦ Ἀραβίου ἵππου, ᾧ ἦν ἔποχος, καὶ
30δοῦναι τοῦτον τῷ Ἰταλῷ, μὴ χατίζοντα ἵππων τὸν ἀνεψιὸν ἐπιστάμε‐35

John2

36

νος. ὁ δὲ φρονηματίας ὢν καὶ γαῦρος πλέον τοῦ δέοντος τῷ τοῦ βασι‐ λέως ἀντέστη κελεύσματι, ἐμβριθεστέραν, ἵνα μὴ λέγοιμι ἀναιδεστέραν, τὴν ἀντίρρησιν ποιησάμενος· καὶ τὸν Λατῖνον ἐξουθενῶν προυκαλεῖτο εἰς ἀντιμάχησιν ὡς τὸν ἵππον, εἰ περιγένοιτο, δικαίως ἀποληψόμενον. μὴ
5ἐπὶ πολὺ δ’ ἔχων ἀνθίστασθαι τῷ θείῳ καὶ βασιλεῖ (ἑώρα γὰρ πρὸς ὀργὴν ἐπιφρίσσοντα) τὸν ἵππον δίδωσιν ἄκων. μετακελλητίσας δ’ εἰς ἕτερον ἀθυμίας πλήρης τὸ δόρυ ἀγκοινησάμενος κατὰ τῆς τῶν πολεμίων παρα‐ τάξεως φέρεται. μικρὸν δέ τι προβὰς τὸν λογχήρη κοντὸν εἰς τοὐπίσω ἀντέστρεψε καὶ τῷ νώτῳ ἐπαναθέμενος πρὸς Πέρσας αὐτόμολος γίνεται,
10τὸ κράνος τῆς κεφαλῆς ἀφελόμενος. Ἀμέλει καὶ Ἰωάννης μὲν ἡδέως τοῖς βαρβάροις ὁρᾶται καὶ ἀσμένως προσδέχεται καὶ ὡς πάλαι μὲν συνήθης αὐτοῖς καθιστάμενος, ἡνίκα τῷ πατρὶ συνεπλάζετο, καὶ ὡς τότε δὲ τῇ παρουσίᾳ τὰ κατ’ αὐτοὺς ἀναρ‐ ρώσων πράγματα. ὁ δ’ αὐτὸς μικρῷ ὕστερον καὶ τὰ Χριστιανῶν
15ἐξομοσάμενος ὄργια τὴν τοῦ Ἰκονιέως Πέρσου θυγατέρα ἐγήματο. ὁ δὲ βασιλεὺς ἐπὶ τοῖς συμβεβηκόσι τούτοις ἔκθαμβος γεγονὼς οὐκ ἀγαθαῖς ἐλπίσι διεστροβεῖτο, οἰόμενος ὡς οὐδὲν ἄφθεγκτον ἐσεῖται παραλελοιπὼς ὁ ἀνεψιὸς τῶν τὴν Ῥωμαϊκὴν περικλονούντων στρατιάν, ἀλλ’ ἀχαλι‐ νώτῳ καὶ εὐδρόμῳ γλώττῃ ἀναγγελεῖ τῶν ἵππων τὸν σπανισμόν,
20τὴν τῶν βιωσίμων στέρησιν, καὶ πᾶν ἕτερον καχέκτημα τῆς παρεμβολῆς. ὑποκλέπτων τοίνυν τὴν ἐπανάλυσιν κατὰ βραχύ πως ἐκεῖθεν μεθί‐ στατο. πλὴν οὐδ’ οὕτω δρῶν εἶχε λεληθέναι ὁλοσχερῶς τὸ πολέμιον· τοῖς γὰρ τελευταίοις ἐπικείμενον τοῦ στρατεύματος μέχρι πλείστου παρ‐ ηκολούθει καὶ διενοχλοῦν τὴν οὐραγίαν ἐνέλιπεν οὐδαμῶς. διὰ ταῦτα
25τοίνυν τῆς παραλίας λαβόμενος ἐν τῷ ἀσφαλεῖ καθειστήκει καὶ τὸ βάρβα‐
ρον μηκέτι ἐπιέναι ἔχον παλίσσυτον γίνεται.36

John2

37

Εἰδοὶ μὲν οὖν Ἰαννουάριοι τὸν βασιλέα ἔβλεψαν Ἰωάννην ἐκ τῶν Περσικῶν καμάτων τὴν πόλιν ἐπεισιόντα, αἱ δὲ τοῦ ἦρος τροπαὶ τὸ ξίφος εἶχον αὖθις περιζωσάμενον καὶ πρὸς τὸ περὶ τὸν Ῥυνδακὸν ποταμὸν ἀφιγμένον πόλισμα. ἐπεὶ δὲ ἡ μὲν θέρειος ὥρα παρεληλύθει, ὁ δὲ χειμὼν
5ἤδη παρεισιὼν τοῖς αἰθριάζουσιν ἐδυσκόλαινεν, ἀνέμων βόμβοις παραφο‐ βῶν καὶ ἀμβλύτερα πρὸς ἀντιπάλαισιν ψύχους τιθεὶς τὰ σώματα, ἐπάνει‐ σιν εἰς Βυζάντιον, τῷ ψυχεινῷ τοῦ καιροῦ ὑπενδοὺς ὡσεὶ καὶ χερμάδια τὰς νιφάδας καὶ δοράτια τὰς πηγυλίδας προβαλλομένῳ. ὑπομειδιᾶν δ’ ἀρχο‐ μένου τοῦ ἔαρος τῶν ἀνακτόρων ἀπανίσταται. τῷ τοι καὶ τὰς ἐξ ὀσφύος
10αὐτοῦ προσειπών, ὅσα καὶ Ἡλιάδας ἐπ’ αὐτῷ ἀφιείσας ἠλεκτρῶδες δάκρυον, τὴν Φρυγίαν παρελθών, τὴν δ’ Ἀττάλου λαμπροτάτην πόλιν καταλαβὼν χρονοτριβεῖν ἐκεῖσε προέθετο, ὅπως τὰς πέριξ ταύτης χώρας μᾶλλόν τι πρὸς τὸ εὖ διάθοιτο. Ἤδη γὰρ καὶ τούτων ἔνιαι τοῖς Τούρκοις ὑπέκυψαν, ἐν αἷς ἦν καὶ ἡ
15τοῦ Πουσγούση καλουμένη λίμνη. αὕτη γὰρ εἰς ἀχανῆ καὶ μικροῦ θαλασ‐ σίαν χύσιν ἐκτεινομένη ἐν πολλοῖς νησῖδας ἀνίσχει προβεβλημένας τείχε‐ σιν ἐρυμνοῖς. ᾤκουν μὲν οὖν ταύτας τηνικάδε καιροῦ Χριστιανῶν ἐσμοί, οἳ καὶ διὰ λέμβων καὶ ἀκατίων τοῖς Ἰκονιεῦσι Τούρκοις ἐπιμιγνύμενοι οὐ μόνον τὴν πρὸς ἀλλήλους φιλίαν ἐντεῦθεν ἐκράτυναν, ἀλλὰ καὶ τοῖς
20ἐπιτηδεύμασιν αὐτῶν ἐν πλείοσι προσεσχήκασιν. ἀμέλει καὶ ὡς ὁμοροῦσιν αὐτοῖς προστιθέμενοι Ῥωμαίους ὡς ἐχθροὺς ὑπεβλέποντο· οὕτω χρόνῳ κρατυνθὲν ἔθος γένους καὶ θρησκείας ἐστὶν ἰσχυρότερον. ὅθεν οἱ μὲν ὡς ἀντίπαλον τὸν βασιλέα κακῶς ἔφασκον, μηδ’ ὑποκύψαι ὅλως τοῖς αὐτοῦ θεσμοῖς ἀπηυθαδιάζοντο τῷ ὑγρῷ φυσῶντες ζωστῆρι τῆς λίμνης καὶ ἃ οὐκ
25ἂν ᾠήθησαν φρονοῦντες, ταῦθ’ ὡς παραφρονοῦντες διεννοούμενοι. ὁ δὲ37

John2

38

μεθίστασθαι παρῄνει τῆς λίμνης ὡς παλαιοῦ Ῥωμαίων κτήματος καὶ κα‐ θαρῶς προσχωρεῖν τοῖς Πέρσαις, εἰ τοῦτο βούλοιντο· εἰ δὲ μὴ οὕτω δρῷεν, οὐκ ἂν ἀνασχέσθαι ὅλως διισχυρίζετο αὐτούς τε καὶ τὴν λίμνην ἀπεξε‐ νῶσθαι Ῥωμαίων ἐπὶ μακρόν. μὴ προχωρούντων δὲ τῶν ῥημάτων,
5ἔργων πολεμίων ἥπτετο· ὅθεν ἁλιάδας καὶ ἀκάτια σχεδιάσας καὶ ζεῦγμα διὰ τούτων ἐργασάμενος τὰς ἑλεπόλεις ἐπέστησεν ἄνωθεν καὶ προσεπῆγεν οὕτω τοῖς ἐπὶ τῆς λίμνης ἐρύμασιν. αὐτὰ μὲν οὖν ἐξελέσθαι ἴσχυσε, πλὴν οὐχὶ καὶ Ῥωμαῖοι κακῶν ἀπείρατοι διεξέπλευσαν τὸν τότε πόλεμον, ἀλλ’ ἐνίοτε τὴν λίμνην ἀνέμου διακυκήσαντος καὶ εἰς φλοῖσβον αὐτὴν ἀνοιδή‐
10σαντος τῶν ὁλκαδίων πολλὰ παρηνέχθησαν καὶ τὸν φόρτον ἐπανατρα‐ πέντα διαφῆκαν τῷ βυθῷ καὶ τοῖς κύμασιν. Ἐν δὲ τοῖς καιροῖς τοῖσδε τὸν βίον μετήλλαξεν ὁ πρωτότοκος υἱὸς τοῦ βασιλέως Ἀλέξιος, ᾧ καὶ μετέδωκεν οὗτος ἐρυθροῦ πεδίλου καὶ φοινικίδος βασιλικῆς. τῶν δ’ ὀξέων ἦν καὶ μὴ χρονίων τὸ νόσημα, τὸ δὲ εἶδος
15πυρετὸς ἐπαιγίζων καὶ ὡς ἀκροπόλει τῇ κεφαλῇ ἐπιθέμενος. ἀλλὰ καὶ ὁ μετ’ αὐτὸν Ἀνδρόνικος, βραχύ τι ἐπιβιοὺς καὶ ὅσον ἐπικωκῦσαι τῷ κασιγνήτῳ ἐξ ἀνθρώπων ἀπάραντι, τὸ λαχὸν καὶ αὐτὸς μέρος τῆς ζωῆς ἐξετόξευσε. Καίπερ δὲ συμφοραῖς τηλίκαις καὶ καλλίστων παίδων ἀφιλοσοφήτοις
20ἀποβολαῖς κατακαμφθεὶς ὁ βασιλεὺς τὴν ψυχήν, ἵνα μὴ λέγοιμι καὶ οἰωνοὺς ἀπαισίους τῆς ὑπερέκεινα πορείας τοὺς θανάτους τῶν φιλτάτων ἔχων πρὸ ὀφθαλμῶν, ὅμως οὐδέν τι καὶ πέπονθε μαλακὸν ἢ καθυφῆκέ τι βραχὺ τῆς προθέσεως ἢ παλίμπους ἐπανῆκεν εἰς τὸ Βυζάντιον, ἔτους ἤδη τελείου ἐπὶ τοῖς ἠθλημένοις τούτοις παριππευκότος, ἀλλ’ ἐς Ἰσαυρίαν
25ἀφιγμένος καὶ τὰ ἐκεῖθι πρὸς τὸ δέον καταστησάμενος τῆς ἀνόπιν καὶ πρὸς38

John2

39

Συρίαν ὁδοῦ εἴχετο, ἐφεπόμενον ἔχων αὐτῷ τὸν ὑστερότοκον παῖδα τὸν Μανουήλ. Ἦν δὲ ἡ μὲν πρόδηλος τῆς στρατείας ταυτησὶ πρόφασις ἡ τῆς Ἀρ‐ μενίας ἐπὶ τὸ κρεῖττον μεθάρμοσις καὶ πρὸς βεβαίαν κατάστασιν συνοχὴ
5τῶν πόλεων καὶ φρουρίων, ὧν ἐγκρατὴς γεγένητο κατὰ τὴν προτέραν αὐτοῦ ἀνάβασιν· ἡ δ’ ἀνέκφορος πρὸς τὸ στράτευμα λαθραία τε καὶ ἐνδόμυχος καὶ ἐκ περισκέψεως κίνησις αὕτη ἦν· ἀεὶ δι’ ἔρωτος εἶχε συν‐ άψαι τὴν Ἀντιόχου τῇ Κωνσταντίνου κἀκ τοῦδε τοῖς θεοστιβέσι τόποις ἐπιφοιτῆσαι καὶ δώροις μὲν φιλοτίμοις καταστέψαι τὸν τοῦ Κυρίου τάφον
10τὸν ζωοπάροχον, τὸ δὲ κύκλῳ βαρβαρικὸν ἀνακαθᾶραι. ὅθεν καὶ πᾶσαν ἦν μετιὼν μηχανήν, εἴ πως ὑπεκσταῖεν ἑκόντες αὐτῷ οἱ Λατῖνοι τῆς κυ‐ ριαρχίας τῆς λογίμης Ἀντιοχείας, ἢ εἰ μὴ οὗτοι πείθοιντο (ἠπίστατο γὰρ τὴν Λατινικὴν κόρυζαν καὶ τὸ τοῦ φρονήματος αὐτῶν ἀταπείνωτον), οἱ δέ γε Κίλικες καὶ Σύροι προσρέψαιεν ἐκείνῳ.
15 Γράφων τοίνυν κατὰ τήνδε τὴν ἄνοδον καὶ τὴν αὐτοῦ προσημαίνων τοῖς Ἀντιοχεῦσιν ἄφιξιν οὐδαμῶς ἀνίει, ὥστε καὶ μήπω τῶν ὁρίων ἐπιβὰς τῆς Συρίας πρεσβείαν ἐφειλκύσατο ἐκεῖθεν μάλα ἀγαθὰς αὐτῷ τὰς ἐλπίδας ἐπὶ τοῖς μέλλουσιν ὑποβάλλουσαν. ἐπεὶ δὲ τῇ Ἀντιόχου προσήγγισεν, ἀλλοίους εὕρατο τὰς γνώμας τοὺς Ἰταλούς, τῆς φήμης προαγγειλάσης
20ὁπόσα ἐνδόμυχα καὶ τῶν χειλέων τοῦ βασιλέως ἀπρόϊτα. μὴ γοῦν ῥᾳδίαν εὑρίσκων καὶ τῇ γνώμῃ συμβαίνουσαν τὴν εἰς τὴν Ἀντιόχου πάρ‐ οδον, ἀλλ’ ἔνορκον ὁρῶν συγχωρουμένην αὐτῷ τὴν εἰσέλευσιν καὶ τὸ ὅλον ἀπᾴδουσαν οἷς ὥρμαινε κατὰ ψυχήν, καὶ ὡς εἴπερ εἰσελεύσεται, πρὸς ἡμέρας ἐνσκηνησάμενος καὶ προσκυνηθεὶς καὶ τιμηθεὶς τὰ εἰκότα πά‐
25λιν ἐξελεύσεται μηδέν τι νεοχμώσας ἐπὶ τοῖς κατ’ αὐτὴν πράγμασιν ἤ τι μετακινήσας τῶν καθεστώτων ἐθῶν, ἀχθεσθεὶς ἐφ’ οἷς ἐξηπάτητο, τὴν μὲν εἴσοδον οὐ δέον κέκρικεν εἰσβιάζεσθαι, τὸν μετὰ Χριστιανῶν πόλεμον παντάπασιν ἐκτρεπόμενος, ἐναυλισάμενος δὲ τοῖς προαστείοις τῆς πόλεως
κείρειν ἐνδίδωσι ταῦτα τῇ στρατιᾷ καὶ ἀπάγειν ἅπαν τὸ ταῖς χερσὶν39

John2

40

εὔληπτον. καὶ ἦν ἐκ τοῦδε τοῦ παραγγέλματος, πρόφασιν τὴν τῶν ἀναγκαίων ὑποσπάνισιν ἔχοντος, μηδὲ τὰ καρποφόρα τῶν δένδρων ἀσινῆ παρεώμενα, ἀλλὰ καὶ ταῦτα τῷ πυρὶ τῆς διαίτης παραδιδόμενα. κἀπὶ τούτοις ἐκμετρήσας λεληθότως τὴν ἄμυναν πρὸς τὰ τῶν Κιλίκων
5παρενέκλινεν ὅρια. Ἐν δ’ εὐρυτάτῃ στρατοπεδευσάμενος φάραγγι, καθ’ ἣν ὄρη δικόρυμβα ἐπὶ πολὺ τοῦ ἀέρος ἀνέβαινον, ἅπερ λόγος αἱρεῖ Κοράκων φωλεοὺς κικλήσκεσθαι, εἰς κυνηγέσιον ἔξεισι. καὶ συῒ προσυπαντήσας μοναδικῷ τὴν μὲν αἰχμὴν τῷ στέρνῳ τοῦ θηρίου ἐνήρεισε· πλείονι δὲ ὠθισμῷ τοῦ
10συὸς χρησαμένου καὶ ὅλον τὸν σίδηρον εἰσδεξαμένου τοῖς σπλάγχνοις, ἡ κατέχουσα χεὶρ τὸ ἀκόντιον ὑποναρκᾷ τε καὶ ὑπενδίδωσι πρὸς τὸ ἄγαν τῆς τοῦ θηρὸς ἀντωθήσεως κἀντεῦθεν τοῦ εὐθέος παρενεχθεῖσα ἐγχρίπτει τῷ γωρυτῷ, ὃς παρὰ πλευρὸν τοῦ βασιλέως ἐξήρτητο πλάγιος, στέ‐ γων ἔσωθεν ἰοβόλα βέλεμνα. ὅθεν τῆς φαρέτρας ἀνατραπείσης, εἷς τῶν
15διεκχυθέντων ἀτράκτων πλήττει τὸν βασιλέα κατὰ τὸ μεσεῦον δέρμα τῶν ὑστάτων δακτύλων τῆς χειρός. ἀεὶ τοίνυν τοῦ φαρμάκου νεμομένου τὰ πρόσω καὶ διατρέχοντος καὶ περὶ αὐτὰ τὰ καίρια παρενσκήπτοντος καὶ κατὰ μικρὸν ἀπονεκροῦντος ταῦτα καὶ ἀποψύχοντος, μετὰ καιρὸν τοῦ βίου μεθίσταται. τότε δ’ οὖν ὁ βασιλεὺς παρ’ οὐδὲν θέμενος τὸ ξέσμα
20τοῦ δέρματος ὑμένος ἠκέσατο ἐπιθέματι, ἥν φασιν ἐκδοράν, ἐκ τοῦ τῶν ποδῶν ἀποσυρέντος καττύματος, σφαλερῶς ἐντεῦθεν πειρώμενος τὸν προϊόντα ἐπισχεῖν ὕφαιμον ἰχῶρα τοῦ τραύματος. Ἐπανελθὼν οὖν πρὸς ἑσπέραν καὶ ἀριστήσας τὴν μὲν νύκτα μετὰ ῥᾳστώνης διήνεγκε· τὴν δὲ μετὰ ταύτην ἡμέραν οἰδαίνειν καὶ σφύζειν
25ἀρξαμένου τοῦ τραύματος, περιωδυνίαις ἐβάλλετο καὶ τίθησιν ἔκπυστον τοῖς ἰατροῖς τὸ συμβάν. οἱ δὲ τὸν τῆς χειρὸς ὄγκον ἰδόντες καὶ τὸ πρὸς ἄκεσιν τεθὲν περιεργασάμενοι αὐτὸ μὲν ὡς μὴ κατὰ θεσμοὺς νοσοκομίας
παραληφθὲν ἀπήνεγκαν τῆς χειρός, φαρμάκοις δ’ ἄλλοις ἐχρήσαντο κα‐40

John2

41

ταλεαίνειν δυναμένοις τὰ τῶν τραυμάτων φλεγμαίνοντα. ἐπεὶ δ’ εἰς οὐδὲν ἀνύσιμον ἀπετελεύτα τὰ φαρμακεύματα, πρὸς χειρουργίαν οἱ Ἀσκληπιάδαι βλέπουσι. τμηθέντος οὖν τοῦ οἰδήματος, οὐδ’ οὕτω κατα‐ στολή τις καὶ ὑποχάλασις τοῦ πάσχοντος μέρους ἐγίνετο, ἀλλ’ ὅ τε ὄγκος
5ἀεὶ ἐπὶ μεῖζον ᾔρετο, ἐπὶ δακτύλῳ τε δάκτυλον καὶ καρπὸν ἐπὶ παλάμῃ, εἶτα πῆχυν, ἐπὶ δὲ τούτῳ βραχίονα ἐπενέμετο τὸ δεινόν, καὶ βασιλεὺς τῶν χρηστοτέρων ἐλπίδων ἀπήγετο. ἀμέλει καὶ τοῖς μὲν ἰατροῖς ἠπορη‐ μένοις παντάπασιν ἐδόκει τὴν χεῖρα τοῦ βασιλέως ἀποτεμεῖν, ἐς μηρὸν ἀνδρεῖον ἁδρυνθεῖσαν τῇ φλεγμονῇ, κατ’ ἀμφήριστον μέντοι καὶ τότε τοῦ
10πάσχοντος μέλους ἴασιν· βασιλεὺς δὲ καὶ τὴν προτέραν τομὴν αἰτίαν τοῦ ξύμπαντος κακοῦ ξυνορώμενος οὐδ’ ὅλως τοῖς λεγομένοις ἐπένευεν, ἀλλ’ ἔκειτο κάμνων, τὸ τῆς θεραπείας παριδὼν ἀμφίλογον. Ἐπιστάσης δὲ τῆς πανευσήμου ἡμέρας τῆς Χριστοῦ ἀναστάσεως τῶν θείων μυστηρίων ἐν μεθέξει γίνεται καὶ πρὸς τὸ δεῖπνον ἀναπεσὼν ἀνῆκε
15τὴν αὐλαίαν πᾶσι τοῖς εἰσιέναι καὶ δεηθῆναι θέλουσι. καὶ τὴν ἐφεξῆς δὲ ἡμέραν τὸν αὐτὸν διαπραξάμενος τρόπον ὑποθήκῃ τοῦ μεγάλου δο‐ μεστίκου Ἰωάννου καὶ τὰ παρατεθέντα βρώματα τοῖς παρεστῶσι δια‐ νειμάμενος καθ’ ἑαυτὸν ἔκτοτε ἰδιάσας περὶ τοῦ διαδόχου τῆς βασιλείας ἐγνώκει σκέπτεσθαι. ὑετοῦ δὲ κατενεχθέντος ῥαγδαίου καὶ τῆς κοιλάδος
20καταρρύτου γενομένης, ἐφ’ ἧς ἐστρατοπεδεύετο, ἥ τε βασίλειος κλίνη μετεφέρετο πρὸς τὸ καθαρεῦον ὕδατος μέρος καὶ αὐτὸς ἦν ἐπὶ στόματος ἔχων τὸ φάσκον οὑτωσὶ χρησμῴδημα „τόποις δ’ ἐν ὑγροῖς καὶ παρ’ ἐλπίδα πέσῃς.“ οἱ δὲ τὰς τῶν βασιλέων διαδοχὰς καὶ μεταθέσεις φιλοκρι‐ νοῦντες καὶ τοῦτο πέρας εἰληφέναι ἔλεγον „ὢ πῶς γενήσῃ βρῶμα δεινῶν
25κοράκων,“ πῇ μὲν ἐς τὰ μέλανα καὶ σίζοντα σιδήρια τὸ παλαίφατον λόγιον ἀφορᾶν ἰσχυριζόμενοι, δι’ ὧν ὁ καυτὴρ τῇ χειρὶ τοῦ βασιλέως ἐπενήνε‐ κται, πῇ δ’ ἐς τὸ τῶν βουνῶν προσώνυμον, ἐφ’ ὧν ἐκεῖνος κατεσκηνώκει, τὸ προφοίβασμα ἀπολύοντες. Ἐκκλησιάσας δ’ ἔπειτα τὸ συγγενὲς καὶ φίλιον καὶ ὁπόσον ἐν ὑπερ‐
30οχαῖς τε καὶ ἀξιώμασιν ἦν καὶ παραστησάμενος τὸν ὑστερογενῆ παῖδα
τὸν Μανουὴλ τοιάδε ἔλεξεν·41

John2

42

„Οὐκ ἐπ’ ἐλπίσι μὲν ταῖς ὁρωμέναις, ἄνδρες Ῥωμαῖοι, Συρίαν κατέλαβον, ἀλλ’ ᾤμην τῶν προτέρων εὐκλεέστερα ἔργα ἐνδείξασθαι καὶ λούσασθαι μὲν ἀδεέστερον ἐν Εὐφράτῃ καὶ τῶν τούτου ναμάτων πλησμίως ἀρύσα‐ σθαι, ἰδέσθαι δὲ καὶ Τίγριδα ποταμὸν καὶ διαθροῆσαι τοῖς ὅπλοις τὸ ἀν‐
5θιστάμενον, ὅσον τε προσρέπει τοῖς Κίλιξι καὶ ὅσον τοῖς ἐκ τῆς Ἄγαρ προσνένευκε, διαπτέσθαι δὲ καὶ ὡς οἱ βασιλεῖς τῶν ὀρνίθων, εἰ καὶ μέγα τοῦ‐ το εἰπεῖν ἐστι, πρὸς Παλαιστίνην αὐτήν, ὅπου τὸ τῆς ἡμετέρας φύσεως πτῶμα πεσὼν ἀνήγειρεν ὁ Χριστός, ἐπὶ σταυροῦ τὰς χεῖρας διεὶς καὶ μικραῖς ῥανίσι κόσμον ὅλον εἰς ἕνωσιν ἀγαγών, ἀναβῆναι δὲ καὶ εἰς τὸ
10ὄρος Κυρίου, κατὰ τὸν ψάλλοντα, καὶ στῆναι ἐν τόπῳ ἁγίῳ αὐτοῦ, μετελθεῖν δὲ πολέμου νόμῳ καὶ τὸ κύκλῳ πολέμιον, ὅπερ ὡς τὴν πάλαι κιβωτὸν οἱ ἀλλόφυλοι τὴν τοῦ Κυρίου σορὸν πολλάκις εἷλε δορύκτητον. Ἐπεὶ δὲ οἷς τρόποις τὸ θεῖον ἐπίσταται οὔκουν δέδεκται πέρας τὰ προσδοκώμενα, ἀντιστῆναι μὲν ὅλως οὐκ ἔστιν, οὐδ’ ἐπὶ τοῖς ὁρωμένοις
15χρεὼν ἀντειπεῖν. τίς γὰρ θεοῦ σοφώτερος; ἢ τίς μεταλλεύσει νοῦν Κυρίου καὶ μεταμείψει τὰ τούτου κρίματα, ὑφελέσθαι ἢ προσθεῖναι τούτοις δεδυ‐ νημένος; σφαλεραὶ μὲν γὰρ αἱ τῶν ἀνθρώπων ἐπίνοιαι, ἡ δὲ τοῦ Κυρίου βουλὴ ἀνεπιποίητός τε καὶ ἀμετάπτωτος. ἐν πολλοῖς δ’ ὅσοις εὐχάριστος ἔχων δείκνυσθαι τῷ τὰ κατ’ ἐμὲ συμφερόντως οἰκονομήσαντι, ἃ καὶ
20ἀριθμὸν ὑπερπέπαικε σύμπαντα, τῷ τέως ἀνθομολογούμενος ἐφ’ οἷς ἐμεγάλυνε τοῦ ποιῆσαι μεθ’ ἡμῶν ἔλεος ἐπ’ ἀκροαταῖς ὑμῖν καὶ τῶν λεγομένων εἰδήμοσι τάδε φημί. Ἐκ πατρὸς βασιλέως ἔφυν, ἀρχῆς γεγένημαι τῆς ἐκείνου διάδοχος, οὐδὲν ἀπεβαλόμην ὧν εἰς χεῖράς μοι παραδέδωκεν. εἰ δὲ κατ’ εὐγνώμονα
25καὶ πιστὸν ὑπηρέτην ἐπεξειργασάμην τὸ παρασχεθέν μοι θεόθεν τῆς βα‐ σιλείας τάλαντον, ἄλλοις σκοπεῖν καὶ λέγειν ἀφίημι· καὶ αὐτὸς δὲ ἀνε‐ παχθῶς διηγησαίμην ἄν, οὐκ ἐναβρυνόμενος, ἀλλὰ τὰ περὶ ἐμὲ θαυμάσια
τοῦ θεοῦ διηγούμενος. ἕως με καὶ δυσμὴ μαχόμενον ἔβλεψε, τὰ πρὸς ἄμφω42

John2

43

τὰς ἠπείρους ἔθνη μετῆλθον. ὀλίγα τοῖς ἀνακτόροις προσέμεινα· ὁ βίος σχεδόν μοι ἅπας ἐπὶ σκηνῆς καὶ τὸ αἰθριάζειν ἀεί μοι περιεσπούδαστο. ἡ γῆ αὕτη, ἐφ’ ἧς νῦν στρατοπεδευόμεθα, δίς με ἤδη προσέβλεψε καὶ ἣν μακρὸς ἐξ οὗ χρόνος ὀφθαλμοῖς οὐκ εἶδον στρατιὰν Ῥωμαίων Πέρσαι καὶ
5Ἄραβες, ταύτην ἔτρεσαν ἄρτι ἐφ’ ἡγεμόνι θεῷ καὶ ὑποστρατήγῳ ἐμοί· καὶ πολλῶν πόλεων ἡμῖν ὑπεξέστησαν, ὧν ἐς δεῦρο κύριοι καθεστήκαμεν, αἳ καὶ ζῶσι κατὰ τὰ ἡμῶν προστάγματα. καὶ δοίη Κύριος ὁ θεὸς ἐμοὶ μὲν ὑπερηγεμονεύσαντι τοῦ τῶν Χριστιανῶν πληρώματος κλῆρον ἐκεῖ καὶ μερίδα ἀΐδιον, ἣν οἱ πραεῖς καὶ εὐάρεστοι αὐτῷ ἀπολήψονται, ὑμῶν
10δ’ ἔτι κραταιώσαι τὰς χεῖρας καὶ ἐνισχύσαι κατὰ τῶν τοὺς πολέμους ἐθελόντων ἐθνῶν καὶ παρ’ οἷς οὐδαμῶς ἐπικέκληται τὸ ἅγιον καὶ ὑπὲρ πᾶν ὄνομα τοῦ θεοῦ ἡμῶν ὄνομα. ἐσεῖται δὲ ταῦτα, εἰ καὶ ὑμεῖς τῆς δεξιᾶς τοῦ ὑψίστου καὶ τοῦ ὑψηλοῦ βραχίονος ἐξαρτᾶτε τὸ κατορθούμενον καὶ ἡγεμὼν ὑμῖν θεόθεν δοθήσεται μὴ δημοβόρος καὶ τὴν κλῆσιν ψευδόμενος
15ἢ τὸ ἦθος ἀνώμαλος καὶ περὶ τράπεζαν κεκυφὼς καὶ ὀχῶν ἀεὶ τοῖς δα‐ κτύλοις τὸν κύαθον καὶ τῶν ἀνακτόρων μηδαμῶς ἀποσπώμενος, ὅσα καὶ οἱ ἐν τοῖς τοίχοις διὰ ψηφίδων καὶ χρωμάτων εἰκονιζόμενοι, ὅτι καὶ φιλεῖ πως τῇ κατὰ τὸν ἄνθρωπον διαθέσει συνδιατίθεσθαι τὰ πάντα καὶ ἕπε‐ σθαι· ἅτε γὰρ δι’ αὐτὸν ἀρχῆθεν γενόμενα, κακυνομένου μὲν τοῦδε, καὶ
20αὐτὰ μεταβάλλεται, ἀγαθυνομένου δέ, πάλιν πρὸς τὴν ἐναντίαν φορὰν ἐπανίασιν, ὡς τοῦ θεοῦ κατὰ τὸν Δαυὶδ τοῖς ἀγαθοῖς καὶ εὐθέσιν ἀγαθύ‐ νοντος, τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς μετὰ τῶν ἐργαζομένων τὴν πονηρίαν ἀπάγοντος. Ἐπεὶ δὲ καὶ περὶ τοῦ διαδεξομένου τὴν ἀρχὴν μετὰ τὴν ἐμὴν ἐκβίωσιν,
25ἥτις δὴ καὶ ἐφέστηκεν ἤδη ἀνυπεξάλυκτος, εἰπεῖν τι προάγομαι, χρεὼν τοῖς εἰρημένοις προσσχεῖν. ὅτι μὲν γὰρ ὡς πατρῷος κλῆρος εἰς ἐμὲ τὸ βα‐ σιλεύειν ἐπικαταβέβηκεν, οὐ δέομαι λέγειν, ὡς οὐδέ τις ἕτερος λαμπτῆρα
τῆς ἡμέρας ἀποφαίνειν τὸν ἥλιον. ὁρῶν δὲ τὴν ἐπ’ ἐμοὶ τηρηθεῖσαν πρὸς43

John2

44

πατρὸς τάξιν κἀπὶ τοὺς ἐξ ὀσφύος μου προελθόντας διαβῆναι προθυμου‐ μένους ὑμᾶς καὶ ὑφ’ ἑνὸς τῶν ἔτι τῷ βίῳ περιόντων μοι παίδων (Ἰσα‐ άκιος οὗτοι καὶ Μανουήλ) ἄρχεσθαι γλιχομένους καὶ μηδ’ αὐτὴν τὴν ἐπιλο‐ γὴν ἑαυτοῖς, τῇ δὲ ἐμῇ ψήφῳ ἀνατιθέντας, φημὶ δὴ ὡς ἡ μὲν φύσις τοῖς πρω‐
5τοτόκοις παισὶ τῇ τάξει ἐμμένουσα τὰ πρωτεῖα βραβεύειν εἴωθε, παρὰ δὲ θεῷ οὐχ οὕτως ἐν ταῖς τῶν προβλήσεων μεγίσταις ἀεί πως φιλεῖ γίνεσθαι. ἀναλογίσασθε τὸν Ἰσαὰκ τοῦ Ἰσμαὴλ κατὰ γέννησιν δευτερεύοντα, τὸν Ἰακὼβ μετὰ τὸν Ἠσαῦ νηδύος ἐκθορόντα τῆς μητρικῆς, τὸν Μωσῆν τοῦ Ἀαρὼν ὕστερον, τὸν Δαυὶδ αὐτὸν μικρὸν ἐν τοῖς ἀδελφοῖς ὄντα κἀν τῷ
10πατρικῷ οἴκῳ νεώτερον, καὶ ἑτέρους δὲ ὡς πλείστους. οὐ γὰρ τὸ θεῖον ἐς πρόσωπον κατ’ ἄνθρωπον ἀφορᾷ καὶ βραβεύει χρόνῳ τὰ τίμια, πολιαῖς καὶ ἡλικίαις προσκείμενον, ἀλλ’ εὐγενείᾳ χαῖρον ψυχῆς ἐπὶ τὸν πρᾶον βλέπει καὶ ἥμερον καὶ τὸν αὐτοῦ φυλάττοντα τὰ ἐντάλματα. κατὰ ταῦτα τοιγαροῦν καὶ αὐτὸς οὐ τῇ δικαστρίᾳ φύσει τὰ πολλὰ χαριζόμενος, ἀλλὰ
15τοὺς θεσμοὺς αὐτῆς ὅσα καὶ γυναικὸς σμικρογνώμονος διαβούλια ἐν τοῖς καιρίοις παρακρουόμενος πράγμασι, μιμεῖσθαι μᾶλλον προάγομαι τὸν προσωποληψίας πάσης ἀνώτερον. Εἰ μὲν οὖν κατὰ τὸ ἀναμφίλογον ἐς τὸν καθ’ ἡλικίαν προήκοντα παῖδά μοι τὸν Ἰσαάκιον μετέβαινεν ἡ ἀρχή, κατ’ οὐδὲν ἄν μοι λόγων ἐδέησεν εἰς
20παράστασιν τῆς ἀμφοῖν μοι τοῖν παίδοιν φύσεως· ἐπεὶ δὲ πρὸς τὸν ὑστε‐ ρότοκον Μανουὴλ ἡ βασιλεία μᾶλλον προσνένευκεν, ἐκκλίνων τὸ καχύ‐ ποπτον τῶν πολλῶν καὶ τὸ δόξαι παρά τισιν ὡς φίλτρῳ μᾶλλον, οὐκ ἀρετῇ προστιθέμενος τοῦ προτέρου παιδὸς τὸν ὑστερότοκον προτετί‐ μηκα, ἀναγκαίως τὰ εἰκότα ῥηθήσεται.
25 Οὐ μία τίς ἐστι τῷ γένει τῶν ἐπιθυμιῶν ὁδός, ἀλλ’ εἰς ἀτραποὺς παμπόλλας διέσχισται, ὥσπερ καὶ τὰ τῶν σωμάτων μορφώματα, εἰ καὶ τὴν αὐτὴν ἄνθρωποι φύσιν ἐκληρωσάμεθα. ἄλλαις γὰρ ὀρέξεσιν ἄλλοι
προσπάσχομεν, οὐδὲ χαίρομεν ἅπαντες ὁμοθυμαδὸν ταῖς αὐταῖς. εἰ γὰρ44

John2

45

τοῦτο ἦν, εἴχομεν ἂν καὶ πρὸς θεοῦ καὶ πρὸς ἀλλήλων τὸ ἀνεπέγκλητον ὡς ταῖς αὐταῖς ἡδοναῖς τε καὶ γνώμαις ἀναγκαστῶς ἐπιχαίνοντες. Καὶ τῶν υἱέων μοι γοῦν ἡ δυάς, εἰ καὶ πατρὸς ἑνὸς προελήλυθεν, εἰς γνώ‐ μας διαφόρους ἀπομερίζεται. καλοὶ μὲν γὰρ καὶ ἀμφότεροι καὶ ῥώμῃ σώ‐
5ματος καὶ εἴδους σεμνότητι καὶ φρενῶν βαθύτητι διαπρέποντες· καλλίων δέ μοι ὡς μάλιστα διαδείκνυται περὶ τὴν τῆς ἀρχῆς κυβέρνησιν ὁ ὑστερο‐ γενὴς Μανουήλ. ὁ μὲν γὰρ Ἰσαάκιος ἀκρόχολος πολλάκις παρέστη μοι καὶ ἀφ’ ἧς ἔτυχε προφάσεως παροξυνόμενος ἐν τῷ νοσεῖν ἀμετρίαν θυ‐ μοῦ, ὃς ἀπόλλυσι καὶ σοφοὺς καὶ δι’ ὃν μετ’ ἀβουλίας οἱ πλεῖστοι πράσ‐
10σουσιν· ὁ δὲ σὺν τῷ λοιπῷ τῶν ἀρετῶν ὁρμαθῷ, ὧν οὐδ’ Ἰσαάκιος ἀπεξένωται, οὐδὲ τοῦ καλοῦ χρήματος ἀπῴκισται τῆς πραότητος, εὐ‐ μαρῶς ἐνδιδοὺς πρὸς τὸ χρήσιμον καὶ πειθήνιος λόγῳ δεικνύμενος. ἐπειδὴ τοίνυν ἀκακίᾳ μᾶλλον καρδίας, ᾗ καὶ Δαυὶδ ὁ βασιλεὺς καὶ προφήτης ἐκέκαστο, ἢ χειρὶ ψηλαφώσῃ τὸ ξίφος καὶ γνώμῃ λεπτουργούσῃ τὰ τῶν
15ἀρχομένων πλημμελήματα φιλοῦμεν ὑπάγεσθαι ἄνθρωποι, τὸν Μα‐ νουὴλ ἐς βασιλέα κατὰ τόδε προκέκρικα. Δέξασθε τοίνυν τὸν μείρακα καὶ ὡς θεόχριστον ἄνακτα καὶ ὡς δι’ ἐπιψηφίσεως ἐμῆς βασιλεύοντα. ὅτι δὲ καὶ θεὸς αὐτὸν εἰς βασιλέα προώ‐ ρισε καὶ προκέκρικε, τεκμήριον αἱ πολλαὶ προρρήσεις καὶ τὰ τῶν θεοφιλῶν
20ἀνδρῶν προθεσπίσματα, ἃ πάντα βασιλέα Ῥωμαίων τὸν Μανουὴλ προ‐ κατήγγελλον. τὸ δὲ καὶ τοὺς παρ’ ἐμοῦ προκριθέντας πρότερον εἰς τὸ ἄρχειν υἱέας μοι τεθνηκέναι, ἀπεῖναι δὲ καὶ τὸν κατὰ γένεσιν μετ’ ἐκείνους εἰς τὴν βασιλείαν καλούμενον Ἰσαάκιον, ποῦ θήσει τις; ἢ πάντως καὶ ταῦτα σύμβολα εἴποιμεν ἂν ἐναργέστατα τοῦ τὸν θεὸν οὐχ ἕτερον βούλε‐
25σθαι, τὸν δὲ Μανουὴλ τὰ σκῆπτρα τῶν Ῥωμαίων χειρίζεσθαι. εἰ δέ τις ἐθέλει σκοπεῖν, οὐδ’ ἐμὲ τὸν πατέρα ἐπόψεται δῶρον παντάπασι τῷ παιδὶ τὴν βασιλείαν βραβεύοντα καὶ τῇ διαδοχῇ τοῦ γένους τὸ ὅλον προσρέ‐ ποντα, ἀλλὰ καὶ ἆθλον ἀρετῆς τὴν προχείρισιν αὐτῷ παρεχόμενον.
ἴστε γάρ, ἴστε ὅσα καὶ παρ’ ἡλικίαν ἐν Νεοκαισαρείᾳ ἠρίστευσε καὶ τὴν45

John2

46

κατὰ Περσῶν γενναίαν ἐκείνην ἐμβολὴν δι’ ἣν ὁ μὲν πατὴρ ἔγωγε ἠγω‐ νίων περὶ τῷ φιλτάτῳ παιδὶ τὰ μέγιστα δεδιώς, τὰ δὲ Ῥωμαίων ἀνερ‐ ρώσθη πράγματα.“ Ταῦτα ὁ μὲν βασιλεὺς Ἰωάννης ἐφθέγξατο. ἡ δ’ ἐκκλησία ἐπικωκύσα‐
5σα τοῖς εἰρημένοις τὸν Μανουὴλ ὡσεὶ κληρωτὸν εἴτε καὶ χειροτονητὸν ἀσμένως εἰς βασιλέα ἐδέξατο. ἔπειτα δὲ τὸν λόγον πρὸς τὸν παῖδα με‐ τενεγκὼν ὁ πατὴρ καὶ τούτῳ παραινέσας τὰ σύμφορα ταινίᾳ διαδεῖ τῇ βασιλικῇ καὶ τὴν χλαμύδα ἐπενδύει τὴν περιπόρφυρον. ἐπὶ δὲ τούτοις συναθροισθέντα κατὰ πρόσκλησιν τὰ στρατεύματα βασιλέα Ῥωμαίων
10ἀνεῖπον τὸν Μανουήλ, ἑκάστου τῶν μεγιστάνων μετὰ τῆς οἰκείας τάξεως διακριδὸν ἐφισταμένου καὶ διατρανοῦντος τὴν εὐφημίαν τῷ νέῳ ἄνακτι. ἐφεξῆς δὲ καὶ τῶν θείων προτεθέντων λογίων, ἐπ’ αὐτῶν ἐμπεδοῦνται τῷ Μανουὴλ τὰ τῆς εὐνοίας καὶ πίστεως πρὸς παντός. ἦν δὲ ὁ τῶν δρω‐ μένων τούτων εἰσηγητής τε ἅμα καὶ τελετάρχης ὁ μέγας δομέστικος, ἐκ‐
15λῦσαι διανοούμενος ἐντεῦθεν καὶ διαχαλάσαι τοῦ μετεωρισμοῦ καὶ τῆς τάσεως τὰς τῶν φιλάρχων ἐφέσεις καὶ τὰς τῶν πλείστων ἀμβλῦναι συν‐ δρομὰς πρὸς ἐνίους τῶν πρὸς γένους τῷ βασιλεῖ, οἳ τὴν πρεσβυγένειαν ὡς μέγα τι καὶ αἰδέσιμον προβαλλόμενοι καὶ τὸ κῆδος μεγεθύνοντες τὸ βασίλειον ἑαυτοῖς τὸ ἄρχειν ὡς ἀξιωτέροις ἀπένεμον.
20 Τούτων δ’ οὑτωσὶ τελεσθέντων ὁ βασιλεὺς Ἰωάννης μεθ’ ἡμέρας τὸν βίον ἐκλέλοιπε, βασιλεύσας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι καὶ μῆνας ὀκτώ, ἀνὴρ καὶ τὴν ἀρχὴν ἄριστα διῳκηκὼς καὶ θεῷ εὐαρέστως βεβιωκὼς καὶ τὰ πρὸς ἦθος οὐκ ἔκλυτος οὐδ’ ἀκόλαστος κἀπὶ ταῖς δωρεαῖς τε καὶ δα‐ πάναις μεταδιώξας μεγαλοπρέπειαν· καὶ δηλοῦσιν αἵ τε διὰ χρυσίνων
25πρὸς τοὺς τῆς πόλεως οἰκήτορας συχναὶ διαδόσεις καὶ τῶν ναῶν ὁπόσους καλλίστους καὶ μεγίστους ἐκ βάθρων ἐδείματο. ἀλλὰ καὶ δόξης ἐραστὴς ὑπὲρ ἄλλον ἅπαντα γεγονὼς τοῦ καταλιπεῖν ἐν τοῖς ἔπειτα μέγιστον
ἑαυτοῦ ὄνομα τὰ πάντα τιμώμενος ἦν. τοσοῦτον δὲ καὶ τῆς τῶν οἰκείων46

John2

47

εὐσχημοσύνης καὶ τοῦ αἰδήμονος τρόπου ἐξείχετο, ὡς καὶ κουρὰν περιερ‐ γάζεσθαι τριχὸς καὶ τὸ τοῦ ποδὸς σκύτος περιαθρεῖν, εἰ κατὰ λόγον καὶ πρὸς τὸ τοῦ ὑποδουμένου σχῆμα ὑπέρραπται. ἀργολογίαν δὲ καὶ σαπρολογίαν τὴν ἐπὶ κοινῆς ἀκροάσεως καὶ τὸ ἐν ἱματισμοῖς καὶ διαίταις
5ἄσωτον ὅσα καὶ λύμην τινὰ βιοφθόρον τῶν ἀνακτόρων ἀπεσάρωσε καὶ τὸν ἐμβριθῆ χαρακτηρίζων σωφρονιστὴν καὶ μιμητὰς ἑαυτοῦ τοὺς ὑπὸ χεῖρα εἶναι γλιχόμενος πᾶσαν ἀρετῆς ἰδέαν μετιὼν οὐκ ἀνίει. οὐ μὴν ταῦτά γε πράττων χαρίτων ἀπείχετο καὶ δυσξύμβλητος ἦν καὶ δυσπρόσιτος καὶ στυγνὸς τὴν ὄψιν καὶ συννεφὴς τὴν ὀφρὺν καὶ ἀεί πως ὑποσκυζόμενος·
10ἑαυτὸν δ’ ἐν τῷ προδήλῳ πάσης πράξεως ἀρίστης πίνακα προτιθείς, ἄγων σχολὴν τῶν ἐκτὸς καὶ τὸ περιορᾶσθαι ὑπὸ πλείστων ὅσα καὶ κώ‐ δωνα φλύαρον καὶ λάλον ἀποτρεπόμενος, καὶ κομψείαν σεμνὴν εἰσῳκίζετο καὶ τὸν εὐτράπελον οὐ παρέτρεχεν, οὐδ’ ἐπεῖχεν ἐπίπαν καὶ ἦγχε τὸν γέλωτα. ὀλίγα οὖν τοῦ ἐς ἄκρον ἀποσφαλεὶς ἐγκρατοῦς τε καὶ ἀσφαλοῦς
15καὶ τῶν πρὸς ἐντελῆ ἀκρίβειαν βραχέα διεκπεσὼν καὶ μηδένα διὰ ξυμπά‐ σης αὐτῷ τῆς ἀρχῆς ἢ ψυχῆς στερήσας ἢ ἐς τὸ σῶμα ὁσονοῦν λυμη‐ νάμενος ἐπαινετὸς ἐς δεῦρο παρὰ πᾶσι λελόγισται καὶ κορωνὶς ὡς εἰπεῖν τῶν ὅσοι Ῥωμαίων ἐκ τοῦ τῶν Κομνηνῶν γένους ὑπερεκάθισαν, ἵνα μὴ λέγοιμι ὡς καὶ πολλοῖς τῶν ἀνόπιν ἀρίστων τοῖς μὲν ἡμιλλήσατο, τοὺς
20δὲ καὶ παρήνεγκεν.47

Man1,pt1

48

(1t)

ΒΑΣΙΛΕΙΑ
2tΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
3tΕΝ ΤΟΜΟΙΣ ΕΠΤΑ ΘΕΩΡΟΥΜΕΝΗ
4tΤΟΜΟΣ ΠΡΩΤΟΣ
5 Ἀναρρηθεὶς οὖν ὁ Μανουὴλ αὐτοκράτωρ εὐθέως τὸν μέγαν δομέστι‐ κον, ᾧ κλῆσις ἦν Ἰωάννης, Ἀξοῦχος δὲ ἡ ἐπίκλησις, ἐς τὴν βασιλίδα πό‐ λιν ἐξέπεμψε, σὺν αὐτῷ δὲ καὶ τὸν χαρτουλάριον Βασίλειον τὸν Τζιντζι‐ λούκην, εὖ μὲν καὶ τὰ κατὰ τὴν νέαν διαθήσοντας βασιλείαν καὶ προομα‐ λίσοντας τὴν εἰσέλευσιν καὶ κατασκευασομένους ἔμπροσθεν αὐτῷ τὰ εἰσό‐
10δια, μετελευσομένους δὲ καὶ τὸν σεβαστοκράτορα Ἰσαάκιον τὸν ἐκείνου ταυτόαιμον. τὸν γὰρ αὐτοκράτορα δέος ὑπέθραττε, μήπως οὗτος τὸν τοῦ πατρὸς καὶ βασιλέως ἐνωτισάμενος θάνατον καὶ τὴν εἰς τὸν ἀδελφὸν τὸν νεώτερον τῶν σκήπτρων ἀκηκοὼς μετάθεσιν εἰς ἐναντίαν μοῖραν ἀποκριθῇ καὶ περὶ τοῦ τῶν ὅλων αὐτὸς εἶναι κύριος διαμιλληθῇ, ἅτε
15ἀπὸ γενέσεως εἰς τὴν διαδοχὴν τῆς βασιλείας καλούμενος καὶ κατὰ τὴν βασιλίδα πόλιν τότε παρὼν καὶ τῶν ἀνακτόρων ἐντὸς αὐλιζόμενος, ἔνθα τῶν χρημάτων αἱ σωρεῖαί εἰσιν ἀποκείμεναι καὶ τὰ τῶν κρατούντων γνωριστικὰ περιβλήματα. Ὁ Ἰωάννης τοίνυν καταταχήσας τὴν πόλιν εἴσεισι καὶ τὸν Ἰσαά‐
20κιον ἀγνῶτα ἔτι ὄντα τῶν γενομένων αἱρεῖ καὶ τῇ μονῇ τοῦ Παντοκρά‐
τορος εἵργνυσιν, ἣ τὸν βασιλέα Ἰωάννην ἔσχε δομήτορα. καὶ ὁ μὲν μετὰ48

Man1,pt1

49

τὴν κατάσχεσιν τὴν τοῦ πατρὸς ἀναμαθὼν τελευτὴν καὶ τὴν τοῦ ἀδελφοῦ ἀνάρρησιν ἐνηχηθεὶς οὐκ εἶχεν ὅ τι καὶ διαπράξαιτο, δεινὰ πάσχειν λέγων καὶ πέρα δεινοῦ ξύμπαντος, καὶ ὡς ἐπαινετέα ἡ τάξις, ὑφ’ ἧς διακρατεῖται τὸ πᾶν. „ἀπῆλθέ“ φησιν „Ἀλέξιος θανάτῳ πεσών, ὁ τῶν ἀδελφῶν
5πρωτότοκος καὶ τῆς πατρῴας ἀρχῆς κληροῦχος· ἐπηκολούθησε τούτῳ Ἀνδρόνικος τῷ προτέρῳ ὁ δεύτερος καὶ τὸν νεκρὸν εἰσάγων τοῦ ἀδελφοῦ διαπόντιον μετὰ βραχὺ καὶ οὗτος τὸν βίον μετήλλαξεν.“ εἰς ἑαυτὸν τοίνυν τὰ τῶν Ῥωμαίων σκῆπτρα ὁρᾷ καὶ τῷ δικαίῳ αὐτός ἐστιν ἐγκρα‐ τὴς τῆς ἀρχῆς.
10 Ἀλλ’ ὁ μὲν τοιαῦτα μάτην ἐξετραγῴδει καὶ εἰκαίως ἦν πτερυγίζων κατὰ σαγηνευθὲν πτηνάριον· ὁ δὲ δὴ μέγας δομέστικος τῆς τῶν βασι‐ λείων φυλακῆς ἐπιμεληθεὶς καὶ τῆς τοῦ βασιλέως Μανουὴλ παρὰ τοῖς ἀστοῖς ἀναγορεύσεως γράμμα ἐρυθροσήμαντον σφραγῖδί τε χρυσείᾳ καὶ σηρικῷ νήματι ἔμπεδον, κόγχης ἀναδεδευμένῳ αἵματι, τῷ κλήρῳ τοῦ
15Μεγάλου Νεὼ ἐπιδίδωσι, τυποῦν αὐτοῖς ἀργύρεα ἐτήσια κέρματα εἰς μνᾶς δὶς ἑκατὸν κορυφούμενα. ἐλέγετο δὲ καὶ ἑτέραν ἠρυθροδανωμένην βασί‐ λειον γραφὴν ἐπιφέρεσθαι τὸν Ἀξοῦχον, διὰ χρυσίνων ταῦτα βραβεύου‐ σαν· ἐπειδὴ γὰρ ὑπόνοιά τις τὸν κρατοῦντα ὑπέτρεχεν οὐκ ἀνεύλογος, μήπως ἢ αὐτὸς Ἰσαάκιος τῷ δῆθεν δικαιότερος εἶναι πρὸς τὴν ἀρχὴν ἐκ
20γενέσεως τὰ κατὰ τὴν πόλιν διαστασιάσειε πράγματα πατρῷον θάνατον καὶ ξυναίμου ὑστερογενοῦς ἐνωτισάμενος ἀναγόρευσιν, εἴτ’ οὖν ἡ ταῖς τῶν βασιλέων προβλήσεσί τε καὶ μεταθέσεσιν ἀεί πως ἐπεισερχομένη φιλοτάραχος καὶ νεωτεροποιὸς τῶν πλείστων ἔφεσις οὐκ εὔοδά οἱ τῷ νέῳ ἄνακτι καὶ ἀκίνδυνα τὰ κατὰ τὴν βασιλείαν διάθοιντο, διὰ τοῦτο πρὸς
25ἀμφιρρεπῆ κατάστασιν τοῦ καιροῦ διπλᾶ τῷ Ἰωάννῃ φιλότιμα θεσπίσμα‐ τα ἐγχειρίζεται. τὸ δὲ κατὰ ῥοῦν προβῆναι τὰ τῆς ἀποστολῆς καὶ ὡς οὐκ ἦν τῷ πεπομφότι καὶ ἀφιγμένῳ διανοήσασθαι κάλλιον ἢ ἐπεύξασθαι συνέσχε μὲν τὸ βραβεῦον τὰ χρύσεα, ἐξέφερε δὲ τὸ χορηγοῦν τὰ ἀργύρεα.
Καὶ οἱ μὲν οὕτω τὴν βασιλικὴν προπαρεσκεύασαν εἴσοδον. ὁ δὲ βα‐49

Man1,pt1

50

σιλεὺς τὰ ὅσια τῷ πατρὶ ἐκτελέσας καὶ ταῖς ναυσὶ τὸ σῶμα ἐνθέμενος, αἳ τῷ Πυράμῳ ποταμῷ ἐνωρμίζοντο, ὃς Μοψουεστίαν λιπαίνων θαλάσσῃ προσπλέκεται, τά τε κατ’ Ἀντιόχειαν, ὡς ὁ καιρὸς ἐνεδίδου, καταστησά‐ μενος, ἀπάρας τῆς τῶν Κιλίκων διὰ τῆς ἄνω καλουμένης Φρυγίας ἐπε‐
5πορεύετο· ὅτε καὶ ὑπὸ Περσῶν ἑάλωσαν καὶ πρὸς τὸν Ἰκονίου τηνικαῦτα κρατοῦντα Μασοὺτ ἀπηνέχθησαν ὅ τε πρὸς πατρὸς τῷ Μανουὴλ ἐξάδελ‐ φος, ὁ Κομνηνὸς δηλονότι Ἀνδρόνικος (οὗτος δὲ καὶ ὕστερον Ῥωμαίων κατετυράννευσε), καὶ ὁ Δασιώτης Θεόδωρος, ᾧ εἰς γαμετὴν Μαρία ἥρμοστο, ἣν ὁ τοῦ Μανουὴλ κασίγνητος ὁ σεβαστοκράτωρ Ἀνδρόνικος
10ἔτεκε. κατὰ γὰρ θήραν ἀγρίων τῆς ὁδοῦ ἐκτραπόμενοι, ἧς τὸ στράτευμα εἴχετο, ἔλαθον ἐμπεσόντες πολεμίων χερσί, καὶ θηρᾶν ἐπιβαλόμενοι κνώ‐ δαλα θηρευταῖς ἀνθρώπων περιπεπτώκασι. τότε μὲν οὖν ὁ βασιλεὺς μὴ πράξεσιν ἑτέραις τὸν νοῦν ἐφιστᾶν δυνάμενος, ἀλλὰ τῆς προκειμένης ἅπας γινόμενος καὶ ταύτης καὶ βραχύ τι γοῦν ἀποσχέσθαι κρίνων ἀσύμφορον,
15οὐδὲ τῶν κατὰ τοὺς ἄνδρας τούτους ὡς ἔδει πεφρόντικεν ἢ βασιλικῶς αὐτοῖς ἐπήμυνε· μετέπειτα μέντοι ζωαγρίων ἄνευ ἐλύσατο καὶ τὸ πόλι‐ σμα τὴν Πρακάναν, ὃ δὴ τῆς Σελευκείας ἐχόμενα ἵδρυται, Ῥωμαίοις ἐπανε‐ σώσατο παρὰ Περσῶν πορθηθέν. Ὡς δὲ τὴν βασιλίδα πόλιν ἐπεφθάκει ὁ Μανουήλ, ἀσμένως παρὰ τῶν
20ταύτης οἰκητόρων προσδέχεται, τοῦτο μὲν ὡς τὴν πατρῴαν βασιλείαν παρειληφώς, τοῦτο δ’ ὅτι καὶ παρὰ πᾶσιν ἀσπάσιος ἦν, ἐπεὶ κἀν τῷ οὔπω ἀκριβῶς μείρακι τὴν σύνεσιν ἔσωζε τῶν καταγηρασάντων ἐν τοῖς πράγμασι πλείονα, πολεμικός τις καὶ φιλοκίνδυνος κἀν τοῖς δεινοῖς ἀκα‐
τάπληκτος καὶ μεγαλόφρων δεικνύμενος καὶ πρὸς μάχας τελῶν ὀξύρρο‐50

Man1,pt1

51

πος. ἐπέπρεπε δὲ καὶ χάρις ἐπὶ τοῦ προσώπου τῷ νεανίᾳ καὶ τῷ τῆς ὄψεως ὑπομειδιῶντι τὸ ἐπαγωγὸν ἐπεσύρετο, εὐμήκης ὢν τὴν ἡλικίαν, κἂν ἐπένευέ τι τοῦ ἰθυτενοῦς μέτριον. τὴν δὲ χροιὰν οὔτε κατὰ τοὺς σκιατραφουμένους λευκὸς ἦν καὶ χιονώδης, οὔτε μὴν ἄγαν καπνηρός, ὡς
5οἱ πολὺν τὸν ἥλιον ἐπὶ τοῦ προσώπου δεξάμενοι καὶ οὓς παρέβλεψαν ἀκ‐ τῖνες θερμότεραι, ἀλλὰ τῆς λευκῆς θέας ἀναχωρῶν, τῷ δὲ μέλανι προσεγ‐ γίζων χρώματι εὐπρεπείας καὶ οὕτως εἴχετο. Διὰ ταῦτα τοίνυν ὑπτίαις ἀγκάλαις περιχυθέντων τῶν πολιτῶν, εἴσεισιν ἀσμένως τὰ βασίλεια πλατέσι καὶ ἀνεωγόσι περικροτούμενος
10στόμασιν. ἐν δὲ τῷ παριέναι μεθ’ ἵππου Ἄραβος ἐριαύχενος τὰ ἀνάκτορα καὶ μέλλειν εἰσιέναι διὰ τῆς πύλης, μεθ’ ἣν ἡ ἐκ τῆς ἕδρας ἀπόβασις ἐφεῖται μόνοις τοῖς αὐτοκράτορσιν, ὁ ἵππος, ὃς ἦν τὸν βασιλέα ὀχῶν, ἐς ἀκου‐ στὸν χρεμετίσας καὶ συχνὰ κόψας ἄκραις ὁπλαῖς τὸ δάπεδον εὐήνιά τε προποδίσας καὶ περιδινηθεὶς ἀγέρωχα ὑπερέβη ὀψέ ποτε τὸν οὐδόν.
15ἀγαθὸν οὖν ἔδοξε τοῦτο τοῖς συνιοῦσι κομψοῖς ἐπεισόδιον, καὶ τούτων μάλιστα οἳ περικεχήνασιν οὐρανόν, τὰ δ’ ἐν ποσὶ μόλις ἔχουσι διορᾶν, καὶ διὰ τῶν ἱππείων σχηματισμῶν καὶ συχνῶν περιελιγμάτων μακραίωνα περιτελλομένην ζωὴν τῷ αὐτοκράτορι ἀπεφοίβαζον. Θύσας οὖν τὰ ἀναγορευτήρια θεῷ καὶ ἐπιβατήρια σκέπτεται περὶ τοῦ
20τὸν πατριαρχικὸν κληρωσομένου θρόνον καὶ τοὺς τῆς ἐκκλησίας χειρισομέ‐ νου οἴακας καὶ ταινιώσοντος αὐτὸν ἐπὶ νεὼ Κυρίου τῷ αὐτοκρατορικῷ στε‐ φανώματι· ὁ γὰρ Στυπῆς Λέων θανάτῳ ἐξ ἀνθρώπων ἐγένετο. κοινοῦ‐ ται οὖν τὰ τῆς γνώμης τοῖς ἐκ τοῦ καθ’ αἷμά οἱ σεμνώματος καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καὶ ὅσοι τοῦ βήματος ἔντροφοι· καὶ πολλῶν εἰς τὴν
25μεγίστην ἀρχιερατείαν ἐγκρινομένων, ἡ νικῶσα ψῆφος καὶ τῶν ἁπάντων σχεδὸν πρὸς τὸν ἀπὸ τῆς μονῆς τῆς Ὀξείας ῥέπει μοναχὸν Μιχαήλ· οὗτος γὰρ καὶ ἀρετῇ περιώνυμος ἦν καὶ τῆς ἡμετέρας ἐν μεθέξει παιδεύ‐
σεως.51

Man1,pt1

52

Προβληθεὶς οὖν ὁ Μιχαὴλ πατριάρχης ἐξ αὐτῆς τὸν χρίσαντα χρίει τὰ ἱερὰ ἐσαφικόμενον μέλαθρα. συμβαίνει δὲ τῷ βασιλεῖ καὶ ὁ ἀδελφὸς Ἰσαά‐ κιος καὶ ὑπὲρ δόξαν τὴν τῶν πολλῶν ἀντεδίδοσαν ἀλλήλοις τὼ ἀδελφὼ τὴν εὔνοιαν. ἦν δὲ ὁ Ἰσαάκιος διὰ τὸ εἰς χόλον εὐέμπτωτον καὶ τὸ ἐκ
5μικρᾶς πολλάκις αἰτίας ἐς κολάσεις ὑπερόγκους διαρριπίζεσθαι δυσξύμ‐ βλητος τοῖς πολλοῖς. ἔτρεφε δὲ καὶ τὸ ψοφοδεὲς ἀγεννές, καὶ ταῦτα τηλίκος ὤν, καὶ ἀνδράσιν ἀνόμοιον. ἦν οὖν ὁ βασιλεύτατος Ἰωάννης ὁ τούτου πατὴρ καὶ κατὰ τοῦτο παρὰ πᾶσι μακαριστὸς καὶ τῆς ἀοιδίμου λήξεως καὶ δι’ εὐφήμου κείμενος μνήμης, ὅτι τὸν Μανουὴλ εἰς τὸ κρατεῖν
10καὶ βασιλεύειν ὑπὲρ αὐτὸν ἐδικαίωσεν. Τοῦ δὲ Μασοὺτ τὰ πρὸς ἕω ληϊζομένου καὶ κατατρέχοντος, ἔξεισιν ὁ Μανουὴλ κατ’ αὐτοῦ. καὶ δὴ γεγονὼς κατὰ τὰ Μελάγγεια τοὺς ἐκεῖσε Πέρσας μετῆλθε· πρὸς δὲ τῆς τῶν Μελαγγείων φυλακῆς τε καὶ ἀνακτίσεως ἐπιμεληθεὶς εἰς τὴν βασιλεύουσαν ἐπάνεισι πόλιν, νόσῳ προσπαλαίσας
15πλευρίτιδι. Ἀλλὰ καὶ τὸν τῆς Ἀντιοχείας πρίγκιπα Ῥαϊμοῦνδον μετιέναι δεῖν οἰηθείς, ταῖς Κιλικίαις ἐπιφυόμενον πόλεσιν, αἳ Ῥωμαίοις ἦσαν κατήκοοι, στρατιὰν ἔπεμψεν, ἡγεμόνας αὐτῇ ἐπιστήσας τοὺς ἀδελφόπαιδας Κον‐ τοστεφάνους, τόν τε Ἰωάννην καὶ τὸν Ἀνδρόνικον, καί τινα Προσοὺχ
20οὐκ ἄϊδριν τὰ πολέμια· καὶ νῆας δὲ προσεπεπόμφει μακράς, ὧν ἡγεῖτο Δημήτριος ὁ Βρανᾶς. Ἀμέλει καὶ τῶν κακῶς ἐκεῖσε πασχόντων πόλεων καὶ φρουρίων δεούσης ἐπικουρίας τετυχηκότων, κατὰ Περσῶν ἐκστρατεύειν αὖθις προέθετο· ἤδη γὰρ οὗτοι τὰ περὶ τὸν Πιθηκᾶν ἐρύματα ὑπαγαγέσθαι
25σπεύδοντες καὶ τῷ θέματι τῶν Θρᾳκησίων ἐμβάλλοντες τὰ ἐν ποσὶν ἐληΐζοντο. ὑπερβὰς τοίνυν Λυδίαν καὶ ταῖς κατὰ Φρυγίαν καὶ Μαίαν‐
δρον ποταμὸν ἐπιστὰς πόλεσιν αὐτάς τε τῶν ἐπηρτημένων κινδύνων52

Man1,pt1

53

ἀπήλλαξε καὶ τοὺς Πέρσας φοβήσας ἐδίωξε. γενόμενος δὲ κατὰ τὸ Φιλο‐ μίλιον κἀκεῖσε τοῖς Τούρκοις προσέμιξεν· ἔνθα καὶ τὸν τοῦ ποδὸς ἐτοξεύθη ταρσὸν παρὰ Πέρσου τινὸς καταβληθέντος μὲν ὑπὸ βασιλέως τῷ δόρατι, ἐν δὲ τῷ ἀνατραπῆναι τὸ βέλος ἐπαφέντος κατὰ τοῦ πέλματος. δόξας
5δὲ παρ’ αὐτοῖς φοβερὸς εἶναι τὰς πράξεις καὶ εὔτολμος καὶ τοῦ πατρὸς Ἰωάννου φιλοκινδυνότερος οὐχ ᾑρεῖτο γενέσθαι παλίνστροφος, οὐδ’ ἐπείθετό οἱ τοῖς συμβουλεύουσι μνησθῆναι καὶ νόστου ποτέ, μήπως ἐπισυστάντες οἱ Πέρσαι ὡς ἤδη περὶ τῶν ὅλων ἀπογινώσκοντες κακῶς τὸ καθ’ αὑτὸν διάθωνται στράτευμα.
10 Ἀμέλει καὶ τὸ πρόθυμον ἐπιτείνας ἐς αὐτὸ τὸ Ἰκόνιον ἤλασεν. αὐτὸς μὲν οὖν ὁ Μασοὺτ μεταναστεύσας ἐκεῖθεν παρενέβαλεν εἰς τὰ Τάξαρα, ἅ ἐστιν ἡ πάλαι λεγομένη Κολώνεια· τῶν δὲ θυγατέρων αὐτοῦ μία τῶν τειχῶν ἄνω ἐκκύπτουσα, ἥτις καὶ συνῳκηκέναι ἐλέγετο τῷ ἐξαδέλφῳ τοῦ βασιλέως Ἰωάννῃ τῷ Κομνηνῷ, ὃν ὁ σεβαστοκράτωρ ἐγείνατο Ἰσαάκιος,
15κατὰ δὲ μικρολυπίαν τοῦ θείου καὶ βασιλέως Ἰωάννου τοῦ Κομνηνοῦ ἀποδρὰς τῷ Μασοὺτ προσερρύη, ὑπὲρ τοῦ πατρὸς καὶ σουλτάνου πιθα‐ νὸν ἐτίθετο τὸν ἀπόλογον. βασιλεὺς δὲ ἀγχοῦ τῶν περιβόλων τοῦ Ἰκονίου γενόμενος καὶ τὰ τείχη τῷ στρατῷ διαζώσας τόξα τε τείνειν ἐπὶ τὰς ἐπάλξεις τῇ νεολαίᾳ ἐνδοὺς καὶ τοῖς νεκροδόχοις σήμασιν ἐνυβρίζειν
20οὕτως ἐκεῖθεν ἐξώρμησε καὶ παλίμπους ἐφέρετο. ἐν δὲ τῇ ἀπάρσει λόχους ὑποκαθισάντων τῶν πολεμίων καὶ τὰ ἀμφιλαφῆ χωρία προειληφότων μείζους τῶν προτέρων ἀνερράγησαν πόλεμοι. ἐναγωνίως δὲ καὶ τούτων διῳκημένων ἐς τὴν βασιλεύουσαν πόλιν ἀνέζευξεν. Ἠγάγετο δὲ γυναῖκα ὁ βασιλεὺς οὗτος ἐξ Ἀλαμανῶν, γένους τῶν
25ἐπὶ δόξης καὶ πάνυ λαμπρῶν. αὕτη μέντοι οὐ τοσοῦτον τοῦ σωματικοῦ κάλλους ἐφρόντιζεν, ὅσον τοῦ ἔνδον καὶ περὶ ψυχὴν ἐπεμέλετο. οὐκοῦν
ἐξομνυμένη τὰ ἐκ τῶν κόνεων ἐπιτρίμματα καὶ τοὺς τῶν ὀφθαλμῶν ὑπο‐53

Man1,pt1

54

γραμμοὺς καὶ τὸν πλάστην τὸν κάτωθεν καὶ τὸ τεχνικὸν ἀλλ’ οὐ φυσικὸν ἔρευθος καὶ ταῖς ἄφροσι τῶν γυναικῶν αὐτὰ ἐπιρρίπτουσα ταῖς ἀρεταῖς προσανεῖχε καὶ ὡραΐζετο. εἶχε δὲ τὸ μὴ ἐπικλινὲς ἐθνικὸν καὶ τὸ τῆς γνώμης ἐκέκτητο δυσμετάθετον. ὅθεν οὐδ’ ὁ βασιλεὺς προσεῖχεν αὐτῇ
5τὰ πολλά, ἀλλὰ τιμῆς μὲν καὶ δορυφορίας καὶ τῆς λοιπῆς λαμπροφορίας βασιλικωτάτης μετεῖχε, τὰ δ’ ἐς τὴν κοίτην ἠδίκητο. νέος γὰρ ὢν ὁ Μανουὴλ καὶ ἐρωτικὸς τῷ τε ἀνειμένῳ βίῳ καὶ ταῖς τρυφαῖς προσανέ‐ κειτο καὶ συσσιτίων καὶ κώμων ἐξείχετο καὶ ὅσα τὸ νεοτήσιον ἄνθος ὑπέβαλλε καὶ ἐμύουν οἱ πάνδημοι ἔρωτες διεπράττετο. καὶ πρὸς τὰς
10μίξεις ἀκάθεκτος ὢν καὶ πολλαῖς θηλυτέραις ἐπιθορνύμενος ἔλαθε καὶ δι’ ὁμογνίου τρυμαλιᾶς ἀθεμίτως ἐμπερονῶν. καὶ ἦν ἐκείνῳ μόλυσμα τὸ πραχθέν, διαλωβοῦν καὶ καταχέον ἀπρέπειαν, ὅσα καὶ ὄψεως χαριέσσης ἐκφυεῖσά που τοῦ προσώπου ἀκροχόρδων ἢ ἀλφῶν ἐξανθήματα. Ἐμέλησε δὲ καὶ τῶν κοινῶν τῷ βασιλεῖ τῷδε πράξεων. καὶ τῶν μὲν
15δημοσίων εἰσφορῶν φροντιστὴν καὶ λογιστὴν μέγιστον τὸν ἐκ Πούτζης Ἰωάννην προβάλλεται καὶ αὐτός, ὥσπερ ὁ πατὴρ ἐκείνῳ καὶ βασιλεὺς πρότερον, ὄντα καὶ τοῦ δρόμου πρωτονοτάριον, μελεδωνὸν δὲ μεσεύον‐ τα καὶ τῶν οἰκείων ὑποδρηστῆρα διαταγμάτων τὸν Ἁγιοθεοδωρίτην τίθησιν Ἰωάννην. καὶ ἦν ὁ μὲν τῷ προσώπῳ τοῦ βασιλέως ἀεὶ ὀπτανό‐
20μενος καὶ τὰ τούτου ἐντάλματα ὅσα καὶ ἐμφάσεις ἐκ κρείττονος μοίρας δεχόμενος, ὑπουργοῖς δὲ οὐκ ὀλίγοις τῶν γραφομένων καὶ λεγομένων ἐκέχρητο λογίοις ἀνδράσιν, ὅσοις ἡ αὐλὴ ἐνέβριθεν ἡ βασίλειος, πρὸ πάν‐ των δὲ τῷ Στυππειώτῃ Θεοδώρῳ, περὶ οὗ δηλώσομεν ἐν τοῖς ἐφεξῆς. Ἦν δὲ ὁ ἐκ Πούτζης Ἰωάννης δεινότατος τὰ δημόσια, φορολογίας
25παιπάλημα καὶ ἐπίτριμμα, καὶ τῶν μὲν ὄντων δασμοφορημάτων συζη‐ τητὴς ἀκριβέστατος, τῶν δὲ οὐκ ὄντων εὑρετὴς ἀπαράμιλλος. ἐξήσκητο
δὲ καὶ τὸ ἦθος ὑπὲρ πάντας ἀδυσώπητον καὶ ἀμείλικτον. εὐκοπώτερον54

Man1,pt1

55

γὰρ ἄν τις ἀμειδῆ καὶ ἀγέλαστον πέτραν ἐμάλθαξεν, ἢ ἐκεῖνον ἐν τοῖς ἀβουλήτοις ὑπέκλινεν. ὃ δὲ τούτου θαυμασιώτερον, οὐ μόνον οὐκ ἦν δακρύοις ἄτεγκτος, σχήμασι δεητηρίοις ἀπροσκλινής, ἀργυρίου ἀτίνα‐ κτος ἑλεπόλεσι καὶ χρυσίου ἀγοήτευτος φαρμακεύμασιν, ἀλλ’ εἶχε καὶ τὸ
5δυσέντευκτον ὡς ἀπάνθρωπον. τὸ δὲ τοῖς τότε θυμαλγὲς καὶ δυσύποι‐ στον, οὐδ’ ἀπόλογος ἦν παρ’ αὐτῷ καθαρῶς ἐφ’ οἷς ὁ προσιὼν προετί‐ θετο, ἀλλὰ χαίρων τὰ πλεῖστα τῇ ἀφασίᾳ, ἐνιαχοῦ καὶ ἀπροσήγορον παρῄει τὸν παραβάλλοντα. τοσαύτην δ’ ἐκ βασιλέως ἰσχύν τε καὶ ἐξου‐ σίαν περιεζώννυτο, ὡς ἃ μὲν ἠβούλετο τῶν βασιλικῶν θεσπισμάτων
10ἀποπέμπεσθαι καὶ διαρρηγνύειν, ἔνια δὲ καὶ τοῖς δημοσίοις ἐγγράφειν κώδιξιν. Ὑποθήκῃ δὲ τοῦ ἀνδρὸς τούτου χρῆμά τι κοινωφελὲς καὶ ταῖς νήσοις πάσαις σωτήριον καὶ τοῖς πρώην βασιλεῦσι συντηρηθὲν ἀπαράβατον ὁ βασιλεὺς Ἰωάννης ἀξυμφόρως κατήργησε. τὰ γὰρ ἐκ τῶν πλευστικῶν
15ἐρανιζόμενα στρατειῶν, διαδιδόμενα πάλαι τῷ ναυτικῷ, εἰς τὸ ταμιεῖον οὗτος παρειπάμενος μετωχέτευσε καὶ τὰς ἀπὸ τῶν νήσων ἐκ τύπου παρ‐ εχομένας τριήρεις αὐτάνδρους μικροῦ κατεπόντωσε παραφάμενος. ὑποθέμενος γὰρ ὡς τὸ μὲν τῶν τριηρέων χρῆμα οὐκ ἀεὶ τῇ πολιτείᾳ καὶ τῷ κοινῷ ἐπιτήδειον, τὰ δ’ ὑπὲρ τούτων ἀναλώματα οὐκ εὐάγκαλα καὶ
20ἐπέτεια, καὶ δεῖν αὐτὰ μὲν τὸ ταμιεῖον ἐγκολπίζεσθαι, χρείας δ’ ἐνιστα‐ μένης ἐκ τῶν βασιλικῶν θησαυρισμάτων τὸν ὀψωνιασμὸν παρέχεσθαι τῷ ναυτικῷ, ἔδοξεν εἶναι ἀνδρῶν ὁ βέλτιστος καὶ τὴν φύσιν τῶν πρα‐ γμάτων ἠκριβωκὼς ὁ καταποντιστοῦ σκέμμα εἰσενεγκάμενος. τοῖς γὰρ ἁδροῖς τὸν βασιλέα ἐν τῷ ταῦτα εἰσηγεῖσθαι παρακέκρουκε δαπανήμασι
25καὶ αὖθις τῷ μετρίῳ τῆς καταβολῆς διακέχυκε. καὶ νῦν ἐκ τῆς κακοβου‐ λίας ταύτης εἴτ’ οὖν σμικροπρεπείας θαλασσοκρατοῦσιν οἱ πειραταὶ καὶ κακῶς πεπράγασι ταῖς λῃστρίσιν αἱ παραθαλαττίδιοι Ῥωμαίων χῶραι καὶ ὡς ἂν κατεύξαιντο οἱ διάφοροι. εἰ δὲ καὶ τὸν στάχυν ἴσμεν τοῦ
σπείραντος, ἀλλὰ καὶ τὸν ἀμήσαντα προσεπαιτιώμεθα, καὶ εἰ ὁ ἐμπρη‐55

Man1,pt1

56

σμὸς τοῦ ἀνάψαντος, ἀλλὰ καὶ τοῦ κατασβέσαι δυναμένου, δρᾶσαι δέ τι τοιοῦτον ὅλως μὴ βουληθέντος. Ἀλλ’ ἕως τότε φιλοδημόσιος λογιστὴς καὶ δεινὸς καὶ φειδωλὸς οἰ‐ κονόμος καὶ ὀβολοστατῶν ἀτεχνῶς δασμολόγος ὁ Ἰωάννης ἐδείκνυτο,
5ἕως ἀκαθαίρετον εἶχε τὴν δυναστείαν καὶ τὸ ποιεῖν ὅσα καὶ πρὸς βουλῆς ἀνεξέλεγκτον καὶ ὅσα βουλητὰ τούτῳ καὶ δυνατά. ἐπειδὴ δὲ μεθαρμοζό‐ μενόν οἱ ἑώρα τὸ δύνασθαι καὶ τὸ εὐπαρρησίαστον παραιρούμενον καὶ ὑπορρέουσαν κατὰ βραχὺ τὴν ἰσχύν, οἷα καὶ ἑτέρων κρατυνομένων παρὰ βασιλεῖ κἀκ τοῦ ἄγαν ἐκκρουόντων καὶ περιτρεπόντων αὐτόν, μετῆρεν
10ἅπερ ἦν θέμενος ὅρια, καὶ δραπέτης τῷ καιρῷ καὶ τοῖς πράγμασι προσ‐ φυεὶς ἀμφοτέραις τούτων ἔχεταί τε καὶ περιέχεται. οὐκοῦν καὶ πρός τινα τῶν συνήθων εἰπὼν „ἄγε πλουτήσωμεν“ ἑτεροίας γνώμης παντάπασιν γίνεται· καὶ τὴν ἐναντίαν ἐκ τοῦ παραυτίκα τραπόμενος λημματισμοῖς προσανεῖχεν ὡς ἄλλος τῶν τότε οὐδείς. καὶ ἐμβλέψας ἱλαρὸν τοῖς ὡς αὐ‐
15τὸν ἀπαντῶσι καὶ εὐπροσηγόρως αὐτοὺς προσφθεγξάμενος, εἰ φέρουσι χρυσίον ἐγκόλπιον, περιεργότερον κατεσκέπτετο. καὶ γυναῖκα τῶν ἀπερριμμένων καὶ ἀπηνθηκυιῶν εὐγενῶν ἁρμοσάμενος καὶ παίδων ἀκού‐ σας πατὴρ διένειμε τούτοις πλοῦτον βαθὺν καὶ ἀρκετὸν εἰς ἡδονάς. κίμβιξ δὲ ὢν εἰς ἄκρον καὶ γνίφων καὶ δυσγρίπιστος οὐδ’ ἄνω ἆραι τὰ
20βλέφαρα, πειρώμενον ἀναβλέψαι καὶ εἰς πτωχοὺς ἀτενίσαι, παρῆκε τὸν πλοῦτον, ἀλλὰ πεδήτην εἶχε διὰ παντὸς δεσμοῖς ἀρρήκτοις ἀλύτοις τε καὶ ἀπρόϊτον δήπου, ὅσα καὶ Δανάην ὁ πάλαι Ἀκρίσιος. καὶ σμικρολογίαν νοσῶν καὶ γλισχρότητα καὶ τὰ πεμπόμενα πολλάκις τῶν ἐδωδίμων ἀνέ‐ πεμπεν εἰς τὸ πωλητήριον· καὶ δεῖγμα, ὡς ἰχθύας σύακα καὶ λάβρακα, ὡς
25μὲν μεγίστους ὡς δὲ πίονας, παρά τινων αὐτῷ πεμφθέντας, τρισσάκις ἀπέδοτο καὶ τοσαυτάκις ἐναλλὰξ ἐωνημένους κατὰ χρείαν παρ’ ἑτέρων εἰσηνέγκατο. καὶ ἦσαν ἄντικρυς ἁλιεῖς οἱ ἰχθύες, ὃ πεπόνθασι δρῶντες,
ὡς μὲν ἄγκιστρον χαλῶντες τὸ μέγεθος, περιτιθέντες δὲ τὴν πιμελὴν ὡς56

Man1,pt1

57

δελήτιον, καὶ οὕτω κατασπῶντες τοὺς παριόντας εἰς τὴν ἐκείνων εἰσοί‐ κησιν. Ἄλλοτε δὲ διημερεύσας ἐς τὰ ἐν Βλαχέρναις ἀνάκτορα κἀκεῖθεν πρὸς ὀψίαν ἐπαναλύων, ἐπεὶ θεάσαιτο παρὰ ταῖς καπηλίσι προβεβλημένην
5ἐνόδιον ἐδωδήν, ἣν ἡ κοινὴ διάλεκτος ἁλμαίαν ὠνόμασεν, ἠράσθη ζωμοῦ ἐμφορηθῆναι καὶ τῆς τοῦ λαχάνου σχίδακος ἀποτραγεῖν. εἰπόντος δέ τινος τῶν ὑπηρετουμένων, ὃς Ἀνζᾶς ὠνομάζετο, ὡς νῦν μὲν χρεὼν ἀνα‐ σχέσθαι καὶ κολάσαι τὴν ἔφεσιν, εὑρήσει δὲ καὶ κατ’ οἶκον γενόμενος ὃ ζητεῖ ὄψον παρατεθειμένον αὐτῷ εὐτρεπές, δριμὺ καὶ τιτανῶδες ἐμβλέψας
10πολὺς ἐνέκειτο σχέδην ἀποπλῆσαι τὸν ἔρωτα. ἀμέλει καὶ τὸ τρύβλιον ἁρπαλέως περιχυθεὶς ταῖς χερσὶ τῆς πωλητρίας ὀχούμενον, ὅπερ ἔστεγεν ἔνδον τὸ ἐκείνῳ ἐράσμιον ἔδεσμα, ἐγκύψας ἀμυστὶ καὶ χανδὸν ἐνεφορεῖτο τοῦ ζωμιδίου καὶ τῷ λαχάνῳ πολλάκις ἐνέχανε. καὶ οὕτως στατῆρα χάλκεον τοῦ κόλπου ἐξενεγκών τινι τῶν ὑπὸ χεῖρα παρέσχετο, ἐπισκήψας
15ἀναλῦσαι τοῦτον ἐς τέτταρας ὀβολούς, καὶ δύο μὲν καταθέσθαι τῇ ὀψο‐ πώλιδι, τοὺς δὲ λοιποὺς ταχέως εἰσκομίσαι αὐτῷ. Ἔστι δ’ ὅτε λαμπρὸς λαμπρῶς τὴν ἀγορὰν διϊὼν καὶ ὡς εἴθιστο γε‐ ραρώτερον καὶ πολυοχλίαν ἐπισυρόμενος ἱππείας ὁπλῆς ὠξυδέρκησε σι‐ δήριον, ὃ δὴ ἐπὶ τριόδου παρέρριπτο. ἐπιστὰς τοίνυν ὡς εἶχε τῆς φαν‐
20τασίας καὶ τοῦ τῶν πολλῶν κρότου ὁ ἶσα καὶ θεῷ κυδαινόμενος ἐπιτρέπει
τινὶ τὴν τοῦ σιδήρου ἀνάληψιν. ἦν δὲ τοῦτο οὐκ ἐκκρουσθὲν ἱππείας57

Man1,pt1

58

ὁπλῆς, οὐδ’ εἰκῇ πως παρερριμμένον, ἀλλ’ ὑπὸ παιδίων ἀθυρόντων κατ’ ἀγορὰν καὶ τοὺς παριόντας διακινούντων ἐς γέλωτα πυρὶ κατανθρακω‐ θὲν καὶ τῷ δαπέδῳ ἐνερεισθέν. ἀποβὰς οὖν ὁ ὑπηρέτης ἐξ ἐπιτάγματος τοῦδε τοῦ ἀνδρὸς καὶ τοῦ σιδήρου λαβόμενος διωλύγιόν τι ἀνεβόησε,
5κακῶς ἐς τὰς χεῖρας παθών. τὰ δ’ ἐπὶ τούτοις οἱ μὲν παῖδες ἦσαν ἐν καγ‐ χασμοῖς συμβρασσόμενοι τῷ παντὶ σώματι, οἱ δὲ συνοδοιπόροι ἐν μωκείᾳ καὶ θαύματι, εἰ οὕτω κἀπὶ τοῖς λεπτεπιλέπτοις γλισχρεύεται ὁ δυσγρί‐ πιστος. Οὐ καινὸν οὖν, εἰ θανὼν ὁ ἐς τοσοῦτον ἐρασιχρήματος οὐ μόνον οὐχ
10εὑρέθη χρημάτων ἀποθήκαις ἐνευθηνούμενος, ἀλλὰ καὶ γραμματέων κα‐ λαμῖδας ταμιουλκῶν στικτὰς χρώμασιν. Εὐρόει δὲ καὶ τῷ Ἁγιοθεοδωρίτῃ Ἰωάννῃ τὰ διαβούλια, πλὴν τούτῳ ἡ ταχύπους τῶν πραγμάτων φορὰ καὶ ἀγχίστροφος ὑποσκελιστὴν ἐνδέξιον τὸν Στυππειώτην ἐφιστᾷ Θεόδωρον, ὃς συντρέχων ἢ ἀντιτρέχων
15τῷ Ἰωάννῃ καὶ μετὰ τοῦτον ἔχων τὰ δεύτερα οὐκ ἠνείχετο οὐδ’ ἠγάπα τοῖς παροῦσιν ἐφ〈ικτ〉οῖς, ἀλλὰ τῆς κορυφαίας γλιχόμενος καὶ περὶ τὴν ἀκρώρειαν λιχνευόμενος ὅλον πρὸς τὸ ἀνώτατον τὸν δρόμον ἐπέτεινε. καὶ δὴ καιροῦ λαβόμενος, καθ’ ὃν οὐκ ὀλίγα ξυνέπεσε τὰ διάφορα μεταξὺ ἀνδρὸς εὐγενοῦς, τοῦ Παλαιολόγου φημὶ Μιχαήλ, καὶ τοῦ Βαλσαμὼν
20Ἰωσήφ, ὃς γαμβρὸς ἦν τοῦ Ἁγιοθεοδωρίτου ἐπ’ ἀδελφῇ, ἐπέθετο κρα‐ ταιότερον καὶ συντείνας ἐξοστρακίζει τοῦτον τῶν ἀνακτόρων ὡς ἀπὸ σκοπιᾶς οὐρανίου καὶ ὡς εἰς χῶρον ἐκσφενδονᾷ μυχαίτατον τὴν πραιτω‐
ρίαν ἀρχὴν τῆς Ἑλλάδος καὶ τῆς τοῦ Πέλοπος, εὖ τὰ ἐκεῖ διαθήσοντα καὶ58

Man1,pt1

59

τὰς τῶν εἰρημένων ἀνδρῶν διαλυσόμενον ἔριδας. οὐκοῦν ὁ μὲν ἐσκευα‐ γώγει τὰ πρὸς τὴν ἔξοδον. ἡ δὲ τύχη μηδὲ καθαρῶς τὴν τούτου μετά‐ βασιν ἀναμείνασα πρὸς τὸν Στυππειώτην μετεσκευάσατο καὶ προσπλα‐ κεῖσα, πῶς ἂν εἴποι τις, ἀσμένως καὶ χαριέστατα ταῖς καθ’ ὥραν ἐκλέϊζεν
5ἀναβάσεσι καὶ τὴν ἐκ δόξης εἰς δόξαν παρεῖχεν ὕψωσιν. καὶ τέλος τὸν μὲν εἰς τὴν τοῦ ἐπὶ τοῦ κανικλείου προβιβάζει μεγαλοπρεπῆ τιμὴν καὶ τὴν παρὰ τῷ βασιλεῖ μεγίστην οἰκείωσιν καὶ μείζοσιν ἑτέραις κατακυδροῖ προκοπαῖς, τὸν δ’ ἀγνωμονοῦσα καὶ βλωμοῦ ἄρτου τίθησι προσδεᾶ. καὶ οὐκέτι τὰ δεδογμένα μετήμειψεν ἢ ὅλως ἐσέπειτα μετηλλοίωσεν, ἀλλ’
10ἔμεινεν ἡ ἀκροσφαλὴς ἐπὶ ταὐτοῦ τὸ καινότατον. τὸ δ’ ἀπὸ τοῦδε ἦγε τὰ πράγματα ὁ ἀνὴρ ὅδε ὡς ἠβούλετο, βαθυγνώμων ὢν καὶ πεπνυμένος καὶ ἐπίχαρις τὸ ἦθος καὶ πτηνὸς τὴν φρόνησιν. ᾑρεῖτο δὲ ὅσα ἐπέταττε βα‐ σιλεύς, ἐπέταττε δ’ οὗτος ὅσα ἐκεῖνος ἠβούλετο. Ἦν δὲ τῷ τότε καὶ βασιλεὺς λημμάτων αἰσχρῶν ἐλεύθερος, θάλασσα
15φιλοδωρίας, ἐλέους ἄβυσσος, τῷ προσηνεῖ τοῦ ἤθους εὐέντευκτος καὶ τὴν βασίλειον ἀρετὴν ἀπαράμιλλος, ψυχὴν εἰσέτι ἄτεχνον ἔχων καὶ γνώμην ἀπερίεργον. ὡς γὰρ ἀπήγγελλον ἡμῖν οἱ τὴν ἡλικίαν προήκοντες, ἐπὶ τὰς πλαγίῳ λόγῳ ᾀδομένας χρυσᾶς ἔννας οἱ τότε ἦσαν παλινδρομήσαντες ἄνθρωποι καὶ σμήνει ἐῴκεσαν μελισσῶν ἐκ πέτρης γλαφυρῆς βομβηδὸν
20ἰπταμένων ἢ οὐδὲν τῶν ἐπ’ ἀγορᾶς εἱλουμένων διενηνόχασιν ὅσοι τοὺς βασιλικοὺς χρυσῶνας εἰσῄεσαν, ὁποίου δή τινος φιλοτιμήματος ἀπολαύ‐ σοντες, ὡς τοὺς περὶ ταῖς πύλαις συνθλίβεσθαι καὶ πράγματα παρέχειν καὶ λαμβάνειν ἀμοιβαδόν, τοὺς μὲν ἐπειγομένους εἰσιέναι, τοὺς δὲ τὴν ἔξοδον ἐπισπέρχοντας. ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν.
25 Ἦν δὲ καὶ ἄλλως τὰ κοινὰ ταμιεῖα τὸ κατ’ ἐκεῖνο καιροῦ ἐκ τούτου εἰς τοῦτο ἐξερευγόμενα καὶ κατὰ τὰς συναγωγὰς τῶν ὑδάτων πλημμύροντα καὶ παραπτύειν τι τῶν ἔνδον πρὸς τοὺς ἐκτὸς καὶ πενομένους ἐθέλοντα, ὅσα καὶ γαστὴρ ἐγγίζουσα τοῦ τεκεῖν καὶ βαρουμένη τῷ ὑπερτελείῳ τοῦ
ἀχθοφορήματος· ἡ γὰρ μερίδα τῷ θεῷ καὶ τῷ δικαίῳ διδοῦσα φορολογία59

Man1,pt1

60

τοῦ βασιλέως καὶ πατρὸς τῷ βασιλεῖ Μανουὴλ καὶ τὸ μὴ τῶν δαπανη‐ μάτων ἄσωτον καὶ ἀκόλαστον εἰς σωρείας τὰ χρήματα ἐπεστοίβασε καὶ ὡς κάχληκας αὐτὰ συναγήοχεν. ἦν δ’, ὡς ἔοικε, καὶ τὸ θεῖον ἐπευλογοῦν καὶ πληθῦνον αὐτὰ κατὰ τὸ τοῦ ἐπαγγέλματος ἀδιάπτωτον, ὃ καὶ
5λῆψιν οὐρανίου εἰσηγεῖται μισθοῦ καὶ τὴν εἰς τὸ πολλαπλάσιον ἀνταπό‐ δοσιν. Ἀλλ’ οὐ μόνιμα τῷ βασιλεῖ Μανουὴλ τὰ τῆς ἀρίστης ταύτης προθέ‐ σεως, ἀλλὰ βραχύχρονα καὶ ἐπίκηρα· ἐς γὰρ ἄνδρας ἐλάσας ἀρχικώτερόν τε ἥψατο τῶν πραγμάτων, τοῖς ὑπὸ χεῖρα οὐχ ὡς ἐλευθέροις, ἀλλ’ ὡς
10κληρωτοῖς θεράπουσι προσφερόμενος, καὶ τὴν τῆς φιλοδωρίας συνέστει‐ λεν ἔκροιαν, ἵνα μὴ λέγοιμι ὡς εἰς τὸ παλίρρουν αὐτὴν ἐβιάσατο καὶ τὸν ἀναδασμὸν ἔστιν ὅτε καὶ ἐφ’ οἷς ἐδικαίωσεν, οὐκ ἐκ τοῦ γνωμικοῦ δ’ οἶμαι τοσοῦτον αἰτίου (χρὴ γὰρ ἐν τοῖς ἀδήλοις ῥέπειν πρὸς τὸ φιλάνθρωπον), ὅσον ἐκ τοῦ μὴ κοτύλης δεῖσθαι ψηγμάτων, ἀλλ’ ἄντικρυς πελάγους
15Τυρσηνικοῦ ἃς εἶχε διευρύνας ἐξόδους τῶν δαπανῶν, ὡς προϊὸν δηλώσει τὸ λέγειν μοι. Ἀλλ’ οὕτω διακυβερνωμένῳ τὴν βασιλείαν τῷ αὐτοκράτορι νέφος πολεμίων ἐκ τῶν ἑσπερίων κλιμάτων ἐπισυστάν, τετριγὸς δεινὸν καὶ ὀλέ‐ θριον, ἐς τὰ Ῥωμαίων ἐνέσκηψεν ὅρια, ἡ τῶν Ἀλαμανῶν φημι κίνησις καὶ
20ἡ τούτοις συνεξάρασα μοῖρα ὁμογενῶν ἑτέρων ἐθνῶν· οἷς καὶ θή‐ λειαι κατελέγοντο ὡς ἄρρενες ἐφιππάζουσαι καὶ ταῖς ἐφεστρίσιν οὐ συμβάδην τὼ πόδε διαχαλῶσαι, ἀλλὰ περιβάδην ἀναίδην ἐποχούμεναι καὶ κοντοφόροι καὶ ὁπλοφόροι κατ’ ἄνδρας ὁρώμεναι καὶ ἀνδρείαν στολὴν περικείμεναι, αἳ καὶ ὅλως ἀρεϊκὸν ἔβλεπον καὶ ὑπὲρ τὰς Ἀμαζόνας
25ἠρρένωντο. μία δὲ καὶ ὑπεξῄρετο παρ’ ἐκείναις καθάπερ ἄλλη τις Πεν‐ θεσίλεια, ἥτις ἐκ τοῦ στίζοντος χρυσοῦ καὶ περιτρέχοντος τὰς ὤας καὶ τὰ
λώματα τοῦ ἐσθήματος Χρυσόπους παρωνομάζετο.60

Man1,pt1

61

Αὐτὸ δὲ τὸ τῆς κινήσεως αἴτιον πρόφασιν τὸ κυριακὸν παρεῖχε κε‐ νήριον καὶ ἡ πρὸς τὰ εὐθέα τῶν σκολιῶν καὶ ἐπιβούλων παρόδων ἑτοι‐ μασία τοῖς ἐκ τοῦ γένους ἐκείνοις εὐθὺ τῶν Ἱεροσολύμων ἐθέλουσιν ἵεσθαι. ἔφασκον δὲ καὶ κατὰ τὴν ἔξοδον ἐκείνην μηδέν τι περιττὸν ἐπισύρεσθαι,
5ἀλλ’ ἢ τὰ πρὸς ἐξομάλισιν τῶν τρίβων ἀναγκαιότατα καὶ μόνα ἐπά‐ γεσθαι. διὰ τούτων δὲ παρυπέφαινον οὐ πτύα καὶ τύκια καὶ σκαπάνας, θυρεοὺς δὲ καὶ θώρακας καὶ φάσγανα καὶ εἴ τι ἄλλο πρὸς πόλεμον ἐπιτή‐ δειον. καὶ τοῦτο μὲν τὸ παρορμῆσαν ἐκεῖνοι προυβάλλοντο καὶ διώμνυντο. καὶ ἦν, ὡς ἐκ τῶν ὕστερον ἔδειξαν, οὐ κατεψευσμένα τὰ ὑπ’ ἐκείνων λεγό‐
10μενα. Πέμψαντες δὲ πρεσβευτὰς ὡς διὰ φιλίας ᾐτοῦντο τὸν βασιλέα τὴν τῶν Ῥωμαίων παρελθεῖν καὶ ἀγορὰς αὐτοῖς παροδίους προτίθεσθαι, ἐξ ὧν ὠνήσονται καὶ ὅσοις ἄνθρωποι τρέφονται καὶ ἵπποις ξυμβέβληνται. ὁ δὲ βασιλεύς, ὡς εἰκός, ἐκ τοῦ παραχρῆμα διαταραχθεὶς τὴν ψυχὴν τῷ
15ἀέλπτῳ τοῦ πράγματος οὐκ ἀνῆκεν ὅμως τῶν συνοισόντων ἐπιμελόμε‐ νος· τοῖς τε πρέσβεσι διειλέχθη μετὰ προσηνείας τὰ πρόσφορα καὶ ἐπαι‐ νεῖν ὑπερβαλλόντως τὸ δρώμενον ὑπεκρίνετο καὶ ἄγασθαι αὐτοὺς τῆς εὐσεβοῦς προσεποιεῖτο προθέσεως. κἀκ τοῦ αὐτίκα δὴ μάλα ἑτοιμάσα‐ σθαι τὰ πρὸς διέλευσιν ἐπηγγέλλετο ἄφθονά τε εὐτρεπίσειν καὶ ἕτοιμα
20οὕτως λαβεῖν τὰ ὤνια ἰσχυρίζετο, ὡς εἴπερ οὐ δι’ ἀλλοτρίας, ἀλλὰ διὰ τῆς οἰκείας παρώδευον, ἂν δώσουσι μόνον ὅρκια πιστά, ὡς θεοφιλὴς αὐτοῖς ἡ δίοδος ἀληθῶς καὶ ὡς ἀμαχητὶ τὰ Ῥωμαίων ὅρια ὑπερβήσονται. Ταῦτ’ οὖν, ὡς εἰκὸς ἦν, καταστησάμενος, ἁπανταχῇ διεκπέμπει βα‐ σίλεια διατάγματα προεκκεῖσθαι τὰ ζωαρκῆ τῶν ὁδῶν, καθ’ ἃς οἱ ἐξ
25ἑσπέρας στρατοὶ διελεύσονται· καὶ τῷ λόγῳ τὸ ἔργον ἐπηκολού‐ θει. ὑποβλεπόμενος δὲ καὶ διεννοῶν, μή πως ἐν δέρματι προβάτων λυ‐ κιδεῖς ἔρχωνται ἢ ὄνῳ ὑποκρύπτωνται λέοντες ἀπεναντίας τῷ μυθικῷ
διηγήματι ἢ τὴν λεοντῆν ξυνέχωσι τῇ ἀλωπεκῇ, τὰς Ῥωμαϊκὰς ἀθροίζει61

Man1,pt1

62

δυνάμεις, συνδιασκέπτεται κοινῇ περὶ τῶν κοινῶν, τὸ πλῆθος τῶν παρε‐ λευσομένων στρατῶν διέξεισι, τῆς ἵππου τὸ πολὺ καταλέγει, τὸ ὁπλιτι‐ κὸν ὅσον διασαφεῖ, τῆς πεζεταίρας μοίρας παρίστησι τὸ μυρίανδρον, τὸ πάγχαλκον περιλαλεῖ καὶ τὸ φόνιον, τὸ πῦρ τῶν ὀμμάτων ἅπαντας
5βλέπειν καὶ τοῖς αἵμασιν ἐπαγάλλεσθαι ὡς οὐδὲ ῥαντισμοῖς ὑδάτων ἕτεροι. οὐ ταῦτα δὲ μόνον τῇ γερουσίᾳ καταγγέλλει καὶ τοῖς τέλεσι καὶ στρατεύ‐ μασιν, ἀλλὰ καὶ ὅσα ὁ ἐκ Σικελίας τύραννος, ὥσπερ θὴρ ἐνάλιος, κατὰ τῶν παραθαλαττίων χωρῶν διαπράττεται, τὴν ἅλμην τύπτων τοῖς ἐρετμοῖς καὶ ταῖς Ῥωμαϊκαῖς ἐνορμιζόμενος κωμοπόλεσι καὶ κείρων τὰ ἐν
10ποσὶ κατὰ πολλὴν τοῦ ἐπαμύνοντος ἐρημίαν. καὶ δὴ τὰς μὲν πυργοβά‐ ρεις ἐπισκευάζει τῆς πόλεως καὶ τίθησιν εὐερκέα τὴν ὅλην τοῦ περιβόλου περίμετρον, τῇ δὲ στρατιᾷ χιτῶνας φολιδωτοὺς χορηγεῖ κοντοῖς τε καθοπλίζει χαλκήρεσι καὶ ἵπποις δρομικοῖς διεγείρει τὸ φρόνημα καὶ χρημάτων ἐπιρρώννυσι διαδόσεσιν, ἃ νεῦρα τῶν πραγμάτων ἀρίστως
15τῶν πάλαι τις κατωνόμασε. Καὶ οὕτω σὺν θεῷ συλλήπτορι καὶ τῇ πολιούχῳ μητροπαρθένῳ ὡς ἐνῆν δυσμαχώτατα θέμενος τὰ στρατεύματα, τὰ μὲν εἰς ἔρυμα συνέχει τῆς καλλιπόλεως καὶ τοῖς τείχεσιν ἐφιστᾷ, τοῖς δ’ ἐπισκήπτει τῇ στρατιᾷ παρέπεσθαι τῶν Ἀλαμανῶν, μὴ ἀφισταμένοις ἐπὶ πολύ, κἀκ τοῦδε
20εἴργειν τοὺς ἐκ τῶν Ἀλαμανῶν ἐς ἁρπαγὰς παρεξιόντας καὶ προνομάς, εἰρηνικῶς μέντοι καὶ μὴ πολεμικῶς. Κατὰ μὲν οὖν τὴν ἀπωτέρω πορείαν οὐδέν τι ξυνηνέχθη ἀξιαφήγητον ἀμφοῖν τοῖς στρατεύμασιν. ὡς δ’ εἰς Φιλιππούπολιν οἱ Ἀλαμανοὶ παρ‐ ενέβαλον, οὐδὲ κατὰ τὸν ἐκεῖσε μὲν σταθμὸν ἐς διαφορὰν ἀπεῖδον τὰ τά‐
25γματα· ὁ γὰρ τῆς χώρας ἀρχιερεὺς (ἦν δ’ οὗτος ὁ Ἰταλικὸς Μιχαήλ, ὁ καὶ λόγῳ πολὺς καὶ σοφίας ὁποίας εἴποι τις μέλημα κἀν ταῖς ὁμιλίαις τὸ ἦθος
ἐπαγωγότατος καὶ λίθος ἄντικρυς Μάγνησσα) οὕτως ὑπηγάγετο τὸν62

Man1,pt1

63

ῥῆγα ταῖς τῶν λόγων ἐκθηλύνας ἴυγξι καὶ τῷ μέλιτι τῆς γλώττης κατε‐ γοήτευσεν, ἀντιστρόφως μὲν οἷς ἐφθέγγετο, τοῖς δὲ Ῥωμαίοις ἐπωφελῶς τὴν γνώμην μεταμείβων καὶ κατὰ τὸν Φάριον Πρωτέα δραστηρίως μετα‐ βαλλόμενος, ὡς ἐκ τῶν ὤτων ἀναρτῆσαι κατὰ τοὺς τῶν ἀμφορέων δια‐
5κένους τὸν ὑψηλόφρονα καὶ σύσσιτον παραλαμβάνειν καὶ μεταδιδόναι προπόσεων· ὃς καὶ μετῄει ὠμοτάτως, αὐτῷ χαριζόμενος, τοὺς ἄνευ κα‐ ταθέσεως ἀργυρίου τὰ σῖτα ὁθενοῦν παρεισάγοντας. Ἐν δὲ τῷ μεθίστασθαι ἐκεῖθεν καὶ προβῆναι τὸν ῥῆγα τοῖς ἔμπροσθεν ἐκ τῶν κατ’ οὐρὰν Ἀλαμανῶν καὶ Ῥωμαίων δίκη μὲν τὰ πρῶτα παρ‐
10ρησιάζεται ὡς δῆθεν κακῶς πασχόντων τινῶν. εἶτα ἐξωθεῖ ταύτην ἡ φι‐ λοτάραχος τῶν πολλῶν ἔνστασις καὶ τραχύνεται ταῖς βοαῖς. ταύταις ἐφομαρτεῖ τὸ παρρησιαστικὸν καὶ φιλόνεικον. ὁπλίζει τοῦτο τὰς χεῖρας εἰς πόλεμον. ἡ Ἐνυὼ ἐφέπεται καὶ τῆς Φυλόπιδος ξυλλαβομένης ἡ μάχη λαμπρῶς ἐκορθύετο. φιλαυξὴς δὲ οὖσα αὕτη καὶ ἀεὶ τῶν ἄνω ἐφιεμένη
15μικροῦ δεῖν ἐστήριξεν ἂν τὸ κάρη ἐς οὐρανόν, χαμαιβάμων οὖσα τὰ πρῶτα καὶ χθόνιος, εἰ μὴ ὁ ῥηθεὶς προφθάσας ἀρχιερεὺς τὸν ῥῆγα γινό‐ μενον ἤδη παλίνστροφον καὶ πόλεμον πνέοντα τοῖς οἰκείοις θελκτηρίοις ἐμάλθαξε καὶ ἠρεμεῖν ἀνέπεισε παρὰ δόξαν ὅσα καὶ θῆρα βασιλικόν, ᾧ οὐχ ἕωλον τὸ ἑστίαμα, τῇ ἀλκαίᾳ ὑπονυσσόμενον καὶ πρὸς ἅλματα
20ἐξᾳττόμενον. Ἐπεὶ δὲ καὶ κατὰ τὸ εὐερκὲς Ἀδριανοῦ πόλισμα τὰ στρατεύματα ξυνελέγησαν, ὁ μὲν ῥὴξ διὰ τῆς πόλεως ἐλάσας τῆς προκειμένης εἴχετο, νοσηλείᾳ δέ τις σώματος τῶν ἐξ αἵματος ἐκείνῳ περιπεσὼν κατὰ τὴν Ἀδριανοῦ ἐνηυλίζετο. Ῥωμαίων δέ τινες ἀνάρσιοι καὶ τὰς χεῖρας οὐκ
25εἰς ὁπλισμόν, λημματισμὸν δὲ μᾶλλον δεδιδαγμένοι, νυκτὸς ἐπιθέμενοι τῇ καταγωγῇ πῦρ τε ὑφάπτουσι καὶ τὸν ἄνδρα τοῖς ἐνοῦσι συγκαταφλέ‐ γουσι. τοῦτο μαθὼν ὁ Κορράδος (οὕτω γὰρ ὁ ῥὴξ ὠνομάζετο) ἐπιτρέπει τὰ τῆς ἀμύνης τῷ ἀδελφιδῷ Φρεδερίχῳ. ὁ δὲ καὶ ἄλλως ὢν φρονηματίας,
τότε δὲ καὶ τῷ πάθει νενικημένος, ἐπαναστραφεὶς τό τε ἱερὸν σεμνεῖον τίθησι63

Man1,pt1

64

πυρὸς παρανάλωμα, ἐν ᾧ κατέλυεν ὁ Ἀλαμανός, καὶ τοὺς συλλαμβανομέ‐ νους ὑπεδίκαζε θανάτῳ, ἐξέτασιν περὶ τῶν ἀπολωλότων χρημάτων ποι‐ ούμενος. καὶ τοῦτο μάχης παραίτιον γίνεται. ἀλλ’ ἐπεγέλασε καὶ πάλιν κουροτρόφος εἰρήνη τις, καὶ ἄλλων μὲν ἐκ τῶν ἐν τέλει Ῥωμαίων κα‐
5τασβεσάντων τὸν πόλεμον, μάλιστα δὲ τοῦ Προσοὺχ ἐξηνυκότος τὸ πᾶν. οὗτος γὰρ τοῖς ποταμοῖς τὸν ἵππον ἀφείς, ᾧ ἔποχος ἦν, οἳ σύντρεις διὰ τῆς ἐκεῖσε λιθίνης γεφύρας διαυλωνίζονται, ὡς τὸν Φρεδερίχον παρα‐ γενόμενος ὀργίλως τε τοῦτον ἔχοντα κατεπράϋνε καὶ τῆς γνώμης μετα‐ κινεῖ.
10 Πάλιν οὖν σταθμοί τε ἦσαν εἰρηναῖοι καὶ παρασάγγαι φιλήσυχοι καὶ ἡ ἐς τὰ πρόσω δίοδος εὐδιάλλακτος. Εἶχε τοίνυν μεθ’ ἡμέρας αὐτοὺς ἡ τῶν Χοιροβάκχων πᾶσα ἱππήλατος πηγνύντας στρατόπεδον, οὐ μὴν καὶ βάλλοντας χάρακα· τοῦτο γὰρ δι’ ὅλων ἦν αὐτοῖς τῶν σταθμῶν, πισύνοις οὖσι τοῖς παρὰ Ῥωμαίων ὅρ‐
15κοις καὶ ταῖς ξυμβάσεσι. παραρρεῖ δὲ ταῖς ἐκεῖσε πεδιάσι ποταμὸς οὐ πλατὺς τὸ ῥεῖθρον, οὐ βαθὺς τὴν περαίωσιν, Μέλας τοὔνομα. ἀλλ’ οὗτος θέρους μὲν λειψυδρῶν ἐς χαράδραν συνάγεται τεναγώδη, ὅτι μηδὲ διὰ ψαμμώδους πρόεισι γῆς, ἀλλ’ ἐριβώλακος ἁπάσης καὶ μέλανος καὶ εἰς βαθεῖαν σχιζομένης ἀρόταις βουσὶν αὔλακα· χειμῶνος δ’ ἐφεστῶτος ἢ
20ῥαγδαίων ὑετῶν κατενεχθέντων ἐκ μικροῦ μέγιστος γίνεται καὶ προβὰς ἐς βαθυδίνην ἐκ πονηροῦ καὶ λακκαίου ἀνοιδαίνεται ὕδατος καὶ θαλάσσαις θέλων συνεξετάζεσθαι καὶ ποταμὸς οὐκέτ’ ἀνεχόμενος εἶναι εἰς φλοῖσβον τραχύνεται καὶ πλωτὸς ἐκ βατοῦ γίνεται καὶ διεκχεῖται εἰς πλάτος. ἀμέλει καὶ διαρριπιζόμενος πνεύμασιν εἰς κῦμα μετεωρίζεται κἀντεῦθεν ἄχνην
25ἀποπτύων καὶ τῇ γείτονι χέρσῳ ὑβριστὴς προσαράσσων πόνους παρα‐ σύρει γεωργῶν, ὁδοιπόρους ἐπέχει τῆς ὁδοῦ, καὶ ὡς ἐπίπαν εἰς χρῆμα
ἐπάρατον σχεδιάζεται.64

Man1,pt1

65

Τότε τοίνυν οὗτος ὁ χειμάρρους ἐξ ὑετοῦ πολὺς καὶ κατακλύζων φα‐ νεὶς καὶ νυκτὸς ἐκ τοῦ αἰφνηδὸν ὑπερπλημμύρας, ὡς εἴπερ αὐτῷ οἱ κα‐ ταρράκται ἀνεῴγεσαν οὐρανοῦ, ἀπάγει τῆς παρεμβολῆς τῶν Ἀλα‐ μανῶν οὐ μόνον ὅπλα καὶ ἵππεια φάλαρα καὶ ἐσθήματα καὶ εἴ τι ἕτερον
5αὐτοῖς ἐσκευαγώγει τὰ ὑποζύγια, ἀλλὰ καὶ ἵππους καὶ ὀρέας καὶ ἄνδρας ἱπποκορυστάς. καὶ ἦν τὸ θέαμα ἐλεεινὸν καὶ θέλον ἀτεχνῶς δάκρυα, ἄνευ πολέμου πίπτοντες, ἄνευ διώκοντος ἀναιρούμενοι. οὐδὲ τὸ τῆς ἡλικίας σταδιαῖον μικροῦ καὶ πελώριον, οὐδ’ ἡ μάχης ἀκόρητος δεξιὰ εἰς ἀποφυγὴν ἐπήρκεσεν αὐτοῖς τοῦ κακοῦ, ἀλλ’ ἔπιπτον ὡσεὶ χόρτος
10καὶ ὡσεὶ φορυτὸς εἰληθερὴς καὶ πόκος ἐρίου κοῦφος παρεσύροντο, καὶ ψαλμικῶς εἰπεῖν, τὰς τούτων ἀπῆρεν ὁ ποταμὸς οὗτος φωνὰς βαρβαρι‐ κῶς ἀλαλαζόντων καὶ μέλος ἐνδιδόντων ταῖς σκοπιαῖς καὶ τοῖς γηλόφοις, δι’ ὧν παρεσύροντο, ἄγριον ὁμοῦ καὶ ἀνήμερον καὶ οὐχ οἷον τὰ μελιχρὰ τῶν ποιμένων αὐλήματα, ὡς συλλογίζεσθαι τοὺς ὁρῶντας τὸ τηνικαῦτα
15συμβὰν μῆνιν ἀπὸ θεοῦ ἄντικρυς εἰς τὸ τῶν Ἀλαμανῶν στρατόπεδον ἐπενσκήψασαν, εἰ οὕτως ἀθρόον ὕδατι κατεπόθησαν, ὡς μηδὲ τὰ ἑαυτῶν ἐκσώσασθαι δυνηθῆναι σώματα. ὕπνωσαν τοίνυν κατ’ ἐκείνην τὴν νύκτα οἱ μὲν εἰς θάνατον, οἱ δὲ ὧν εἶχον ἀφανισμὸν καὶ ἀπώλειαν. ὁ δέ γε ῥὴξ κατώδυνος ἐπὶ τῷ συμβάντι τούτῳ γενόμενος, καθυφεὶς δέ τι καὶ τοῦ
20κόμπου καὶ θαυμάσας, εἰ καὶ τὰ στοιχεῖα Ῥωμαίοις ὑπείκουσι καὶ θελή‐ σασι μόνον ὑπενδιδόασι καὶ αἱ ὧραι παρὰ τούτοις ὅσα καὶ ὑπηρέτιδες δεῆσαν τὰ ἀλλήλων ἀντιπαρέχουσιν, ἄρας ἐκεῖθεν διεπορεύετο. Ὡς δὲ καὶ εἰς τὴν πόλιν ἠγγίκει τὴν βασιλεύουσαν, εὐθὺς τὴν στρα‐ τιὰν εἰς τὸ ἀντιπέραν διαπορθμεύειν ἠναγκάζετο, κἂν ὑπερεφρόνει τὰ
25πρῶτα καὶ βλακευόμενος ἀπηναίνετο τὴν περαίωσιν, παρὰ τῇ ἑαυτοῦ κεῖσθαι γνώμῃ λέγων τὸ οὕτω δρᾶσαι καὶ μή, τῇ Περαίᾳ ἐναυλιζόμενος, ἥτις τοῦ Πικριδίου κατονομάζεται. ὅθεν ἅπας μὲν ἐρέτης, ἅπαν δὲ πορ‐ θμεῖον καὶ ἁλιὰς ξύμπασα καὶ ναῦς ἱππαγωγὸς τὴν τῶν Ἀλαμανῶν
ἀμφεπονεῖτο διάβασιν. ὁ δὲ βασιλεὺς καὶ τοῦ πλήθους τῆς στρατιᾶς65

Man1,pt1

66

ἀπογραφέας ἐφίστησιν, ἀνὰ πᾶσαν ἀποτάξας ἀναγωγὴν τοὺς ἐκείνῳ σημανοῦντας τὴν κατ’ ἄνδρα περαίωσιν. ἀλλ’ ἦν τὸ πλῆθος ὑπερπεπαι‐ κὸς τὴν ἀπογραφήν, καὶ διὰ τοῦτο οἱ τῇ ὑπουργίᾳ ταύτῃ ἐφεστηκότες, ἀπειπόντες πρὸς τὸ πλῆθος, ἄπρακτοι ἐπανέλυσαν.
5 Οὕτως τοίνυν ἀγαπητῶς τοῖς Ῥωμαίοις ὡσεί τινος οὐρανίου δείματος ἀπαισίου τοῦ ῥηγὸς εἰς τὴν ἑῴαν λῆξιν διαβάντος, ἐφομαρτησάντων δὲ τούτῳ μετὰ βραχὺ καὶ ὅσοι τῶν ἐκ τοῦ γένους τῶν Φράγγων αὐτῷ συνανέβησαν, ὁ βασιλεὺς καὶ πάλιν τῆς αὐτῆς εἴχετο τῶν οἰκείων χωρῶν προμηθείας, ἧς καὶ πρώην ἐξήρτητο. οὐκ ἠμέλει δὲ καὶ οἷς οὗτοι τραφή‐
10σονται, ἀλλ’ ἐφ’ ὁδοῦ τὰ ὤνια καὶ αὖθις προυβέβληντο. ἐν μέντοι τοῖς τῶν χωρίων ἐπικαίροις καὶ ταῖς τῶν παρόδων στεναῖς λόχοι παρὰ Ῥω‐ μαίων ἐφίζανον, δόξαν οὕτω τῷ Μανουήλ, καὶ οὐκ ὀλίγους ἐκ τῶν στρα‐ τοπέδων τούτων κατέκαινον. ἀλλὰ καὶ τὰς πύλας τῶν πόλεων ἐπιζυ‐ γοῦντες οἱ ἀστοὶ οὐκ ἀγορῶν τοῖς Ἀλαμανοῖς μετεδίδοσαν, σχοίνους δὲ
15τοῦ τείχους ἀποκρεμῶντες ἀνεῖλκον πρότερον τὸ ὑπὲρ τοῦ ἀποδιδομένου κατατιθέμενον τίμημα, ἔπειτα διαχαλῶντες ὅσον ἠβούλοντο, εἴτε ἄρτος ἦν τὸ πωλούμενον, εἴτε τι βιώσιμον ἕτερον, εἴων ἄθεσμα δρῶντες κατ’ αὐτῶν ἐπαρωμένους τὸν παντέφορον ὀφθαλμὸν ὡς μὴ χρωμένων σταθμοῖς δικαίοις μηδ’ οἰκτειρόντων αὐτοὺς ὡς ἐπήλυδας, μήτε τι κατατιθεμένων
20ὡς ὁμοπίστοις οἴκοθεν, μᾶλλον μὲν οὖν καὶ προσαφαρπαζόντων ἐκ τοῦ σφῶν φάρυγγος ὅσα πρὸς σύστασιν σώματος. οἱ δὲ χείριστοι τῶν οἰκητόρων καὶ ὅσοις τὸ ἀπάνθρωπον περιεσπούδαστο οὐδὲ τὸ βραχύτα‐ τον γοῦν διεχάλων, ἀλλὰ τὸ χρυσίον ἀναρειψάμενοι ἢ τὸ ἀργύριον ἀνι‐ μησάμενοι καὶ τῷ κόλπῳ ἐνθέμενοι ἀφανεῖς ἦσαν, οὐκέτι ἐν τοῖς μεσο‐
25πυργίοις ἐποπτανόμενοι. εἰσὶ δ’ οἳ καὶ τοῖς ἀλφίτοις ἐμφύροντες τίτανον ἐποίουν τὰ σῖτα ὀλέθρια. Τοῦτο δὲ εἰ μὲν ἀληθῶς ὁ βασιλεὺς ἐπέταττεν, ὡς ἐλέγετο, ἀκριβῶς
οὐκ ἴσημι· παρηνομεῖτο δ’ οὖν ὅμως καὶ ἀνοσίως ἐπράττετο. ὃ δὲ τοῦ66

Man1,pt1

67

βασιλέως βούλευμα ἦν οὐκ ἀμφίλογον οὐδὲ ψεύδους παραπετάσματι σκιαζόμενον, ἀργύριον ἀδόκιμον εἰς νόμισμα κόπτεται καὶ τοῦτο προβάλ‐ λεται τοῖς ἐκ τοῦ τῶν Ἰταλῶν στρατεύματος ἀποδόσθαι τι θέλουσι. καὶ συντόμως εἰπεῖν, οὐδὲν ἀπῆν τῶν δεινῶν, ὃ οὐκ ἦν αὐτὸς ἐπιτεχνώμενος
5βασιλεὺς καὶ τοῖς ἄλλοις δρᾶν διακελευόμενος, ὡς ἂν εἴη ταῦτα καὶ τοῖς ἐξ αὐτῶν ὀψιγόνοις μνημεῖα δήπουθεν ἀνεξάλειπτα καὶ δέους σπέρματα τὴν κατὰ Ῥωμαίων ἐκτρέποντα κίνησιν. Παρόμοια δὲ καὶ τοῖς Τούρκοις ἐπῆλθε ποιεῖν κατὰ τῶν Ἀλαμανῶν, τοῦ Μανουὴλ αὐτοὺς ἐπαλείφοντος γράμμασι καὶ διανιστῶντος εἰς πό‐
10λεμον. τοίνυν περὶ τὸν Βαθὺν ὑπερτερήσαντες, Μαμπλάνου τινὸς ἡγου‐ μένου τοῦ σφῶν στρατεύματος, πολλοὺς διέφθειραν. ἐπεὶ δὲ καὶ τῇ μοίρᾳ ἐπέθεντο, ἣ τὴν Φρυγίαν παρώδευεν, εἰς κενὸν αὐτοῖς τὸ βούλευμα ἔσχασε καὶ τὸν ὄλεθρον ἑκουσίως κατὰ τῶν κεφαλῶν αὐτῶν, καὶ πόρρωθεν ὄντα, μετάπεμπτον ἀτεχνῶς ἐποιήσαντο καὶ εἰς βόθυνον κατώλισθον, ὃν ταῖς
15οἰκείαις χερσὶν ἐβάθυναν. τῷ τοι καὶ δέον ὂν μηδὲν παρενοχλοῦντας οὐχὶ λυπεῖν μηδ’ ἀναγκάζειν τὸ τοῦ θυμοῦ θηρίον ἀφυπνίζειν τῷ τέως κοιμώ‐ μενον ἢ πρὸς ἀνδροκτασίας διαρρενοῦν, οἱ δὲ εἰς φάλαγγας πυκνωθέντες καὶ ταῖς ὄχθαις ἐφεστῶτες τοῦ ποταμοῦ (Μαίανδρος οὗτος ἦν) οὐκ εἴων ὅλως τὰ Λατινικὰ στρατεύματα διελθεῖν. ἔστι δ’ οὗτος καὶ τὸν ἕτερον μὲν
20ἅπαντα χρόνον οὐ ῥᾴδιος ἁπανταχῇ τὴν περαίωσιν, τότε δὲ καὶ τέλεον ἦν ἄπορος, εἰς δίνας ἑλιττόμενος καὶ μεταχωρῶν εἰς στροφάλιγγας. ὅτε κἀκ τῶν πραγμάτων αὐτῶν αἱ δυσμικαὶ δυνάμεις ὑπέδειξαν ὡς αὐτῶν ἀνεχομένων αἱ φάλαγγες Ῥωμαίων εἰς προνομὴν οὐκ ἐξέκειντο καὶ αἱ τούτων πόλεις ἀδήωτοι παριππεύοντο οὐδὲ βοσκημάτων δίκην οἱ τού‐
25των οἰκήτορες ἀναιρούμενοι ἐσφακέλιζον· ὡς γὰρ τῇ ὄχθῃ τοῦ ποταμοῦ67

Man1,pt1

68

προσάγοντος τοῦ ῥηγὸς οὔτε νῆες παρῆσαν ποτάμιαι, οὔτε γέφυρα πρὸς διάβασιν ἔζευκτο καὶ οἱ Τοῦρκοι ἀναμὶξ πεζοὶ καὶ ἱππεῖς ἐς τὸ ἀντιπέραν φαινόμενοι δῆλοι ἦσαν ἀκροβολίζοντες καὶ τὰ τοξεύματα διικνεῖτο τῶν παριόντων τὸν ποταμὸν καὶ ἐνέπιπτον εἰς τὸ τῆς φάλαγγος μέτωπον,
5τότε μὲν ὀλίγον ἐπαναγαγὼν ἀπὸ τῆς ὄχθης τοῦ ποταμοῦ στρατοπεδεύε‐ ται, ὅσον μὴ εἶναι βέλους ἐντός, καὶ ἐπιτάττει πάντας δειπνοποιήσαντας ἱπποκορυστὰς γενέσθαι καὶ τῶν ἁρμάτων αὐτῶν ἐπιμεληθῆναι ὡς ἐς νέωτα τοῖς Τούρκοις πολεμησείοντας πρωϊαίτερον. Σκοταῖος τοίνυν διαναστὰς καὶ τοῦ ἡλίου μήπω τὸ ἅρμα ζεύξαντος
10αὐτός τε ὡς πρὸς πόλεμον ἔσταλτο καὶ ἡ λοιπὴ τὰ ὅπλα ἐνεδέδυτο στρα‐ τιά. καὶ οἱ βάρβαροι ὁμοίως διαπραττόμενοι καὶ αὐτοὶ παρετάττοντο τούς τε τοξότας τῇ ὄχθῃ παρέτεινον καὶ τὸ ἱππικὸν ὡς αὐτοῖς ἐδόκει παρεσκευάζετο καὶ τοῦ ἀκροβολίζειν εἴχοντο, εἴ ποτε προυχώρουν οἱ Ἰταλοὶ κατὰ τὸν ποταμόν· ὅτε καὶ τὰς τάξεις ἐπιπαριὼν ὁ ῥὴξ καὶ πα‐
15ρακλήσεις τοῖς σφετέροις ποιούμενος τοιάδε ἔφασκεν· „Ὅτι μέν, ὦ συστρατιῶται, ἡ ἡμετέρα αὕτη κίνησις διὰ Χριστὸν καὶ ὡς εἱλόμεθα τὴν προκειμένην μὴ τὴν ἐξ ἀνθρώπων ἀλλ’ ἐκ θεοῦ δόξαν θη‐ ρώμενοι, ἴστε δήπουθεν καὶ ὑμεῖς ἅπας σαφῶς, πῶς γὰρ οὔ; οἳ τούτου ἕνεκα τοῖς μὲν ἐπ’ οἴκου ἐνευπαθεῖν ἀπειπάμεθα καὶ τῶν οἰκείων ἑκουσίως
20ἀπεξενώμεθα καὶ διὰ τῆς οὐκ ἐνδαπῆς παροδεύοντες θλίψεσι προσομι‐ λοῦμεν, κινδύνοις παραβαλλόμεθα, λιμῷ τηκόμεθα, κρύει πηγνύμεθα, θαλπωρῇ ἐκλυόμεθα, κλιντῆρα ἔχομεν τὴν γῆν, στέγην τὸν οὐρανόν, οἱ εὐγενεῖς, οἱ εὐπάρυφοι, οἱ ἐπὶ δόξης καὶ πλούτου καὶ πολλῶν ἐθνῶν κυριεύοντες, τὰς δὲ πολεμικὰς σκευὰς ἐς ἀεὶ περικείμεθα ὥσπερ ἀκούσια
25δεσμὰ καὶ κάμνομεν αὐτὰς ἀνέχοντες ὡς ὁ τῶν ὀπαδῶν Χριστοῦ μέ‐ γιστος Πέτρος τὸ παλαιὸν ἁλύσεσι διτταῖς κακουχούμενος καὶ τέσσαρσι στρατιωτῶν τετραδίοις φρουρούμενος. ὅτι δὲ καὶ οἱ ὡς ἐν μεταιχμίῳ τῷ πορθμῷ τούτῳ ἀποδιιστάμενοι ἡμῶν βάρβαροι ἐχθροί εἰσι τοῦ σταυροῦ τοῦ Χριστοῦ, οἷς πάλαι νόμῳ πολέμου συμβαλεῖν ἐγλιχόμεθα καὶ ὧν τοῖς
30αἵμασι Δαυιτικῶς ἐπηγγελλόμεθα νίψασθαι, οὐδὲ τοῦτο φιλοκρινεῖν68

Man1,pt1

69

ἐθελήσει τις, εἰ μὴ προδήλως παρακοπεὶς τὸ φρονεῖν ὁρῶν ἄντικρυς οὐχ ὁρᾷ καὶ ἀκούων οὐδαμῶς ἐνωτίζεται. Εἴπερ οὖν τῆς εὐθὺ τῶν ἀθανάτων μονῶν πορείας μέλον ὑμῖν (οὐδὲ γὰρ ἄδικος ὁ θεός, ὡς μὴ τὸ τῆς ὁδοῦ ταύτης ὁρᾶν αἰτιώμενον, μηδ’
5ἀκηράτων μεταδιδόναι λειμώνων καὶ σκιερῶν ἐν τῇ Ἐδὲμ καταπαύσεων οἳ τὰ οἴκοι καταλιπόντες ἀνθειλόμεθα τοῦ ζῆν τὸ ὑπὲρ αὐτοῦ θανεῖν) καὶ εἰ μνήμη δέ τις ὑμᾶς ὑπεισέρχεται ἃ καθ’ ὥραν οἱ ἀπερίτμητοι οὗτοι τὴν καρδίαν εἰς τοὺς ἐκ τοῦ γένους παροινοῦσιν ἡμῶν καὶ οὓς αὐτοῖς ἐπιτρί‐ βουσι κονδύλους ταῖς φρεσὶν ἀναφέρετε καὶ τοῦ ἐκκεχυμένου ἀνευθύνως
10αἵματος μαλάσσει τις ἔλεος, στῆτε γενναίως ἄρτι καὶ ἐρρωμένως διαγωνί‐ σασθε. μηδέ τι δέος ἐκπλῆσσον ἐκκρουέτω τοῦ καθηκόντως ἀμύνεσθαι. γνώτωσαν ἀληθῶς οἱ ἀλλόφυλοι ὡς, ὅσον Χριστὸς ὁ καθηγητὴς ἡμῶν καὶ διδάσκαλος ὑπέρκειται προφήτου λαοπλάνου καὶ μυοῦντός σφας τὰ ἀπόβλητα, τοσοῦτον καὶ ἡμεῖς αὐτῶν κατὰ πάνθ’ ὑπερφέρομεν.
15 Ἐπεὶ οὖν παρεμβολὴ ἁγία ἡμεῖς καὶ στρατὸς θεόλεκτος, μὴ δὴ φιλο‐ ψυχήσωμεν ἀγεννῶς πρὸς φιλόχριστον καὶ ἀείμνηστον τελευτήν. εἰ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, πόσῳ ἡμεῖς τεθνάναι δι’ αὐτόν ἐσμεν δι‐ καιότεροι; ἀγαθῆς ταυτησὶ πορείας ἀγαθὸν ἔστω καὶ τέλος ἐφομαρτοῦν. μαχεσώμεθα μετὰ τῆς ἐν Χριστῷ πεποιθήσεως καὶ τοῦ εὖ εἰδέναι ὡς τοὺς
20ἐχθροὺς τροπωσόμεθα, ὅτι μηδὲ δυσχερὴς ἡ νίκη γένοιτο οἷα μηδένων ὑποστησομένων τὴν προσβολήν, ἀλλὰ πάντων ἐνδωσόντων καὶ πρὸς τὴν πρώτην ὁρμήν. εἰ δ’, ὅπερ ἀπείη, πεσούμεθα, καλὸν ἐντάφιον τὸ ὑπὲρ Χριστοῦ τελευτᾶν. βαλέτω με τοξότης Πέρσης ὑπὲρ Χριστοῦ· ἀφυπνωτέον μετ’ ἐλπίδων χρηστοτέρων εἰς θάνατον καὶ ὅσα ὀχήματι τῷ
25βέλει χρηστέον πρὸς τὴν ἐκεῖ κατάπαυσιν, ἀλλὰ μὴ θανὴ προαρπασάτω
ἴσως ἀκλεὴς καὶ ἐφάμαρτος.69

Man1,pt1

70

Ἤδη ποτὲ τισώμεθα τούτους, ὧν οἱ καθ’ αἷμά τε καὶ ὁμόπιστοι ποσὶ κεχραμένοις ὡς εἰς κοινὸν εἰσεληλύθασι τόπον τὸν ἱερόν, ἐν ᾧ νεκροῖς ὁμόσκηνος γέγονεν ὁ σύγχρονος πατρὶ καὶ ὁμόθρονος. ἡμεῖς ἐσμεν οἱ δυ‐ νατοὶ καὶ διεσπασμένοι πάντες ῥομφαίαν καὶ ὡς κλίνην περιέποντες
5Σολομώντειον τὸν ζωοδόχον τάφον καὶ θεοδέγμονα. τοὺς ἐκ τῆς Ἄγαρ τοίνυν τῆς δουλίδος ἐκποδὼν οἱ ἐλεύθεροι ποιησώμεθα καὶ ὡς λίθους προσκόμματος τῆς ὁδοῦ ἐξάρωμεν τοῦ Χριστοῦ, οὓς οὐκ οἶδ’ ὅπως Ῥωμαῖοι ὡς ἐπισφάγια ἑαυτοῖς ἐκτρέφουσι λυκιδεῖς καὶ τοῖς οἰκείοις ἀγεννῶς πιαίνουσιν αἵμασι, δέον ἀλκὴν ἀναλαβόντας καὶ λογισμὸν ἔμ‐
10φρονος ἀνδρός, ὡς θῆρας ἐκ ποιμνίων, τῶν οἰκείων ἀπελάσαι χώρων καὶ πόλεων. Ἐπειδὴ δὲ καὶ ὁ ποταμὸς οὗτος, ὡς ἔστιν ὁρᾶν, οὐκ ἄλλως περάσιμος, εἰ μὴ καινοτέραν ἀνοίξει τις πάροδον, αὐτὸς ἐγὼ καὶ τὸ κατὰ τοῦτον εἰσηγήσομαι γενησόμενον καὶ τοῦ εἰσηγηθέντος πρῶτος κατάρξομαι.
15ἐς ὁμαιχμίαν μίαν φραξάμενοι καὶ ταῖς χερσὶ δόντες τὰ δόρατα διεξιπ‐ πασώμεθα σὺν ῥύμῃ τοῦ ποταμίου τοῦδε ῥεύματος καὶ ἐς αὐτὸ ἐμβάλω‐ μεν μεθ’ ὁρμῆς· καὶ στήσεται, οἶδα σαφῶς, τὸ ὕδωρ ἀναχασθὲν καὶ τοῦ κατ’ εὐθυωρίαν ἀνακοπήσεται προρρέειν ὥσπερ ἐπαναστραφέν, καθὰ καὶ πάλαι ῥοῦς Ἰορδάνειος τῷ Ἰσραὴλ πεζευόμενος. καὶ εἴη ἂν τὸ ἔργον
20τοῦτο καὶ διανόημα τοῖς ὀψιγόνοις ἀοίδιμον, χρόνῳ μὴ διακοπτόμενον, οὐ λήθης ἐξίτηλον ῥεύματι, καὶ κατάγελως πλατὺς τῶν Περσῶν, ὧν τὰ κῶλα περὶ τουτονὶ πεσοῦνται τὸν ποταμὸν ἐς κολωνὸν αἰρόμενα καὶ ὡς τρόπαιον προφαινόμενα εἰς κλέος ἡμῶν αὐτῶν ἀθάνατον.“ Τοιαῦτα παρακελευσάμενος καὶ τὰ σημεῖα τῆς μάχης ἀναδείξας αὐτός
25τε τὸν ἵππον ἐφῆκε, συχνὰ μυωπίζων τε καὶ ἐγκελευόμενος ὡς τὸν ποτα‐ μὸν μετὰ ῥύμης διαβησόμενος, καὶ οἱ λοιποὶ δὲ παιανίσαντες καὶ τὸ σύνη‐ θες ἀλαλάξαντες ἐχώρουν ὁμόσε, πυργηδὸν ταξάμενοι καὶ πυκνώσαντες
ἑαυτοὺς καὶ ἀθρόοι ἐξιππαζόμενοι, ὡς τοῦ ποταμίου χεύματος τὸ μὲν ἐς70

Man1,pt1

71

τὴν χέρσον ἐκτιναχθῆναι ταῖς τῶν ἵππων χηλαῖς, τὸ δὲ διακοπῆναι καὶ τῆς πρόσω στῆναι φορᾶς, ὡς εἴπερ εἰς ἀνάρρουν παρὰ φύσιν ἀνέλυεν ἢ καὶ εἰς τοὐπίσω ἀνεστοιβάζετο, αὐτοὺς δὲ ὡς διὰ ξηρᾶς ὑγροποροῦντας παρὰ δόξαν τοῖς Πέρσαις ἐπεισπεσεῖν. ὅτε καὶ μὴ ἔχον τὸ βάρβαρον φυγῇ
5τὴν σωτηρίαν ὑποκλέψαι γοῦν (διωκόμενοι γὰρ κατελαμβάνοντο, μηδὲ τῶν ἵππων αὐτοῖς ἐπαμυνόντων, κἂν ἦσαν ὠκύποδες καὶ ἐπ’ ἄκρων ἀν‐ θερίκων μικροῦ θέοντες) ἢ ὁμόσε χωρεῖν τοῖς Ἀλαμανοῖς κατὰ μάχην ἀγ‐ χέμαχον, ἐκρεανομοῦντο ποικίλως καὶ ἐπ’ ἄλλῳ ἄλλος ἔπιπτον ὡς ἀστά‐ χυες, εἴτ’ οὖν ὡς ῥᾶγες αἷμα τὸ ζωτικὸν ἀπεθλίβοντο τοῖς λογχηφόροις
10ληνοβατούμενοι. οἱ μὲν γὰρ δόρασι διηλαύνοντο, οἱ δὲ τοῖς τῶν ξιφῶν ἐπιμήκεσιν ἀπεχώρουν διχῇ διαιρούμενοι, καὶ μάλιστα τὸ ψιλὸν αὐτῶν καὶ γυμνὸν τοῦ στρατοῦ, οἱ δὲ τοῖς ξιφιδίοις παρασταδὸν οὐταζόμενοι ἀνετρέποντο, τὰς χολάδας τοῦ χαλκοῦ διεκχέοντος, ὡς τοὺς πεσόντας Πέρσας τὰ ἐκεῖσε καλύψειν πεδία τοῖς πτώμασιν ἀκριβῶς καὶ ὑπεράντλους
15τὰς φάραγγας θεῖναι τοῖς αἵμασι, τῶν δὲ Ἰταλῶν βληθῆναι μὲν ἀπὸ τόξων πολλούς, καταβληθῆναι δὲ καὶ ἀφυπνῶσαι βραχεῖς εἰς θάνατον. Καὶ μαρτυροῦσι τὸ τῶν πεσόντων ἐς δεῦρο πολύποσον οἱ τῶν ὀστέων σωροὶ οὕτω συχνοὶ καὶ μετέωροι ὄντες καὶ κατὰ τὰ ἀνεστηκότα γήλοφα ἐπαιρόμενοι, ὡς θαῦμα κεῖσθαι καὶ ἄλλοις μὲν ὁπόσοι τῆς ἐκεῖσε
20φερούσης ἥψαντο, κἀμοὶ δὲ τῷ ταῦτα συγγράφοντι. ὁποῖαι μὲν οὖν ἦσαν τῶν θριγγῶν αἱ περίμετροι, οἳ τῶν Κίμβρων τοῖς ὀστέοις τὰς τῶν Μασαλιητῶν ἀμπέλους περιεφράγμωσαν Μαρίου τοῦ Ῥωμαίου τοὺς βαρβάρους καταστρεψαμένου, εἰδεῖεν ἂν σαφέστατα ὅσοι τὸ καινὸν ἐκεῖνο ἔργον ὀφθαλμοῖς διειλήφεσαν καὶ τοῖς λοιποῖς εἰς ἀκοὴν ὠτίου παρέ‐
25πεμψαν· τὸ δὲ νῦν τοῦτο καὶ ὑπὲρ ἐκεῖνο δήπουθεν, εἴγε μὴ μεγαλοφωνία ἦν τὰ κατὰ Κίμβρους ἱστορικὴ τὴν φύσιν ὑπερφωνοῦσα καὶ εἰς μῦθον ἐκπίπτουσα. Τὸ δ’ ἐκ τούτου ἀπόλεμος αὐτοῖς ἦν ἡ πορεία, οὐδένα τῶν βαρβάρων
εἰς προὖπτον ἀντίπαλον φαίνουσα.71

Man1,pt2

72

(1t)

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
2tΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
3 Καὶ τοιούτοις μὲν οἱ τῶν Ἰταλῶν παῖδες ἀγῶσιν ἐγγυμνασάμενοι τὴν Κοίλην Συρίαν κατέλαβον. ἐν ᾧ δὲ τὴν ἐπὶ τῶν Ἱεροσολύμων οὗτοι
5ἐβάδιζον, παρημειφότες μὲν τὰ Ῥωμαίων ὅρια, τῆς δ’ ἄνω Φρυγίας ἁπτόμενοι Λυκαονίας τε καὶ Πισιδίας, αἳ πάλαι μὲν Ῥωμαίοις ὑπέκειντο, νυνὶ δὲ ἀνεῖνται βαρβάροις καὶ δορύκτητοι παρ’ αὐτῶν καρπίζονται μαλα‐ κίᾳ πάντως καὶ οἰκουρίᾳ τῶν τὰ Ῥωμαίων διεπόντων πράγματα, μὴ περὶ πλείστου τιθεμένων μογεῖν καὶ προκινδυνεύειν ὧν ὑπερκάθηνται, ὁ
10αὐτοκράτωρ Μανουὴλ διεσκοπεῖτο, πῶς ἂν τοὺς Σικελοὺς μετελεύσεται, δίκην πραξάμενος ὧν ἀπανθρώπως εἰς Ῥωμαίους ἔπραξαν, τήν τε Κερ‐ κυραίων ἄκραν, ἣ νῦν ἐπικέκληται Κορυφώ, τῆς ἐκ τούτων ἀπαλλάξῃ φρουρᾶς. Ὁ γὰρ δὴ τῆς Σικελίας τότε κρατῶν Ῥογέριος, εἴτε καθ’ ὁμολογίαν
15μετὰ τοῦ τῶν Ἀλαμανῶν προβᾶσαν ῥηγός, ὡς ἐλέγετο, εἴτε αὐθαιρέτως ὁρμώμενος, σύνδρομον ποιεῖται διὰ ταχυναυτουσῶν νηῶν τῇ τῶν Ἀλα‐ μανῶν κινήσει τὴν τῶν παρακτίων Ῥωμαϊκῶν χώρων καταδρομήν. ἀπά‐ ρας τοίνυν ἐκ Βρεντησίου στόλος τῇ τῶν Κερκυραίων προσέχει καὶ ἀμα‐ χεὶ καὶ ἐξ ἐφόδου ταύτην αἱρεῖ. τὸ δ’ αἴτιον οἱ τῆς χώρας οἰκήτορες, καὶ
20τούτων μάλιστα ὁ τὴν σύνεσιν ὑπέρου ψιλότερος, Γυμνὸς τὴν ἐπίκλησιν.72

Man1,pt2

73

οὗτοι γὰρ βαρύν, ὡς ἔφασκον, καὶ δυσύποιστον φορολόγον οὐ στέγον‐ τες, μηδὲ τὰς ἐκ τούτου παροινίας ἐπὶ πλεῖον ἐνεγκεῖν ἔχοντες, βουλὴν βουλεύονται πονηρὰν εἰς ἀποστασίαν ἀπιδόντες λαμπράν. καθ’ ἑαυτοὺς δὲ οὐχ οἷοί τε ὄντες αὐτὴν κρατύνασθαι ὡς ἕρμαιον ἁρπάζουσι τὸν καιρὸν
5καὶ προσιόντες τῷ τοῦ στόλου ἡγεμόνι καὶ τῇ τούτου αἱμύλῳ γλώσσῃ προσεσχηκότες καὶ ἴχνεσι προβάντες ἀλώπεκος ἐπὶ ῥηταῖς ὁμολογίαις εἴσω δέχονται Σικελιῶτιν φρουράν, εἰς χιλίους ἀριθμουμένην φρακτούς. καὶ οἱ μὲν καπνὸν φορολογίας ἀποδιδράσκοντες ἔλαθον ὑπὸ χαυνότητος νοῦ τῷ τῆς δουλείας ἐμπεσόντες πυρὶ καὶ Ῥωμαίοις εἰσενεγκόντες πόλεμον
10οἱ χαλίφρονες χρόνιον ὁμοῦ καὶ βαρύτατον· ὁ δὲ τὸ φρούριον κρατυνάμε‐ νος καὶ ὡς εἶχεν αὐτὸ ποιήσας δυσαλωτότερον καὶ οἷον ἀπροσμαχώτερον ἐκεῖθεν ἀναχθεὶς τῇ Μονεμβασίᾳ προσίσχει, ἐλπίσι θαλπόμενος ὡς λήψεται καὶ ταυτηνὶ τὴν ἄκραν ἀναιμωτὶ ὥσπερ πρὸ τρίτης τὴν Κέρκυραν. ἀλλ’ ἀνδράσιν ἐντυχὼν νῷ διοικουμένοις καὶ τὴν τῆς ἐλευθερίας οὐκ
15ἠγνοηκόσι Παφίαν ἀπεκρούσθη, ὡς εἰ καὶ προβόλῳ προσέβαλεν ἀτινάκτῳ, καὶ πρύμναν κρουσάμενος ἐκεῖθεν ἀνάγεται ἄπρακτος. Ὑπερβὰς δὲ τὸν ἐπὶ Μαλέαν πλοῦν ἀντιπνοίας γέμοντα πάσης, περὶ οὗ καὶ ταῦτα παροιμιάζεται „Μαλέαν δ’ ἐπικάμψας ἐπιλάθου τῶν οἴκα‐ δε,“ τὸν ἐσέχοντα πορθμὸν ἀναλέγεται καὶ τὰ τούτου ἑκατέρωθεν ἐπιὼν
20οὐ τὰ εὐχείρωτα μόνον κατέδραμε λείαν τιθέμενος, ἀλλὰ καὶ τὰ ἄλλως ἐπικαιρότατα καὶ δυσάλωτα, τὰ μὲν ὁμολογίᾳ χειρούμενος, τὰ δὲ πολέμῳ δουλούμενος· Ἀκαρνᾶνάς τε καὶ Αἰτωλοὺς καὶ ὅσα πάραλα ἀμαυρῶν τὸν Κορινθιακὸν κόλπον ἐσέπλευσε. καὶ τῷ Κρισσαίῳ λιμένι καθορμισθεὶς τοῖς ἐν μεσογείῳ θαρρεῖ προσβαλεῖν, οὐδένα ἔχων ἀντίπαλον ἰσοστάσιον.
25Ἀμέλει καὶ ὁ τοῦ στόλου ἀρχηγὸς τὸ ὁπλιτεῦον καὶ ψιλὸν τοῦ στρατοῦ73

Man1,pt2

74

εἰς τάξεις διειληφὼς καὶ χερσαῖος φανεὶς ὁ τέως θαλάττιος κατὰ τῶν κη‐ τῶν τὰ ἀμφιβοσκόμενα τῇ Καδμείᾳ γῇ παρενέβαλε καὶ τὰς ἐν μέσῳ κωμοπόλεις ὁδοῦ πάρεργον ληϊσάμενος ταῖς ἑπταπύλοις Θήβαις προσέ‐ βαλεν, ὧν καὶ γενόμενος ἐγκρατὴς ἀπανθρώπως τοῖς ἐκεῖ προσηνέχθη.
5κατὰ γὰρ παλαιὰν φήμην τῆς πόλεως ὡς πλουσίους τρεφούσης οἰκήτορας, εἰς χρημάτων ἀπληστίαν ὑπονυττόμενος καὶ μηδένα κόρον φιλοπλουτίας εἰδώς, ἀλλ’ ὅρον τιθεὶς τῆς ἐφέσεως τὸ καὶ εἰς τρίτον ζωστῆρα τῇ ὁλκῇ τῶν χρημάτων τὰς πάσας ἢ τὰς πλείους νῆας βαπτίζεσθαι, τούς τε χειρώνακτας ἐξεπίεσε καὶ περὶ τοῦ ῥύπου τῶν ὀβολῶν πολυπράγμων
10γινόμενος τοὺς δυνατοὺς καὶ λαμπροὺς τὸ γένος καὶ σεμνοὺς τὴν ἡλικίαν καὶ περιφανεῖς κατ’ ἀξίωσιν διαφόροις κακώσεσι καθυπέβαλε, μηδενὸς λαμβάνων αἰδὼ καὶ φειδώ, μὴ δυσωπούμενος τὴν δυσώπησιν, μὴ τὴν Ἀδράστειαν εὐλαβούμενος αὐτοῦ που λαβοῦσαν ἀρχὴν ἢ τὴν Καδμείαν λεγομένην νίκην ὑποβλεπόμενος. τέλος δὲ τὰ ἱερὰ προθεὶς γράμματα
15ἠνάγκαζεν ἕκαστον, τὴν ὀσφὺν ὑπεζωσμένον εἰσιόντα, τὴν οἰκείαν οὐσίαν οἷς ἐνθεωρεῖται μεθ’ ὅρκου διασαφεῖν καὶ ταύτην ἐξομνύμενον ἀπιέναι. καὶ οὕτω πάντα χρυσόν, ἄργυρον πάντα διεκφορήσας καὶ τὰς χρυσοϋ‐ φεῖς ὀθόνας ταῖς ναυσὶν ἐνθέμενος οὐδὲ τῶν σωμάτων αὐτῶν τῶν ὑπ’ αὐτοῦ καλαμωθέντων ἀπέσχετο, ἀλλὰ καὶ τούτων ἀριστίνδην τὸ
20προῦχον συλλαβὼν τῶν τε γυναικῶν ἀποκρίνας ὅσαι τὸ εἶδος καλαὶ καὶ βαθύζωνοι καὶ τοῖς νάμασι πολλάκις τῆς καλλικρούνου Δίρκης λουσάμεναι καὶ τὰς κόμας διευθετισάμεναι καὶ τὴν ἱστουργικὴν κομψότητα καλῶς ἐπιστάμεναι οὕτως ἐκεῖθεν ἀνάγεται. Κατὰ ῥοῦν δὲ τῶν πραγμάτων αὐτῷ προχωρούντων καὶ μηδένα τοῦ
25καιροῦ ἀντίμαχον ἄγοντος, οὐ κατὰ χέρσον, οὐ κατὰ θάλατταν, τοῦ πρὸς Κόρινθον ἔχεται πλοῦ, πόλιν ἀφνειὸν καὶ κειμένην πρὸς τῷ Ἰσθμῷ καὶ ὀλβιζομένην ὑπὸ λιμένων δυοῖν, ὧν ὁ μὲν τοὺς ἐξ Ἀσίας ναυλοχεῖ κα‐
ταίροντας, ὁ δὲ τοὺς ἐξ Ἰταλῶν εἰσπλέοντας, καὶ ῥᾳδίους τὰς ἑκατέρωθεν74

Man1,pt2

75

εἰσαγωγάς τε καὶ ἐξαγωγὰς τῶν φορτίων ἔχουσαν καὶ τὰς πρὸς ἀλλή‐ λους ποιουμένην ἀμοιβάς. καὶ δὴ τὸ ἐμπόριον εὑρὼν ἔρημον, ὅπερ ἡ κάτω πόλις ἐπονομάζεται, ὡς ἁπάντων ἀνασκευασαμένων εἰς τὸν Ἀκρο‐ κόρινθον καὶ συνηθροικότων εἰς αὐτὸν ὄψον πᾶν, ὄλβον ἅπαντα, ὅσος
5τε ἰδιώταις ᾠκείωτο καὶ ὅσος θεῷ ἀφιέρωτο, ἔγνω δεῖν καὶ αὐτοῦ τοῦ Ἀκροκορίνθου πειραθῆναι καὶ τοῦτον, εἰ οἷόν τε, ἐξελεῖν. Ἔστι δὲ ὁ Ἀκροκόρινθος τῆς μὲν πάλαι πόλεως Κορίνθου ἀκρόπολις, νυνὶ δὲ φρούριον ὀχυρόν, αὐτὸ δὲ ὄρος ὑψηλόν, εἰς ὀξεῖαν τελευτῶν κορυ‐ φήν, αὕτη δὲ εἰς τραπεζῶδες χωρίον ἀποτελευτῶσα ἐπίπεδον, τετειχι‐
10σμένον ἀσφαλῶς. ἔνδοθεν δέ εἰσι ποτίμου καὶ διαυγοῦς ὕδατος οὐκ ὀλίγα φρεάτια καὶ ἡ Πειρήνη κρήνη, ἧς ἐν ῥαψῳδίᾳ Ὅμηρος μέμνηται. ἀσφαλῆ δ’ οὕτω καὶ ἀνεπιχείρητον ὄντα τὸν Ἀκροκόρινθον (καὶ φύσις γὰρ καὶ θέσις τοῦ τόπου καὶ περίβολος ἀρραγὴς συνδραμόντα δυσάλωτον ἢ ἀνάλωτον ἀπειργάσαντο) οἱ Σικελοὶ ἀπονητὶ τὸ πλέον εἰσῄεσαν,
15βραχὺν ἀναλωκότες καιρὸν εἰς τὴν παράστασιν τοῦ ἐρύματος. καὶ καινὸν οὐδὲν τὸ συμβάν, οὐδὲ θαυμάζεσθαι ἄξιον· οὐ γὰρ ἐπήρκεσεν ἂν αὐτὸ ἑαυτῷ τὸ φρούριον, κἂν ἦν ἀπροσμάχητον καθ’ αὑτό, οὐδὲ τοὺς ἐπιόντας ἐχθροὺς ἀπετρέψατο μὴ ἔνδον ἔχον φρουροὺς καὶ τὸ φυλακικὸν ἀξιόμαχον. ἀλλ’ εἶχε μὲν ἀριθμῷ καὶ τούτους πολλούς, εἰς ἄνδρα δ’
20οὐδένα συναλειφομένους ἀγαθὸν προφύλακα πόλεως· οἵ τε γὰρ ἐκ βασι‐ λέως ἀφιγμένοι ἔνδον προσέμενον μετὰ τοῦ σφῶν ἀρχηγοῦ (ἦν δ’ οὗτος ὁ Χαλούφης Νικηφόρος) καὶ τῶν Κορινθίων οἱ προύχοντες κἀκ τῶν πέριξ κωμοπόλεων οὐ βραχεῖαι μοῖραι ὡς εἰς καιριωτάτην τοῦ πολέμου ἀλεωρὴν εἰσεληλύθασι τὸν Ἀκροκόρινθον. ὁ τοίνυν τριηράρχης ἔνδον τοῦ φρου‐
25ρίου γενόμενος καὶ τὴν φύσιν τούτου κατασκεψάμενος, ἁπανταχόθεν οὖ‐ σαν ἀνεπιχείρητον, σὺν θεῷ πολεμῆσαι ἔφη καὶ θεὸν εἶναι τὸν τοιοῦτον αὐτῷ χῶρον κατασχεῖν παρασχόμενον, κακῶς φάσκων τοὺς ἔνδον καὶ
πλύνων ὀνείδεσιν ὡς ἀγεννεῖς τὰ πολέμια, μάλιστα δὲ τὸν Χαλούφην, ὃν75

Man1,pt2

76

καὶ γυναικὸς ὠνόμαζε μαλακώτερον μηδὲν ἐπισταμένης πλέον τῆς τα‐ λασιουργοῦ γυναικωνίτιδος. Ὡς δὲ καὶ τὸν ἐκεῖσε πλοῦτον ἐνέθετο ταῖς τριήρεσι καὶ τοὺς γένει λαμπροτάτους τῶν Κορινθίων ἐδουλαγώγησεν, ἐξῃχμαλώτισε δὲ καὶ
5τῶν γυναικῶν ὅσαι κάλλισται καὶ βαθύκολποι, μηδ’ αὐτῆς τῆς εἰκόνος τοῦ ἐν μάρτυσι μεγίστου καὶ διαβοήτου ἐν θαύμασι Θεοδώρου τοῦ Στρατηλάτου ἀποσχόμενος, ἀλλὰ καὶ ταύτην τῷ αὐτοῦ τεμένει ἀνακει‐ μένην ἀνελόμενος, οὐρίῳ καὶ φορῷ χρησάμενος ἀνήγετο πνεύματι, ὡς εἶχε, καὶ τὴν Κερκυραίων ἄκραν ἐν τῷ διάπλῳ ἐς τὸ ἀσφαλέστερον κα‐
10ταστησάμενος· ὅτε καὶ τὰς Σικελιώτιδας τριήρεις ἰδών τις εἶπεν ἂν σκοπιμώτατα μὴ νῆας εἶναι πειρατικάς, ἀλλὰ μυριοφόρους φορταγω‐ γούς, πολλῶν καὶ καλῶν χρημάτων οὔσας ὑπερβριθεῖς καὶ τῆς ἄνω εἰρεσίας ἐγγύς που βαπτομένας τῷ ῥεύματι. Ταῦτά τε οὖν ἐν ὠσὶν ἔνηχα ὄντα ἐλύπει τὸν αὐτοκράτορα Μανουὴλ
15καὶ Δία ἐποίει τὸν Ὁμηρικὸν ἀτεχνῶς συχνὰ τὸ ποιητέον ταῖς φρεσὶ μερμερίζοντα ἢ τὸν Νεοκλέους Θεμιστοκλῆν ἀεὶ ἐπὶ συννοίας ὁρώμενον καὶ ἀΰπνους νύκτας ἰαύοντα καὶ πρὸς τοὺς πυνθανομένους ἀποκρινόμενον ὡς καθεύδειν οὐκ ἐῴη Μιλτιάδου τὸ τρόπαιον. ξυνεκάλει τοίνυν εἰς τὴν τοῦ γενησομένου βουλὴν πάντα τῶν τακτικῶν ἐπιστήμονα καὶ δημηγό‐
20ρον εἰδότα λέγειν τῶν νιφάδων πυκνότερον. μία οὖν ἐκ πολλῶν ὡς ἀρίστη δέδοκτο βουλὴ καὶ τῷ αὐτοκράτορι ἐπεψήφιστο, μετελεύσεσθαι πολέμῳ τοὺς Σικελοὺς κατά τε ξηρὰν συγκροτηθέντι κατά τε θάλατταν, ὅτι καὶ ὁ ἀγὼν οὐ τὰς ἐλπίδας ἀγαθὰς ὑπετείνετο, οὐδ’ ὑπέβαλλε βραχέα τὰ προσιστάμενα, μέγιστος ἀναφαινόμενος καὶ τοῖς πάλαι ἀπειρημένος
25Ῥωμαίων ἄναξι.76

Man1,pt2

77

Συλλέγεται οὖν τὰ ἑῷα καὶ ἑσπέρια τάγματα. αἱ μὲν ἐπισκευάζονται τῶν τριηρέων, αἱ δὲ νεωστὶ πήγνυνται καὶ πρὸς τὸν πλοῦν ἀρτίωσιν δέχονται. αἱ πυρφόροι τὸ ὑγρὸν εἰσδέχονται πῦρ τῷ τέως ἠρεμοῦν ἀδιέκχυτον. ἀθροίζονται πεντηκόντοροι, ἀγείρονται μυοπάρωνες. αἱ
5ἱππαγωγοὶ ἀσφαλτοῦνται, αἱ φορταγωγοὶ πληροῦνται τῶν ἐδωδίμων, οἱ ἐπακτροκέλητες εὐτρεπίζονται. πάντα δὲ τὰ σκάφη τοῖς ἱστίοις πτερω‐ θέντα ἐκ τῆς ᾐόνος ἀνάγονται, ἐφ’ ἧς ἦσαν σαλεύοντα. συγκεκρότητο γοῦν ὁ στόλος ἀγχοῦ που τῶν χιλίων πλοίων, αἱ δὲ πεζικαὶ δυνάμεις ἐς μυριάδας ἠθροίσθησαν. ἔφριξαν ἂν καὶ Γίγαντες, εἰ παρῆσαν, τοιαύτην
10παρεμβολήν, ἐπεὶ καὶ εὐανδροῦσα ἦν ἡ Ῥωμαίων πᾶσα τῷ τότε καιροῦ καὶ τρέφουσα ἄνδρας ἡρωϊκὴν ἐνδεικνυμένους ἀλκὴν καὶ τὸ ὁπλιτικὸν οὐκ ἦν ἀγεννές, ἀλλὰ τὴν ὁρμὴν λεοντῶδες καὶ ἀνυπόστατον. ὁ γὰρ βα‐ σιλεύτατος τῷ ὄντι καὶ στρατηγικώτατος Ἰωάννης, ὁ τοῦ Μανουὴλ το‐ κεύς, οὐδὲ τἆλλα μὲν ἐσχεδίαζεν, ὅσα κοινὴν εἰσέφερε λυσιτέλειαν, τῶν δὲ
15στρατιωτικῶν καταλόγων διαφερόντως ἐφρόντιζε μάλιστα συχνοῖς τε πιαίνων φιλοδωρήμασι καὶ ταῖς καθ’ ὥραν γυμνασίαις ὑπαλείφων πρὸς ἔργα πολέμια. Οὕτω τοίνυν καί, ὡς ᾤετο, καλῶς τὰ κατὰ τὸν Σικελικὸν πόλεμον παρασκευασάμενος ἀνάγεσθαι μὲν κελεύει τὸν στόλον τοῖς ἐρέταις καὶ κε‐
20λευσταῖς λύσασι τὰ καρχήσια, μέγαν δούκαν προβαλόμενος τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν τὸν Κοντοστέφανον Στέφανον, ἀπαίρειν δὲ καὶ τὴν πεζὴν στρατιὰν ὑπ’ ἀρχηγοῖς ἑτέροις, ἀλλὰ δὴ καὶ Ἰωάννῃ τῷ μεγάλῳ δομε‐ στίκῳ, περὶ οὗ φθάσαντες ἐν πλείστοις παρεδηλώσαμεν. Εἶχε τοίνυν τὰς τριήρεις ἡ τῶν Φαιάκων πάραλος, ἣν καὶ διαμερίζον‐
25ται πρὸς ἐνόρμισιν αἵ τε τῶν Οὐεντανῶν συμμαχίδες νῆες καὶ αἱ Ῥω‐
μαϊκαὶ αὐταί, ἵν’ εἶεν οὕτως οἱ ναύσταθμοι τοῖς γένεσιν ἀμφοτέροις ἄμι‐77

Man1,pt2

78

κτοι καὶ τῶν ἐκ τῆς ἀναμὶξ ἀναστροφῆς ἄγευστοι διαφορῶν. μετὰ βραχὺ δὲ καὶ βασιλεὺς αὐτὸς ἔξεισι μετὰ τῆς στρατιᾶς. ἐξ ἐφόδου δὲ τοὺς Σκύθας διαθροήσας, οἳ τὸν Ἴστρον διαβάντες τὰ περὶ τὸν Αἷμον ἐσίνοντο, ἄρας ἐκ τῆς Φιλίππου τὴν εὐθὺ Κεφαλήνων ἐβάδιζεν.
5 Ἔστι δὲ ἡ Κερκυραίων ἄκρα αἰγίλιψ πᾶσα καὶ ἀγχινεφής, ἑλικοειδὴς τὴν θέσιν καὶ ὑψικόρυμβος, προσνενευκυῖα ἐς τὸ βάθιστον τῆς θαλάσσης. πέτραι δὲ περιερρώγεσαν αὐτὴν ἀμφίκρημνοι καὶ ἀπότομοι, τὸ δ’ ὕψος ὑπὲρ τὴν ᾀδομένην Ἄορνιν. τείχη δὲ ἀρραγῆ τὴν πόλιν περιείληφε πᾶ‐ σαν καὶ πύργων περιεστᾶσιν ὑψώματα, ἃ καὶ ποιοῦσι τὴν ταύτης παρα‐
10λογωτέραν ἅλωσιν. Αἱ μὲν δὴ ναυτικαὶ δυνάμεις τὴν ἄκραν περιστεψάμεναι παγχάλκοις περιείλουν ὅπλοις· πρὸ δὲ τοῦ πολέμῳ ἐπιβαλεῖν ἔγνω δεῖν ὁ βασιλεὺς δι’ ὁμογλώττων καὶ ὁμοφώνων πειραθῆναι τῶν ἔνδον, εἴ πως ὑπεκσταῖεν αὐτῷ τοῦ φρουρίου ἀμαχητί. ὡς δὲ τῶν λεγομένων ἀκουοὶ γεγονότες
15οὐδ’ ὅλως ὑπενεδίδοσαν, ἀλλὰ τέλεον ἀπηναίνοντο καὶ τὰς πύλας δὲ ἐπικλεισάμενοι καὶ ὀχεῦσιν αὐτὰς ἀσφαλισάμενοι φραξάμενοί τε ὡς εἶχον τὰ τείχη τοξόταις καὶ παντοίοις μηχανήμασι περιστέψαντες δῆλοι ἦσαν ἀκροβολιζόμενοι, τότε καὶ βασιλεὺς ἐφῆκε τοῖς τάγμασι τὰ ὅμοια δρᾶν καὶ παντοίως ἀμύνεσθαι τὸ ἀντίπαλον.
20 Ἐντεῦθεν Ῥωμαῖοι μὲν ὅσα καὶ εἰς οὐρανὸν ἠκόντιζον βέλεμνα, οἱ δ’ ὡς νιφετὸν κατέχεον τὰ τοξεύματα. οἱ μὲν τοὺς ἐξ ἀφετηρίων ἱεμένους λίθους ἀνώθουν, ἢ ἀνήρειπτον εἰπεῖν οἰκειότερον, οἱ δὲ χαλαζηδὸν αὐ‐ τοὺς ἐπηφίεσαν, ὡς συμβαίνειν τοὺς μὲν ἐξ ὑπερδεξίων καὶ ἀφ’ ὕψους βάλ‐ λοντας ἀπονητὶ καὶ ἐνεργὰ ἐπαφιέναι τὰ βέλεμνα, τοὺς δὲ ὡς ἀπὸ γῆς
25μαχομένους πρὸς τοὺς ἐν τῇ τῆς ἄκρας ὑπερβολῇ βραχέα ἢ οὐδὲν τὸ ἀντι‐ πῖπτον λυπεῖν. ὡς δὲ πάλιν καὶ πάλιν τὰ αὐτὰ καὶ ἐπὶ πολὺ δρώμενα
Ῥωμαίοις μὲν οὐκ ἦν ἐς ἐντελὲς ἀνύσιμα, εἰς δὲ θάνατον μάλιστα βλέποντα,78

Man1,pt2

79

τοῖς δ’ ἐντὸς ὡς ἀπαθέσιν οὖσιν ἀσπάσια, καινότερον ἀεί τι παρὰ τῶν κακῶς πασχόντων προσεφευρίσκετο, φιλοτιμουμένων ἐπ’ ὄψεσι βασι‐ λέως καὶ ἔργα χειρὸς ἀκμαίας ἐνδεικνυμένων καὶ καρτερίαν ἐν τοῖς δει‐ νοῖς, ἔτι δὲ μεθόδους ἐν τοῖς ἀπόροις πολλὴν βαθυγνωμοσύνην ἐκείνων
5κατηγορούσας καὶ ἐμπειρίαν τῶν τακτικῶν. ἀλλ’ ἠλέγχοντο τῶν ἀνε‐ φίκτων ἐρῶντες καὶ τοῖς ἀνηνύτοις ἐγχειροῦντες παντάπασι διακενῆς καὶ τὰ πρὸς χάριν καὶ εὐκταία δρῶντες μᾶλλον τοῖς πολεμίοις, οἷς ἄντικρυς πρὸς οὐρανὸν αὐτὸν διεφέροντο, ἢ γοῦν ἀεροβάμοσι διημιλλῶντο πτηνοῖς τὰς καλιὰς πηξαμένοις ἐπί τινος σκοπιᾶς καὶ ἐπετόξευον νέφεσι. τέλος δὲ καὶ
10αὐτὸς ὁ μέγας προσαπόλλυται δοὺξ λιθιδίῳ κατὰ τοῦ κενεῶνος πέτρας ἀπορραγέντι βληθείς, ἥνπερ ἐπαφῆκεν ὑψόθεν ἀφετήριον πολέμιον ὄργα‐ νον. Καὶ ὁ μὲν ἔκειτο ὀλιγοδρανέων κάρη βάλλων θ’ ἑτέρωσε, μετὰ μικρὸν δὲ καὶ ἐξ ἀνθρώπων ἐντεῦθεν ἐγένετο. πέρας δὲ ἡ ἐπ’ αὐτῷ πρόρρησις
15εἴληφε τοῦ πατριάρχου Κοσμᾶ τοῦ Ἀττικοῦ, ὃς μετὰ τὸν Ὀξείτην Μιχαὴλ τοὺς τῆς ἐκκλησίας ἐγχειρίζεται οἴακας ὑπεκστάντα τῆς ὑπερ‐ τάτης τῷ βουλομένῳ καθέδρας καὶ πρὸς τὴν νῆσον τὴν Ὀξεῖαν ἀπο‐ φοιτήσαντα, καθ’ ἣν τὸν ἄσκευον βίον καὶ ἀπέριττον ἐκ παιδὸς ἐπανῄ‐ ρητο· ἔνθα καὶ τὸν οἰκεῖον ἀποδοχμώσας αὐχένα πρὸς τῇ εἰσόδῳ τοῦ
20προνάου πατεῖν παρεῖχε τῷ εἰσιόντι παντὶ μοναχῷ, λέγων ἀξυμφόρως ἑαυτῷ τὴν ἡλικιώτιδα καὶ φίλην ἡσυχίαν παρώσασθαι καὶ ἐπ’ οὐδενὶ ξυνοίσοντι τὸν θρόνον ἀναβῆναι τὸν ὑπερύψηλον. Ὁ δὲ Κοσμᾶς ἦν μὲν τοῖς διακόνοις ἐνάριθμος, εἶχε δὲ πατρίδα τὴν Αἴγιναν, σοφίας δ’ ἁπάσης μεταλαχὼν ἐκ τοῦ τῶν ἀρετῶν ὁρμαθοῦ
25πλέον ηὔχει τοὐπίσημον. μάλιστα δὲ τῷ πολλῷ τῆς ἐλεημοσύνης ἐκέκαστο, ἥτις ὡς ἐν περιδερραίῳ κόσμῳ πολυτελεῖ προσπεπηγυῖα τῇ
ποικιλίᾳ τῶν ἀρετῶν δίκην ἀκτινώδους λίθου ἐπάμφαινεν· οὕτω γὰρ79

Man1,pt2

80

τὸν εἰς ἀνθρώπους ἔλεον ἔρρωτο, ὡς καὶ τὸν ἐπενδύτην αὐτὸν καὶ τὸν χιτῶνα ἐνιαχοῦ τοῦ σώματος καὶ τὴν ὀθονοσκεπῆ καλύπτραν τῆς κεφαλῆς διαδιδόναι πένησι καὶ πράγματα παρέχειν τοῖς ἀφ’ ἑστίας μὴ διφῶσι μόνον αὐτά, ἀλλὰ καὶ πρὸς εὐπορίαν ἄλλων τυρβαζομένοις.
5 Διὰ ταῦτα καὶ παρὰ πᾶσι μὲν ἦν αἰδέσιμος ὁ ἀνήρ, ὁ δὲ σεβαστο‐ κράτωρ Ἰσαάκιος, ὁ τοῦ βασιλέως Μανουὴλ αὐθόμαιμος, μόνον οὐκ ἐπέθυεν ὡς θεῷ, ἐκεῖνο θεοφιλὲς καὶ πρακτέον οἰόμενος, ὅπερ ἦν ὁ πατρι‐ άρχης ὑποτιθέμενος, κἀκεῖνο αὖθις θεομισὲς καὶ ἀπώμοτον, ὅπερ οὑτοσὶ ἀπηγόρευεν. ἡ γοῦν φατρία τῶν τότε ἀντιδόξων τῆς ἀρετῆς ἀρχιερέων
10καὶ τοῦ ἐργάτου ταύτης ἀντίθετος μοῖρα ἐνδιαβάλλουσι τὸν ἄνδρα τῷ βασιλεῖ ὡς τῷ ἀδελφῷ Ἰσαακίῳ τὴν βασιλείαν μνώμενον, λαθραίας τὰς προόπτους εἰς τὸ ἱερὸν ἀρχεῖον ἀνόδους τοῦ σεβαστοκράτορος ὀνομά‐ ζοντες καὶ κρυφιώδεις συσκευὰς τὰ οὐκ ἐν μυχῷ γῆς καὶ παραβύστῳ ἀλλ’ ἐφ’ ἡλίῳ συλλαλούμενα μάρτυρι.
15 Ὁ τοίνυν Μανουὴλ νέος ὢν ἔτι καὶ αὐτάρεσκος καὶ ἄλλως ὑπο‐ βλέπεσθαι τὸν ἀδελφὸν ὑπὸ τῶν τοῦ πατριάρχου κατηγόρων ὡς βασιλειῶντα ἐναγόμενος ἀνατρέψαι τοῦτον τοῦ θρόνου ἐζήτει. κἀπειδὴ ἅπτεται Μῶμος καὶ τῶν ἀψαύστων, ὡς οἴδαμεν, καὶ ἅπας, ὡς καὶ τοῦτο ἴσμεν, εἰς τὸ κακόν τι δρᾶν προσκλινέστερος, καθαιρέσει καθυποβάλλεται
20ὡς τῷ μοναχῷ δήπουθεν Νίφωνι συμφρονῶν. ἦν δὲ ὁ Νίφων συνήθης μὲν τῷ πατρὶ καὶ πολλάκις ἐκ τῆς αὐτῆς τραπέζης ἑστιαθεὶς καὶ στέγης ὁμοίως μετειληχώς, διεβέβλητο δὲ ὡς οὐκ ὀρθὸς εἴη τὰ ἐς πίστιν, διὸ καὶ
τὴν σχοινοτενῆ γένυν ἐκέκαρτο καὶ δεσμωτηρίῳ ἐνείρχθη παρὰ τοῦ80

Man1,pt2

81

πατριάρχου Μιχαήλ. ἦν οὖν ὁ Κοσμᾶς δι’ αὐτὸν ὑπ’ αἰτίαν ὡς ὁμόφρων τε καὶ ὁμόδοξος καὶ οἱ ἀντίδοξοι τῷ Κοσμᾷ εὐπροσώπου ταύτης ἀφορμῆς λαβόμενοι κατέτρεχον ἤδη καὶ λαμπρῶς ἐπέκειντο, κατὰ κράτος αἱρήσειν καὶ ὅλαις καθελεῖν ψήφοις αὐτὸν ἐπειγόμενοι. κρινόμενος οὖν, ἢ μᾶλλον
5κατακρινόμενος καὶ ἃ οὐκ ἐγίνωσκεν ἐρωτώμενος καὶ διὰ ταῦτα ἐξοστρακι‐ ζόμενος ζήλου πίμπλαται καὶ τὸ συνέδριον ἐκεῖνο περισκεψάμενος τῇ μὲν μήτρᾳ τῆς βασιλίδος ἐπιτιμᾷ μὴ παῖδα τεκεῖν ἄρρενα, ἀφορίζει δὲ καὶ τῶν περὶ τὸν βασιλέα τινὰς καὶ τὴν τότε συνελθοῦσαν εἰς αὐτοῦ καθ‐ αίρεσιν σύνοδον ὡς βασιλείους θύρας ἐκτρίβουσαν καὶ πρόσωπα λαμ‐
10βάνουσαν κἀκ τούτου μὴ κανονικῶς ἀλλ’ ἀθέσμως καὶ θρόνου καὶ ποίμνης αὐτὸν ἀπελαύνουσαν. Τότε τοίνυν ὁ Κοντοστέφανος, εἷς ὢν τῶν κυκλούντων θρόνον τὸν ἀνακτορικὸν τῶν ἐγγιζόντων τε βασιλεῖ καὶ προσδιαλεγομένων θαρρα‐ λεώτερον, δεινὰ πάσχοντι ἐῴκει διὰ τὴν τῆς δεσποινικῆς νηδύος ἐπι‐
15τίμησιν καὶ τὸν ζηλωτὴν ἐπὶ τούτοις ὑπὲρ τοὺς παρεστῶτας πάντας παρακαιρίως ὑποκρινάμενος ἐφίσταται τῷ πατριάρχῃ βράττων θυμῷ καὶ πὺξ πατάξαι τοῦτον διανοούμενος, κἂν ἐπέσχεν ἑαυτὸν τῆς ὁρμῆς. τοῦτο δὲ οὔτε τῷ βασιλεῖ ἐχέφρονος ἔργον ἔδοξε καὶ ἔδειξεν, οἷς ἠγανάκ‐ τησε, βαρέως ἐνεγκὼν τὸ γενόμενον· καὶ οἱ καθ’ αἷμα δὲ τῷ βασιλεῖ
20συναπτόμενοι καὶ τὸ ξυμπαρεστὼς γερούσιον ὡς ἀνόσια δρῶντι τῷ Κοντοστεφάνῳ ἐπέπληττον, μήτε μὴν πεφρικότι τὴν εὐρὺ μάλα τοῖς τὰ τοιαῦτα παρανομοῦσιν ἐπιχαίνουσαν γῆν. αὐτὸς δὲ ὁ πατριάρχης πραείᾳ οὑτωσί πως ἔφησε τῇ φωνῇ „ἄφετε αὐτόν, ὅσον οὔπω τὴν οἰκείαν πετραίαν ληψόμενον“, τὸν ἐκείνου μόρον ὅτῳ ξυμβαίη τρόπῳ
25γριφολογῶν ὧδε καὶ αἰνιττόμενος. Εἰ δὲ καὶ ἡ βασιλὶς διὰ ταυτηνὶ τὴν ἐπιτίμησιν τοῦ πατρὸς οὐκ ἤκουσε μήτηρ παιδὸς ἄρρενος, τοῦ θεοῦ τιμῶντος τὸν αὐτοῦ θεράποντα
καὶ θηλυτεκοῦσαν ἐκτελοῦντος καθ’ ὅλον τὸν ταύτης βίοτον, αὐτὸς μὲν81

Man1,pt2

82

σαφῶς οὐκ ἴσημι· ὅ γε μὴν βασιλεὺς εὐγνωμονῶν, ὡς ἔδειξε, καὶ τῷ ἔνδον καὶ οἰκείῳ κριτηρίῳ πληττόμενος, οἷς ἄνδρα δίκαιον θεοσεβῆ τε καὶ ἄμεμπτον καὶ μηδέν τι καθαιρέσεως διαπραξάμενον ἄξιον παρέλυσε τῆς ἀρχῆς, αἰτίαν ταύτην οὐχ ἑτέραν τῆς υἱοτοκίας διετείνετο στέρησιν.
5 Πεσόντος δ’ ὡς ἔφημεν τοῦ Κοντοστεφάνου, ὁ μέγας δομέστικος Ἰωάννης τῆς τριηραρχίας ἐπιλαμβάνεται, οὐχ ὥστε καὶ μέγας δοὺξ ὀνομάζεσθαι, ἀλλ’ ὅσον τοῦ στόλου ἐξηγεῖσθαι καὶ τοῖς γινομένοις ἐπιστατεῖν ὡς στρατηγίᾳ διαπρέπων ἀνὴρ καὶ κατὰ χεῖρα γενναῖος καὶ νοῦν ἡγεμονίας ἐπιστάτην πλουτῶν ἀξιώτατον. ὁ δὲ βασιλεὺς κατα‐
10τρίβειν ἐπιεικῶς τὸν καιρὸν εἰκῇ ἐν δεινῷ τιθέμενος καὶ τὰς ἡμέρας εἰς οὐδὲν ἀγαθὸν ἀναλίσκειν οὔκουν βουλόμενος, ὡς ὁ Κεφαλήνων βασιλεὺς Ὀδυσσεὺς τὰς ἡλίου πρότερον βοῦς, εἰς νῆα ἐνέβη τὴν στρατηγίδα καὶ κύκλῳ τὴν Κερκυραίων πᾶσαν κατωπτευκώς, οἷ προσβάλοι, ἐπιμελῶς κατεσκέπτετο (ἐς γὰρ μῆνας τρεῖς ἡ πολιορκία παρεξετείνετο), ὅτι μηδ’
15εἶχε τὴν Ὄσσαν ἀνασπᾶν ἢ τὸν Ἄθων ἐπικυλίνδειν καὶ ἀνατιθέναι τὰ ὄρη ἐπάλληλα καὶ τὴν ἄκραν οὕτως ποιεῖν ἁλώσιμον. ταῦτα γὰρ μεγαλουργία μυθικὴ καὶ ἀπίθανος. Ὡς δὲ πάντοθεν ἦν ἀπορούμενος, ἔδοξε κατά τινα φάραγγα, εὐέφοδα καὶ προσιτὰ τιθεῖσαν τὰ ἔνδοθεν, βαλέσθαι ξυλίνην κλίμακα, ἐς σχῆμα
20πύργων τεκτονηθεῖσαν κύκλωθεν. ἡρμόττοντο οὖν ναυπηγήσιμα ξύλα καὶ ἱστοὶ μεγάλων νηῶν συνεπήγνυντο καὶ οἱ μὴ ἐξικνούμενοι τοῦ ὕψους βλῆτρα ἐδέχοντο. ὡς δὲ ἔδει ποτὲ ἀρθῆναι καὶ παρὰ τὴν ἄκραν τεθῆναι τὴν πυργοειδῆ ταύτην κλίμακα, ἡ μὲν κορυφὴ αὐτῆς ῥαχίᾳ πέτρας καὶ πάγῳ προσήγγιζεν ὀκριόεντι, ὅθεν ὁ τῆς πόλεως τειχισμὸς
25ἀρχόμενος βάσιν ἐνεδίδου τοῖς ἀποβαίνειν ἐκ τῆς κλίμακος μέλλουσι καὶ82

Man1,pt2

83

πρὸς τοὺς ἐπὶ τοῦ τείχους ἀντιφέρεσθαι, ἡ δ’ ὑποβάθρα πλοίοις ἐπανέ‐ κειτο εὖ ἀραρυῖα καὶ πεπηγυῖα πρὸς τὸ ἔμπεδον καὶ ἀκράδαντον. Ἐπιλέγδην οὖν οἱ ἐπ’ αὐτῆς ἀναβησόμενοι ἐπεκρίνοντο καὶ οἱ ἁπάντων ἔξοχοι ἄλλων καὶ ἄλκιμοι κατὰ πόλεμον, ὅτι καὶ „ὁ τὸν
5βασιλέα φιλῶν καὶ φιλότιμος ἐν δεινοῖς ἀναβαινέτω“ βασιλεὺς αὐτὸς προεκήρυττεν. οὐδένα μὲν οὖν συνηγηόχει τὸ τοιοῦτον διακηρύκευμα, ἀλλὰ πάντες ἀνένευον πρὸς τὴν ἄνοδον τὸ τοῦ κινδύνου μέγεθος εὐλα‐ βούμενοι, ἕως Πετραλίφαι τινὲς αὐτάδελφοι τέσσαρες, ἐκ τοῦ τῶν Φράγ‐ γων γένους ὁρμώμενοι καὶ κατὰ τὸ Διδυμότειχον τὴν οἴκησιν ἔχοντες,
10ἐπέβησαν πρῶτοι τῆς κλίμακος τῷ βασιλεῖ πειθαρχήσαντες. τούτων γὰρ ἀποτεθαρρηκότων πρώτως τὴν ἄνοδον, μάλιστα δὲ πρὸ αὐτῶν τοῦ Πουπάκη, ὃς δορυφορῶν τὸν μέγαν δομέστικον ὅλως ἦν ἐνθεάζων πρὸς τὸ ἔργον τότε καὶ προαλλόμενος, καὶ ἕτεροι οὐκ ὀλίγοι κατὰ ζῆλον ἐπηκολούθησαν. πάντας μὲν οὖν ἀγάμενος ἦν τῆς προθυμίας καὶ τοῦ
15ταχέος ὁρμήματος ὁ κρατῶν, ἀφορίσας δὲ οὓς ᾔδει παρ’ ἀσπίδα πολλάκις ἐνιδρωκότας καὶ ἄντικρυς Ἄρεα πνέοντας καὶ ἐς τετρακοσίους ἠριθμη‐ κὼς ἀναβαίνειν διαφῆκε, πολλὰ πρότερον ἐς ἀνδρείαν παρακαλοῦντα τούτοις διαλεχθεὶς καὶ αὐτοῖς καὶ τέκνοις αὐτῶν ἁδρὰ γέρα καὶ ἀμοιβαίαν ἐπαγγειλάμενος εὔνοιαν.
20 „Εἴτε γάρ“ φησι „τοῖς ζῶσι σύνεστε, τὸν ἐφεστῶτα κίνδυνον δια‐ δράντες καὶ ἀρίστως ἀγῶνα τὸν προκείμενον ἀεθλεύσαντες, εὑρήσετέ με καὶ ὑπὲρ δόκησιν ἀντὶ δεσπότου καὶ βασιλέως πατέρα κηδόμενον· εἴτε τὸ ζῆν καταλύσετε, πατρίδι τιμὴν καὶ κλέος αὐτοῖς ἀρνύμενοι, οὐδ’ οὕτως τῶν εἰς δόξαν καὶ κειμένων ὑμῶν ἀφεξοίμην, ἀλλ’ οὕτως εὖ δια‐
25θήσομαι τὰ κατ’ οἶκον καὶ τέκνα καὶ ὁμολέκτρους ὡς ζηλωτέα τοῖς ἔτι περιοῦσι καὶ μακαριστέα δοκεῖν, καὶ αὐτοῖς δὲ ὑμῖν ὑπαπιοῦσι καθ’ ᾅδην ἀσπάσια, εἴ τις τέως καὶ ἐν νεκροῖς αἴσθησις, μηδὲ τὸ τῆς λήθης ποτὸν ἐγχεόμενον οὐ μόνον τὴν τῶν προλαβόντων ἀπαλείφει μνήμην, ἀλλὰ καὶ τὰ κατὰ τὸν βίον ἐπιγινόμενα οὔκουν ἐς ᾅδου ἐπεισρέειν ἀφίησιν, ὅπως
30τοῖς θανοῦσιν εἴησαν γνώριμα.“83

Man1,pt2

84

Πρῶτος οὖν ὁ Πουπάκης, ὡς ἔφην, τὸ σημεῖον τοῦ σταυροῦ διατυ‐ πώσας ἐν ἑαυτῷ τῆς ἀναβάσεως ἄρχεται καὶ μετ’ αὐτὸν οἱ Πετραλίφαι κασίγνητοι καὶ καθεξῆς ἕτεροι, ἕως πάντας ἡ κλῖμαξ ἐδέξατο. οὐδεὶς οὖν τῶν θεωμένων ἦν, ὃς ἐπὶ τῷ πραττομένῳ τούτῳ ἔργῳ οὐκ ἀνωλό‐
5λυξεν ὡς ἐπὶ καινῷ καρδιαλγήσας θεάματι, οὐδὲ δακρύων ὑποπλησθεὶς καὶ πατάξας τὸ στῆθος ἐθεοκλύτησε. καὶ ἦν γὰρ ἀληθῶς τὸ ὁρώμενον καταπλῆττον τὸν θεατὴν ὀφθαλμόν. οἱ μὲν γὰρ τοὺς θυρεοὺς ὑπὲρ κεφαλῆς ἐς τὸ ἀσφαλὲς ἀνατείναντες καὶ τὰ ξίφη σπασάμενοι τοῖς ἐκ τοῦ φρουρίου προσηγγικότες ἐκθύμως διημιλλῶντο, οἱ δὲ πάσαις κατ’ αὐτῶν
10ἐχρῶντο βολαῖς καὶ λίθους ἀπερρίπτουν χειροπληθεῖς. ἀλλ’ οὐδὲν ἤνυον· οὗτοι γάρ, ὅσα καὶ ἄκμονες ῥαϊστῆρσι, παντοίοις τυπτόμενοι βλήμασιν ἀκάμαντες ἦσαν καὶ ἀπερίτρεπτοι καὶ τὴν ἰσχὺν ἀνένδοτοι κἀπὶ τοῖς παροῦσι δεινοῖς ἀκατάπληκτοι. κἂν κάλλιστον εἰλήφει τέλος τὰ τοῦ ἀγῶνος τοῦδε καὶ Ῥωμαίοις ἐγεγόνει πάνυ κυδαντικά, νῦν δὲ ἀλλ’ ἡ ταῖς
15τῶν πράξεων μεγίσταις ἐπεισερχομένη ἀγεννὴς περίπτωσις καὶ τὸ ἄγαν ἀεί πως παρακολούουσα, ἀρχὴν ἀρίστην ὑποθεῖσα τῷ ἔργῳ καὶ τῇ προθέσει κατὰ βραχὺ ὑποθάλπουσα, περὶ τὸ πέρας ἠγνωμόνησε τὸ ἐπέραστον. ἤδη γὰρ τοῦ Πουπάκη τῆς κλίμακος ἀποβάντος καὶ τὼ πόδε ταῖς πέτραις ἐνερείσαντος, ὅθεν καὶ τοῖς ἐκ τῶν τειχῶν διεφέρετο, ἡ
20κλῖμαξ ἀποκαυλίζεται. καὶ οἱ μὲν ἄλλοι πάντες κύμβαχοι ἐπὶ βρεχμόν τε καὶ ὤμους ἐλεεινὸν ἐπανετρέποντο θέαμα καὶ ἄπιστος ὄψις οἰκτίρμοσιν ὀφθαλμοῖς, καὶ κακῶς παραπώλλυντο τοῖς τῶν κυμάτων διαύλοις φερόμενοι καὶ πέτραις καὶ νηῶν προσαρασσόμενοι καταστρώμασι κἀκ τῶν ὑψόθεν λίθοις καταχωννύμενοι, ὡς βραχεῖς ἀπ’ ἐκείνων δὴ τῶν
25πολλῶν τὸν κίνδυνον διεκφυγεῖν· ὁ δέ γε Πουπάκης τοὺς ἐν τοῖς τείχεσι διασοβήσας καὶ πυλίδα ἀναπεπταμένην εὑρὼν δι’ αὐτῆς ἐξέθορεν εἰς τὸ στράτευμα. καὶ ἦν τοῦτο οὐ Ῥωμαίοις μόνον καὶ βασιλεῖ δι’ ἐκπλή‐
ξεως, ἀλλὰ καὶ τοῖς ὑπεναντίοις αὐτοῖς διὰ θαύματος, οἳ καὶ τὸ ἀπάνθρω‐84

Man1,pt2

85

πον ὀνειδισθέντες καὶ τὸ τῆς γνώμης ἀνήμερον ἐπεγκληθέντες, οἷς κατα‐ λιθοῦντες ἦσαν τοὺς ἀνατραπέντας ἐκ τῆς κλίμακος, ἀπέσχοντο τοῦ δρᾶν οὑτωσί, τοὺς ἄνδρας αἰδεσθέντες τῆς γενναιότητος. Ἀλλ’ οὔπω ἀκριβῶς τὸ ἀτύχημα τοῦτο Ῥωμαίοις διεθρηνήθη καὶ
5τὴν ἐπ’ αὐτῷ τοῦ βασιλέως λύπην ὁ πάντα μαραίνων χρόνος διαφορήσας ἐλέανε, καὶ ἄλλη τις ἐπισυμπλέκεται συμφορὰ χείρων τῆς πρώτης καὶ κακὸν ἐπεισκωμάζει ἀξιοπένθητον ἕτερον. διαστασιάζονται Ῥωμαῖοι καὶ Οὐεντανοὶ κατὰ μέσην τὴν ἀγορὰν καὶ ἡ στάσις οὐκ ἐρεσχελίαι παρ’ ἑκατέρων πίπτουσαι τῶν γενῶν, οὐδ’ ἔπος αἰσχρόν, ὁποῖον ἐρρέθη,
10τοιοῦτον ἐπακουόμενον, οὐδ’ ἐβωμολοχεύοντο πρὸς ἀλλήλους ἢ κερτό‐ μοις οἱ στασιασταὶ ῥήμασιν ἐκομψεύοντο, οὐδ’ ἔβαλλον ὕβρεσι καὶ ἐπλύνοντο σκώμμασιν, ἀλλ’ αἱ χεῖρες εἶχον τὰ ὅπλα καὶ ἡ μάχη ἀγχώ‐ μαλος ἐκορθύετο. συχνοὶ οὖν οἱ κατὰ φήμην τοῦ κακοῦ μεθ’ ὅπλων ἑκατέρωθεν ἐπεισρέοντες καὶ τοῖς ὁμογενέσιν ἀρήγοντες, πολλοὶ δὲ καὶ
15οἳ ἐκεῖσε μὴ ὁπλενδυτοῦντες παρενέβαλον, γένει βασιλείῳ διαπρεπεῖς καὶ λαμπροὶ κατ’ ἀξίωσιν. καὶ τῶν Βενετίκων δὲ ἀφίκοντο οἱ γεραίτατοι ὡς σβέσοντες τὸ κακὸν καὶ διαλλακτῆρες ἐσόμενοι· ἀλλ’ οὐκ ἦν τῶν λεγο‐ μένων ἐπιστροφή, οὐδέ τις εἰσῄει τούτους αἰδὼς τῶν συνειλεγμένων μεγί‐ στων ἀνδρῶν. ὁ γὰρ Ἄρης ἐκπάγλως ἐμαίνετο καὶ προχύσεως αἱμάτων
20ἐρῶν ἐπισυνίστη μάλιστα τοὺς ὁπλίτας, καὶ τούτους ἐκ τοῦ τῶν Βενετίκων πλέον στρατολογήματος, καὶ κατεῖχεν οὐδέν, οὐδ’ ἐπέστρεφεν. ὅσον γὰρ ὁ μέγας δομέστικος τοὺς Ῥωμαίους ἀνέκοπτε τῆς ὁρμῆς καὶ τὰς τούτων ἐπισυνδρομὰς ἐπετείχιζε, τοσοῦτον ἐβαρυμηνίων Οὐεντανοὶ τῷ θυμῷ σφαδάζοντες κἀκ τῶν τριηρέων ἐξεχέοντο. ἰδὼν τοίνυν ὁ ἀνὴρ
25ὡς οὐδὲν ὠφελεῖ διαλλαγὰς μετιὼν καὶ ὡς ἄγει ἀναγκαία τὰ γένη μάχῃ
διακριθῆναι, τοὺς ἰδίους μεταπέμπεται δορυφόρους, οὓς ἐπὶ καιρῶν85

Man1,pt2

86

μάχης εἶχε χρησίμους ἑαυτῷ καὶ ὁπλίταις ἀγαθοῖς ἐκέχρητο, καὶ διαφίησι τοῖς Βενετίκοις. ἐξάγει δὲ καὶ μέρος τῆς στρατιᾶς. ἐπ’ ὀλίγον οὖν οὗτοι ἀντισχόντες τὰ νῶτα μεταβαλόντες προτροπάδην φεύγουσι καὶ ταῖς ναυσὶν ἄκοντες συνωθοῦνται, βαλλόμενοί τε καὶ ἀναιρούμενοι.
5 Πλὴν οὐδ’ οὕτω τῆς βαρβάρου γνώμης ἠρέμησαν ἢ τὰ ὅπλα μετὰ ἧτ‐ ταν κατέθεντο, ἀλλὰ κατὰ τὰ δυσθάνατα τῶν θηρίων ἐφαλλόμενοί τε καὶ προσαλλόμενοι ἐν δεινῷ τίθενται ὅτι μὴ Ῥωμαίων αὐτῶν ὑπερίσχυσαν. ἀμέλει καὶ κατὰ χέρσον οὐκέτι δυνάμενοι μάχεσθαι ἀποσαλεύουσι τὰς νῆας καὶ ἐξόρμους τιθέασι· καὶ κατά τινα νῆσον ἀναχθέντες ἀμφίρρυτον
10(ἡ Ἀστερὶς αὕτη οἶμαί ἐστιν, ἥν φασιν οἱ πάλαι κεῖσθαι μέσον Ἰθάκης καὶ τῆς τῶν Κεφαλήνων τετραπόλεως) ἐπιτίθενται ὡς πολέμιοι τοῖς ἐκεῖσε παρορμῶσιν ἐξ Εὐβοίας πλοίοις Ῥωμαϊκοῖς καὶ τὸ ναυτικὸν κακῶς διαθέμενοι, ὃ συνεπλήρουν οἱ Εὐβοεῖς μάλιστα, τέλος καὶ αὐτὰ τὰ σκάφη πῦρ ἐμβαλόντες ᾐθάλωσαν.
15 Τῷ κακῷ δὲ τούτῳ καὶ ἕτερον ἀτοπώτερον ἐπιφέροντες τὴν βασιλίδα νῆα κλοποφοροῦσι καὶ παρ’ ἑαυτοῖς θέμενοι πρῶτα μὲν τὰς ἐν αὐτῇ βασιλικὰς διαιτήσεις κοσμοῦσι πέπλοις χρυσοϋφέσι καὶ ἁλουργοῖς τάπησιν, ἔπειτα δ’ αὐτῇ ἐμβιβάσαντες ἀνδράριον ἐπίτριπτον, κελε‐ χρῶτά τινα Αἰθίοπα, εὐφήμουν ὡς βασιλέα Ῥωμαίων περιάγοντες
20μετὰ λαμπρᾶς στεφανηφορίας καὶ προπομπῆς, τὰ τῆς βασιλείας σεμνὰ διαπαίζοντες καὶ καταμωκώμενοι τὸν ἄνακτα Μανουὴλ ὡς μὴ ξανθί‐ ζοντα τὴν κόμην ὡς θέρος, ἀλλ’ ὑπομελαινόμενον τὴν μορφὴν κατὰ τὴν τοῦ ᾄσματος νύμφην τὴν λέγουσαν „μέλαινά εἰμι καὶ καλή, ὅτι παρ‐ έβλεψέ με ὁ ἥλιοσ“.
25 Ἀλλ’ εἶχε μὲν ἀξίαν ἐπιθεῖναι δίκην τοῖς βαρβάροις ἐκ τοῦ παραυτίκα ὁ βασιλεύς, δείσας δέ, μὴ ἐμφυλίου κινηθέντος πολέμου εἰς πλεῖον προ‐ χωρήσῃ τὰ ἄτοπα, πέμψας τῶν ἐξ οἰκείου γένους τινὰς ἀμνηστίαν
δίδωσι τοῖς Βενετίκοις ὧν τε εἰς αὐτὸν ἠνομήκασι καὶ ὧν εἰς Ῥωμαίους86

Man1,pt2

87

ὡς δυσμενεῖς ἐκακούργησαν, ἐπεὶ τὰ τῆς ἀμύνης ἑώρα πως οὐκ ἀκίνδυνα, πρὸς ἄλλα τοῦ καιροῦ ῥέπειν ἐπείγοντος. πλὴν εἰ καὶ τὸν χόλον αὐτῆμαρ κατέπεψεν, ἀλλ’ ὡς ἐν σποδιᾷ ἔναυσμα τὸν κότον ἐνέθαλπε τῇ ψυχῇ, ἕως τῶν πραγμάτων ἐνδιδόντων αὐτὸν ἐξεπύρσευσεν, ὡς κατὰ καιρὸν
5τὸν οἰκεῖον ῥηθήσεται. Τότε γοῦν φιλιωθέντων αὖθις ἀμφοτέρων τῶν στρατευμάτων, εἰς πολιορκίαν ἐξάγει τὰς φάλαγγας, καὶ κατὰ θάλασσαν, ἐν οἷς παρείκοι, τὸ πόλισμα κυκλωσάμενος παντοῖος ἐγίνετο, ὥσπερ πρὸς ἑαυτὸν ἁμιλλώμενος ἐνεργότερος δείκνυσθαι, εἴ πως παραστήσασθαι δυνηθείη
10τοῦτο καὶ ἐξελεῖν. ἔκ τε οὖν τῶν πετροβόλων ὀργάνων τὰ βάρη τῶν λί‐ θων ἠφίετο συνεχέστερα καὶ οἱ τοξόται παρὰ μαζὸν ἀεὶ πελάζοντες τὰς νευρὰς καὶ ἕως τῶν γλυφίδων ἕλκοντες νιφάδεσσιν ἐοικότα χειμερίῃσι κατὰ τῶν ἐπὶ τοῦ τείχους τὰ βέλη ἔπεμπον. ἦσαν δὲ κατὰ πολλὰ μέρη τοῦ ἐρύματος καὶ οἳ διὰ τῶν φαράγγων δίκην αἰγάγρων ἐκρημνοβάτουν·
15ἐπεραίνετο δὲ οὐδὲν ἀλλ’ ἢ ὅσον μὴ ἀεργὸν ὁρᾶσθαι τὴν στρατιάν. οἱ γὰρ ἔνδον καὶ αὐτοὶ γενναίως ἀπεμάχοντο, ὑποκατιέναι μὲν καὶ συστάδην ἀντιπλέκεσθαι Ῥωμαίοις οὐμενοῦν οὐδαμῶς δοκιμάζοντες, ἀπὸ δὲ τῶν τειχῶν παντοδαπῶς ἀμυνόμενοι καὶ βέλεσι καὶ λίθων ἀφέσεσι κακοῦντες τὸ ἀνθιστάμενον.
20 Ὡς ἔγνω τοίνυν ἀδυνάτοις ἐπιχειρῶν, μεταναστεῦσαι μὲν ἐκεῖθεν καὶ τὴν πολιορκίαν ἀφεικέναι ἀτέλεστον οὐκ ἔκρινε δεῖν καὶ ἀδοξίας ἑαυτῷ παραίτιον ὑπετόπαζεν, εἰ πολλὰ καμὼν καὶ οὐκ ὀλίγας ἴλας ἀπολωλε‐ κὼς στρατιώτιδας οὐχ ἕξοι φρούριον ἓν ἐξελεῖν, καὶ τοῦτο πρότριτα Ῥωμαίοις ὑπόφορον, βόσκοι δὲ καὶ ἐπὶ τῆς οἰκείας χιλίους λῃστὰς
25ὁρμητήριον παρεὶς καὶ νεώσοικον ταῖς Σικελιώτισι τριήρεσι κατὰ Ῥωμαίων τὰ Κέρκυρα. ἐπεβάλετο τοίνυν χρονοτριβεῖν· ἄλλη γὰρ οὐδεμία τις ἐλπὶς ὑπελείπετο τοῖς χρηστοτέροις αὐτὸν ὑποσαίνουσα, διὰ δὲ τῆς πολυημέρου προσεδρείας συμπείσειν ἄκοντας ᾤετο τοὺς ἐπὶ τῆς
φρουρᾶς καταπροδοῦναί οἱ τὸ φρούριον καὶ σφᾶς προσαναθήσειν αὐτῷ.87

Man1,pt2

88

ὅθεν οὐδὲ τοῦ καλοῦ τῆς προσδοκίας ταύτης ἐκπέπτωκεν, οὔτε μὴν διήμαρτε τοῦ σκοποῦ. Ἡμέρας γὰρ διαλιπόντες τινὰς διαπρεσβεύονται καὶ δέονται καιρὸν αὐτοῖς ὑποχωρήσεως ἐνδοθῆναι, ὡς ὅπλων καὶ τῶν ἄλλων ἦσαν ἔχοντες.
5ὡς γὰρ ἑώρων βασιλέα μὲν οὐκ ἂν αὐτοὺς ἐπὶ χώρας μένειν ἀνήσοντα, τὰς δ’ ἐλπίδας σχαζούσας εἰς κενόν, αἷς ἐβουκολοῦντο καθ’ ὥραν τὴν ἀπὸ τοῦ ῥηγὸς ἐπικουρίαν προσδεχόμενοι, ἅμα δὲ καὶ τὸν λιμὸν αὐτοὺς ἠρέμα ἐπιβοσκόμενον, τὴν εἰρημένην ἐτράποντο. ἐνῆγε δὲ πρὸς τὸ τοιοῦτον μάλιστα ἔργον ὁ καστελάνος Θεόδωρος, ὃς τῆς φρουραρχίας
10προΐστατο, οὐκ ὢν αἱμάτων ἀνήρ, ἀλλὰ τῆς ἀγέλης πλέον Χριστοῦ καὶ προτιθεὶς εἰρήνην τῆς διαστάσεως καὶ φιλορώμαιος, ὡς ἔδειξεν ὕστερον. Βασιλεὺς τοίνυν ὠσὶν ἑστῶσιν ἀκούσας τὴν ἀγγελίαν ἐζήτει θεά‐ σασθαι καὶ πέρας αὐτίκα τὸ ἐφετόν. πρὸ δὲ τοῦ τὰς ἀποκρίσεις ἱλαρὰς ἀποδοῦναι ἑαυτὸν εἰδωλοποίει τραχὺν καὶ ὑπερορίοις ἀπειλαῖς ἐ‐
15κέχρητο, εἰ μὴ δρῷεν ὅσα ἡ πρεσβεία κατεπαγγέλλεται. ὡς οὖν ὀψὲ προσ‐ ερρύησαν, οὐδὲ τότε ὁμοῦ πάντες, ἀλλὰ κατὰ βραχεῖς, καὶ πεῖραν τοῖς ἐπιμένουσιν οἱ ἐξιόντες διδόντες, ὡς οὐχ ὑπερόπτης ὁ βασιλεύς, οὐδέ τι τῶν ἀέλπτων ἐπιτελῶν, ἀλλ’ εὐμενῶς αὐτοὺς προσιέμενος μετὰ φιλο‐ φροσύνην καὶ δεξίωσιν ἱκανὴν αὐτοὺς ἑλέσθαι τὸ ποιητέον καὶ τὸ δοκοῦν
20ὠφέλιμον ἐγκελεύεται· ἑαυτῷ γὰρ μὴ εἶναι πρὸς τρόπου, μηδ’ ἄλλως κρίνειν βασιλικόν τε καὶ ἐλευθέριον ἢ μένειν ἐθέλοντας ἀπελαύνειν ἢ ἀπιέναι βουλομένοις προσίστασθαι. πολλοὶ μὲν οὖν συμπαρέμειναν βασιλεῖ καὶ πρὸ πάντων ὁ καστελάνος Θεόδωρος, οἱ δὲ λοιποὶ πρὸς τὴν πατρίδα Σικελίαν ἀνήχθησαν.
25Βασιλεὺς δὲ παριὼν εἴσω τῆς πόλεως καὶ τὴν ἄκραν καταπλαγεὶς
ὡς ὅπλοις οὐδ’ ὅλως ἁλώσιμον καὶ φρουρὰν ἐπιστήσας ἀκριβεστάτην88

Man1,pt2

89

ἐκ Γερμανῶν ἄρας ἐκεῖθεν μεθ’ ἁπάσης ὡς εἶχε τῆς στρατιᾶς εἰς τὸν Αὐλῶνα μετασκηνοῖ· ἔνθα ἱκανὰς ἡμέρας ἐναυλισάμενος τὴν εἰς Σικελίαν κυροῖ περαίωσιν, γνωματεύων ἤρεμον εἶναι τὸν μαχόμενον καὶ εἰρήνης τὸν πόλεμον πρύτανιν κἀκείνας εὐδαιμονεῖν τῶν πόλεων, ὅσαι μὴ τοῖς
5τείχεσι, τοῖς δ’ ἔγχεσι φράγνυνται, ὡς τούς γε δι’ εἰρήνην τὸν πόλεμον ἀλυσκάζοντας λεληθέναι ἄντικρυς ἔφασκεν ἑαυτοὺς ὅτι πλείονες ἐντεῦθεν ὡς ἐκ πολύχοος γηδίου φύονται οἱ διάφοροι, ἣν ἔχουσιν ἀρχὴν περι‐ κόπτοντες καὶ σταθερᾶς εἰρήνης οὐδαμῶς ἀπολαύοντες. ἀλλὰ „δειλοί“ φησιν ὁ Δαυὶδ „οἱ τῶν ἀνθρώπων εἰσὶ διαλογισμοὶ καὶ ἐπισφαλεῖς αἱ
10τούτων ἐπίνοιαι, ἡ δὲ βουλὴ τοῦ Κυρίου βεβαία καὶ ἀμετάπτωτος, οὐδ’ ἔστιν ὅστις τῶν ἁπάντων αὐτὴν παρακρούσεται“. Τότε τοίνυν τὸν Μανουὴλ στηρίξαντα τὴν εἰς Σικελίαν κέλευθον καὶ πρὸς τὴν νῆσον κατάραντα, ἥτις Ἀειρρονήσιον ἐπικέκληται, τοῦ ἐγχειρήματος ἐπέσχον διακυκήσασαι τὸ πέλαγος λαίλαπες καὶ κατα‐
15ποντιστικὰ τοῦτο διαταράξαντα πνεύματα βροντῶν τε μυκήματα ἐξαισίων καὶ ἀστραπῶν ἐκπυρηνίσματα τερατώδη καὶ ἀνάμματα φοβερώτατα. καὶ αὖθις δ’ ἐπιβαλλομένῳ καὶ τὴν περαίωσιν ἐπισπεύ‐ δοντι οὐχ ὑπέθηκεν ἑαυτὴν ἡ θάλασσα ταῖς ναυσίν, ἀλλ’ ἀνεπήδα καὶ ἀνεβράσσετο κάτωθεν. ὡς οὖν ἀντέστησαν αἱ ἀντίπνοιαι διαλύσασαι τὰ
20σκάφη γνόφῳ βαθεῖ, μόλις μὲν τῇ χέρσῳ τινὰ τούτων προσώκειλαν, καὶ αὐτὸς δὲ βασιλεὺς διεξέπλευσε βραδέως τὸν κίνδυνον, τὰ δὲ λοιπὰ διεσπάρη ἄλλα ἄλλοθι καὶ πάρεργον ἐγεγόνει κλύδωνος. Τῷ τοι τὴν δι’ ἑαυτοῦ πρὸς Σικελίαν περαίωσιν ὡς ἀσύμφορον παρωσάμενος ἀπαίρει μὲν ἐκ τοῦ Αὐλῶνος ὡς ἔχων ἦν τῶν δυνάμεων,
25εἰς δὲ Πελαγονίαν ἀφιγμένος καὶ καταστήσας ὡς ξυνοῖσόν οἱ ἐδόκει τὰ89

Man1,pt2

90

πράγματα κατὰ Σέρβων ἔγνω μεταθέσθαι τὸ πρόθυμον. οὗτοι γάρ, ἕως μὲν τὰ τῆς ἀρχῆς ἠρέμει τῷ αὐτοκράτορι, εὔνουν ἐπλάττοντο πρόσωπον καὶ τὴν γλῶτταν ἐπλούτουν πρὸς τὰ ἐν μυχῷ τῆς καρδίας ἀντίφθογγον· ἐπειδὴ δὲ κατά τε γῆν κατά τε θάλατταν ἐπεισήρρηκεν
5ὅσα ἐπετέμετο ἡ ἀφήγησις, ἀνεθάρσησάν τε παρὰ τὸ δέον, καταχρησά‐ μενοι τῷ καιρῷ, καὶ κατὰ Ῥωμαίων ὅπλα ἤραντο καὶ κακῶς διέθεντο τὰς ὑπὸ Ῥωμαίους ὁμόρους αὐτοῖς χώρας. καὶ δὴ τὸ εὔοπλον ἀπολαβὼν τοῦ στρατεύματος καὶ ἀποτάξας αὐτὸ πρὸς τὸ εὔζωνον τὴν Σερβίαν εἴσεισι, τὸν δὲ ταύτης σατράπην οὐ διέδραμεν ἡ κατ’ αὐτοῦ βασίλειος
10ἐπέλευσις, κἂν ἠπείγετο λήσειν ὁ βασιλεύς· οὐκ ἔχων δ’ ὅ τι καὶ δια‐ πράξαιτο, μηδὲ συνορῶν ἑαυτὸν ἀγωνιστὴν πρὸς τὰς Ῥωμαϊκὰς δυνάμεις ἀνανταγώνιστον, ἀφίσταται μὲν τῶν πεδινῶν, εἰς δὲ τὰ ὄρη αἴρει τοὺς ὀφθαλμούς, ὅθεν προσεδόκα ἥξειν αὐτῷ τὴν βοήθειαν. τὰς δὲ τῶν οἰκείων πληθῦς, ὅσα καὶ θρεμμάτων ἀγέλας τὰ χλωρὰ δρεπομένων
15τῆς ὕλης, ἀφῆκε τοῖς ἐπιοῦσιν εἰς διασκόρπισιν καὶ ἀναίρεσιν ἐπιτρέψας ἑκάστῳ τὴν διὰ φυγῆς εὕρασθαι σωτηρίαν καὶ πρίασθαι ποσὶ τὴν ζωὴν ὡς παράδειγμα αὐτὸν ἀποβλέπουσι. καὶ ὁ μὲν Σερβάρχης οὕτω διενοήθη καὶ διεπράξατο καὶ ταῦτα ἦν τοῖς ὑπ’ αὐτὸν ὑποθέμενος· βασιλεὺς δὲ ὡς λέων ἀλκῇ πίσυνος βουκόλια βοῶν ἢ αἰγῶν αἰπόλια τὰ τῶν βαρ‐
20βάρων κείρας συστήματα καὶ πολλὰς μὲν συγκτήσεις πυρὶ παραδούς, οὐκ ὀλίγων δὲ σωμάτων ἐγκρατὴς γεγονὼς ἐκεῖθεν ἐπάνεισι. Καὶ γράμμα εὐθὺς εὐάγγελον ἐχαράττετο τοῖς τῆς πόλεως σημαῖνον οἰκήτορσι τὰ ἐξ ὑπογυίου ταυτὶ κατορθώματα· καὶ ὁ τοῦτο ἀποκομίζων διαγγελεὺς ὁ μέγας ἦν δομέστικος. μετὰ βραχὺ δὲ καὶ ὁ τῶν ἀνδραγαθη‐
25μάτων ἐπιφθάνει πατήρ, καὶ καταγαγὼν ἐπὶ τοῖς τελεσθεῖσι τούτοις
περιφανῆ θρίαμβον καὶ παρὰ τοῦ δήμου καὶ τῆς συγκλήτου πάσης90

Man1,pt2

91

εὐφημηθεὶς καὶ τῇ τῶν κρότων ὑψηγορίᾳ διαχυθεὶς εἰς ἁμίλλας ἵππων ἀπεῖδε καὶ θέατρα. Ἄρτι δὲ τοῦ ἔαρος ὑποφαίνοντος τὴν Πελαγονίαν αὖθις κατέλαβε. καὶ ἐπείπερ ἡ πρὸς Σικελίαν ἄφιξις αὐτῷ ἀπηγόρευτο, χρήμασιν ἐφοδιά‐
5σας πολλοῖς ἄνδρα δραστήριον, τῶν ἐπισήμων ἕνα καὶ εὐγενῶν, τὸν Παλαιολόγον φημὶ Μιχαήλ, καὶ στρατιὰν αὐτῷ παραδοὺς ἱκανὴν καὶ χεῖρα συχνὴν ἐγχειρίσας ἐκεῖσε ἐξέπεμψεν. ὁ δὲ κατὰ τὸ βασιλεῖ δοκοῦν εἰς Βενετίαν ἀφίκετο πρότερον καὶ μισθοφορικὸν ἐκεῖθεν ἀγηοχὼς κἀκ τῶν Ἰταλιωτίδων χωρῶν στρατολογήσας ἁδρὸν κοντοφορικὸν καὶ
10γενόμενος ἤδη μεγαλοδύναμος πρὸς τὴν Λογγιβαρδίαν κατέπλευσε καὶ συμμίξας ταῖς ἐκεῖσε δυνάμεσι τοῦ ῥηγὸς τροπαιοφορεῖ κατ’ αὐτῶν καὶ νίκαις ἀναδεῖται λαμπραῖς, ἔχων ἐπὶ πᾶσι συγκροτοῦντά οἱ καὶ συν‐ αντιλαμβανόμενον καί τινα κόμητα Ἀλέξανδρον, ἐκ ταὐτοῦ μὲν ἀπορ‐ ρύεντα αἵματος τῷ ῥηγί, προσκεχωρηκότα δὲ προσφάτως Ῥωμαίοις δι’
15ἃς ὑπέστη παρ’ αὐτοῦ συμφοράς. καὶ ὁ μὲν Παλαιολόγος ἀεί πως ἐν‐ επλατύνετο καὶ σπείρων φιλοτίμως οὐ διαδιδοὺς τὰ χρήματα ἐλύπει καιρίως τὸν ῥῆγα καὶ ἐσέτι δράσων ἐκεῖνον ἐπίδοξος ἦν τὰ ἀνήκεστα, πλείστας τῶν ἐκεῖθι πόλεων τὰς μὲν ὁμολογίᾳ χειρούμενος, τὰς δὲ καὶ καταστρέφων.
20 Ἀλλὰ καὶ λίθων μετενεχθέντων ἐκεῖθεν καί τινων ἀναπεμφθέντων αἰχμαλώτων τῷ βασιλεῖ, πόλις κατὰ τὴν τῶν Αἰγαιοπελαγιτῶν χώραν
τειχίζεται, Βάρη καὶ Αὐλωνία παρωνύμως ἐσέτι ὠνομασμένη.91

Man1,pt2

92

Βασιλεὺς δὲ αὐτὸς αὖθις μαθὼν κακουργεῖν τὸν Σερβίας δυναστεύοντα οὔρεσιν καὶ χείρονα δρᾶν τῶν προτέρων, ὡς καὶ σπείσασθαι κατὰ Ῥωμαίων τοῖς γείτοσι Παίοσι, δισσεύει κατ’ αὐτῶν ὡς μὴ ἀξιομάχων ἀφροντιστῶν. οἱ δὲ καὶ ὑπὲρ δόξαν χεῖρας ἀντῆραν καὶ τὸν κατ’ ὀφθαλ‐
5μὸν ἐθάρρησαν πόλεμον πλεῖστον συμμαχικὸν Οὐννικὸν ἐπαγόμενοι. ὅτε καὶ ὁ Καντακουζηνὸς Ἰωάννης συμπλακεὶς τοῖς βαρβάροις καὶ μέχρι τοῦ δοῦναι καὶ λαβεῖν ἐγκαρτερήσας πληγὰς δακτύλους τῶν χειρῶν ἀπεβάλετο, πολλῶν ἐπιβρισάντων αὐτῷ Σέρβων. καὶ βασιλεὺς δὲ αὐτὸς κατὰ μονομαχίαν τῷ ἀρχιζουπάνῳ Βακχίνῳ προσέμιξεν, ἡρωϊκὸν προ‐
10φαίνοντι σῶμα καὶ αὐτουργοὺς χεῖρας ἐξ ὤμων φύοντι· καὶ ὁ μὲν κατὰ τῶν προσώπων πλήττει τὸν βασιλέα καὶ διαθλᾷ τὸ ἐκ τοῦ κράνους κατακεχυμένον τῶν ὄψεων ἐκείνου σιδήρεον παραπέτασμα, ὁ δὲ τὴν χεῖρα τούτου τῷ ξίφει διήλασε καὶ ἀπόλεμον ἔδειξε καὶ ζωγρίαν ἐκ τοῦδε συνείληφεν.
15 Ὡς δὲ καὶ οὕτω τοῖς Ῥωμαίοις αἰθρία νίκης ἐπέλαμψε, τῶν βαρβάρων διαλυθέντων δίκην νεφῶν, κἀκ τῶν ἐπαριστέρων ἀρχῶν εἰς τέλος ἀπ‐ ήντησεν ὁ πόλεμος δεξιώτατον, κατὰ τῶν Οὔγγρων ὁρμᾷ, μήπω τὴν τῆς μάχης κόνιν ἐκ τῶν προσώπων ἀπομορξάμενος, ἀλλ’ ἔτι θερμοῖς ἱδρῶσι σταζόμενος, ἐπίκλημα φέρων τὴν τῶν Σέρβων ἐπικουρίαν καὶ τὴν
20ἀπουσίαν ἁρπάζων τοῦ ἐπαρήξοντος· ὁ γὰρ τῶν Οὔγγρων ῥὴξ οὐκ ἦν κατὰ χώραν τοῖς γειτνιῶσι Ῥὼς συμπλεκόμενος. Καὶ δὴ τὸν Σάουβον διαβὰς ποταμὸν καὶ τῷ Φραγγοχωρίῳ ἐμβαλὼν (ἔστι δὲ τόδε τμῆμα τῆς Οὐγγρίας οὐ τὸ ἐλάχιστον ἀλλ’ ἱκανῶς πολυ‐ άνθρωπον, μεταξὺ Ἴστρου καὶ Σαούβου τῶν ποταμῶν ἀναπεπταμένον,
25καθ’ ὃ καὶ φρούριον ἐρυμνότατον ἔκτισται, ὃ Ζεύγμινον ἐπικέκληται)
χειρίστως τὰ ἐκεῖ διέθετο. τότε καί τις Παίων, μεγέθει μέγιστος καὶ92

Man1,pt2

93

ἀνδρεῖον προφαίνων ψυχῆς παράστημα, τῶν ἄλλων ἀποδιαστὰς ἐς αὐτὸν βασιλέα θυμῷ φέρεται, ὁ δὲ τοῦτον ὑποστὰς ἐς τὸν ὀφθαλμὸν τὸ ξίφος διελᾷ καὶ ἀφίστησι τῆς ζωῆς. πολλοὺς τοίνυν ζωγρίας λαβὼν καὶ πραγμάτων οὐκ ὀλίγων γενόμενος ἐγκρατὴς πρὸς τὴν βασιλίδα πόλιν
5ἐπάνεισιν. Ἐς δ’ ὅσον πλεῖστον ἀπομηκύνας τὸν θρίαμβον λαμπρότατα ὡς ἐνῆν διὰ τῶν τῆς πόλεως ἀμφόδων ἐπόμπευσεν. ὑπεξῆραν δὲ τὴν τηνικαῦτα κομψότητα τῆς πομπῆς τῶν Οὔγγρων οἱ νεαλεῖς καὶ τῶν Σέρβων οἱ δορυάλωτοι στολὰς ἐνησθημένοι λαμπρὰς καὶ ὑπὲρ τύχην
10ὁρωμένας αἰχμάλωτον, βασιλέως αὐτὰς παρασχομένου, ὡς ἂν εἴη καὶ ἐντεῦθεν ἡ νίκη περίδοξος καὶ τοῖς πολίταις αὐτοῖς διὰ θαύματος καὶ ὅσοι μὴ ἐνδαποί, ὡς ἀνδρῶν κεχειρωμένων κατὰ τὸν πόλεμον τῶν ἐκ γένους ἐπισήμου καὶ ἀξίων τοῦ περιβλέπεσθαι. θαυμαστὴν δ’ ἐποίει τὴν τότε πομπαίαν πανήγυριν καὶ τὸ μὴ παριέναι ἀθρόους τοὺς αἰχμαλώτους,
15ἀλλὰ κατὰ συμμορίας καὶ ἐκ διαλειμμάτων ἀφεστῶτας ἀλλήλων, ὡς κλέπτεσθαι τὴν ὄψιν ἐντεῦθεν τῶν θεωμένων καὶ ὑπὲρ τοὺς ὄντας τοὺς παριόντας φαντάζεσθαι. Ἐν τούτῳ δὲ καὶ Σκυθῶν τὸν Ἴστρον διαπεραιωσαμένων καὶ τὰ περὶ τὸν ποταμὸν τοῦτον ληϊζομένων Ῥωμαϊκὰ φρούρια, στέλλεται κατ’
20αὐτῶν Καλαμάνος τις. ἀλλ’ οὗτος μὴ δεξιῶς διαστρατηγήσας τὸν κατὰ Σκυθῶν πόλεμον ἡττήθη τε ὑπ’ αὐτῶν κατὰ κράτος, ὡς αἱ τάξεις ἐρρώ‐ γεσαν, καὶ ἄνδρας ἀγαθοὺς ἀπεβάλετο καὶ αὐτὸς δὲ καιρίας ἐς τὸ σῶμα δεξάμενος τὸ ζῆν μετήλλαξεν. οἱ δὲ Σκύθαι κατὰ τὸν αὐτοῖς εἰωθότα τρόπον λείαν τὰ ἐν ποσὶ θέμενοι καὶ ἀναθέμενοι τοῖς ἵπποις τὰ λάφυρα
25νόστου ἐμνήσαντο.93

Man1,pt2

94

Ῥᾴων δὲ αὐτοῖς ἡ τοῦ Ἴστρου περαίωσις, εὐχερεστέρα δὲ καὶ ἡ κατὰ προνομὴν ἐπέλευσις, οὐ κοπηρά τε καὶ ἐργώδης ἡ ἀναχώρησις. ὁπλισμὸς γὰρ αὐτοῖς γωρυτὸς ἐπὶ τῆς ἰξύος ἐξηρτημένος πλάγιος καὶ καμπύλα τόξα καὶ ἄτρακτοι. εἰσὶ δ’ οἳ καὶ δοράτια κραδαίνουσι περιελίσσουσί τε
5κατὰ τὸν πόλεμον. ὁ δ’ αὐτὸς ἵππος καὶ τὸν Σκύθην ὀχεῖ, διὰ μαχησμοῦ φέρων τοῦ πολυάϊκος, καὶ τροφὴν χορηγεῖ σχαζομένης φλεβός, ὡς δέ φασι, καὶ ὀχευόμενος τὴν ἄλογον ἀφροδίτην τοῦ βαρβάρου ἀποκενοῖ. σχεδιάζει δὲ τοῖς Σκύθαις τοῦ ποταμοῦ τὴν διάβασιν κάρφης πλήρης διφθέρα, λίαν ἐς τὸ ἀκριβὲς σύσπαστος, ὡς μηδὲ βραχὺ λιβάδιον ἐπεισρέ‐
10ειν ἔνδοθι. οὐκοῦν ταύτην περιβὰς ὁ Σκύθης, ἱππείας ἐξημμένην οὐρᾶς, καὶ τὴν ἀστράβην ἐπαναθεὶς καὶ ὅσα τοῦ πολέμου ὄργανα διαπλωΐζεται, οἷα σκάφος λαίφει τῷ ἵππῳ χρώμενος, καὶ τὸ τοῦ Ἴστρου διανήχεται πέλαγος. Καὶ ὧδε μὲν εἶχε ταυτί. ὁ δέ γε Παλαιολόγος τὸν φιλοπράγμονα
15αἰτίαν ἀπειληφὼς καὶ τὸν δαπανηρὸν Ῥωμαίοις ἀξυντελῶς, ἐξ ὅτου Καλαβρίας ἐπέβη, τῆς στρατηγίας παραλύεται, στέλλεται δ’ ἀντ’ αὐτοῦ ὁ Κομνηνὸς Ἀλέξιος, ὁ τοῦ Βρυεννίου καίσαρος υἱός, ἐξάδελφος ὢν τῷ βασιλεῖ πρὸς μητρὸς καὶ τὴν τοῦ μεγάλου δουκὸς τιμὴν ἄρτι πρώτως περιζωσάμενος. συνεκπέμπεται δέ οἱ καὶ ὁ Δούκας Ἰωάννης, ἀνὴρ
20ἑρμαϊκὸς ὁμοῦ καὶ ἀρεϊκός, οἷα παιδευμάτων ἐλευθερίων οὐκ ἄκρῳ λιχανῷ γεγευμένος καὶ γένους εὖ ἔχων καὶ μεθόδων ἴδρις στρατηγικῶν. Οὗτοι οὖν ἐς Σικελίαν τὸν πλοῦν θέμενοι συνέμιξαν ταῖς δυνάμεσι τοῦ
ῥηγὸς καὶ μεγάλαις ναυμαχίαις πολλάκις αὐτὸν κατεπάλαισαν, ὡς τάς94

Man1,pt2

95

τε νῆας τούτου διαρρυῆναι, ἐγγὺς δὲ πολιορκίας καὶ αὐτὸ γεγονέναι τὸ Βρεντήσιον. ἀλλ’ οὔπω ἡ τύχη τοῖς λαμπροῖς τοῖσδε καθαρῶς ἐπεμειδίασεν ἀγωνίσμασιν, οὔτε μὴν ὁ βασιλεὺς ὡς ἔδει ταῖς καλλίσταις ἐνεώρτασεν ἀγγελίαις, καὶ ὁ ῥὴξ δύναμιν ἀθροίσας μείζονα καὶ ξενικὸν
5ἐπαμησάμενος οὐ βραχὺ τὴν ἧτταν ἐπῆλθεν ἀναμαχούμενος καὶ συμ‐ βαλὼν περιγίνεται τῶν ἀνδρῶν καὶ συλλαβὼν δεσμώτας εἵργνυσιν ἀμφοτέρους, ἐν ἀκαρεῖ καιροῦ ἀνατρέψας ὅσα πόνῳ καὶ δαπάναις με‐ γίσταις ὑπὸ Ῥωμαίων εὐημερήθησαν. Τοιούτοις οὖν ὁ Μανουὴλ ἀκούσμασι καὶ ἀγγέλμασι τὴν πρότριτα
10θυμηδίαν ἀποκλυσάμενος ὅσα τε ἀψινθιώδεσι κεράσμασιν ἐμπικρανθεὶς τὴν ψυχήν, ὡς εἰκὸς μέν, οὐκ ἤνεγκε τὸ γεγονὸς φορητῶς, ἀλλ’ ἱκανῶς ἐπαθήνατο. οὐκ ὢν δὲ ψοφοδεής, μηδ’ ἀναπίπτων ἐν τοῖς δεινοῖς συν‐ αντήμασιν, οὔτε μὴν τῷ οὔρῳ τῶν πραγμάτων παρ’ ὃ δεῖ κουφι‐ ζόμενος, οὐδ’ αὖ πάλιν ἀγεννῶς ταῖς τούτων καταιγίσιν ὑποκλινόμενος,
15ὡς πρὸς τὴν τότε τύχην ἀγνωμονοῦσαν ἀντιπράττων διημιλλᾶτο. ἔνθεν τοι καὶ ἑτέραν ἐξαρτύσας ναυτικὴν δύναμιν ἐφίστησιν ἡγεμόνα ταύτης Κωνσταντῖνον τὸν Ἄγγελον, ὃς ἐκ μὲν Φιλαδελφείας ὥρμητο καὶ γένους ἦν οὐκ εὐπαρύφου πάνυ καὶ εὐγενοῦς, εὖ δ’ ἔχων τῆς σωματικῆς φυῆς κἀπὶ τοῦ προσώπου λειμῶνα κάλλους κηπεύων τὴν Θεοδώραν
20πρὸς γάμον ἠγάγετο, ἣν Ἀλέξιος ὁ βασιλεὺς ὁ προπάτωρ τῷ Μανουὴλ ἐγείνατο, τὸ κάλλος εὐτυχήσας προμνήστριαν. Δοξάζων δ’ ὁ Μανουὴλ οὐκ ἐπαινετῶς ὡς πρὸς τὰς τύχας συν‐
αίρονται καὶ τὰ κατὰ τὸν ἀνθρώπινον βίον συναντήματα οἱ τῶν ἀστέρων95

Man1,pt2

96

ἀναποδισμοὶ καὶ προποδισμοὶ καὶ αἱ θέσεις αὗται καὶ τὰ τοιάδε τῶν πλανήτων σχήματα, οἱ πλησιασμοί τε καὶ ἀποστάσεις, καὶ τὰ λοιπὰ ὅσα οἱ ἀστρολέσχαι φασὶν τῆς θείας προνοίας καταψευδόμενοι καὶ λεληθότως τὸ „εἵμαρτο“ καὶ „τὰ δεδογμένα τῇ ἀνάγκῃ ἀναλλοίωτά τε
5καὶ ἀνεπίκλωστα“ παρεισάγοντες, ὡραίαν τῷ Ἀγγέλῳ τὴν ἔξοδον ἀπακριβοῖ. Καὶ εἶχε μὲν τῷ Κωνσταντίνῳ τὰ ἐξιτήρια συνταξάμενος. ἀλλὰ τί; οὔπω εἰς ὀψίαν ἐνειστήκει ὁ ἥλιος, καὶ παλίμπους ἐπιτάσσοντος βασι‐ λέως ὁ Κωνσταντίνος γίνεται. τὸ δ’ αἴτιον ἡ τῆς ἐξόδου ἀκαιρία καὶ τὸ
10τῆς ὁδοῦ τὸν Ἄγγελον ἅψασθαι οὐχ ὡς οἱ ἀγαθοὶ σχηματισμοὶ τῶν ἀστέρων ἐκέλευον ἢ γοῦν ἡ ἀκρίβεια παρεῖχε τῶν τῆς ἀστρονομουμένης σφαίρας κανόνων, ἀλλ’ ὡς οἱ φλήναφοι, ἐνεδίδοσαν, κακῶς φάσκοντες καὶ παχέως τοῖς λεπτοῖς ἐπιβάλλοντες κἀντεῦθεν περὶ τὴν τῆς ὡραίας ὥρας σφαλλόμενοι εὕρεσιν. πάλιν τοίνυν θεμάτιον διετίθετο καὶ οἱ κανόνες
15ἀπηκριβοῦντο. καὶ οὕτω μετὰ πολλὴν τῶν ἄστρων ἔρευναν καὶ σκέψιν καὶ περισκόπησιν ὁ Ἄγγελος ἔξεισι, ταῖς τῶν ἀγαθοποιῶν ἀστέρων συνεξωρμηκὼς κινήσεσιν. Ἐς τοσοῦτον δὲ ἄρα τὰ τῶν Ῥωμαίων ὤνησε πράγματα ἡ τῆς ὥρας ἀσφάλεια ἢ τὰ τῶν πρώην ἀρχηγῶν ἀνώρθωσε πταίσματα καὶ
20εἴ τι ἀντίξουν συμβέβηκε μετεσκεύασεν, ὡς ἐκ τοῦ παραυτίκα χερσὶν ἁλῶναι τῶν πολεμίων τὸν Κωνσταντῖνον. ἀπερισκέπτως γὰρ ἐς Σικελίαν τὸν πλοῦν ποιούμενος συνελήφθη ταῖς θαλασσοφυλακούσαις Σικελικαῖς τριήρεσι καὶ ἤχθη παρὰ τὸν ῥῆγα αἰχμάλωτος. ὁ δὲ τῆς ἄγρας ἐπαινέσας τοὺς συλλαβόντας καὶ ὡς καλῶν κάλλιστον εἰπὼν τὸ θήραμα εἶχε καὶ
25τοῦτον δεσμώτην ἔμφρουρον. Βασιλεὺς δὲ καὶ μετὰ δευτέραν ταύτην πληγὴν διηρευνᾶτο τὰ τῆς ἀμύνης ἀνάλογα. ὁρῶν δὲ τὸν διὰ πολέμων αὖθις τρόπον δύσεργον καὶ ἀξύμφορον καὶ τὸ τῶν ἀναλωμάτων ἁδρὸν καὶ ἐπάλληλον ὑπειδόμενος
οἷά τινα νόσον γάγγραιναν τὰ τῶν θησαυρῶν κατὰ βραχὺ ταμιεῖα νεμόμε‐96

Man1,pt2

97

νον (ἐγγὺς γάρ που τριακοσίων κεντηναρίων χρυσίον ἀνάλωκε) δέον εἶναι διενοήθη σπείσασθαι τῷ ῥηγί. τοίνυν δεξάμενος οὐκ ἀηδῶς τὴν τοῦτο ἐπισκήπτουσαν πρεσβείαν τοῦ τῆς πρεσβυτέρας Ῥώμης προέδρου καὶ ὡς ἄγγελον εὐξύμβολον ἀσπασάμενος στέλλει κατὰ τὸν Ἀγκῶνα τὸν
5πρωτοστράτορα Ἀλέξιον, ὃς ἦν πρεσβύτερος τῶν υἱέων τοῦ μεγάλου δομεστίκου, πρὸς ἀμφότερα μερίσας τὸ σκέμμα τε καὶ τὸ βούλευμα, δηλαδὴ καὶ πρὸς ἑτοιμασίαν ὅπλων καὶ ξενικοῦ στρατεύματος ξυλλογὴν ἀπὸ τῶν Ἰταλιωτίδων χωρῶν, εἰ τούτου δεήσειε, καὶ πρὸς τὴν τοῦ ῥηγὸς φιλίαν, εἰ προχωροῦν ὁρῴη τὸ τῆς ξυμβάσεως.
10 Ἔνθεν τοι καὶ ὁ Ἀλέξιος ἐκεῖσε γενόμενος, δραστήριος ὢν καὶ πᾶσαν ἐξησκηκὼς αὐτουργίαν πολεμικήν, νοΐ τε τὴν γλῶτταν ἔχων ἀνθάμιλλον καὶ χεῖρας ἀντεριζούσας ταῖς ἀρχικαῖς μεθοδεύσεσι καὶ τὸ εἶδος αὐχῶν σεμνόν, στρατολογεῖν εὐθὺς ἐπεβάλετο, κατασεῖσαι τὴν γνώμην τῇ ἀκοῇ βουλόμενος τοῦ ῥηγός, καὶ συχνὴν ξυνέλεγεν ἵππον ὡς ἐς Καλα‐
15βρίαν μέλλων παρεμβαλεῖν. ἐν δὲ τῷ μέρει καὶ τοῦ τῶν σπονδῶν ἐπεμε‐ λεῖτο καθήκοντος καὶ ὡς ἀλλήλοις λήξωσι πολεμοῦντες ὅ τε βασιλεὺς καὶ ὁ ῥὴξ γραμμάτιά τε πέμπων ἐς Μάϊον καὶ δεχόμενος, ὃς ἐναυάρχει τότε τοῦ στόλου τῶν Σικελῶν. Πρεσβείαν οὖν ἐκ Σικελίας ἐπισπασάμενος ἀναπέμπει ταύτην τῷ
20βασιλεῖ καὶ δεῖται προσσχεῖν οἷς λέγειν οἱ πρέσβεις ἔχουσιν (αἰτοῦνται
δέ, ὡς πυνθάνεται, οὐχ ὑπερόρια οὐδ’ ὑπέρογκα) καὶ αὐτῷ παραστή‐97

Man1,pt2

98

σειν, εἰ προβαίνουσι καὶ περατοῦνται τὰ τῆς καταλλαγῆς πρὸ τοῦ εἰς ὦτα διαβῆναι πολλῶν, ἵνα μὴ ἀηδὲς αὐτῷ τι λάθοι διαπραξάμενος, ὄντι παρ’ ἀνδράσιν, οὓς αὐτὸς ἐκ τῶν φίλων χωρῶν τῷ ῥηγὶ τῶν Ἀλαμανῶν χρησταῖς ἐλπίσιν ἠνδραποδίσατο καὶ ὧν τὴν γνώμην κατὰ
5Ῥωμαίων πλεῖστα φλεγμαίνουσαν κατὰ τοῦ Σικελίας ῥηγός, ὡς εἶχε, μετέθετο. ὡς οὖν ἐπέστη τις ἐκ βασιλέως τὴν ἀγγελίαν Ἀλεξίῳ τῶν σπονδῶν διαφέρων, λάθρᾳ τῶν ἐκεῖ τὰ χρήματα μετατίθησι καὶ συν‐ εκπέμπει ταῦτα τοῖς πιστοτάτοις ἑαυτῷ ἀνδράσι· τὰ δὲ κιβώτια κατα‐ λείπει τούτων κενὰ σφραγῖδάς τε τούτοις ἐπιβαλὼν τοῖς κατὰ χώραν
10μέγα δυναμένοις παρέθετο, ἐπισκήψας ἀσυλίαν ἐπὶ τούτοις ἅπασαν εἶναι καὶ μηδένα μεταλλᾶν τὰ ἔνδον, μήτε μὴν ἄλλως διαλῦσαι τὰ ση‐ μεῖα, εἰ μὴ αὐτὸς ἐς βασιλέα ἀφιγμένος ἐκεῖθεν ἐπανελεύσεται. Καὶ Ἀλέξιος μὲν οὕτως ἐκ τοῦ Ἀγκῶνος ἀπενόστησε, βασιλέως δὲ καὶ ῥηγὸς εἰρηνικὰ φρονησάντων καὶ βλεψάντων πρὸς τὰς σπονδάς,
15ἢ τἀληθὲς εἰπεῖν, οὐ καθαρῶς ὁμονοησάντων, λυκοφιλίαν δὲ σχηματισα‐ μένων, ὤναντο τῆς τούτων ὁποιασοῦν ἑνώσεως οἱ αἰχμάλωτοι λυθέντες ἀνάποινοι, οὐ μόνον οἱ λαμπροὶ τὸ γένος καὶ βασιλείῳ τιμήεντες αἵματι, ἀλλὰ καὶ οἱ τοῖς στρατιωτικοῖς καταλόγοις ταττόμενοι, πλὴν τῶν ἐκ Κορίνθου καὶ Θήβηθεν ὁρμωμένων, καὶ τούτων ὅσοι τὴν τύχην ἀφανεῖς
20καὶ οἳ τὰς εὐητρίους ὀθόνας ὑφαίνειν ἔλαχον καὶ τῶν γυναικῶν αἱ καλαὶ καὶ βαθύζωνοι καὶ τὴν αὐτὴν ἀνδράσι τέχνην ἐκμελετήσασαι. καὶ νῦν ἔξεστιν ἰδεῖν τοὺς ἐς Σικελίαν καταίροντας Θηβαίων παῖδας καὶ Κοριν‐ θίων ἱστῷ προσανέχοντας τῶν ἑξαμίτων καὶ χρυσοπάστων στολῶν ὡς Ἐρετριεῖς πάλαι παρὰ Πέρσαις δουλεύοντας, ὅτι πολέμων ἦρξαν Δα‐
25ρείῳ στρατείαν καθ’ Ἑλλάδος ἐλάσαντι. Ἀλλ’ οὔπω μακρὸς διαλελοίπει καιρός, καὶ αὖθις ἑκάτεροι ὡς ἀχανεῖς
ἀμπώτιδες καὶ σύρτεις, αἳ κῦμα ὀρθὸν ἐπαιγίζουσιν, εἰς τὰς μάχας ἐπ‐98

Man1,pt2

99

ωγκοῦντο καὶ ὠροθύνοντο. καὶ βασιλεὺς μὲν ἀνέσειε τῷ ῥηγὶ τοὺς μέγα δυναμένους ἀστυγείτονας δυνάστας χρημάτων ἐπαίρων αὐτοὺς ὑπο‐ σχέσεσιν, ὁ ῥὴξ δὲ τῷ κόμητι τοῦ στόλου Μαΐῳ διακελεύεται νῆας τετταράκοντα ταχυναυτούσας πάσας καθελκύσαι τῶν νεωρίων καὶ
5φραξάμενον κραταιότερον τὴν Κωνσταντίνου καταλαβεῖν καὶ αὐτὸν μὲν ἐπ’ ἀκροάσει τῶν ἀστυπόλων ἀναγορεῦσαι Σικελίας καὶ Ἀκυλίας Καπύης τε καὶ Καλαβρίας καὶ τῶν μεταξὺ τούτων χωρῶν καὶ νήσων ὅλων κύριόν τε καὶ βασιλέα, βασιλέα δ’ ἐκφαυλίσαι Ῥωμαίων καὶ κακῶς εἰπόντα ἐπανελθεῖν.
10 Ἀμέλει τοι καὶ τὰ ἐντεταλμένα πληρῶν Μαΐος, Μαλέαν ἐπικάμψας καὶ τὸν Αἰγαῖον κόλπον παραλλάξας καὶ παρημειφὼς Ἑλλήσποντον, τῇ βασιλίδι πόλει προσώκειλε. καὶ πρῶτα μὲν τὸν ἐσέχοντα πορθμὸν διαπλεύσας καὶ τοῖς ἐν Βλαχέρναις βασιλείοις κατακολπίσας βέλη κατ’ αὐτῶν ἀφῆκεν ἀργυρέους ἔχοντα τοὺς ἀτράκτους ἀληλιμμένους ἐς βά‐
15θος χρυσῷ· ἐν δὲ τῷ ἐκεῖθεν τὸν αὐτὸν ἐπαναμετρεῖν πλοῦν ἀπέναντι τοῦ μεγάλου παλατίου τὰς κώπας σχάσας τὸν οἰκεῖον ῥῆγα ταῖς εὐφημίαις διατρανοῖ, συνεπηχοῦντος τοῦ ναυτικοῦ πληρώματος καὶ θορυβώδη τελοῦντος τὴν ἀνακήρυξιν. καὶ ὁ μὲν οὕτω τὸν πλοῦν ἐπιταχύνας τῆς πάλαι ᾀδομένης Ἀργοῦς πτηνότερον Σηστοῦ καὶ Ἀβύδου ὡς ἄλλων
20Συμπληγάδων ἐξέθορε, πολὺς δὲ ἀνὰ τὴν πόλιν ἐπεκύμαινε τάραχος, βασιλέως μὴ παρόντος ἐντός. καὶ ἦν καὶ τοῦτο καύχημα τῷ Σικελίας ῥηγὶ καὶ εἰς μέγιστον ἀνεγράφετο τροπαιούχημα. ὁ δὲ Μανουὴλ εἰς παίγνιον τὸ γεγονὸς ἀναφέρων τὸν τοιαύτας ἑαυτῷ τιμὰς μνηστευό‐ μενον ῥῆγα, ἢ τό γε ἀληθέστερον εἰπεῖν λῃστεύοντα, διακενῆς ἀφῆκε
25βρενθύεσθαι καὶ φυσᾶν ἐπ’ οὐδενὶ χρηστῷ κατορθώματι.99

Man1,pt3

100

(1t)

ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
2tΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
3 Τοιοῦτον μὲν εἰλήφει πέρας τὰ κατὰ Σικελίαν τε καὶ Καλαβρίαν τοῦ βασιλέως Μανουὴλ ἀγωνίσματα, λαμπρὰ μὲν καὶ πλεῖστα τῶν
5χρημάτων ἐκεῖσε μετηγγικότα, εἰς οὐδὲν δὲ τέλος εὔχρηστον Ῥωμαίοις κατηντηκότα ἢ εὐσπούδαστον τοῖς ὕστερον αὐτοκράτορσιν. ἀλλὰ τί πρὸς τὸν ἠγωνισμένον εἴπῃ τις ἂν καὶ οὕτω προθύμως ἡμιλλημένον, ὡς εἴη παραστησάμενος τὸ ἀλλόφυλον; Ἀλλ’ οὗτος αὖθις κατὰ Παιόνων, οὓς καὶ Οὔννους φασί, στρατείαν
10ἐκήρυξε καὶ τοῖς κατὰ δυσμὴν ἔχουσι τὰς οἰκήσεις ὁπλίταις ἁμάξας ἐπέταξεν ἄγειν εἰς τὸ στρατόπεδον, δι’ ὧν καὶ οὗτοι ἐφοδιάσονται τὰ βιώσιμα καὶ τῷ λοιπῷ δὲ οὕτω συναροῦνται στρατεύματι, ὅσοι τοι‐ ούτων σκευαγωγημάτων σπανίζειν ἤμελλον. ὡς οὖν εἰς ἓν συνήθροιστο τὰ στρατεύματα, εἶχε καὶ αὐτὸν παρόντα τὸν βασιλέα πόλις ἡ Σαρδική,
15ἣ νῦν Τριάδιτζα ὀνομάζεται. καιρὸν δ’ οὐχὶ πολὺν προσμείνας, ἐπεὶ ἵκετο πρεσβεία ἐκ τῶν Παιόνων καὶ λόγοι συμβατικοί, ἑτέραν τρα‐ πόμενος πρὸς τὸν τῶν Σέρβων μεταβαίνει σατράπην· καὶ διαθρο‐ ήσας τοῦτον ὁδοῦ πάρεργον καὶ πείσας αὐτὸν μόνον εἰδέναι βασιλέα καὶ δεδιέναι, τῶν δὲ μετὰ τῶν Οὔννων ἀφεστάναι σπονδῶν, πρὸς μὲν τὰ
20οἰκεῖα ἤθη τὸ πολὺ τῆς στρατιᾶς διαφῆκεν, αὐτὸς δὲ τὴν τῶν Θεσσαλῶν καταλαβὼν ἐπαρχίαν κακεῖσε διατρίψας, ἐφ’ ὅσον αὐτῷ ἐδόκει καίριον,
τὴν βασιλίδα εἴσεισι πόλιν.100

Man1,pt3

101

Ἡλίου δ’ ἄρτι τὰς χειμερινὰς τροπὰς παρελαύνοντος εἰς Πελαγονίαν ἔξεισιν αὖθις, ὁρμητήριον αὐτὴν κρίνων ἱκανὸν ὑποδέξασθαι στρατό‐ πεδον, εἰς πεδία ἱππήλατα ὑπτιάζουσαν, καὶ πρὸς τὰς πεύσεις εὖ ἔχειν καὶ τὴν τῶν δρωμένων κατάληψιν ὑπὸ τῶν ἐθνῶν, μεθ’ ὧν ἀντεπαλα‐
5μᾶτο καὶ διεφέρετο. ἔτι γὰρ τὰ κατὰ Σικελίαν μεθεῖλκον αὐτὸν καὶ ὑπέθραττον, μήπω κατασιγασθέντα τέλεον, καὶ ὁ τῶν Οὔννων κα‐ τάρχων πρὸς ξιφουλκίαν ἔβλεπεν, ὡς ἔδειξεν ἐξ ὧν ἔδρασεν. ἐπειδὴ γὰρ παρελύθη τῆς δουκικῆς ἀρχῆς Βρανιτζόβης καὶ Βελεγράδων ὁ Κομνηνὸς Ἀνδρόνικος, ὁ καὶ ὕστερον τυραννήσας Ῥωμαίων, κρύβδην κατὰ Ῥω‐
10μαίων τοῖς Παίοσι συντιθέμενος καὶ περὶ τοῦ παραλυθῆναι μὲν τὸν Μανουὴλ τῆς ἀρχῆς, αὐτὸν δ’ ἐπιβήτορα ταύτης τῷ βασιλεῖ ἐπανα‐ στάντα γενέσθαι τῷ τούτων κοινολογούμενος ἄρχοντι, καὶ μετάπεμπτον εἶχε τοῦτον εὐθὺς ἡ Πελαγονία κἀκεῖθεν ἡ πόλις ἀναπεμπόμενον δέσμιον καὶ ἐν μιᾷ τῶν τοῦ μεγάλου παλατίου φρουρῶν καθειργνύμενον, τὸν
15κατὰ Ῥωμαίων εὐθὺς ὁ Οὐννάρχης ἐξέφερε πόλεμον. καὶ ἦν πολιορκῶν Βρανίτζοβαν καὶ κατατρέχων τὰ ἐκεῖ πάντα λεηλατῶν τε καὶ ἄγων, ὡς ᾕρητο. Στέλλεται γοῦν παρὰ βασιλέως στρατηγὸς κατ’ αὐτοῦ ὁ χαρτου‐
λάριος Βασίλειος ὁ Τζιντζιλούκης. καὶ ὃς τὰς συνειλεγμένας δυνάμεις101

Man1,pt3

102

παραλαβὼν καὶ εἰς τάξεις καταστήσας καὶ φάλαγγας καὶ δόξας ἀξιόνικον ἔχειν στρατόπεδον τοῖς Οὔννοις συμπλέκεται· καταγωνισθεὶς δὲ πρὸς τῶν Παιόνων τὸ τῆς στρατιᾶς διέφθειρεν ὑπερήμισυ, νῶτα στρέψαν τοῖς ἀντιπάλοις καὶ καταδιωχθὲν μέχρι πολλοῦ καὶ κατα‐
5στρατευθέν. βασιλεὺς τοίνυν ἐνωτισάμενος ταῦτα τὴν ἐκεῖσε πορείαν ἐπέτεινεν, εἴ πως οἱ Παίονες πρὸς τὴν αὐτοῦ διαταραχθέντες ἄφιξιν τῶν ἐκεῖθι χώρων ἀπανασταῖεν· ὃ καὶ ἦσαν διαπραξάμενοι. αὐτὸς δὲ ὡς εἶχε τὰ κατὰ Βρανίτζοβαν καὶ Βελέγραδα καταστησάμενος πράγματα, εἰς τὴν βασιλίδα πόλιν μετασκηνοῖ.
10 Οὐκοῦν καὶ τῶν δυσμικῶν ἐχθρῶν ἠρεμησάντων ἐπὶ βραχὺ δι’ ὁμολογίας καὶ φιλιώσεως, καὶ οὐδένα ἔχων τῷ τέως ἀνθέλκοντα ἐξ ἑσπέρας ἀντίμαχον ἀξιόμαχον κυροῖ τὴν εἰς Ἀρμενίαν ἀνάβασιν. ἀπάρας οὖν ἐς Ταρσὸν καὶ ἀφιγμένος εἰς Ἄδαναν καὶ ὅσα τῇ κάτω Ἀρμενίᾳ πρόσχωρα, καὶ ταῦτα κακοδαιμονοῦντα ὑπὸ τοῦ Τορούση, διαθάλψας
15καὶ ἀσφαλείας τῆς δεούσης ἠξιωκὼς καὶ καταπλήξας τῇ παρουσίᾳ τὸν οὐχ ἁπλοῦν τὴν γνώμην ἀλλὰ κρυψίνουν καὶ ὕφαλον Ἀρμένιον σχάζει
τὸ πρόθυμον, οὐδὲ περὶ τῆς ὅλης Ἀρμενίας διαγωνίζεται τὸν οἰκεῖον102

Man1,pt3

103

πατέρα ἐζηλωκώς, ἢ γοῦν, ὅσα ἐκεῖνος ὑπηγάγετο φρούρια πολεμῶν, ταῦτα ὡς ἐκ φάρυγγος λύκου ποιμὴν λοβὸν ἥπατος προσαπαιτῶν καὶ λαμβάνων ἐκ τοῦ τῶν Ἀρμενίων κατάρχοντος, ἀλλὰ τῇ διπλόῃ τῶν λόγων τοῦ Τορούση φενακισθεὶς καὶ τῇ αἱμυλίᾳ τῶν συνθηκῶν ἁπα‐
5λυνθεὶς τὰ χαλινὰ μεταστρέψας εἰς Ἀντιόχειαν παραγίνεται, τὴν τῆς ἁπάσης Συρίας προκαθημένην καλλίπολιν. Ὄντι δὲ κατὰ Ταρσὸν τῷ βασιλεῖ Μανουὴλ ἡ τοῦ ἐξαδέλφου τούτῳ Ἀνδρονίκου ἐκ τῆς εἱρκτῆς φυγὴ καταγγέλλεται, ἧς τὸ αἴτιον ἦν καὶ ὅσα μὲν ἐρρέθη ἄνωθεν, οὐδὲν δὲ ἧττον τὸ ἐλευθεροστομεῖν ἀεὶ καὶ τὸ
10τῇ ῥώμῃ τῶν πολλῶν διαφέρειν καὶ ἡ εὖ ἔχουσα πλάσις τοῦ σώματος ἀξία οὖσα τοῦ τυραννεῖν καὶ τὸ τοῦ φρονήματος ἀταπείνωτον, ἃ δὴ πάντα πεφύκασιν οἱ κρατοῦντες ὑποβλέπεσθαι καὶ κνίζοντα ἔχειν καὶ ἕως καρδίας αὐτῆς βάλλοντα διὰ τὸ κατὰ τὴν βασιλείαν περιδεές. διὰ ταῦτα τοίνυν, ἀλλὰ δὴ καὶ τὸ ἐν ταῖς μάχαις ἐνδέξιον καὶ τὸ τοῦ γένους
15ἐπίσημον (ἐκ γὰρ τοῦ αὐτοῦ πατρὸς Ἀλεξίου τοῦ τῷ Μανουὴλ προ‐ πάτορος ὅ τε τούτου πατὴρ ὁ βασιλεὺς Ἰωάννης καὶ ὁ τοῦ Ἀνδρονίκου γενέτης ὁ σεβαστοκράτωρ προήλθοσαν Ἰσαάκιος) ὀφθαλμοβολούμενος ἦν καὶ ὕποπτος μάλιστα. Συνέβη δέ τι καὶ ἕτερον, δι’ ὃ τοῦτον ἐν φρουρᾷ συνεῖχεν ὁ Μανουήλ.
20τῷ βασιλεῖ τούτῳ τρεῖς ἦσαν ὁμαίμονες, Ἀλέξιος, Ἀνδρόνικος καὶ ὁ πολλάκις ῥηθεὶς Ἰσαάκιος. τούτων οἱ μὲν δύο τὸ ζῆν μετήλλαξαν ἔτι τοῖς ζῶσι κατειλεγμένου τοῦ πατρὸς αὐτοῖς καὶ βασιλέως Ἰωάννου τοῦ Κομνηνοῦ, ἐσάλευε δὲ τὰς τοῦ γένους διαδοχὰς ὁ μὲν Ἀλέξιος ἐπὶ μιᾷ θυγατρί, ἣν καὶ εἰς γαμετὴν γυναῖκα ἡρμόσατο ὁ τοῦ μεγάλου δομεστίκου
25Ἰωάννου υἱὸς Ἀλέξιος, ὧν πέρι καὶ εἰπόντες ἔφθημεν, τῷ δ’ Ἀνδρο‐103

Man1,pt3

104

νίκῳ θυγατέρες ἐγεγόνεισαν τρεῖς, Μαρία, Θεοδώρα καὶ Εὐδοκία, καὶ υἱεῖς δύο, Ἰωάννης τε καὶ Ἀλέξιος. τῶν θηλειῶν τοίνυν ἡ Εὐδοκία τὸν ἐκ παρθενίας ὁμευνέτην ἀποβαλοῦσα θανάτῳ ἀνοσίως Ἀνδρονίκῳ συν‐ ήρχετο, οὐ κρύβδην, ἀλλ’ ἀνέδην. καὶ τοῖς ἐπιτιμῶσιν Ἀνδρονίκῳ διὰ
5τὸ τῆς συνουσίας ἀθέμιτον ἡ ἀφ’ ἑστίας μίμησις πρόχειρος εἰς ἀπόλογον ἦν, καὶ χαριεντιζόμενος ἀνθυπέφερεν ὡς φιλεῖ τὸ ἀρχόμενον ἐξομοιοῦσθαι τῷ ἄρχοντι καὶ τὰ τῆς αὐτῆς ὁμοστοιχεῖ καὶ συνᾴδει πως κεραμείας, εἰς τὸν ἐξάδελφον ἀποσκώπτων ταῦτα καὶ βασιλέα τὸν Μανουὴλ ὡς ὁμοιοπαθέσιν ὑποκύπτοντα πάθεσιν ἢ γοῦν καὶ χείροσιν ἁλισκόμενον,
10εἴπερ ὁ μὲν ἀδελφοῦ θυγατρὶ συνουσίαζεν, ὁ δ’ Ἀνδρόνικος ἐξαδέλφου παιδὶ συγκατέκειτο. Τὸ γοῦν τοιοῦτον οὔτε τῷ Μανουὴλ ἥνδανε καὶ τοὺς ἐκ γένους τῆς γυναικὸς μαίνεσθαι ἐποίει κατ’ Ἀνδρονίκου καὶ διαπρίεσθαι ἀτεχνῶς, ἐκ τοῦ πλείονος δὲ τὸν τῆς Εὐδοκίας ὁμαίμονα Ἰωάννην, ὃς τῇ τοῦ
15πρωτοσεβαστοῦ καὶ πρωτοβεστιαρίου ἐκυδροῦτο τιμῇ, καὶ τὸν ἐπ’ ἀδελφῇ τῇ Μαρίᾳ ὡσαύτως γαμβρὸν τὸν Καντακουζηνὸν Ἰωάννην. πολλαὶ μὲν οὖν, ὡς εἰκός, ἐπιβουλαὶ κατὰ τοῦ Ἀνδρονίκου αἱ μὲν ἐνδό‐ μυχοι ἦσαν καὶ σκότιοι τυρευόμεναι, αἱ δὲ καὶ προδήλως τολυπευόμεναι· ἀλλὰ διέλυε ταύτας ὡς ἱστὸν ἀράχνης Ἀνδρόνικος καὶ ὡς παιδίων ἐπὶ
20ψάμμου ἀθύρματα διεσκέδαζεν, ἀνδρείᾳ τε τῇ σφετέρᾳ πίσυνος ὢν καὶ κατὰ σύνεσιν τῶν ἐναντίων ὑπερφέρων ἐπὶ πολὺ καὶ ὅσον αἱ ἄλογοι φύσεις τῶν λογικῶν ἥττηνται, ὥστε καὶ συμβὰν οὕτω πολλάκις προσ‐ πλακεὶς ἐτρέψατο τούτους, τὰ φίλτρα τῆς Εὐδοκίας γέρας ἀρνύμενος. Ἦν δ’ ὅτε καὶ αὐτὸς μὲν ἐπὶ σκηνῆς τῇ γυναικὶ κατὰ Πελαγονίαν
25συνεπλέκετο, οἱ δὲ καθ’ αἷμα τῇ Εὐδοκίᾳ προσήκοντες περιστάντες,
ὡς τοῦτο ἔγνωσαν, μετὰ συχνῶν ὁπλοφόρων ἐτήρουν τὴν ἔξοδον104

Man1,pt3

105

ὡς αὐτίκα μάλα τοῦτον διαχειρισόμενοι. οὐκ ἔλαθε ταῦτα τὴν Εὐδο‐ κίαν, καίπερ ἐφ’ ἑτέροις τὸν νοῦν ἔχουσαν, εἴτε διαγγελθέντα παρά του τῶν ἐκ τοῦ γένους, εἴθ’ ἑτέρως τὸν κατὰ τοῦ φθορέως αὐτῆς λόχον γνωρισάσης· ἦν δὲ κἀκείνῃ δραστήριον τὸ φρονεῖν, οὐμενοῦν κατὰ
5γυναῖκας πλουτούσῃ τὴν σύνεσιν. διασαφεῖ τοίνυν τὴν ἐπιβουλὴν ξυγ‐ κατακειμένῳ τῷ Ἀνδρονίκῳ. ὁ δὲ διαθροηθεὶς ἐπὶ τῷδε τῷ ῥήματι ἐξανέθορέ τε αὐτίκα τῆς κλίνης καὶ τὴν ἐπιμήκη διαζωσάμενος μάχαιραν διεσκοπεῖτο τὸ ποιητέον. ἡ μὲν οὖν ὑπετίθει τῷ ἐρωμένῳ γυναικείαν ὑποδῦναι στολὴν κἀν τῷ ἐπιτάξαι αὐτήν τινι τῶν προκοίτων καὶ
10κατευναστριῶν γυναικῶν λαμπτῆρα εἰσενεγκεῖν τῇ σκηνῇ πρὸς ὄνομα καλέσασαν καὶ οὕτως εἰς ἐξάκουστον, ὡς καὶ τοῖς ἐλλοχῶσι τὴν ταύτης ἐνηχηθῆναι φωνήν, εὐθέως ἐξελθεῖν καὶ λαθεῖν. τῷ δὲ οὐκ ἤρεσκεν ἡ παραίφασις, ἐκτρεπομένῳ μὲν καὶ τὸ ἁλῶναι κἀπὶ τὸν βασιλέα ἐπισπώ‐ μενον τῆς κόμης ἄγεσθαι ἀγεννῶς, καὶ θάνατον δὲ οὐχ ἧττον ὑφορω‐
15μένῳ τὸν γυναικώδη καὶ ἀκλεᾶ. οὐκοῦν τὸ ξίφος γυμνώσας καὶ δοὺς τοῦτο τῇ δεξιᾷ ἐφάλλεται τὴν σκηνὴν ἐγκαρσίως διατεμὼν καὶ ἐν ἑνὶ πηδήματι Θετταλῷ ἄντικρυς ὑπερβαίνει τόν τε ξυγκείμενον τῇ σκηνῇ τυχὸν οὕτω θριγγὸν καὶ ὅσον ἐπεῖχον οἱ πάσσαλοι καὶ οἱ σχοῖνοι χῶρον, ὡς ἀχανεῖς γενέσθαι τοὺς ἐνεδρεύοντας καὶ τὸ ἐκ τοῦ διαδρᾶναι
20σφᾶς τὸ θήραμα τραῦμα εἰς θαῦμα μετενεγκεῖν. Ταῦτά τε οὖν ἀκουόμενα τὸν αὐτοκράτορα ὑπέθραττε Μανουὴλ καὶ αἱ διαβολαὶ δὲ ὅσα καὶ ῥανίδες ἐνδελεχεῖς ἐκοίλαινον ἐς ὑποδοχὴν τῶν κατὰ τοῦ ἐνδιαβαλλομένου ἐπιχεομένων τὴν τοῦ ἐνηχουμένου ψυχὴν καὶ ἀπῆγον κατὰ βραχὺ οὗ εἶχεν οὗτος εἰς τὸν ἄνδρα ζωπύρου φιλίας
25καὶ ὡς ἀληθῆ ἐνῆγον τὰ λεγόμενα παραδέχεσθαι· μηδὲ γὰρ πάμπαν τὴν105

Man1,pt3

106

φήμην ἀπόλλυσθαι, μηδὲ εἰκῇ λύουσαν τὸ πτίλον ἀμφιπεριτροχάζειν τοιάδε τὰ κατ’ Ἀνδρόνικον. ὡς ἄρα οὐδέν τι διαβόλου γλώττης χεί‐ ριστον ἐνέφυ τοῖς ἀνθρώποις ἕτερον κακόν, εἰκότως οὖν καὶ Δαυὶδ ὁ φιλῳδὸς καὶ φιλόψαλμος ἐν πλείστοις τῶν αὐτοῦ θεοπλόκων καὶ ἡδυ‐
5φραδῶν εἰδυλλίων διασύρει ταύτην καὶ κωμῳδεῖ, στηλογραφῶν ἀτεχνῶς τὴν ἐξ ἐρήμης ταύτης ἰσχὺν καὶ ῥυσθῆναι τῶν ἑλίκων αὐτῆς ἐπευχόμενος. τῷ τοι καὶ ὁ Μανουὴλ ὡς ἄρκυσι ληφθεὶς οἷς ἦσαν τοῦ Ἀνδρονίκου πολλάκις οἱ πρὸς γένους αὐτῷ κατεπᾴδοντες ἑκὼν ἀέκοντί γε θυμῷ τίθησιν αὐτὸν ἐν φρουρᾷ καὶ ποδοκάκαις σιδηραῖς ἀσφαλίζεται ἀρρήκτοις
10ὡς ἐνῆν καὶ ἀλύτοις. Ἔμενεν οὖν ἐφ’ ἱκανὸν χρόνον τῇ φυλακῇ κακουχούμενος. θερμουργὸς δὲ ὢν καὶ ἀνθρώπων πολυτροπώτατος κἀν τοῖς ἀπόροις ποριστικὸς καὶ εὐμέθοδος παλαίτατον κατανοήσας ὑπόνομον καθ’ ὃν εἵργνυτο οἰκίσκον (πύργος δὲ οὗτος ἦν ἐκ πλίνθου ἅπας ὀπτῆς) ὕπεισι τοῦτον,
15ταῖς χερσὶ πρότερον ὡς ἀμάλαις ἢ σκαλίσι διαμησάμενος τὰ πρὸς τὴν εἴσοδον καὶ τὴν ἔξοδον, ὡς εἶεν ἀνύποπτα. ἐνστάσης τοίνυν ὥρας ἀρίστου, αἱ θύραι τοῦ δεσμωτηρίου παρὰ τῶν φρουρῶν ἀνεῴγεσαν καὶ τὸ δεῖπνον εὐτρεπὲς παρεισήγετο, οὐδαμοῦ δὲ φαινόμενος ἦν ὁ δαιτυμών. περιεβλέπετο γοῦν τοῖς φύλαξιν ἡ φρουρά, μή που τι ταύτης
20ἀποθραύσας ἢ διατορήσας ὁ πολύμητις Ἀνδρόνικος ᾤχετο. ὡς δ’ οὐδ’ ὅλως ἦν οὐδὲν λυμανθέν, οὐ θαιρός, οὐ φλιά, οὔτε μὴν οὐδὸς
τῶν πυλῶν, οὐκ ὄροφος, οὐκ ὀπισθόδομος, οὐδ’ ἡ σιδηρόδετος ἀνα‐106

Man1,pt3

107

φωτίς, οὐκ ἄλλο τῶν πάντων οὐθέν, ἀνῴμωζον διωλύγιον, τὴν ὄψιν ὄνυξιν ἔδρυπτον, ὡς ὃν ἐφρούρουν οὐκ ἔχοντες, μηδὲ τὸν τρόπον ἢ τὸν τόπον κατανοοῦντες, καθ’ ὅν ἐστιν ἀποδράς. Δῆλα ταῦτα τῇ βασιλίσσῃ καὶ τοῖς ἐν τέλει καὶ ὅσοι τὴν βασιλικὴν
5ἀμφεπονοῦντο ποιοῦσιν αὐλήν. οὐκοῦν ὁ μὲν ὡς φυλάξων τὰς αἰγιαλί‐ τιδας πύλας ἐστέλλετο, τῷ δὲ ἡ τῶν χερσαίων ἐπετέτραπτο φυλακή, ἄλλος τοὺς λιμένας διηρευνᾶτο, ἕτερος ἄλλο τι μέρος τῆς πόλεως ἀπο‐ λαβὼν ἀνεζήτει τὸν δραπέτην Ἀνδρόνικον. οὐδὲ αἱ ἄμφοδοι ἦσαν ἀδιασκόπητοι, οὐδ’ ἀφύλακτοι αἱ τρίοδοι. συχνὰ δὲ καὶ κατὰ πᾶσαν
10χώραν τὰ βασίλεια διίπτατο γράμματα ἄφαντον ἀπαγγέλλοντα τὸν Ἀνδρόνικον καὶ σχολὴν ἐπίμονον ἐπιτάττοντα, ὅπως ἁλοὺς ἐπανα‐ πεμφθῇ. Ἐπὶ δὴ τούτοις καὶ ἡ τούτου συλληφθεῖσα γυνὴ ὡς τῆς φυγῆς συνίστωρ τῷ δεσμωτηρίῳ παραρριπτεῖται, ἐν ᾧπερ καθεῖρκτο Ἀνδρό‐
15νικος, ὡς ἐκεῖσε τίνῃ δίκας τῆς φιλανδρίας, ἔνθα ὁ ταύτης συνείληπτο σύζυγος, ᾧ ὑπέθετο τὴν δραπέτευσιν. ἐλάνθανον δὲ ἄρα καὶ Ἀνδρό‐ νικον πεδήτην ὡς πρότερον ἔχοντες καὶ μάτην εἰς γυναῖκα ταλαίπωρον τὸν χόλον ἐκχέοντες καὶ τὰ πρὸς χάριν Ἀνδρονίκῳ ποιοῦντες· ἐξαναδὺς γὰρ οὗτος τῆς γῆς καὶ τὸν ὑπόνομον ἀπολελοιπὼς τῇ γυναικὶ ἐντυγ‐
20χάνει, δόξας ὅσα καὶ δαίμων τὰ πρῶτα ὑποταρτάριος ἢ νεκύων ἀμε‐ νηνὸν ἴνδαλμα καὶ διαταράξας τῷ ἀέλπτῳ τῆς θέας τὴν ἄνθρωπον. καὶ προσπλακεὶς ἐδάκρυσε μέν, πλὴν οὐχ ὅσον ἤθελον αἱ συμφοραὶ καὶ τὰ τότε δυσαχθῆ συναντήματα φειδοῖ τοῦ μὴ τὸν θρῆνον ἀναβῆναι εἰς ὦτα τοῖς δεσμοφύλαξι. καὶ δὴ ἐφ’ ἱκανὸν συγγεγονὼς τῇ εὐνέτιδι κατὰ
25τὴν φρουρὰν καὶ ἐγκύμονα ταύτην ἐκ τῆς τότε συνουσίας ἀπεργασά‐ μενος, ἐξ ἧς καὶ παιδὸς ἄρρενος ἀκούσοι πατήρ, τὸν Ἰωάννην λέγω, ᾧ καὶ βασιλείας Ἀνδρόνικος μετέδωκεν ἔπειτα, ὡς ὁ λόγος εἴπῃ κατὰ καιρόν, ἐκεῖθεν ἀναχωρεῖ, οἷα τῶν φυλάκων μηκέτι κἀπὶ τῇ γυναικὶ
οἵαν καὶ ἐπ’ αὐτῷ τῆς φρουρᾶς παρεχομένων ἀκρίβειαν.107

Man1,pt3

108

Γενόμενος δὲ κατὰ τὰ Μελάγγεια συλλαμβάνεται παρά του στρατιώτου, ὅτῳ ἦν Νικαίας ἐπίκλησις· καὶ εἶχε πάλιν αὐτὸν κουστωδία μείζων καὶ χείρων τῆς προτέρας φρουρὰ καὶ ποδοπέδαι σιδηραῖ διπλαῖ. Ταῦτα οὖν ὡς ἠγγέλη τῷ Μανουὴλ κατ’ Ἀρμενίαν ἔτι στρατο‐
5πεδεύοντι, στέλλεται ὁ λογοθέτης τοῦ δρόμου Ἰωάννης ὁ Καματηρός, καὶ τὴν τοῦ ἄνακτος μὲν ὅσον οὐδέπω παρουσίαν εὐαγγελισόμενος καὶ τὰ συμβάντα δὲ κρειττόνως διασκεψόμενος καὶ παραδηλώσων βασιλεῖ σαφέστερον. Οἱ δ’ Ἀντιοχεῖς τὴν ἄφιξιν τοῦ βασιλέως τὰ πρῶτα μὲν ἀγαπητῶς
10οὐκ ἐδέχοντο, ἀλλὰ καὶ λίαν βαρέως ἔφερον καὶ ὅπως ἐσκέπτοντο ἀπο‐ πέμψαιντο· ὡς δὲ κωλύειν οὐκ ἦν, οὐδ’ ἀναλύειν ὅλως τὰ δεδογμένα ἐκείνῳ, οὐ μόνον τῶν πυλῶν διεκχυθέντες μετὰ δουλικοῦ σχήματος καὶ φρονήματος ὑπηντίαζον, ἀλλὰ καὶ τὴν εἴσοδον αὐτῷ ἐς τὸ πομπικώτερον διεσκεύασαν, τάς τε ἀγυιὰς καὶ ἀμφόδους ἐπίπλοις καὶ τάπησι διεκόσμουν
15καὶ δένδρων νεοδρέπτοις κλωσὶ κατηγλάϊζον, τὰς τῶν λειμώνων καὶ ἀνθέ‐ ων χάριτας ἐς τὸ ἄστυ μέσον μετακηπεύοντες καὶ φιλότιμον αὐτῷ τὴν πρόοδον σχεδιάζοντες, οὐχ ὁ μέν, ὁ δ’ οὔ, ἀλλ’ οἰκήτωρ ἅπας ἁπαξα‐ πλῶς, ὡς παρεῖναι καὶ Σύρον ὀψοφάγον καὶ λῃστὴν Ἴσαυρον καὶ πειρατὴν Κίλικα καὶ ἱππότην κοντοφόρον Ἰταλιώτην, ὁμοῦ καὶ ἵππον ὑψαύχενα
20καὶ ὑπέραυχον φρόνημα παρωσάμενον καὶ βάδην παριόντα τὸν θρίαμβον. Ὁρῶν δὲ τὸ ἐκ τῶν Λατίνων ἐκεῖσε στρατιωτικὸν μέγα τῷ δόρατι ἐγκαυχώμενον καὶ τῷ τούτου ἐνδεξίῳ φυσῶν ἀγκωνίσματι παιδιᾶς ἡμέραν συνθηματίζεται δι’ ἀσιδήρων δορατισμῶν. Ὡς οὖν ἡ προθεσμία ἐνειστήκει, ἀριστίνδην τῶν Ῥωμαϊκῶν ἐξάγει
25καταλόγων τοὺς περὶ τὸ κραδαίνειν δόρατα εὐφυεῖς καὶ ὅσοι πρὸς αὐτὸν τὸ γένος ἀνέφερον. ἔξεισι δὲ καὶ αὐτός, ὑποσεσηρὼς βραχὺ καὶ πρὸς τὸ σύνηθες μειδίαμα ὑγραινόμενος, ἐς πεδίον ὑπτιάζον καὶ ἱκανὸν
ἀντιτάξαι δισχιδεῖς ἱππότιδας φάλαγγας, τὸ δόρυ μετεωρίζων, χλαμύδα108

Man1,pt3

109

ἠσθημένος ἀστειοτέραν περὶ τὸν δεξιὸν ὦμον περονουμένην καὶ ἀφιεῖσαν ἐλευθέραν τὴν χεῖρα κατὰ τὸ πόρπημα. ὤχει δὲ αὐτὸν ἵππος πολε‐ μιστήριος καλλίθριξ καὶ χρυσοφάλαρος, ὃς ἠρέμα ὑπογυρῶν τὸν αὐχένα καὶ ὑποσκαίρων τὼ πόδε, ὡς δρόμων ἐρωτιῶν, οἷον ἀνθημιλλᾶτο τῇ
5τοῦ ἱππότου λαμπρότητι. καὶ ἑκάστῳ δὲ τῶν συγγενῶν καὶ ὅσοι διαγωνίζεσθαι ἄλλοι τοῖς Ἰταλοῖς ἐπεκρίθησαν λαμπροφορεῖν ἐπέταξεν ὡς ἐνῆν. Ἐξῆλθε δὲ καὶ ὁ πρίγκιψ Γεράλδος λευκοτέρῳ χιόνος ἔποχος ἵππῳ, ἀμπισχόμενος χιτῶνα διάσχιστον ποδηνεκῆ καὶ πῖλον ἀνέχων ἐπὶ
10κεφαλῆς κατὰ τιάραν ἐπικλινῆ χρυσῷ κατάπαστον. συνεξίασι δὲ καὶ οἱ ἀμφ’ αὐτὸν ἱππόται, πάντες ἀρεϊκοὶ τὴν ἰσχύν, εὐμήκεις τὰ σώματα. Ὡς δ’ ἔφριξεν ἐγχείῃσιν ἡ μάχη αἵματος ἄγευστος, συνεπλέκοντο ἐκθύμως ἐξ ἀμφοῖν ἱκανοὶ ἀλλήλους διαδορατίζοντες καὶ τοὺς κατ’ αὐτῶν ἀκοντισμοὺς ὑπεκκλίνοντες. ὅτε καὶ ἦν ἰδεῖν κατὰ τὸν ἄχαλκον ἐκεῖνον
15Ἄρεα πῇ μὲν κύμβαχον ἐπὶ βρεχμόν τε καὶ ὤμους ἀνατρεπόμενον, ἄλλοσε ἱππείας ἀστράβης ἐκσφαιριζόμενον, ἄλλον πρηνῆ, ἐξυπτιάζοντα ἕτερον, ἄλλον μεταβαλόντα τὰ νῶτα καὶ προτροπάδην φεύγοντα. ὁ μὲν ἐχλώριζεν ὑπὸ δέους τὸν ἀκοντίζοντα δεδιὼς καὶ τῷ σάκει πᾶς ἐνεθάπ‐ τετο, ὁ δὲ ἀνθηρὸς ἦν τὸν ἀνταγωνιστὴν κατεπτηχότα ὁρῶν. τὸ δὲ τοῦ
20ἀέρος ῥόθιον τῇ ὁρμῇ τῶν ἵππων τεμνόμενον ἠνέμου τὰς σημαίας καὶ λιγυρὸν ὑπεσύριττεν. εἶπεν ἄν τις οὐκ ἀκόμψως, πρὸς τὴν τηνικαῦτα διάχυσιν ἀπιδών, Ἀφροδίτην Ἄρεϊ συνελθεῖν, τῇ δ’ Ἐνυοῖ προσ‐ πλέκεσθαι Χάριτας· οὕτω τὰ τότε παίγνια μῖγμα ποικίλου καλοῦ ἐτύγχανεν ὄντα. ἐποίει δ’ ἁμιλλᾶσθαι καὶ παραλογώτερον Ῥωμαίους
25μὲν τὸ ὑπερφέρειν βούλεσθαι τῶν Λατίνων καὶ κατὰ τὴν τῶν δοράτων ἀγκοίνησιν καὶ βασιλέως αὐτοῦ ὀφθαλμοὶ ἀγωνοθέται τῶν δρωμένων γινόμενοι, Ἰταλοὺς δὲ ὁ ἀεὶ ὀρθὸς αὐχὴν καὶ τὸ ὑβρίζον φρόνημα, ἔτι γε
μὴν τὸ μηδ’ ὅλως ἀνέχεσθαι Ῥωμαίους κρατεῖν τὸν διὰ κοντῶν πόλεμον.109

Man1,pt3

110

Βασιλεὺς δὲ αὐτὸς σύνδυο ἱππότας προσούδισε, καθ’ ἑνὸς μὲν ἐπελάσας τὸν ἵππον καὶ τὸ δόρυ κραδάνας, ἐκείνου δὲ συγκαταβαλόντος τὸν σύνεγγυς τῇ ῥύμῃ τοῦ διακοντίζοντος. Πλήσας οὖν ἐπ’ ἀνδρείᾳ τοὺς Ἀντιοχεῖς θαύματος, ὄψεσι παρειλη‐
5φότας ἅπερ ἀκοαῖς ἐνηχοῦντο πρότερον, ἔγνω παλινῳδίαν ᾆσαι πρὸς τὴν Κωνσταντίνου τραπόμενος. ἔνθεν τοι καὶ ὡς διὰ φιλίας μέλλων ἰέναι διαφίησι τὸ στρατόπεδον, ὅπῃ φίλον ἑκάστῳ μεθίστασθαι. τοῦτο δὲ μὴ καθ’ ἡγεμόνα, ὁποῖος ἦν, αὐτὸς βουλευσάμενος ἔλαθε παραπολέσας τὸ πολὺ τοῦ στρατοῦ καὶ κακῶς τὸ κατ’ οὐρὰν διαθέμενος· ἡ γὰρ πρὸς
10πορείαν ὀξεῖα τούτου ῥοπὴ καὶ ἡ πρὸς τὰ οἰκεῖα ἤθη τῶν στρατιωτῶν ἀχαλίνωτος ἄπαρσις καὶ ἀλόγιστος οὐκ ὀλίγα τῶν ταγμάτων δια‐ λυθέντα παρελυμήνατο, τῶν Τούρκων ἐπεισπεσόντων ἀθρόως αὐτοῖς, ὡς πείρᾳ γνῶναι τῷ τότε πολλούς, οἷον ἀγαθὸν ἡ προμήθεια, τὴν δ’ ὑστεροβουλίαν πρᾶγμα ἀνόνητον καὶ ἀξύμφορον, καὶ ὡς κρεῖσσον τὸ
15μεθ’ ἡμέραν, εἰ σώζει καὶ δίδωσιν εὔκλειαν, τοῦ κατασπῶντος αὐτίκα εἰς θάνατον, κἂν ὑποσαίνῃ χρηστότητι. τάχα δ’ ἂν καὶ εἰς χείριστον προέβη τὰ οἴκτιστα, εἰ μὴ βασιλεὺς ἐπαναστραφεὶς τῶν Τούρκων ἀν‐ έστειλε τὴν φορὰν καὶ προύπεμψε τὰ στρατόπεδα μεθ’ οἵας ἔδει συν‐ τάξεως πρότερον· ὅτε καὶ λέγεται τοῖς τῶν πεσόντων ἐπιστάντα
20πτώμασι καὶ τὸ πλῆθος τῶν διαφθαρέντων ὅσον κατανοήσαντα πλῆξαί τε τῇ χειρὶ τὸν μηρὸν ἀχθόμενον καὶ περιψοφῆσαι τὰ χείλη πυκνὰ καὶ ἀνοιμῶξαι βύθιον καὶ δακρῦσαι (ταῦτα δὴ τὰ τῶν παθαινομένων σημαντικὰ ἐπὶ τοῖς ὁρωμένοις ἢ καὶ ἐνωτιζομένοις ἀλγεινοῖς θεάμασι καὶ ἀκούσμασι) καὶ ὁρμῆσαι μὲν τὸ ἐν ὀφθαλμοῖς ἀναμαχέσασθαι ὄνειδος,
25γενναῖον δέ τι ἐξ ὑπογυίου δρᾶσαι μὴ ἔχοντα ὁδοῦ τῆς προκειμένης αὖθις ἔχεσθαι. Ὁ δὲ μὴ τοῖς ὑψηλοῖς μόνον καὶ ἐθνῶν καὶ πόλεων δυνάσταις λοξὸν
ἀεὶ ἐνορῶν φθόνος καὶ τοὺς ἐπιβούλους τρέφων ἀεὶ ἐγγύς, ἀλλὰ καὶ τοῖς110

Man1,pt3

111

μετριωτέροις ἐπιφυόμενος, οὗτος οὐδὲ τὸν Στυππειώτην Θεόδωρον τῆς παρὰ βασιλεῖ παρρησίας εἴασεν ἀμετάθετον, ἀλλὰ πνεύσας καταιγιδῶδες καὶ ἄγριον ὁ δυσπάλαιστος πολλάκις μὲν τοῦ στασίμου στυφελίξας μετήνεγκε, τέλος δὲ καὶ ἀνέτρεψε καὶ εἰς πτῶμα κατήνεγκεν οἴκτιστον.
5 Παρενείρω δὲ καὶ τὰ τοιάδε τῇ ἱστορίᾳ δεικνὺς τοῖς ἀναγινώσκουσιν, ὡς κἂν ἀσυλλόγιστόν τι πρᾶγμα καὶ δυσφύλακτον ἡ πονηρία, χρῆναι γοῦν ὡς ἐξὸν ὑποβλέπεσθαι τῶν ἀντιτέχνων ὁπόσοι τὸν μὲν τρόπον οὐκ ἐλεύθεροι, τὸ δὲ ἦθος ὑποκαθήμενοι καὶ τὴν γλῶτταν τῇ καρδίᾳ πλουτοῦντες ἀντίφθογγον, πρὸ πάντων δὲ τιθέναι τῷ στόματι φυλακὴν
10καὶ μὴ ἐᾶν τὴν γλῶτταν προπετῶς ἐκπηδᾶν τοῦ ἕρκους τῶν ὀδόντων καὶ τοῦ τῶν χειλέων ἐπιτειχίσματος, ἅπερ οἷα διπλοῦν περίβολον ἡ φύσις ταύτῃ περιεγύρωσεν. Ὁ γάρ τοι τότε λογοθέτης τοῦ δρόμου ὁ Καματηρὸς Ἰωάννης οὐχ οἷός τε ὢν στέγειν τὴν ἐς τὸν Στυππειώτην τῆς τύχης εὐμένειαν καὶ
15τὴν ἀκροτάτην τοῦ βασιλέως ῥοπὴν καὶ τὸ τῷ μὲν ἅπαντα τὸν χρόνον τῆς ἐς τὸν κρατοῦντα παρρησίας τε καὶ παρουσίας εἶναι καιρὸν καὶ ἐξεῖναι δακτύλῳ μεταφέρειν πάντα καὶ νεύματι, αὐτῷ δὲ κατὰ τακτὰς ὥρας τὴν ἐς αὐτὸν ἀνεῳγέναι πυλαίαν καὶ τἆλλα, ὅσα τῷ μὲν Στυπ‐ πειώτῃ καὶ μόνον βουληθέντι ἀνύσιμα, τῷ δὲ οὐδ’ ὄναρ διὰ τοῦ
20φανταστικοῦ ἐφιπτάμενα καὶ διὰ τοῦτο τοῦ φθόνου γινόμενα ὑπεκκαύ‐ ματα καὶ ἕως τοῦ ταμείου πλήττοντα τῆς καρδίας, σκαιωρεῖ κατὰ τοῦ
ἀνδρὸς τὰ οἰκτρότατα. καὶ δεινὸς ὢν καττῦσαι δόλους καὶ δικρόαν111

Man1,pt3

112

εὐτυχῶν γλῶτταν, ὁποίαν ὄφις ὁ ψίθυρος καὶ ἀρχέκακος, φιλίᾳ ὑπο‐ κλέπτει τὸν ἄνδρα καλῷ πράγματι συσκιάζων ἄτοπα διαβούλια καὶ δηλητηρίου σκύφον περιχειλῆ ἀγάπης μέλιτι περιχρίων. ἀμέλει τοι καὶ ἄλλα λέγων καὶ διανοούμενος ἕτερα καὶ χείλεσι μὲν τιμῶν τῇ δὲ
5καρδίᾳ πόρρω πλαζόμενος ἐλελήθει τὸν κατὰ τοῦτο μόνον ἀρχαῖον καὶ ἁπλοϊκὸν Στυππειώτην. Ἐνδιαβάλλει τοίνυν ὡς μαγγανευτὴν τοῦτον καὶ δολιόφρονα καὶ γράφεται προδοσίας, τὰ κατὰ Σικελίαν λέγων ἀναταράττειν πράγματα. ἀπαιτηθεὶς οὖν ὑπὸ τοῦ βασιλέως πίστεις τῶν λεγομένων, τῇ Κιλικίᾳ
10ἔτι ἐνδιατρίβοντος, αὐτὸν μὲν ἐφίστησι παραπετάσματι, τὸν δὲ Στυπ‐ πειώτην ἀπολαβὼν ὡς ἔχων τι μόνος μόνῳ προσδιαλέξασθαι ἄγει ὅπου ἦν ὁ βασιλεὺς ἑστηκὼς καὶ λόγους ἀνακινήσας ἑτέρους εἶτα καὶ τοῖς κατὰ Σικελίαν δολίως ἐνέβαλε καὶ διδοὺς αὐτὸς ἀφορμὰς τοῦ μεμ‐ ψιμοιρεῖν, μήτε μὴν ἀσπάζεσθαι τὸν Στυππειώτην ὅσα ὁ βασιλεὺς
15εἶχεν ἐπὶ τοῖς κατὰ Σικελίαν διαπραξάμενος πράγμασιν, οὕτω διαλύει τὴν ἐντυχίαν. καὶ τοιοῦτον ἐνθάψας σπινθῆρα τῇ τοῦ βασιλέως ψυχῇ καὶ κατὰ τοῦ Στυππειώτου ἀφεὶς ὑποτύφεσθαι ἐσκέπτετο καὶ φορυτοῦ εὐπορήσειν ἑτέρων συκοφαντήσεων, δι’ ὧν προχειροτάτη τοῦ σπιν‐ θῆρος ἐσεῖται ἡ κίνησις.
20 Οὐκοῦν κατὰ καρδίας ἑτέραν ἀνταίαν πληγὴν εἰληφὼς ὁ Καματηρὸς ἐκ τοῦ τῷ Στυππειώτῃ ἐγχειρισθῆναι δοχεῖον ἐρυθροδάνου διάλιθον χρύσεον καὶ τοῖς ὅρκοις τοῦτον ἐπιστατῆσαι κατὰ τὸν ἐν Βλαχέρναις μέγαν νεών, οἳ τὴν τοῦ κράτους διαδοχὴν ἐνεπέδουν Ἀλεξίῳ τε τῷ ἐξ Οὐγγρίας καὶ τῇ θυγατρὶ τοῦ βασιλέως Μαρίᾳ, ἃ τῷ λογοθετικῷ δήπουθεν
25ὀφφικίῳ ἦσαν ἁρμόδια, συνθέσθαι λέγεται χάρτην λήρων ἔμπλεων, παρὰ112

Man1,pt3

113

τοῦ Στυππειώτου δῆθεν τῷ τῆς Σικελίας ῥηγὶ σταλησόμενον, καὶ τοῦτον ἀναφύρας τοῖς τοῦ Στυππειώτου τόμοις καὶ γράμμασι πεῖσαι τὸν βασιλέα στεῖλαι τοὺς κατὰ ζήτησιν τοῦ πρὸς τὸν ῥῆγα γράμματος τὴν τοῦ Στυππειώτου σκηνὴν ἐρευνήσοντας· οὗ καὶ γενομένου ὁ αὐτο‐
5κράτωρ οἷα πυρσὸν αἰθέριον τὴν κατὰ τοῦ ἀνδρὸς ὀργὴν ἀνέκαυσε. καὶ τὸ ἐντεῦθεν ἐκκοπεὶς τὰς κόρας ἀδίκως τυφλὸς ἦν, μὴ βλέπων τὸν ἥλιον. Ὦ πάντ’ ἐφορῶν ὀφθαλμὲ τῆς δίκης ἀλάθητε, πῶς ἐπιμύεις πολλάκις ἐπὶ τηλίκοις παρανομήμασιν ἢ καὶ μείζοσιν ἑτέροις ἀνθρώπων κακο‐ πραγήμασιν, οὐδ’ ἐπάγεις εὐθὺς τοὺς πρηστῆρας καὶ τὸ κεραύνιον
10ἄναμμα, ἀλλ’ ὑπερτιθέμενος ἐπέχεις τὴν κόλασιν. ἀνεξιχνίαστόν σου τὸ κρίμα, καὶ ἀνθρώπων λογισμοῖς ἀνεπίβατον. πλὴν εἶ σοφός, ναί, καὶ γνώμων ἀκριβὴς τοῦ συνοίσοντος, κἂν ἡμᾶς τοὺς σμικρογνώμονας λέληθας. Ἤδη μὲν οὖν τις θηρητὴρ ὄφιν δαφοινὸν ἢ λέοντα λασιαύχενα
15εἰσορῶν καὶ ἀΐων ἐν ὄρεσιν εὐθέως ἐξέκλινεν· ἀλλὰ καὶ κακοεργός, ὅστις δὴ παραιτητός ἐστι, δάκρυσι καὶ λιταῖς παρυπάγεται. ἄνδρα δὲ κακὰ τῷ πλησίον βυσσοδομεύοντα καὶ ἄλλα μὲν ἐν φρεσὶ κεύθοντα ἕτερα δὲ βάζοντα σοφίας δεῖ πολλῆς ἐκφυγεῖν καὶ χρεία τῆς ἀπὸ τοῦ Κρείττονος ἐφάψεως.
20 Ἦν δὲ ὁ Καματηρὸς οὗτος, ἵνα καὶ ἔτι μικρὸν παρακινήσω τῆς ἱστορίας μοι τὸν εἱρμόν, μαθημάτων μὲν ὑψηλοτέρων ἄκρῳ λιχανῷ γεγευμένος καὶ τῆς ὑπερσέμνου φιλοσοφίας οὐκ ἀκριβὴς ἐραστής, οὐδ’ εὐμαθὴς ὁπαδός, κράτιστος δὲ τῇ φυᾷ καὶ τῷ ἀμελετήτῳ χαίρων τῆς φράσεως, ῥέων τε τῷ λόγῳ κατὰ πηγάδα καλλίρειθρον διεκδιδοῦσαν τῶν πρανῶν, ἐκ τοῦδε
25κλέος ἀπηνέγκατο μέγιστον. ἀνθρώπων δὲ ὀψοφαγώτατος ὢν καὶ οἰνοφλύγων ὁ κράτιστος πρὸς λύριον ἔψαλλε καὶ πρὸς κιθάραν μετερρυ‐ θμίζετο καὶ κόρδακα ὠρχεῖτο καὶ τὼ πόδε πολλάκις παρενεσάλευε. χανδὸν δὲ τῶν οἴνων ἐμφορούμενος καὶ κατὰ τοὺς θαλαττίους χόας καὶ τὰς σπογγιὰς συχνάκις τὸ ποτὸν ἀνιμώμενος οὐ κατεπόντου τὸν νοῦν
30τῇ ἀρδείᾳ, μήτε παρασφαλλόμενος ὡς οἱ ἔξοινοι, μήτε τὸ κάρη βάλλων113

Man1,pt3

114

ἑτέρωσε ὡς ὑπὸ μέθης ἐπικλυζόμενος, ἀλλ’ ἔλεγέ τι σοφόν, ἀναφλέγων τε καὶ ἄρδων ἐν τῷ πίνειν τὸ λογιζόμενον, καὶ πρὸς βλάστην λόγων μᾶλλον ἐπερρωννύετο. διώκων δὲ τὰ συμπόσια οὐ βασιλεῖ μόνον πλεῖστα κεχάριστο, ἀλλὰ καὶ δυνάσταις μάλα πεφίλητο τῶν ἐθνῶν, ὁπόσοι τοὺς
5κώμους περιεσπούδαζον. κατὰ γὰρ πρεσβείαν αὐτοῖς παραβάλλων τοὺς μὲν ὑπερέβαλεν ἐν τοῖς πότοις καὶ πρὸς τὴν ὀψὲ κατήνεγκε τῆς μέθης ἀνάνηψιν καὶ τοῦ κάρου ἀνάνευσιν, τοῖς δὲ καὶ ἰσοφάρισεν· οὗτοι δὲ ἦσαν, οἳ πιθάκνας ὅλας ἐς τὴν γαστέρα μετήγγιζον καὶ ἀμφορέας ὤχουν τοῖς δακτύλοις ὡς κύλικας καὶ τὸν σκύφον εἶχον ἀεὶ ἐπιδείπνιον
10τὸν Ἡράκλειον. Ἐπεὶ δὲ εἰς τοὺς περὶ τοῦ ἀνδρὸς τούτου λόγους καθάπαξ ἐνεπεπτώ‐ κειν, δεδόσθω κἀκεῖνα τῇ ἱστορίᾳ μνήμης ὄντα καὶ διηγήσεως ἄξια. συν‐ έθετό ποτε τῷ βασιλεῖ Μανουὴλ ὕδατος πλησθεῖσαν διεκροφῆσαι τὴν πορφύρεον λεκανίδα, ἣν εἶχε μὲν πρότερον ἡ αἰθριώδης τοῦ κοιτῶνος
15αὔλειος τοῦ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ, ἡ καὶ ἄνωθεν τοῦ Βουκο‐ λέοντος ὑπτιάζουσα, νυνὶ δὲ ὁ παρὰ τοῦ εἰς ἱστορίαν προκειμένου βασι‐ λέως οἰκοδομηθεὶς χρυσόπαστος μέγιστος ἀνδρών. βασιλεὺς δ’ ἐν θαύματι θέμενος τὸ λεχθὲν καὶ πρὸς αὐτὸν „ὑπέρευγε, λογοθέτα“ φάμενος, ὀθόνας εὐανθεῖς καὶ χρυσίου μνᾶς ἱκανὰς ξυνέθετό οἱ καταβαλέσθαι
20δρῶντι ὡς ἔφησεν, ἢ μὴν ταὐτὰ τοῦτον καταθέσθαι μὴ περατοῦντα τὰ ξυγκείμενα. ὡς δὲ τὸν λόγον ἀσμένως ὁ Καματηρὸς ἠνωτίσατο, ἡ μὲν λεκανὶς ἦν ὑπερχειλὴς ὕδατος, κεχαδυῖα περὶ χόας δύο, ὁ δὲ κύψας ὡς βοῦς τὸ ἄγγος ἐκένωσεν, ἅπαξ ἀνακόψας τὸ συνεχὲς τῆς πόσεως καὶ τότε ὡς τὸ πνεῦμα πλεῖον συλλέξειε, καὶ εἶχεν εὐθὺς τὰ ἐκ συμφώνου πρὸς βασιλέως
25ἀποδιδόμενα. Ἥττων δὲ ὢν τῆς τῶν χλωρῶν κυάμων ἑστιάσεως οὐκ ἀπὸ ῥινός,
ὅ φασιν, ἀλλ’ ἐξ ὀδόντων τῷ θαλῷ τούτων εἵλκετο. ὅλας οὖν ἀρούρας114

Man1,pt3

115

κατεδαπάνα καὶ θωὸς ἀκριβέστερον ἐπεξήρχετο. καὶ τότε παρὰ τὸν ποταμὸν ἐνσκηνησάμενος, ἐπειδήπερ εἰς τὴν περαίαν κυάμων θεάσαιτο γήδιον, ἐξ αὐτῆς καὶ τὸν ἔσχατον χιτῶνα ἀποδυσάμενος διενήξατο καὶ τὸ πλεῖον ἀποτραγὼν οὐδ’ οὕτως ἀπέσχετο, ἀλλ’ ἐς δεσμὰς τὸ μὴ
5κατεδηδομένον ξυνενεγκὼν ἐπὶ νώτου τε ἀράμενος διέβη τε τὸν ποταμὸν αὐτίκα δὴ μάλα καὶ ἐπὶ δαπέδου τῆς σκηνῆς καθιζήσας ἀνελέγετο τοὺς κυάμους ἡδέως, ὡς εἰ νῆστις ἦν ἐπὶ μακρὸν καὶ ἀπόσιτος. Ἡρωϊκοῦ δὲ σώματος μετέχων καὶ εἰς ἀρίστην ἡλικίας ἀνατείνων ἀναδρομὴν οὐκ ἀπόμαχος ἦν, ἀλλ’ ἔβλεπε γενναῖον καὶ τοῦ αἵματος
10ἄξιον, ἐξ οὗ τὸ πρὸς μητρὸς ἐκείνῳ γένος καθείλκετο. Τελευτῶν δὲ τὸν βίον καὶ πλῆττον ἔχων αὐτὸν τὸ οἰκεῖον κριτήριον ἐφ’ οἷς εἰς τὸν Στυππειώτην ἐξήμαρτε μετάπεμπτον ποιεῖται τὸν ἄνδρα καὶ συγγνώμην μετὰ δακρύων αἰτεῖται. ὁ δὲ βραβεύων ἀμνησικάκως ἄφεσιν καὶ σωτηρίαν ψυχῆς προσεπηύξατο. καὶ ταῦτα μὲν οὕτω
15καὶ οὐ κατὰ διήγησιν, οἶμαι, ἀλυσιτελῆ τοῖς πολλοῖς οὐδ’ ἀκαλλῆ τε καὶ ἀχαρίτωτον. Ὁ δὲ Μανουὴλ ἀποβαλόμενος θανάτῳ τὴν ἐξ Ἀλαμανῶν ξύνευνον ἐκόψατο μέν, τὸν ἐκείνης μόρον διασπασμὸν οἰηθεὶς σώματος, καὶ ὡς λέων θρηνῶδες ἠρεύξατο, ταφῆς δὲ ἠξιωκὼς μεγαλοπρεποῦς καὶ τῷ σκήνει
20ἐπιτελέσας τὰ ὅσια ἐν τῇ τοῦ Παντοκράτορος πατρῴᾳ μονῇ καὶ καιρὸν ὃν ἐδοκίμασε παριππεύσας ἡμιθανὴς καὶ ἡμίτομος πρὸς μνῆστρα δεύτερα ἔβλεψε, πατὴρ ἀκοῦσαι παιδὸς γλιχόμενος ἄρρενος. Πολλαχόθεν μὲν οὖν ἐπεφοίτων αὐτῷ καὶ γράμματα καὶ προμνώ‐ μενοι ἐκ βασιλέων, ἀπὸ ῥηγῶν καὶ δυναστῶν ἁπάσης τῆς γῆς· ὁ δὲ
25προέκρινεν ἁπασῶν μίαν τῶν θυγατέρων τοῦ τῆς Ἀντιοχείας σατρα‐ πεύοντος Πετεβίνου, ταύτην λέγω τὴν τῆς Κοίλης Συρίας προκαθημένην,
ἣν Ὀρόντης ποτίζει καὶ καταπνέει ζέφυρος ἄνεμος. ἦν δὲ ὁ Πετεβῖνος115

Man1,pt3

116

οὗτος Ἰταλιώτης μὲν τὸ γένος, ἱππότης δ’ ἀκράδαντος καὶ ὑπὲρ τὸν Πρίαμον ἐκεῖνον εὐμέλιος. στείλας οὖν ἐκ τῶν τῆς γερουσίας καὶ τὸ γένος ἐπισήμους ἄνδρας εἰσοικίζεται τὴν κόρην καὶ θύσας εἶχε τὰ γαμο‐ δαίσια. ἦν δὲ καλὴ τὸ εἶδος ἡ γυνή, καὶ καλὴ λίαν, καὶ ἕως σφόδρα καλὴ
5καὶ τὸ κάλλος ἀξύμβλητος, ὡς μῦθον εἶναι ἀτεχνῶς πρὸς αὐτὴν Ἀφρο‐ δίτην τὴν φιλομειδῆ καὶ χρυσῆν, Ἥραν τὴν λευκώλενον καὶ βοῶπιν, καὶ τὴν δολιχόδειρον καὶ καλλίσφυρον Λάκαιναν, ἃς οἱ πάλαι διὰ τὸ κάλλος ἐθέωσαν, καὶ τὰς λοιπὰς δὲ ἁπάσας, ὅσας βίβλοι καὶ ἱστορίαι διαπρεπεῖς τὴν θέαν παραδεδώκασιν.
10 Ὁ δὲ λόγος τὰ κατὰ τοὺς Τούρκους μέλλων αὖθις διεξιέναι ἅτε εἰς ἀρχὴν καθιστάμενος καί τινα τῶν ἄνωθεν σαφηνείας ἕνεκα δοίη ἂν εἰς ἀφήγησιν. τῷ κατάρχοντι τῶν Τούρκων Μασοὺτ πολλοὶ μὲν υἱεῖς καὶ θυγατέρες ἐγεγόνεισαν· ἐν δὲ τῷ μέλλειν ἐξ ἀνθρώπων γίνεσθαι καὶ ταῖς ἐκεῖθεν κολάσεσιν ὡς ἀσεβὴς παραπέμπεσθαι διανέμει τοῖς ἐκείνου
15παισὶ τὰς ποτὲ μὲν Ῥωμαίων ὅροις κληρουχουμένας, τότε δὲ ὑπ’ ἐκείνῳ ταττομένας πόλεις καὶ χώρας, καὶ ἄλλοις μὲν εἰς κλῆρον πατρῷον κατέλιπεν ἕτερα, τὴν δὲ Ἰκονιέων μητρόπολιν καὶ ὅσα τετάχαται ὑπ’ αὐτὴν τῷ Κλιτζασθλὰν ἀπομερίζει υἱῷ. τῶν δὲ γαμβρῶν Ἰαγουπασὰν μὲν Ἀμάσειαν καὶ Ἄγκυραν ἐκληροῦτο καὶ τὴν Καππαδοκῶν εὐδαίμονα
20χώραν καὶ ὅσα ταῖς πόλεσι ταύταις προσόμορα, Δαδούνῃ δὲ ἀπο‐ νενέμηνται πόλεις εὐδαίμονές τε καὶ μέγισται Καισάρεια καὶ Σεβάστεια. Ἀλλ’ ἕως τίνος τὸν οἰκεῖον παρόψει κλῆρον, Κύριε, εἰς ἀπαγωγὴν ἐκκείμενον καὶ προνομὴν μακραίωνα καὶ κίνησιν κεφαλῆς λαῷ μωρῷ καὶ
οὐχὶ σοφῷ καὶ πόρρωθεν ἀπεσχοινισμένῳ τῆς εὐσεβοῦς περὶ σὲ δόξης116

Man1,pt3

117

καὶ πίστεως; μέχρι τίνος ἀφ’ ἡμῶν ἀποστρέφεις τὸ οἰκεῖον πρόσωπον, ὁ φιλάνθρωπος, καὶ τῆς πτωχείας ἡμῶν ἐπιλανθάνῃ, οὐδ’ ἐνωτίζῃ τοὺς στεναγμούς, ὁ ταχὺς τῶν θλιβομένων ἐπακουός, οὐδὲ δίκην ἐπιτίθης, ὁ τῶν ἐκδικήσεων Κύριος; ἕως πότε παραλλὰξ ἕρποντα ἐσεῖται τὰ ἄτοπα
5καὶ οἱ μὲν τῆς δουλίδος Ἄγαρ ἀπόγονοι κατακυριεύσουσι τῶν ἐλευθέρων ἡμῶν ἀπολοῦσί τε καὶ ἀποκτενοῦσι τὸ σὸν ἅγιον ἔθνος, ὃ τὸ ὑπὲρ πᾶν ὄνομα τὸ σὸν ἅγιον ἐπικέκληται ὄνομα, τοῦτο δὲ χρονίαν ὑπηρεσίαν ὑπομενεῖ καὶ τοὺς ὀνειδισμοὺς ὑποίσει καὶ τοὺς κονδυλισμοὺς τῶν ἐπι‐ τρίπτων τούτων ἀλλογενῶν; εἰσελθέτω ἐνώπιόν σου ὀψέ ποτε, φιλάγαθε
10δέσποτα, τῶν ἐν πέδαις ἡ συνοχή. βοησάτω πρὸς σὲ καὶ νῦν τὸν φίλοικτον τὸ ἐκχεόμενον αἷμα τῶν σῶν οἰκετῶν, ὡς τὸ τοῦ Ἄβελ πρό‐ τερον. ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν ἡμῶν, καὶ κραταιώσας ὃν αὐτὸς αἱρετίσῃ ἄνδρα καὶ ἐφ’ ὃν εὐδοκήσειας. ἀπόδος τοῖς πονηροῖς γείτοσιν ἡμῶν εἰς τὸ ἑπταπλάσιον ὅσα ἐπονη‐
15ρεύσαντο κατὰ τῆς κληρονομίας σου· καὶ πόλεις καὶ χώρας ἐπανασώσας ἡμῖν ἐν ἀνδρείᾳ, ἃς ἀφείλοντο οἱ ἀλλόφυλοι, ὅρια στήσαις τοῖς ἐκ τοῦ σοῦ καλουμένοις ὀνόματος ἀνίσχοντος ἡλίου καὶ δυομένου πρώτας καὶ ὑστάτας αὐγάς. Ἀλλὰ ταῦτα μὲν ἴσως οὐκ ἀκαίρως οὐδὲ μάτην ἐξετοξεύσαμεν, θεῷ
20τι μικρὸν προσλαλήσαντες καὶ κενώσαντες τῆς λύπης βραχὺ ἐξ ὑπερ‐ άντλου ταύτῃ ψυχῆς. οἱ δ’ οὖν τοῦ Μασοὺτ τριχῇ δασάμενοι τὰ κεφαλαιώδη τῆς ἀρχῆς ὁρίσματα, ἢ τὸ νητρεκὲς εἰπεῖν τὰ τῶν Ῥωμαίων σχοινίσματα, παῖδες παρὰ πατρὸς ἐς αὐτοὺς καταβάντα διαδεξάμενοι, ὀλίγα μὲν εἰρήνῃ καὶ τοῖς τῆς συγγενείας θεσμοῖς ἐπέθυσαν, τὰ δὲ πλεῖστα
25εἰς διαφορὰς οἰκείας ἀπεῖδον καὶ προσέσχον ταῖς διαστάσεσιν. Αὐτίκα γὰρ ὁ τοῦ Ἰκονίου σουλτὰν τῷ τῆς Καππαδοκίας τοπάρχῃ σκαιόν τι καὶ ἄγριον ἐπωφθάλμισε, καὶ οὗτος αὖ ἐκείνῳ βλέμμα ὀλέθριον ἔρριψε. καὶ ἦν τὰ κατ’ ἀλλήλων πονηρὰ διαβούλια οὐχ ὑπὸ σκότον καὶ κρύφα τελούμενα, ἀλλ’ ἔκπυστα καὶ βασιλεῖ καὶ ἔκφορα ὑπ’ αὐτῶν.
30ὁ δὲ ἐπαρώμενος ἀμφοῖν πανώλειαν ἠγάπα μὴ μόνον μέχρι τοῦ ἐριθεύειν117

Man1,pt3

118

ἀπονεύειν ἀλλήλων καὶ ἀποσχίζεσθαι, ἀλλὰ καὶ ὅπλα ἄραντας εἰς μοῖραν διαστῆναι ἀντίθετον, ἵν’ ἄγων ἠρεμίαν αὐτὸς τοῖς ἐκείνων ἐπιχαίρῃ κακοῖς ὡς ἀλλοφύλων καὶ ἀσεβῶν. καὶ πέμπων λάθρᾳ ἀγγέλους θάτερον θατέρῳ ἐνῆγεν εἰς πόλεμον. ἐκ δὲ τοῦ προδήλου τῷ Ἰαγουπασάνῃ
5προσέκειτο καί οἱ τοῦ Ἄρεος συνεθίγγανεν οἷς ἐδωρεῖτο, μυσαττόμενος τὸν σουλτὰν ὡς ὑποκαθημένην ἀεὶ τὴν γνώμην ἔχοντα καὶ ὕπουλον τὸ φρονεῖν καὶ περίστροφον καὶ μὴ μόνον δολοπλοκοῦντα τοῖς ἐκ γένους ἐκείνῳ καὶ αἵματος τὰ ἀνήκεστα, ἀλλὰ καὶ Ῥωμαίων ἀεὶ κατὰ λῃστείαν τὸ γειτονοῦν ἐκτρίβοντα.
10 Πεποιθὼς τοίνυν Ἰαγουπασάνης τῷ αὐτοκράτορι ἐκφέρει κατὰ τοῦ σουλτὰν πόλεμον καὶ οὗτος αὖθις ἀντέξεισι κατ’ αὐτοῦ καὶ συρραγέντες πολλάκις ἐμάχοντο. ὀψὲ δὲ καὶ μεθ’ αἵματα ἐξ ἑκατέρων ῥεύσαντα τῶν στρατῶν πρὸς Ἰαγουπασάνην ἔβλεψε τὸ νικᾶν. καὶ πρὸς καιρὸν τὰ ὅπλα καταθέμενοι, ὁ μὲν ἐπέμενε κατὰ χώραν, ὁ δὲ σουλτὰν τῷ βασιλεῖ
15πρόσεισιν ἄρτι πρὸς πόλιν τὴν βασιλεύουσαν ἐκ τῶν δυσμικῶν ἐπαν‐ ιόντι μερῶν. καὶ φιλοφρόνως προσδεχθεὶς καὶ ἐντίμως οὐχ ἧττον ἐπ’ αὐτῷ βασιλέα διαχυθῆναι πεποίηκεν, ἤπερ αὐτὸς ἐπὶ τῷ τῆς ξενίας ἐνευφράνθη ἀπροσδεεῖ. οὐκ ἐλπίσι γὰρ μόνον χρηστοτέραις ὑπεσαίνετο Μανουήλ, ὡς εὖ τὰ κατὰ τὴν ἕω διάθοιτο διὰ τῆς τοῦ σουλτὰν παρου‐
20σίας καὶ τοῦ κεχαρισμένου τῆς ξενίας δυναμένου γοητεῦσαι φιλοχρήματον βάρβαρον, ἀλλὰ καὶ δόξαν αὐτῷ τῆς βασιλείας τὸ συμβὰν ᾤετο. Εἰσιὼν τοίνυν ἅμα τῷ σουλτὰν τὴν Κωνσταντίνου κηρύττει θρίαμβον. καὶ ἦν εὐπρεπὴς ὁ θρίαμβος, καλλίστοις καὶ τιμήεσι πέπλοις παμφαίνων καὶ τῷ τοῦ κόσμου πολυειδεῖ δαίδαλος· καὶ ἤμελλε βασιλεὺς διὰ τοῦ
25θριάμβου προϊέναι πρὸς αὐτῶν τῶν ἀστῶν κροτούμενος καὶ μέρος εἶναι118

Man1,pt3

119

τῆς τότε δορυφορίας τε καὶ λαμπρότητος καὶ τῶν κυδρούντων τὸν αὐτοκράτορα καὶ σουλτὰν αὐτὸς ἐπιπαριών. θεὸς δ’ ἠκύρωσε τὰ τῆς ἡμέρας ἐκείνης λαμπρά· ἥ τε γὰρ γῆ κλονηθεῖσα πολλὰς ἐπικατα‐ βεβλήκει λαμπροτάτας οἰκήσεις καὶ ὁ ἀὴρ ταραχώδης ἦν ἐπιεικῶς καὶ
5ἀνώμαλος καὶ ἕτερ’ ἄττα ἐπισυμβάντα δείματα ἐκείνοις οὐ θριάμβοις ἠναγκάκει προσέχειν τὸν νοῦν καὶ τὸ τῆς ψυχῆς ἐκύμαινε λογιζόμενον. ἔφασκον δὲ οἱ τοῦ θείου νεὼ καὶ τοῦ βήματος (καὶ αὐτὸς βασιλεὺς οὐκ ἀγαθὰς κλῃδόνας ἐδέχετο τὰ λεγόμενα) μηνίειν τὸ θεῖον καὶ μηδ’ ὅλως ἀνέχεσθαι προκύψειν ὅλως εἰς θρίαμβον μὴ θεοσεβείας ἄνδρα μετεσχηκότα,
10ὃν κοσμοῦσιν ἔπιπλα παναγῆ καὶ ἁγίων ἔκτυπα διειλήφασι καὶ χαρακτὴρ καθαγιάζει Χριστοῦ. καὶ οὕτω μὲν εἰκαίως ὁ θρίαμβος ἐσχεδίαστο, μηδαμῶς αὐτῷ προσεσχηκότος τοῦ αὐτοκράτορος οὐδ’ ἐς ὅσον τὸ ἔθος ἀφοσιώσασθαι. Ἐς ἱκανὸν δὲ ὁ σουλτὰν τῷ βασιλεῖ συνδιέτριψε χρόνον καὶ ἵππων
15σταδιοδρόμων ἁμίλλαις τὸν ὀφθαλμὸν καθειστίακεν, ὅτε καί τις ἀνὴρ τῆς Ἄγαρ ἀπόγονος, ὡς ἐδόκει τὰ μὲν πρῶτα, θαυματοποιός, ὡς δ’ ὕστερον ἔδειξε, ταλάντατος ἀνθρώπων καὶ αὐτοέντης ἄντικρυς, ἐπὶ τὸν κατὰ τὸ θέατρον πύργον ἀναλάμενος, οὗ κάτωθεν μὲν αἱ τῶν ἐπὶ σταδίου θεόντων ἀφετηρίαι εἰς ἁψῖδας παραλλήλους κεχήνασιν, ἄνωθεν δ’ ἵπποι
20χαλκήλατοι πεπήγασι πίσυρες χρυσῷ ἠληλιμμένοι, τοὺς αὐχένας ὑπόγυροι, ἀντιβλέποντες ἀλλήλοις καὶ δρόμον καμπτῆρος πνέοντες, διαπτῆναι τὸ στάδιον ἐπηγγέλλετο. εἱστήκει οὖν ὡς ἐφ’ ὕσπληγγος τοῦ πύργου ἠμφιεσμένος ποδηρέστατον εὐρέα χιτῶνα. λευκὸς δὲ ἦν ὁ χιτών, λύγοι δὲ εἰς κύκλον περιαχθέντες ἐποίουν κολπῶδες τὸ ἄμφιον.
25ἦν δὲ σκοπὸς τῷ Ἀγαρηνῷ ὥσπερ ἱστίῳ πτερωθῆναι τῷ πέπλῳ, ταῖς τούτου κοιλότησι τοῦ πνεύματος ἐμφωλεύοντος. πᾶς οὖν ἐπέστραπτο
ἐπ’ αὐτὸν ὀφθαλμὸς καὶ ἐμειδία τὸ θέατρον· καὶ πυκνὰ ἐκραύγαζον οἱ119

Man1,pt3

120

θεώμενοι „πέτασον“ καὶ „ἕως τίνος Σαρακηνὲ τὰς ψυχὰς ἡμῶν αἴρεις ταλαντεύων ἐκ τοῦ πύργου τὸν ἄνεμον;“ βασιλεὺς δὲ πέμψας διεκώλυεν αὐτὸν τοῦ ὁρμήματος. θεατὴς δ’ ὢν τῶν δρωμένων καὶ σουλτὰν αὐτὸς ἐπ’ ἀμφιβόλῳ τῷ ἀποτελέσματι ἀνεκήκιέ τε καὶ ἐσεσήρει μετέωρος ὢν
5τὴν γνώμην καὶ δεδιὼς περὶ τῷ ὁμογενεῖ. ὁ δὲ περιχάσκων τὸν ἀέρα συχνὰ καὶ τὸ πνεῦμα διακριβούμενος τὰς τῶν θεατῶν ἐλπίδας ὑπέκλεπτε. καὶ πολλάκις διάρας τὰς χεῖρας καὶ σχηματίσας ταύτας ὡς πτέρυγας εἰς κίνησιν πτήσεως ὑπεστείλατο τὸ πνεῦμα μεταπεμπόμενος. ἐπεὶ δέ ποτε φορὸν παρεῖναι καὶ οὔριον δέδοκτο, διατινάσσεται πτηνοῦ δίκην,
10ἀεροβατεῖν οἰηθείς. ἀλλ’ ἦν οὐρανοδρόμος Ἰκάρου ἐλεεινότερος. καὶ ὡς σῶμα κεντροβαρὲς χαμαιρριφής, οὐχ ὡς κοῦφος ἱπτάμενος, τέλος δὲ καταπεσὼν διέρρηξε τὴν ψυχήν, γαστροκνημῖδας καὶ χεῖρας καὶ ὅσα τοῦ σώματος ὀστώδη διαθρυβείς. Ἦν τοίνυν ὁ ἐκπετασμὸς οὗτος εἰς μωκίαν καὶ γέλωτα τῶν μετὰ τοῦ
15σουλτὰν Τούρκων τοῖς ἀστυπολίταις διαθρυλλούμενος, οὐδ’ ἦν ἐπ’ ἀγορᾶς ἀκαταγελάστους αὐτοὺς παριέναι, τῶν ἀργυροκόπων ἀγο‐ ραίων τὰ τῶν τραπεζῶν διαψοφούντων σιδήρια. ὡς δ’ ἠνωτίζετο ταῦτα ὁ βασιλεύς, διεχεῖτο μὲν ὡς εἰκός, τὸ στωμύλον καὶ φιλοπαῖγμον τῶν ἐπὶ τῶν τριόδων εἰδώς, σουλτὰν δὲ χαριζόμενος (κατὰ βραχὺ γὰρ τὴν τοῦ
20βαρβάρου ψυχὴν ὑπεισερχόμενα ἔδακνε τὰ βωμολοχεύματα) ἐπλάττετο τὸν τὸ ἐκείνων ἐλευθερόστομον ἀναστέλλοντα. Μετὰ δὲ τὴν ἀξιάγαστον φιλοφροσύνην δῶρα πολλὰ καὶ λαμπρὰ ἐκ τῶν βασιλικῶν χρυσώνων ὁ σουλτὰν ἀπαρυσάμενος, ἐφ’ οἷς καὶ ἔκ‐ θαμβος ἐγεγένητο καὶ διαπορούμενος ἦν, εἰ καὶ ἑτέρων τοσούτων τὸ
25πλῆθος καὶ τηλίκων τὸ μέγεθος εὐπορεῖ βασιλεύς, χαίρων ἐπανέζευξεν ἔμφορτος. ὁ γὰρ αὐτοκράτωρ εἰδὼς μὲν καὶ ὅτι βάρβαρος ἅπας λημ‐ μάτων ἥττηται, λαμπρυνόμενος δὲ μάλιστα καὶ ἐκπλῆξαι θέλων τὸν Κλιτζασθλάνην ἐπὶ τοῖς πολυταλάντοις τῶν θησαυρῶν, οἷς ἡ βασιλεία Ῥωμαίων περιερρέετο, ἐν ἑνὶ τῶν κατὰ τὸ ἀρχεῖον λαμπροτάτων ἀνδρώ‐
30νων ἑξῆς διατέθεικεν ὅσα τούτῳ παρασχέσθαι δῶρα προέθετο. ἦν δὲ
ταῦτα χρυσός τε καὶ ἄργυρος κεκομμένος εἰς νόμισμα καὶ τρυφῶσα ἐσθὴς120

Man1,pt3

121

ἀργύρεά τε ἐκπώματα καὶ Θηρίκλεια χρύσεα καὶ ὀθόναι τῶν ἐξ ὑπερ‐ ηφάνου ὑφῆς ἄλλοι τε κόσμοι ἐξαίρετοι, Ῥωμαίοις μὲν καὶ πάνυ εὐπό‐ ριστοι, σπάνιοι δὲ παρὰ βαρβάροις αὐτοῖς καὶ τὰ πολλὰ μηδὲ θεατοί. εἰσιὼν δὲ ὁ βασιλεὺς τὸν ἀνδρῶνα καὶ τὸν σουλτὰν ἐκεῖσε μεταπεμ‐
5ψάμενος ἤρετο, εἰ δωρηθῆναί οἱ τοῦ παρόντος βούλοιτο θησαυροῦ. τοῦ δὲ εἰπόντος ὡς αἱρεῖται ὅσοις αὐτὸν δωρήσεται βασιλεύς, αὖθις ἐπήγαγεν, εἴ τις τῶν ἀντιπάλων Ῥωμαίοις, αὐτοῦ ταῦτα κενωσαμένου εἰς ξενικὸν καὶ ἐνδαπὸν στράτευμα, ὑπενέγκοι ἂν ὅλως τὴν κατ’ ἐκείνου τῶν Ῥωμαίων ὁρμήν. τοῦ δὲ ἀγαμένου καὶ εἰπόντος, ὡς εἰ δεσπόζων
10ἦν τοσούτων χρημάτων, εἶχεν ἂν πάλαι τὸ κύκλῳ πολέμιον εἰς ὑπήκοον αὐτῷ μεταθέμενος, „φιλοτιμοῦμαί σε τούτοις πᾶσί“ φησι βασιλεύς, „ἵνα καὶ τοὐμὸν εἰδείης φιλόδωρόν τε ἅμα καὶ μεγαλόδωρον καὶ ὅσων ἐστὶ κύριος χρημάτων ὁ τόσοις ἕνα δωρούμενος.“ ὁ δὲ ἥσθη τε καὶ ἐξέστη τῇ ἀπομαγδαλίᾳ τῶν χρημάτων, τυφλώττων πρὸς κέρδος, καὶ
15βασιλεῖ τὴν Σεβάστειαν καὶ τὴν ταύτης χώραν παρασχέσθαι κατεπ‐ αγγέλλεται. ὁ Μανουὴλ δὲ τὴν ὑπόσχεσιν ταύτην ἀσμένως δεξάμενος καὶ ἕτερα δώσειν ξυνέθετο χρήματα, εἰ τοὺς λόγους τοῖς ἔργοις πιστώ‐ σαιτο. Καὶ αὐτὸς μὲν τὴν τοῦ βαρβάρου προφθάνων ῥοπὴν καί, ἕως ἔτι
20ὁ σίδηρος ἐν ἀκμῇ, ἐνεργῷ χρήσασθαι τούτῳ βουλόμενος διεπεπράχει, ὡς εἰρήκει, μετὰ καιρόν· στείλας γὰρ τὸν Γαβρᾶν Κωνσταντῖνον ἐξ‐ έπεμψεν αὐτῷ φιλοτιμήματα ἄλλα ἄττα συχνὰ καὶ παντοδαποὺς ὁπλισμούς· ὁ δὲ ἀπατεὼν ὢν καὶ μηδὲ τί ἐστιν ὅλως ἀλήθεια ἐγνωκώς
ποτε τῶν τε συνθηκῶν ἐπελάθετο ἀπελθὼν ἐς Ἰκόνιον καὶ τὴν Σεβά‐121

Man1,pt3

122

στειαν ἐκπορθήσας καὶ τὰ ὑπ’ αὐτὴν χειρωσάμενος γέγονε τῶν ὅλων αὐτὸς ἐγκρατής. Ἐπειδὴ δὲ καὶ τὸν Δαδούνην τῆς οἰκείας ἀρχῆς παρέλυσεν, ἐκεῖνον μὲν δραπέτην καὶ πλανήτην εἰργάσατο, τῆς δὲ Καισαρείας αὐτὸς λαβό‐
5μενος καὶ τὸν λοιπὸν μετήρχετο ξύμφυλον, τὸν Ἰαγουπασάνην φημί, νοσήσας κἀπὶ τῇ τούτου ἔρωτα χώρᾳ καὶ τὸν ἄνδρα διψῶν ἀνελεῖν. ὁ δὲ καὶ αὐτὸς τὸ οἰκεῖον συγκροτῶν ἐν τῷ μέρει στρατόπεδον καὶ ὡς πρὸς ἀνταγωνιστὴν ἤδη μείζονα περιβαλλόμενον δύναμιν παραταττό‐ μενος φθάνει θανάτῳ τὴν προθυμίαν διακοπείς. Δαδούνης δὲ ὡς εἰς
10ἐρήμην δυνάστου τὴν τῶν Ἀμασέων σατραπείαν παρεισιὼν ἐκεῖθέν τε ἀποκρούεται καὶ τῇ μεταπεμψαμένῃ τοῦτον τοῦ Ἰαγουπασάνη συν‐ εύνῳ θανάτου αἴτιος γίνεται· οἱ γὰρ Ἀμασεῖς ἐπαναστάντες αὐτήν τε ὡς λάθρᾳ τῷ Δαδούνῃ μνηστεύουσαν τὴν ἀρχὴν ἠμύναντο τελευτῇ καὶ Δαδούνην ἀδοξήσαντες ἄρχοντα μακρὰν ἀπεώσαντο.
15 Ἀλλ’ οὐχὶ καὶ τοῦ Κλιτζασθλὰν γεγόνασιν ἰσχυρότεροι· ἀλλ’ οὗτος αὐτῶν φανεὶς δυνατώτερος, ὡς εἶχε πρώην Καππαδοκίαν, οὕτως καὶ Ἀμάσειαν εἴληφεν ὕστερον, ὀξείᾳ καὶ ἐπιτυχεῖ τύχῃ πρὸς τὰ πράγματα χρώμενος, ἄνθρωπος οὐκ εὐφυὴς τὴν διαρτίαν τοῦ σώματος, ἀλλ’ ἠκρωτηριασμένος ἐν οὐκ ὀλίγοις τῶν καιρίων μερῶν. αὐτίκα γὰρ αἱ
20χεῖρες τούτῳ ἐξήρθρωντο καὶ τὼ πόδε ὑποσκάζοντε ἦσαν καὶ τὰ πολλὰ ἐφ’ ἁρμαμάξης τὴν πορείαν πεποίητο. ὅθεν καὶ τὰς ἀρχὰς τῶν κατ’ αὐτοῦ σκωμμάτων ἐξ αὐτοῦ δὴ Ἀνδρόνικος ἐσέπειτα ποριζόμενος Κουτζασθλάνην τοῦτον ὠνόμαζε, φιλολοίδορος ὢν εἴπερ τις ἄλλος καὶ καθάψασθαι ἀνθρώπων δεινότατος καὶ λόγοις Κερκώπων ἁπαλοῖς τοῖς
25οὐ καλῶς πεπραγμένοις τῶν ἔργων ἢ τοῖς ἀηδῶς τοῦ σώματος ἔχουσι μῶμον προστρίψασθαι ἱκανώτατος. Ὁ μὲν οὖν, ὁποῖος ἂν καὶ ἦν τὴν πλάσιν τοῦ σώματος (εἶχε δὲ ὡς αὐτόν, οἶμαι, ἡ πλάστρια φύσις ἐπαλαμήσατο), μεγάλην ἀρχὴν εἰληχὼς καὶ τοσαύτας δυνάμεις περιβαλόμενος οὐχ εἵλετο ἐντεῦθεν
30βίοτον ἤρεμον, ἀλλὰ φύσει ταραχώδης ὢν καὶ ἀκαταστόρεστος ὥσπερ122

Man1,pt3

123

τις κόλπος θαλάττιος Ῥωμαίοις ἐν οἷς εἶχε λυπεῖν ἀκηρυκτὶ διεφέρετο καὶ ἀνέγκλητον πολλάκις ἐπῆγε τὸν πόλεμον, σὺν οὐδενὶ λόγῳ θεσμὰ παρατρέχων καὶ συγχέων σπονδάς, τῇ οἰκείᾳ δ’ ἐφέσει ταλαντεύων τὸ πραχθησόμενον. οὐδ’ αὐτῆς ἀπέσχετο τῆς Μελιτηνῆς, ἀλλὰ καὶ τὸν
5ταύτης ἔχων καθελεῖν ἀμηρᾶν, μήτε τὸ τῆς θρησκείας ταὐτὸν ὑπειδό‐ μενος ἢ τὸ μηδὲν ἔχειν ἐπεγκαλεῖν ἀλγεινόν, αὐτὸς ἀνεπικαλύπτως αἰτίαν πλασάμενος καὶ γραψάμενος ἐκεῖθεν αὐτὸν ἐξήλασεν. ἔπειτα δὲ καὶ τὸν οἰκεῖον ὑφέρπων κασίγνητον μετανάστην κἀκεῖνον ἔθετο. οἱ δὲ φυγάδες πρὸς τὸν αὐτοκράτορα ἵκοντο.
10 Καὶ ταῦτα μὲν συμβέβηκεν ὕστερον. τότε δὲ πολυδύναμος γεγονὼς τὸ πρὸς τὸν βασιλέα αἰδῆμον ἀπεξύσατο καὶ ἣν αὐτὸς θεραπείαν προσ‐ ῆγε ταῖς τῶν πραγμάτων δυσκολίαις ἀγχόμενος, ταύτην ἐξῃτεῖτό οἱ παρέχειν τὸν αὐτοκράτορα, βαρβαρικῶς μεταλλοιούμενος τῷ καιρῷ καὶ δεῆσαν ὑπὲρ τὸ δέον ὑποστελλόμενος, καὶ πτεροῦ αὖθις ἐλαφρι‐
15ζόμενος εὐπετέστερον, ἂν τῇ ἑτέρᾳ πλάστιγγι ῥοπὴν ἡ τύχη παρείχετο τοῖς παλινστρόφοις βραβεύουσα πράγμασι. παττάλῳ δ’ ὑπεκκρου‐ όμενος πάτταλος ἐξομαλίζων ἦν τὸν βασιλέα καὶ θεραπεύων ἐνιαχοῦ, οὐ μὴν ὑπ’ ἐκείνου θηροκομούμενος διεδείκνυτο καὶ δόξαν ἀπονέμων πατρὸς υἱοθεσίας τιμὴν ἐλάμβανε· καὶ ἦν τὰ παρ’ ἀλλήλων χαραττόμενα
20γράμματα πατέρα βασιλέα καὶ σουλτὰν υἱὸν καταγγέλλοντα. Πλὴν οὐδ’ οὕτως ἐς φιλίαν ἀκραιφνῆ συνηρμόζοντο ἢ γοῦν τὰς σπονδὰς οὐ ξυνέχεον. ὅθεν ὁ μὲν κατὰ χειμάρρουν πληθύνοντα ἢ κατὰ πολλὰ ἐδηδοκότα φάρμακα δράκοντα κατέκλυζέ τε καὶ παρέσυρε τὸ προστυχὸν καὶ συχνὰ τῶν ἡμετέρων πολιχνίων κατέχασκε τὸν τῆς
25κακίας ἀποπτύων ἰόν· ὁ δὲ περιεφράγμου τούτῳ τὰς διεξόδους καὶ εἰς ἀνάρρουν τὸ ῥεῦμα ὑπανεστοίβαζε θριγγίῳ ἀρραγεῖ στρατοπέδων, ἢ ὁλκῇ χρυσίου ἐφολκοῦ κατεκοίμιζε πρὸς εἰρήνην τὸ τούτου βλέφαρον καὶ ἣν τέως εἰς λῃστείαν ἐπηγρίαινε λοφιὰν καὶ τὸν ὁλκόν, ὃν ὑπ‐
εσύρετο τοῦ στρατεύματος, κατασιγάζων ἐπράϋνεν.123

Man1,pt3

124

Ἐνίοτε δὲ τοὺς ὡς πώεα πλατέα διεκκεχυμένους τοῖς Ῥωμαϊκοῖς σχοινίσμασι Τούρκους ἀναστέλλων τοῖς περὶ τὴν Πεντάπολιν ἐπιτίθεται καὶ σωμάτων ἀνθρωπίνων καὶ ζώων πολλῶν γενόμενος ἐγκρατής, μηδ’ εἰς χεῖρας δεξαμένων αὐτὸν τῶν Περσῶν, τροπαιοφόρος ἀνέζευ‐
5ξεν. ὁπηνίκα καὶ Σολυμᾶς, ὁ τῶν παρὰ τῷ σουλτὰν τὰ μέγιστα δυνα‐ μένων κορυφαιότατος, τῷ βασιλεῖ ἐποφθεὶς πολλὰ μὲν ὑπερηγόρει τοῦ σουλτὰν ἀποτρέπων τῆς ἐκείνου γνώμης τὰ παρὰ τῶν Τούρκων πρατ‐ τόμενα καὶ σοφιστικῶς οἷς διεξῄει καταχαριζόμενος, ἀσύμφωνα δ’ ὅμως τοῖς πράγμασι φθεγγόμενος ἡλίσκετο ψευδολογίας ἐγκλήματι· πλὴν
10οὐδ’ οὕτω τι πρὸς βασιλέως πέπονθεν ἄχαρι Σολυμᾶς. θεραπεύων δὲ καὶ ὑπὲρ τὸ ἀληθές, ὡς ἔθος τοῖς βαρβάροις, τὸν ἄνακτα καὶ τὰ ἐς ἀπάτην τεχναζόμενος ἵπποις αὐτὸν ὠκύποσιν ἐκολάκευσεν, οὓς τὸ ἐκείνου ἐσί‐ τευεν ἱπποστάσιον· ὁ δὲ βασιλεὺς τοὺς ἵππους δεξάμενος καὶ Σολυμᾶν τῆς εὐγνωμοσύνης ἀποδεξάμενος, εἰ καὶ μὴ τῆς ἐκείνου γνώμης ἴδιον
15ἦν, τοῦ δὲ καιροῦ ὑπῆρχε δῶρον τὸ φιλοφρόνημα, πρὸς τὸν σουλτὰν ἀπέστειλεν ἐξηγησόμενον ἐκείνῳ ἃ οὐκ ἦν ἀγνοῶν καὶ ἐς αὐτὸ τοῦ τρόπου ἀποσκώψοντα τὸ παλίμβολον τὸ ἄπιστόν τε καὶ τὸ κακόηθες, κἂν οὐκ ἦν αὐτὸν ἠρεμήσειν ἐπὶ τούτοις ἢ γοῦν καθυπερθέσθαι Ῥωμαί‐ οις τὴν ἀντιπάθειαν.
20 Ἐκλώπευε γοῦν ταῖς συνήθεσι λῃστείαις χρώμενος. στείλας δὲ καὶ φάλαγγας ἐπιλέκτους τὴν κατὰ Φρυγίαν ἐκπορθεῖ Λαοδίκειαν, οὐκέτι οὖσαν συνοικουμένην ὡς νῦν ἑώραται, οὐδ’ εὐερκέσι φραγνυμένην τείχεσι, κατὰ δὲ κώμας ἐκκεχυμένην περὶ τὰς ὑπωρείας τῶν ἐκεῖσε βου‐ νῶν. ἤλασε δ’ ἐκεῖθεν βαρεῖαν λείαν ἀνθρώπων καὶ ζώων πλῆθος οὐ
25σταθμητόν· οὐ μετρίους δὲ καὶ κατέκτανεν, ἐν οἷς καὶ τὸν ἀρχιερέα Σολομῶντα, ἐκτομίαν μὲν ἄνθρωπον, χαρίεντα δ’ ἄλλως τὸ ἦθος καὶ θεῷ δι’ ἀρετῆς προσεγγίζοντα. εἰρωνευόμενος δ’ ἔφασκε πρὸς τοὺς οἰκείους, ὡς ὅσῳ ἂν μείζω δράσειε Ῥωμαίους δεινά, τοσούτῳ μείζω ὑπὸ βασιλέως ἀγαθὰ πείσεται· „ᾧ γὰρ πάρεστί“ φησι „τὸ κρατεῖν, τούτῳ
30καὶ αἱ δωρεαὶ φιλοῦσιν ἐπιξενίζεσθαι, ἵνα μὴ πλεῖον ᾖ τὸ νικᾶν, ἐπειδὴ124

Man1,pt3

125

καὶ τὰ φλεγμαίνοντα τῶν νοσημάτων τὰς νοσοκομίας ἐπισπῶνται πλείονας, ἵνα ἀντισπῶνται καὶ σταῖεν τὰ πρόσω νεμόμενα.“ Οὐδ’ ὁ Μανουὴλ μέντοι ἐπὶ τούτοις ἡσυχίαν ἠσπάσατο, ἀλλὰ πρῶτα μὲν διὰ τοῦ Τζικανδήλη Βασιλείου, εἶτα καὶ διὰ τοῦ Ἀγγέλου
5Μιχαὴλ τοῖς Τούρκοις ἐπέθετο, ὅσοι πολυθρέμμονες ὄντες ἀναδιφῶσι πόας τὰς λειμωνίτιδας καὶ τούτων ἕνεκα τῶν οἰκείων ἠθῶν ἀπανιστά‐ μενοι παγγενῆ τὰ Ῥωμαίων ἐπεισίασιν ὅρια. οὗτοι γὰρ ἐς λόχους τὸ τῶν στρατοπέδων συντάξαντες εὔζωνον καὶ μεθ’ ἑαυτῶν παραλαβόντες ἐξῄεσαν. ἀμείνω δὲ τὴν νύκτα κρίναντες εἰς τὴν τῶν ἐναντίων ἐπίθεσιν,
10σύνθημα δεδώκασι τῷ στρατῷ ἐν τῷ κατὰ σκότον συμπλέκεσθαι τοῖς Τούρκοις ἀναφωνεῖν „σίδηροσ“, ὡς εἴη αὐτοῖς οὕτως ἀντιπαρέρχεσθαι μὲν τὸ ὁμόφυλον ὡς ὁμόφωνον, τὸ δὲ σιγῇ ἐπιὸν καίνοιεν ὡς ἀλλό‐ γλωττον. καὶ τοῦτο δι’ ὅλης τῆς τότε συμπλοκῆς ἐπιφωνούμενον διέστελλε τὰ γένη καί, τὸ τοῦ Δαυίδ, ὡς σίδηρος τὰς τῶν Περσῶν ψυχὰς
15διήρχετο. μετὰ δὲ πολὺν ὀψέ ποτε φόνον οἱ Τοῦρκοι συνέντες, ὃ βούλεται τὸ ἀνὰ στόμα Ῥωμαίοις κείμενον, ξυνῳδὰ καὶ αὐτοὶ ἐφθέγγοντο, ἕως τῆς νυκτὸς διαγενομένης ἀπ’ ἀλλήλων διέστησαν τὰ στρατεύματα. Πολλαὶ μὲν οὖν ἐκδρομαὶ τὸ τηνικαῦτα καιροῦ τῷ βασιλεῖ τούτῳ κατὰ τῶν Τούρκων ἐγένοντο καὶ παρὰ τούτων αὖθις Ῥωμαίοις ἐπι‐
20ξυνέστησαν· παρῆκα δὲ τούτων ὅσαι σὺν τῷ μὴ ἀξιαφήγητόν τι κεκτῆσθαι καὶ κόρον τοῖς φιληκόοις ἐμποιήσειν ἤμελλον, οἷα τὰ πολλὰ εἰς ταὐτὰ τὴν ἱστορίαν ἐπαναστρέφουσαι καὶ μηδέν τι παρεξηλλαχὸς
εἰς τὴν διήγησιν ἔχουσαι.125

Man1,pt4

126

(1t)

ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
2tΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
3 Ἐπάνειμι δ’ αὖθις ἐπὶ τὰ Παιονικά, σαφηνείας δ’ ἕνεκα τοῦ ἱστορεῖν προαναβαλοῦμαι ταυτί. τῷ τότε ἄρχοντι τῶν Οὔννων Ἰατζᾷ δύο ἦσαν
5ὁμαίμονες, Στέφανός τε καὶ Βλαδίσθλαβος, καὶ παῖδες Στέφανος καὶ Βελᾶς. τῶν ἀδελφῶν τοίνυν ὁ Στέφανος τὰς ὁμογνίους ἐκφυγὼν χεῖρας κατ’ αὐτοῦ φονώσας τὴν Κωνσταντίνου κατέλαβε, καὶ προσδεχθεὶς ἀσπασίως τῷ αὐτοκράτορι Μανουὴλ ἄλλης τε φιλοφροσύνης ὡς πλείστης ηὐμοίρη‐ σεν, ἀλλὰ δὴ καὶ Μαρίαν ἔγημε τὴν τούτου ἀνεψιάν, ἣν ὁ σεβαστοκρά‐
10τωρ ἐφύτευσεν Ἰσαάκιος. μετὰ δὲ βραχὺ καὶ ὁ τῶν ἀδελφῶν τρίτος Βλαδίσθλαβος κατ’ ἴχνια βαίνων τῷ Στεφάνῳ τῷ Μανουὴλ προσεχώρη‐ σεν, οὐ τοσοῦτον Ἰατζᾶ καταγνοὺς ὡς μὴ φιλοῦντος ὅσον εἰκὸς ἢ ἐξ ἐκείνου ἐπιβουλὴν πτοηθείς, ὅσον τῇ τοῦ ἀδελφοῦ Στεφάνου φήμῃ γοητευθεὶς καὶ πρὸς αὐτὸν τὴν πορείαν τεινάμενος. τῷ τοι οὐδ’ αὐτὸς
15ἐξέπεσε τῶν ἐλπίδων ἢ ἀναξίως τοῦ γένους τῷ βασιλεῖ προσείληπται, ἀλλὰ πάντα οἱ ἀπηντήκει κατὰ σκοπόν. καὶ γυναῖκα δὲ ἢν ἠβούλετο ἀγαγέσθαι, καὶ ταύτην ἐκ βασιλείου ἔγημεν ἂν αἵματος, ἀλλὰ γάμου μὲν ἀπέσχετο, ἵνα μὴ τῆς ἐς πατρίδα λαθόμενος ἐπανόδου τὰ οἴκοι διαφθερεῖ, τῷ λωτῷ τῆς γυναικὸς προσηλούμενος.
20 Ἀλλ’ οἷα τὰ ἐπὶ τούτοις; τελευτᾷ ὁ τῶν Οὔννων ῥὴξ Ἰατζᾶς, καὶ ὁ θάνατος ἥμερος, τῆς φύσεως ὃ ἐνέτεινε βάρβιτον ὑποχαλασάσης τῆς ἁρ‐
μονίας καὶ λυσάσης πρὸς ἃ καὶ ἐξ ὧν συντέθειται. ἡ δ’ ἀρχὴ ἐπὶ τὸν126

Man1,pt4

127

ἐκείνου διαβαίνει παῖδα τὸν Στέφανον. ὁ δὲ βασιλεὺς ὡς ἐκ ῥίζης ἀνο‐ μοίου φυέν τι κάλλιστον τὸ γεγονὸς ἡγησάμενος, καὶ κατὰ νοῦν ἀναπο‐ λήσας, ὡς εἰ πρὸς τὸν ἐπ’ ἀνεψιᾷ γαμβρὸν Στέφανον, ὡς δῆθεν εἰς ἀρχὴν δικαιούμενον, ἡ τῶν Οὔννων μεταβαίη σατράπευσις, σχοίη ἂν τὰ πρῶτα
5κλέος αὐτός, ἔπειτα ἡ βασιλεία Ῥωμαίων μέρος ἴσως ἐκεῖθεν δασμοῦ, ἐκ τοῦ ἀναντιρρήτου δ’ οὖν ἀσφαλῆ τὴν τοῦ Φραγγοχωρίου καὶ τοῦ Ζευγμίνου κατάσχεσιν, συντείνει τὸ πρόθυμον πρὸς τὴν τῶν σκοπουμέ‐ νων ἐκπλήρωσιν. Καὶ εἶχεν εὐθὺς τοὺς μὲν πρέσβεις ἡ τῶν Οὔγγρων χώρα, οἵτινες
10αὐτοῖς καταστάντες ἤμελλον ξυνδιαθέσθαι Στεφάνῳ τὸν τῆς ἀρχῆς στέ‐ φανον, μετὰ βραχὺ δὲ αὐτὸν ἡ Σαρδική. Οὖννοι μὲν οὖν καὶ πρὸς τὴν πρώτην ἀκοὴν ἀπεπήδησαν τοῦ Στεφάνου καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν τὴν τούτου προσηγορίαν, καὶ δι’ ἄλλα μὲν ἀποπέμπεσθαι, τοῦτον φά‐ σκοντες, μάλιστα δὲ διὰ τὸ γῆμαι παρὰ Ῥωμαίοις· αὐτοῖς δὲ ἀσύμφορον
15ὅλως εἶναι προσέσθαι ἄνδρα κατὰ κῆδος τῷ βασιλεῖ Ῥωμαίων συναπτό‐ μενον· ὑποβλέπεσθαι γὰρ μή πως Οὖννοι μὲν ὑπ’ αὐτοῦ βασιλεύωνται, αὐτὸς δὲ ὑπὸ τοῦ τῶν Ῥωμαίων ἄρχηται βασιλεύοντος. διὰ ταῦτα τοίνυν οὔτε τῷ Στεφάνῳ ἐκεῖσέ πῃ ἀφικομένῳ προσέκειντο καὶ τοὺς κα‐ τάγοντας αὐτὸν ἐκ βασιλέως ἀπράκτους ἠφίεσαν.
20 Ἔνθεν τοι καὶ διὰ μείζονος ἰσχύος ἐπιβοηθῆσαι τῷ Στεφάνῳ δεῖν ὁ βασιλεὺς κεκρικὼς αὐτός τε τῆς Σαρδικῆς ἀπάρας ἀφικνεῖται πρὸς τὰ Παρίστρια, λέγω δὴ τὰ κατὰ Βρανίτζοβαν καὶ Βελέγραδα, καὶ τὸν ἀδελφι‐ δοῦν Ἀλέξιον τὸν Κοντοστέφανον συνεκπέμπει τῷ Στεφάνῳ μετὰ ἰσχύος· οἳ καί, ὡς τὸν Χράμον κατέλαβον, ὡς ἐνῆν τὰ πρὸς ἀρχὴν διεπράττοντο,
25ὑποποιούμενοί τε δώροις τοὺς μέγα παρὰ Παίοσι δυναμένους καὶ κολακείᾳ ὑποφθείροντες καὶ ὑποσχέσεσι μεγίσταις ἐπαίροντες· ἐπέραινον δὲ οὐδὲν ἢ ὅσον τὸν Βλαδίσθλαβον Οὔννους εἰς ἄρχοντα δέξασθαι. ἀλλὰ καὶ τού‐
του βραχύν τινα χρόνον ἐπιβιώσαντος τῇ ἀρχῇ ἐς τὸν τοῦ Ἰατζᾶ υἱὸν127

Man1,pt4

128

Στέφανον οἱ Οὖννοι πάλιν προσέρρεψαν. ἀλλ’ οὔτε βασιλεὺς πράως ἤνεγκε τὸ γεγονός, καὶ ὁ τοῦ Ἰατζᾶ κασίγνητος Στέφανος βασιλέως συναιρομένου πάντα ἦν μηχανώμενος, εἴ πως τῆς ἀρχῆς ἐπιτεύξεται. Πολλῶν οὖν ἕνεκα τούτων συμβεβηκότων πολέμων καὶ τοῦ βασιλέως
5τὸν τοῦ Ἰατζᾶ υἱὸν τὸν Βελᾶν εἰς γαμβρὸν ἀνελομένου ἐπὶ τῇ θυγατρὶ ἐκείνου Μαρίᾳ, οἱ τῶν Οὔννων ἀντικαθιστάμενοι τῷ Στεφάνῳ τὰς πρώ‐ τας τῶν ἐλπίδων ἐκριζοῦντες βλάστας καὶ ἀποτέμνοντες τὸ ἐκ περιόδων τε ἐκείνῳ καὶ κύκλων μακρῶν ἀντιπράττειν ἀπολιπόντες καὶ ἑαυτοὺς πραγμάτων ἀλλοτριοῦντες ἔγνων ἐκποδὼν ποιήσασθαι δόλῳ τὸν
10ἀπεχθῆ Στέφανον. διὰ ταῦτα τὴν φαρμακοποσίαν ἐπῃνεκότες ὡς πρόχει‐ ρον ζωῆς κατευνάστριαν περιεσκόπουν τὸν τὴν θανατηφόρον κύλικα τῷ Στεφάνῳ τοῖς δακτύλοις ὀχήσοντα. ὡς δ’ εὗρον ὑποδρηστῆρά τινα τοῦ Στεφάνου, Θωμᾶν λεγόμενον, ἔστησαν τὸν μισθόν. οὕτω δ’ ἦν ἐκεῖνος ὀξύτατος καὶ δεινότατος ἀνθρώπου καταλῦσαι ζωὴν καὶ σώματος ἀπο‐
15στῆσαι ψυχήν, πονηρῷ κέρδει χεῖρα ὑποσχών, ὡς καὶ οἴκοθεν προσε‐ φευρεῖν ἑτέραν μέθοδον, δι’ ἧς εἰς ᾅδου τάχιον καταχθήσεται Στέφανος. ἀμέλει καὶ ἐν τῷ ἐξαιματοῦσθαι τὴν φλέβα τῷ Στεφάνῳ ἐγχρίεται φαρ‐ μάκῳ τὸ ἐπίθεμα τῆς τομῆς· τὸ δὲ ὅλῳ περιχυθὲν τῷ σώματι καὶ διαδρα‐ μὸν καὶ τοῖς καιριωτέροις ἐνσκῆψαν μέρεσιν ἀπάγει τοῦ ζῆν τὸν ἄν‐
20θρωπον, πράγμασιν αὐτοῖς σαφῶς πιστωσάμενον τὰς τῶν ἀνθρώπων ἐπινοίας ἀκροσφαλεῖς καὶ δειλὰς καὶ ὡς εἰκῇ καὶ μάτην τοῖς ἀκιχήτοις ἐγχειροῦσί τινες ἐφετοῖς καὶ διαπονοῦνται τοῖς οἰκείοις ἐπιτηδεύμασι, μὴ καὶ θεϊκῆς συνεφαπτομένης χειρὸς ἄνωθεν καὶ τοῖς πραττομένοις ἐπευδο‐ κούσης καὶ κατευθυνούσης τὰ τούτων διαβούλιά τε καὶ διαβήματα. καὶ
25ὁ μὲν ἔκειτο οὕτως καὶ ἦν ὁ νεκρὸς αὐτοῦ ὑβριζόμενος καὶ ὁσίας ἄμοιρος καὶ τὸ Ζεύγμινον ὑπὸ Οὔννων ὁμολογίᾳ ἑάλωκε. ταῦτα ὡς ἠνώτιστο
βασιλεύς, κατὰ τῶν Οὔννων κηρύσσει πόλεμον.128

Man1,pt4

129

Ὅτε καὶ Ἀνδρόνικος πάλιν ἀποδρὰς καὶ παραγενόμενος εἰς Γάλιτζαν ἐκεῖθεν ἐπανέζευξεν. ἔστι δὲ ἡ Γάλιτζα μία τῶν παρὰ τοῖς Ῥὼς τοπαρχι‐ ῶν, οὓς καὶ Σκύθας Ὑπερβορέους φασίν. ὁ δὲ τρόπος τῆς φυγῆς ἦν οὗτος. πλάττεται τὸν νοσοῦντα καὶ προκοίτου παιδὸς εἰς τὰς σωματικὰς ὑπη‐
5ρεσίας ηὐμοιρηκὼς ἀλλοεθνοῦς, καὶ τούτου καὶ τὰ πολλὰ τῆς ἡμετέρας διαλέκτου παραγραμματίζοντος, ἐπισκήπτει τούτῳ, ἐπεὶ καὶ μόνῳ ἀπὸ πάντων ἡ πρὸς τὴν φρουρὰν ἀνεῖτο εἴσοδος, ὑφελέσθαι λάθρᾳ τὰς κλεῖς τῶν τοῦ πύργου πυλῶν, ὁπότε πρὸς ἡμερινὸν ὕπνον οἱ φύλακες τρά‐ ποιντο δαψιλεστέρῳ χρησάμενοι τῷ ποτῷ, καὶ κηρῷ ἐκμάξασθαι ταύ‐
10τας εἰς τὸ εὐτύπωτον, ὡς τῷ ἀρχετύπῳ εἶναι τὸ ἐκμαγεῖον κατὰ πᾶν ἐμφερὲς καὶ εἰκασμένον πρὸς ἴνδαλμα ἀπαράλλακτον. δρᾷ τὸ ἀνδράπο‐ δον τὰ προσταχθέντα, εἰσάγει Ἀνδρονίκῳ τὰ τῶν κλείθρων ἴχνη. ὁ δὲ τῷ παιδαρίσκῳ ὑποτίθησιν ἐμφανίσαι ταῦτα τῷ οἰκείῳ υἱῷ τῷ Μανουὴλ καὶ εἰπεῖν ὡς δεῖ τὴν ταχίστην τοιαῦτα χαλκεύσασθαι, οὐ ταῦτα δὲ μόνον,
15ἀλλὰ κἀν τοῖς ἀμφορεῦσι τῶν οἴνων, οἵπερ αὐτῷ τὸ τοῦ ἀρίστου στέγουσι πόμα, παραβύειν ἐκ λίνου νενησμένα καλώδια καὶ ἀγαθῖδας καὶ κρόκας καὶ μηρίνθους λεπτάς. ὡς δ’ εἶχε πέρας τὰ βουλευθέντα, ἀναπτύσσονται τὰ κλεῖθρα νυκτός, τὸ δεσμωτήριον ἀπραγμόνως ἀναπετάννυται· ὁ παῖς ὑπουργεῖ τῷ ἔργῳ παρ’ Ἀνδρονίκου λαβὼν τὸ ἐνδόσιμον· ὁ Ἀνδρόνι‐
20κος ἔξεισι τὰ λίνα φέρων ἐν ταῖν χεροῖν. γίνεται οὖν αὐτῷ τὸ κατάντημα τῆς τότε νυκτὸς χόρτος ἀμφιλαφὴς περί που τὰ ἄβατα μέρη τῶν ἀνακτό‐ ρων φυεὶς καὶ εἰς ὕψος ἀναδραμών. καὶ περὶ δευτέραν δὲ καὶ τρίτην ἡμέ‐ ραν ταῖς πόαις ἐνειλημένος τοὺς διώκτας ἐλάνθανεν. ὡς δ’ ἅλις εἶχον οἱ διφῶντες τῆς κατὰ τὰ ἀρχεῖα ἐρεύνης, διατίθησιν Ἀνδρόνικος τὰς στάλι‐
25κας εἰς κλίμακας, καὶ διὰ μεσοπυργίου χαλασθεὶς ἀκάτιον εἴσεισιν ἐκ συνθήματος περὶ τὰς ἀκτὰς σαλεῦον καὶ τοὺς προβλῆτας, οἳ τὸ πάραλον τεῖχος τῆς πόλεως διειλήφασι, τὰς τῶν κυμάτων ἀποθραύοντες ἐμβολάς.
ἦν δὲ τοὐπίκλην Χρυσοχοόπωλος ὁ τῇ ἁλιάδι Ἀνδρόνικον εἰσδεξάμενος.129

Man1,pt4

130

ἀλλ’ οὔπω ἀκριβῶς ἀνάγεσθαι ἤρξαντο, καὶ συνέχονται παρὰ τῶν κατὰ τὸν Βουκολέοντα προφυλάκων, οἳ πᾶσαν νύκτα σκοπεύουσι καὶ τῶν ἀνακτόρων οὐκ ἐῶσιν ἐχόμενα ἐνίας νῆας διαπλωΐζεσθαι. ἐξ ἐκείνου δὲ τὰ τῆς σκοπιᾶς ταύτης ἤρξατο, ἐξ ὅτουπερ ὁ Τζιμισχῆς Ἰωάννης τῷ Φωκᾷ
5Νικηφόρῳ νυκτὸς ἐπέθετο διὰ σαργάνης ἀνιμηθείς. παρὰ βραχὺ γοῦν ἦν ἂν καὶ πάλιν Ἀνδρόνικος χείροσι δεσμοῖς ἐνισχημένος καὶ φυλακαῖς ἢ καὶ ξίφος τοῦ ζῆν αὐτὸν ὑπεξήγαγε τὰς πολλὰς ἐσέπειτα πλάνας ὑποτε‐ μόμενον, νῦν δὲ ἡ οἰκεία εὐτραπελία ἐρρύσατο καὶ τότε τὸν βαθυγνώ‐ μονα, ἐκ τῶν ἑαυτῆς ῥιζοτομήσασα κήπων τὰ τῷ καιρῷ προσφυῆ φάρ‐
10μακα, ὥσπερ καὶ Δαυὶδ ἐξέσωσε πρότερον ἡ ἐν Γὲθ τοῦ προσώπου ἀλ‐ λοίωσις ἐπιψόφησίς τε τοῦ τυμπάνου καὶ ἡ μανικὴ τῶν ποδῶν παρεν‐ σάλευσις. οἰκέτου γὰρ οἰκότριβος ὑποδὺς προσωπεῖον χρόνια δεσμὰ ἐκ‐ διδράσκοντος ἐδεῖτο τῶν συλλαβόντων μὴ παριδεῖν αὐτὸν οὐκ ὀλίγα πρὸς τοῦ δεσπότου πεπονθότα πάλαι δεινὰ καὶ τότε δὲ δίκας εἰσπρατ‐
15τόμενον τῆς φυγῆς. ἐκάλει δ’ οὕτω τὸν Χρυσοχοόπωλον, μεταρρυθμίζων ἅμα πρὸς τὴν βάρβαρον φωνὴν τὴν Ἑλληνίδα διάλεκτον, καὶ μηδ’ ἐπαΐειν τὰ πλεῖστα ταυτησὶ πλαττόμενος. καὶ αὐτὸς δὲ ὁ Χρυσοχοόπω‐ λος δώροις παρακρουσάμενος τοὺς σκοποὺς ἴσχυσεν Ἀνδρόνικον ἐξελεῖν, ὡς δραπέτην ἑαυτοῦ δοῦλον αἰτησάμενος καὶ λαβών. ἀμέλει καὶ παρὰ
20δόξαν Ἀνδρόνικος εἰς τὸν οἰκεῖον οἶκον παρελθών, ὃς τοῦ Βλάγγα ἐπι‐ κέκληται, ὁμοῦ τε προσεῖπε τοὺς φιλτάτους τὰ εἰσιτήρια ἐποφθεὶς καὶ προσεφθέγξατο τὰ ἀπόδημα, τοὺς πόδας τῶν σιδήρων ἀπολυθείς. καὶ τὸ Μελίβοτον καταλαβὼν καὶ τῶν ἐκεῖσε ἵππων ἐπιβάς, οἳ πρὸς ἀπόδρασιν αὐτῷ ἡτοιμάσθησαν, τὴν εὐθὺ τῆς Ἀγχιάλου ἵεται. ἔνθα δὴ γεγονὼς
25καὶ τῷ Πουπάκῃ ἑαυτὸν ἐμφανίσας, ὃς πρῶτος, ὡς ἤδη ἐρρέθη μοι, τὴν κατὰ Κορυφὼ ἐσανέβη κλίμακα, καὶ παρ’ ἐκείνου λαβὼν τὰ ἐφόδια καὶ
ἡγεμόνων ὁδοῦ εὐπορήσας τὴν ἐς Γάλιτζαν ἐπορεύετο.130

Man1,pt4

131

Ἀλλ’ ὅτε τοῦ δειμαίνειν ἀπεῖχεν Ἀνδρόνικος ὡς ἤδη τὰς χεῖρας τῶν διωκόντων λαθὼν καὶ τῶν τῆς Γαλίτζης ὁρίων λαβόμενος, πρὸς ἣν ὡς εἰς σῶζον κρησφύγετον ὥρμητο, τότε θηρευτῶν ἐμπίπτει ταῖς ἄρκυσι· συλληφθεὶς γὰρ παρὰ Βλάχων, οἷς ἡ φήμη τὴν αὐτοῦ φθάσασα φυγὴν
5ὑφηγήσατο, ἐς τοὐπίσω πρὸς βασιλέα πάλιν ἀπήγετο. Μὴ ἔχων οὖν τὸν σώζοντα καὶ λυτρούμενον, οὐ φίλον παρόντα παρ‐ ήγορον, οὐχ ὑπασπιστήν, οὐ θεράποντα, ἀρωγῷ τῇ οἰκείᾳ αὖθις δολοφροσύνῃ κέχρηται ὁ πολύφρων. τῷ τοι καὶ πρὸς ἀπάτην τῶν ἀγόν‐ των ῥύσιν γαστρὸς πλασάμενος συχνάκις τοῦ ἵππου ἀποκατέβαινε καὶ
10ἐξέκλινεν εἰς ἀπόπατον παρασκευαζόμενος καὶ καθ’ ἑαυτὸν ἀφιστάμενος καὶ ἰδιάζων, ὡς δῆθεν ἐνοχλούσης ἀποκενώσεως. τοῦτο οὖν πολλάκις τοῦ νυχθημέρου τελῶν λανθάνει κατασοφισάμενος τοὺς ἐφομαρτοῦντας. τὸν γὰρ σκίπωνα, ᾧ ἦν βακτηρευόμενος ὡς καχεξίᾳ δῆθεν παλαίων, σκοταῖος ἀναστὰς τῇ γῇ προσήρεισε καὶ τῇ μὲν χλαμύδι τοῦ σώματος
15περιείλησε τὸν λύγον, τὸν δ’ ἐπὶ κρατὸς πῖλον ἐπέθηκεν ἄνωθεν καὶ ἀνθρωπόμορφόν τι τὸ γόνυ κάμπτον καὶ ἀφοδεῦον τεκτηνάμενος τοὺς μὲν φυλάσσοντας τὸ ὑποκρινόμενον αὐτὸν ἀνδρείκελον ἐκλείπει περια‐ θρεῖν, αὐτὸς δὲ τὸν ἐκεῖσε λοχμώδη χῶρον καθυποδὺς ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὄρνις ἐκ παγίδος ῥυσθεὶς ἐφέρετο. ὡς δ’ ὀψέ ποτε τὸν δόλον
20ἐκεῖνοι ἔγνωσαν, οἱ μὲν συνέτεινον τὸν δρόμον ἐπὶ τὰ ἔμπροσθεν οἰόμενοι καὶ πάλιν Ἀνδρόνικον ἐκείνης ἧς καὶ πρότερον ἔχεσθαι, ὁ δὲ παλίμπους γενόμενος δι’ ἄλλης εἰς Γάλιτζαν ᾤχετο. Τὸν δὲ Πουπάκην ὁ βασιλεὺς συλλαβὼν ἔξανε πολλαῖς διὰ λώρων δημοσίᾳ κατά τε τοῦ νώτου καὶ τῶν ὤμων. μετὰ δὲ προάγων αὐτὸν ὁ
25κῆρυξ ἐκ τοῦ τραχήλου σχοινόδετον ἐπεβόα οὑτωσὶ τρανότερον „ὅστις τὸν ἐχθρὸν τοῦ βασιλέως προσιόντα οἱ εἰσοικίζεται καὶ διδοὺς ἐφόδια ἐκπέμπει, οὕτω καὶ μαστίζεται καὶ πομπεύεται.“ ὁ δὲ πρὸς τοὺς συνιόντας ἀτενὲς ὁρῶν διακεχυμένῳ προσώπῳ „αὕτη μοι αἰσχύνη πρὸς τοῦ βου‐
λομένου ἤτω παντόσ“, ἐπεφθέγγετο „μὴ ἐπιστάντα τὸν εὐεργέτην κα‐131

Man1,pt4

132

ταπροδόντι ἢ ἐμβριθῶς ἀποπεμψαμένῳ, ἀλλ’ ὡς ἐξῆν τεθεραπευκότι καὶ προεκπέμψαντι χαίροντα.“ Τότε δ’ οὖν ὑπτίαις ἀγκάλαις πρὸς τοῦ τῆς Γαλίτζης ἐπιτροπεύοντος Ἀνδρόνικος προσδεχθεὶς ἔμεινε παρ’ ἐκείνῳ χρόνον συχνόν. οὕτω δὲ πρὸς
5τὸν ἑαυτοῦ πόθον ὅλον ἐκεῖνον Ἀνδρόνικος ἀνηρτήσατο, ὡς καὶ συνθη‐ ρεύειν καὶ συνθακεύειν ἐκείνῳ ὁμέστιός τε εἶναι καὶ σύσσιτος. Ἀλλὰ τὴν τοῦ ἐξαδέλφου φυγὴν καὶ τὴν ἐκ τῆς ἐνεγκαμένης ἀπαλ‐ λοτρίωσιν οἰκεῖον ὄνειδος κρίνων ὁ βασιλεὺς Μανουήλ, καὶ ἄλλως δὲ ὑφορώμενος τὸ τούτου ἐπὶ πλεῖστον ἀπόδημον, ἐπεὶ καὶ ᾔδετο παλεύειν
10μυρίαν Σκυθίδα ἵππον, ὡς ἐς τὰ Ῥωμαίων ὅρια ἐσβαλεῖ, ἔργον, ὅ φασι, τίθησιν ἀσχολίας ἀνώτερον ἐπανελθεῖν Ἀνδρόνικον. οὐκοῦν μετάπεμ‐ πτον ἐκεῖθεν ποιεῖται, πίστεις δοὺς καὶ λαβών, καὶ τοῦ πλάνου τοῦτον ἐναγκαλίζεται, καθ’ ὅν, ὡς ἔφην, καιρὸν οἱ Παίονες τὰς σπονδὰς ἀθετή‐ σαντες τὴν Παρίστριον Ῥωμαίων κατέτρεχον ἐπικράτειαν.
15 Συμβαλόντες δὲ καὶ τοῖς στρατηγοῖς τῷ τε Γαβρᾷ Μιχαὴλ καὶ τῷ Βρανᾷ Μιχαὴλ κατὰ κράτος τούτους ἐτρέψαντο καὶ λείαν ὅτι πλείστην ἤλασαν. ἦν δὲ ὁ Γαβρᾶς οὗτος νεωστὶ θύσας τὰ γαμοδαίσια μετὰ τῆς Κομνηνῆς Εὐδοκίας, ᾗ Ἀνδρόνικος ἐπλησίαζεν, ὡς ἤδη φθάσαντες ἐδη‐ λώσαμεν. οὐκοῦν καὶ τῶν προσγενῶν Εὐδοκίας συνιστᾶν αὐτὸν θελόν‐
20των τῷ αὐτοκράτορι, πολὺς ἦν ἐπὶ βασιλέως ὁ τούτου κρότος καὶ ἔπαι‐ νος καὶ ἐρρωμένως αὐτὸν ἐν τῇ κατὰ τῶν Οὔννων μάχῃ διαγωνίσασθαι ἰσχυρίζοντο καὶ παρῆγον τῶν λεγομένων μάρτυρα τὸν συστράτηγον αὐτῷ Μιχαὴλ τὸν Βρανᾶν. ὁ δὲ πρὸς τοῦ βασιλέως ἐπιταχθείς, ὅρκον τὴν οἰκείαν κεφαλὴν ἐπαγαγόντος, ἀληθῶς εἰπεῖν ὃ περὶ τοῦ Γαβρᾶ γεν‐
25ναῖον σύνοιδεν ἔργον, τῷ τέως μὲν ὑπερέθετο τὸν ἀπόλογον, πρὸς δὲ τὸν Γαβρᾶν στραφεὶς ἤρετο τοῦτον, εἰ καὶ αὐτὸς ἀνδρεῖόν τι καὶ ἀξιέπαινον
ἐνεδείξατο, εἴτε μὴν ὡς στρατηγὸς τὰ λῴονα διεπράξατο, ὅτε συμπεσόν‐132

Man1,pt4

133

τες μετὰ τῶν Οὔγγρων, Διονυσίου στρατηγοῦντος, ἐμάχοντο. καὶ ταῦ‐ τα καθομολογοῦντα σχὼν τὸν Γαβρᾶν καὶ ὡς οὐκ ἄλλον ὄντως τῷ τότε αὐτὸν ἀνδρίσασθαι μαρτυροῦντα ἐπήγαγεν ὡς οὐκ ἔχων βασιλέως ἐνώπιον παρανοσφίζεσθαι τὴν ἀλήθειαν, εἰς τὴν οἰκείαν κεφαλὴν αὐτὸν
5ἐξορκίζοντος, φησὶ μηδαμῶς ὑποστῆναι τὴν τῶν ἐναντίων ἐμβολὴν τὸν Γαβρᾶν, ἀλλ’ ἐκ πρώτης προσβολῆς ἀποδειλιάσαντα οἴχεσθαι φεύγοντα, αὐτοῦ καὶ ταῦτα πολλάκις ἀνακαλεσαμένου τοῦτον καὶ „στῆθι ὦ φίλοσ“ εἰπόντος μετ’ ἐκβοήσεως. Ἀτὰρ καὶ σπεύδων ὁ βασιλεὺς αὐτό τε τὸ Ζεύγμινον Ῥωμαίοις ἐπα‐
10νασώσασθαι καὶ δίκας τοὺς Οὔννους εἰσπράξασθαι ὧν εἰς Στέφανον πε‐ παρῳνήκεσαν τοῖς ἐκεῖσε παρενέβαλε μέρεσιν. οἱ δὲ βάρβαροι παρὰ τὰς ὄχθας Ἴστρου τοῦ ποταμοῦ ὡς εἰς πόλεμον διαταξάμενοι διεκώλυον τῆς στρατιᾶς τὴν περαίωσιν παντοῖα βέλη ἐπαφιέντες καὶ τὰς ἐκβολὰς προ‐ καταλαμβάνοντες, κἂν ἦσαν οὐδὲν περαίνοντες· οἱ γὰρ ἑκηβόλοι Ῥω‐
15μαῖοι καὶ τὸ ἄλλο ἅπαν ὁπλιτικὸν ὠσάμενοι τούτους ἐξέκρουσαν τῶν παρακτίων μερῶν. βασιλεὺς δὲ σὺν παντὶ τῷ στρατεύματι κατὰ τὸ Ζεύ‐ γμινον ἀφικόμενος ἐκεῖ που στρατήγιον βάλλεται. Ἔστι δὲ τοῦτο κατὰ μεσημβρίαν ἀπρόσβατον γηλόφῳ περιήκοντι καὶ ποταμίῳ τειχιζόμενον ῥεύματι. ᾤετο μὲν οὖν αὐτοβοεὶ αἱρήσειν τὸ
20πόλισμα οἷα τῶν ἔνδον καὶ πρὸς τὴν πρώτην αὐτοῦ θέαν καταπλαγέν‐ των καὶ τὰς πύλας ἀνακλινάντων καὶ δεξαμένων αὐτὸν ἔνδοθι· ὡς δ’ οὗτοι τὰς εἰσόδους παντάπασιν αὐτῷ ἐπεζύγωσαν τά τε τείχη παντοίοις ὅπλοις καὶ ἀφετηρίοις ὀργάνοις ἐκράτυναν, ἀλλὰ καὶ φαινόμενοι ἄνωθεν τὰς γλώσσας ἔθηγον ὡσεὶ ὄφεως, οὐκ ἀπὸ χειρῶν μόνον ἀφιέν‐
25τες βέλη θανάσιμα, ἀλλὰ κἀκ τοῦ τῶν ὀδόντων ἕρκους αἰσχρορρημοσύ‐ νας τοξεύοντες ἰῷ ἀσπίδων τῷ ὑπὸ τὰ χείλη χριστάς, οὐδ’ οἱ Ῥωμαῖοι
τὸ ἀπὸ τοῦδε χερσὶ κεναῖς αὐτοῖς προσεφέροντο, ἀλλὰ τοῦ κακορρημονεῖν133

Man1,pt4

134

ὡς ἀγεννοῦς ὅπλου καὶ γυναικείου ἀφιστάμενοι σιδήρῳ μάλιστα κακῶς διετίθεσαν. Πρῶτος τοίνυν ὁ βασιλεὺς τῷ τῆς μιμήσεως ὁμοίῳ διερεθίζων τοὺς ὑπ’ ἐκεῖνον κατὰ τῶν τῆς πόλεως πυλῶν τὸν ἵππον ἐφίησι καὶ μέσον
5αὐτῶν τὸ δόρυ ἤλασεν. ἐπὶ δὲ τούτοις τὴν τάφρον ἐμπλήσας ἀφυσγετοῦ διὰ τὴν τῶν λίθων στέρησιν τάς τε πετροβόλους μηχανὰς περιστήσας (τέσσαρες δ’ ἦσαν αὗται) τὰ τείχη κατασείειν ἐπέταττεν. ἐνεργεῖς μὲν οὖν ἅπασαι ἦσαν καὶ οἱ πέτροι ταλαντιαῖοι ἀφιέμενοι τὰς τῶν τειχῶν παρέλυον ἁρμογάς· μία δ’ ἐξ αὐτῶν μάλιστα, ἧς ἀρχιτέκτων ἦν Ἀν‐
10δρόνικος, αὐτὸς τὴν σφενδόνην τόν τε στρόφαλον καὶ τὸν λύγον διατιθέ‐ μενος, πλειόνως διεσάλευε τὸν περίβολον, ὡς καὶ τὸ μεσοπύργιον, καθ’ ὃ τὰ βάρη τῶν πετρῶν ἠκοντίζοντο, ὑποχαλᾶν ἤδη καὶ μεθίστασθαι τοῦ κεῖσθαι ὀρθόν, ἄλλως τε καὶ ὀρυκτῆρσιν ὑπομοχλευόμενον. τότε τοίνυν κατά τινα τῶν νυκτῶν τινες τῶν μεγιστάνων Παιόνων μίαν εἰσιόντες τῶν
15ἐκκρεμῶν τοῦ τείχους καὶ προνευουσῶν ἔξωθεν μηχανῶν (ἄρκλας οἶδε ταύτας ἡ κοινὴ καὶ πάνδημος φράσις καλεῖν) τῶν κουλεῶν τὰς σπάθας εἵλκυσαν καὶ γυμνὰς αὐτὰς ἀνατείνοντες διηπειλοῦντο Ῥωμαίοις ὑπέρ‐ αυχα καὶ τῷ τέως βάπτειν μὴ ἔχοντες τὰ ξίφη αἵμασι σχήμασι τὸν ἀέρα ἔπληττον καὶ φωνῶν ἐγέμιζον κεκραγότες ὅσον ἐχώρουν αἱ κεφαλαί.
20ἀλλὰ κατὰ πόδας ἡ δίκη μέτεισι τούτους· τιτήνας γὰρ κατὰ τῆς ἀνεχούσης αὐτοὺς μηχανῆς τὸ βλῆμα Ἀνδρόνικος οὕτω διαφῆκεν ἐπι‐ τυχὲς ὡς διαλυθῆναι μὲν αὐτίκα τοῦ τείχους τὸ προεκκρεμάμενον ἐκεῖνο ξύλινον σύνθεμα, ἐπικαταβληθῆναι δὲ καὶ τούτους ἐκτὸς ἐς ᾅδου στόμιον κατωκάρα πίπτοντας καὶ κυβιστῆρας ὁρωμένους ἐλεεινούς, διανηχομέ‐
25νους ἀθλίως Ἀχέροντα. Μετὰ βραχὺ δὲ καὶ αὐτὸ τὸ τεῖχος ὑπέκυπτε, καὶ διὰ κλιμάκων εἶχε Ῥωμαίους ἀνιόντας καὶ τὴν πόλιν εἰσιόντας. πολλοὶ μὲν οὖν βληθέντες εἰς θάνατον κατεβλήθησαν, οὐκ ὀλίγοι δὲ καὶ προσκεχωρηκότες τοῖς ἤδη κρατοῦσιν ἐσώθησαν· εἰσὶ δ’ οἳ καὶ ἀποδράντες σωτηρίαν ἐντεῦθεν εὕ‐
30ραντο. εἷς δὲ τῶν οἰκητόρων ἐκείνης τῆς πόλεως, καὶ οὗτος οὐ τῶν συγ‐ κλύδων καὶ τῶν συρφάκων ἀλλὰ τῶν πλούτῳ λαμπρῶν καὶ γένει ἐπι‐ σήμῳ διαπρεπῶν, ἀστεῖον τὸ εἶδος ηὔχει γύναιον καὶ σφόδρα καλὸν τὴν
μορφήν. ὁρῶν δὲ παρά του τῶν Ῥωμαίων εἰς ὕβριν ἑλκόμενον καὶ μὴ134

Man1,pt4

135

ἔχων ἐπαμῦναι τυραννουμένῳ ἢ βίᾳ τὴν βίαν ὠθῆσαι καὶ στῆσαι τὸν ἄδικον ἐκεῖνον ἔρωτα βουλεύεται βουλὴν οὐχ ἥκιστα γενναίαν ἢ τολμη‐ ρὰν καὶ ἀθέμιτον καὶ τῷ τῆς τύχης ἐνεστῶτι κατάλληλον· διελαύνει τῶν σπλάγχνων τῆς φιλτάτης ὃν ἔφερεν ἀκινάκην. οὐκοῦν ὁ μὲν τῇ γυναικὶ
5ἐπιμαινόμενος ἄθεσμος ἐκεῖνος ἐραστὴς τὴν ἄλογον ἐμάρανεν ἔφεσιν οὐκ‐ έτι ὄντος τοῦ ὑπεκκαύματος, τὴν δὲ σχετλίαν τῷ ὄντι ἐρωμένην τὸ ἦμαρ ἔλιπε τὸ εὐφρόσυνον. Φεῦ πραγμάτων ἀναγκαίας ἐπιπλοκῆς καὶ φθονεροῦ Τελχῖνος καὶ ἐπιβούλου, τοιαύτας τραγῳδίας σκηνοποιοῦντος ἐπὶ θεάτρου πολυπλη‐
10θοῦς. ὢ δύο ἀντιφερομένων ἐρώτων ἐπ’ ἄθλῳ ἑνί, ἐπιλήπτου καὶ σώ‐ φρονος, καὶ τοῦ μὲν ἐπ’ ἀθεμίτοις λέκτροις σώζειν ἐθέλοντος, τοῦ δὲ φθά‐ νοντος τὸ αἶσχος καὶ νεκροῦντος καινότερον καὶ πάθει πάθος ἐκκρούον‐ τος. Συνήραντο δὲ τοῖς Ῥωμαίοις εἰς τὴν τοῦ Ζευγμίνου ἐκπόρθησιν καὶ
15οὐκ ὀλίγοι τῶν ἔνδοθι, τὰ Ῥωμαίων φρονοῦντες καὶ τὰ τούτων ὡς εἶχον διανιστῶντες φρονήματα· οὗτοι γὰρ ἀτράκτοις ἀσιδήροις βιβλία προσ‐ δέοντες καὶ ταῦτα πρὸς τὸ Ῥωμαϊκὸν στράτευμα νυκτὸς ἐκτοξεύοντες παρίστων δι’ αὐτῶν ὅσα τε οἱ βάρβαροι ἐβουλεύοντο καὶ ὅση τούτων ἰσχὺς ἀκμάζουσα ἦν.
20 Ἤγετο δὲ τῶν Παιόνων τις τηνικαῦτα αἰχμάλωτος ἔτι τὸν ἐγχώριον πῖλον ἐπὶ κεφαλῆς ἔχων καὶ τὴν λοιπὴν ἠμφιεσμένος πάτριον στολήν. ἀλλὰ τοῦτον Ῥωμαῖός τις ἐπιπαριὼν σιδήρῳ πλήττει καὶ θανατοῖ, καὶ τὸ τῆς κεφαλῆς ἐκείνου ἑαυτῷ περιτίθησι κάλυμμα, καὶ ἦν ἀνύων οὑτωσὶ τὴν ὁδόν. τῆς δὲ δίκης ἐφεπομένης ἀψόφῳ ἐμβάδι, καὶ ὃ ἄλλῳ τέτευχε
25κακὸν οὑτοσὶ καθ’ ἑαυτοῦ ἀγχωμάλως ἀναστρεφούσης, ἐφίσταταί οἱ τομώτερος ἕτερος ξιφήρης ἐκ τῶν ὄπισθεν Ῥωμαίων καὶ παίει καιρίαν κατὰ τοῦ τένοντος ὡς ζωγρίαν Παίονα καὶ τοῦ ζῆν ἐκ τοῦ σχεδὸν με‐ θίστησιν. Ἀλλ’ οὕτω μὲν ἑάλω τὸ Ζεύγμινον, ὡς ἐπιτρέχοντά με εἰπεῖν, οὐκ
30ἐμβραδύνοντα ταῖς διηγήσεσι. καὶ βασιλεὺς ἐκεῖθεν ἀπονοστήσας πρὸς τὰ Ῥωμαίων ὅρια μεταβέβηκε, τὸν δὲ αὐτοῦ θεῖον, τὸν ἀπὸ Φιλαδελ‐
φείας λέγω Κωνσταντῖνον τὸν Ἄγγελον, ἐπιτειχιστὴν εἴασε τοῦ Ζευ‐135

Man1,pt4

136

γμίνου, σὺν αὐτῷ δὲ καὶ τὸν Τρίψυχον Βασίλειον. καὶ οὗτοι τὰ ἐντεταλ‐ μένα περατοῦντες τό τε Ζεύγμινον ἠρτίωσαν ὅσαι κατηρείποντο τύρσεις ἐπισκευάσαντες καὶ τῆς ἄλλης ὁμοίως φρουρᾶς πεφροντίκασι, καὶ τὰ ἐν Βελεγράδοις δὲ πολίχνια πλείστης ὅσης ἐπιμελείας ἠξίωσαν αὐτόν τε
5τὸν Νίσον τείχεσι περιέβαλον καὶ τὴν Βρανίτζοβαν συνῴκισαν. καὶ τὰ λοιπὰ πρὸς τὸ εὖ διαθέμενοι ἔνθα διάγων ἦν ἀφίκοντο βασιλεύς. Οὗτος δὲ τὸν Δεσὲ μετελευσόμενος, ἑαυτοῦ γενόμενον κακουργότερον, τὴν ἐς Σερβίαν ὥρμα τραπέσθαι. ἀλλ’ ὁ Δεσὲ καὶ πόρρωθεν ἐπιτηρῶν τὰ πραττόμενα, μάλιστα δ’ ὅπερ ἦν δεδιώς, μή τι ἀηδὲς πάθοι καὶ ἀπευ‐
10κταῖον βασιλέως εἰς τὴν ἑαυτοῦ χώραν παρεμβαλόντος, πέμψας εἰς βασι‐ λέα ἐνδοθῆναί οἱ καθικετεύει τὴν ἐς αὐτὸν ἀπαθῆ ἄφιξιν. ὡς οὖν εἶχεν ὃ ᾔτησεν, ἀφίκετο δορυφορίας μετέχων σατραπικῆς καὶ εἰς θέαν τῷ βασιλεῖ καταστὰς τὸ δολιόφρον τῆς γνώμης κατονειδίζεται καὶ οὕτως ὡς ἄσπονδος ἀποπέμπεται. καὶ ἐγγὺς ἐλθὼν τοῦ συλληφθῆναι διαφίεται πάλιν οἴκαδε
15ἀπελθεῖν, τὴν τοῦ τρόπου μεταβολὴν καὶ τὸ μηκέτι τὰ μὴ δοκοῦντα τῷ βασιλεῖ διαπράττεσθαι φρικώδεσιν ὅρκοις ἐμπεδωσάμενος, κἂν οὐκ ἦν τὸν χαμαιλέοντα πρὸς τὴν τῆς ἀληθείας μεταβαλέσθαι λευκότητα ἐφ’ ἑτέραν πᾶσαν χροιὰν ῥᾳδίως μετατιθέμενον. ἐξιὼν γὰρ ἀπὸ προσώπου τοῦ βασιλέως πολλοῖς ἅμα τὴν ψυχὴν ἐμερίζετο πάθεσιν. ᾐσχύνετο ἐφ’
20οἷς τῷ βασιλεῖ προσελήλυθεν, ὠργίζετο ὧν ἕνεκα πέπονθεν, ἐπαθαίνετο οἷς τὰς τῆς γνώμης παρεκτροπὰς θριγγίοις ὅρκων ἑαυτῷ ἀπετείχισε. τέλος δὲ ὅσα τε ὀμώμοκε τῷ βασιλεῖ καὶ ξυνέθετο κατανωτισάμενος τὴν συνήθη παρδαλέην ἑαυτῷ περιέθετο, τὸ τοῦ τραγῳδοῦ ὁ βάρβαρος ἐκεῖ‐ νος ἐπαινέσας ἄντικρυς καὶ εἰπὼν „ἡ μὲν γλῶσς’ ὀμώμοκεν, ἡ δὲ φρὴν
25ἀνώμοτος.“136

Man1,pt4

137

Καὶ εἶχε μὲν οὕτω ταῦτα. μήπω δὲ γεννήσας ὁ Μανουὴλ υἱόν, ἀλλ’ ἐπὶ τῇ θυγατρὶ Μαρίᾳ, ἣν αὐτῷ ἡ ἐξ Ἀλαμανῶν ἀπέτεκεν ἄλοχος, τὰς τοῦ γένους σαλεύων διαδοχάς, ὅρκοις πάντας κατενεπέδωσε μετὰ τὸν αὐτοῦ μόρον αὐτήν τε τὴν Μαρίαν καὶ τὸν μνήστορα ταύτης Ἀλέξιον,
5ὅς, ὡς εἰρήκειμεν, ἐξ Οὐγγρίας ὥρμητο, κληρονόμους τῆς οἰκείας ἔχειν ἀρχῆς καὶ ὡς Ῥωμαίων ἄναξί σφισι καθυπείκειν καὶ προσκυνεῖν. ἔνθα οἱ μὲν ἄλλοι πάντες τοῖς ἐπιτετραμμένοις ὑπέκυπτον καὶ τοὺς ὅρκους, ὡς ὁ κρατῶν ἐκέλευεν, ἀπεδίδοσαν· μόνος δ’ ἦν ἀποδυσπετῶν Ἀνδρόνικος φάσκων ὡς „ὁ βασιλεὺς εἰς δευτέρους ἀποκλίνας γάμους ἀρρενοτοκήσει
10δήπουθεν καὶ πιστουμένους ἡμᾶς τῷ ὑστέρῳ τόκῳ τοῦ βασιλέως τὰ τῆς ἀρχῆς δι’ ὅρκων ἐσέπειτα ἀνάγκη τῇ θυγατρὶ ἀρτίως ὅρκια διδόντας μὴ εὐορκεῖν.“ καὶ ἄλλως δὲ „τίς ἡ τῷ βασιλεῖ θεοβλάβεια, ὡς πάντα μὲν Ῥωμαῖον τοῦ θυγατρίου κρίνειν ἀπόλεκτρον, τὸν δ’ ἀλλογενῆ καὶ παρ‐ έγγραπτον τουτονὶ εἰς ὄνειδος Ῥωμαίοις Ῥωμαίων βασιλεύειν προκε‐
15κρίσθαι καὶ ὑπερκαθῆσθαι ὅλων ὡς κύριον;“ ἀλλ’ οὐκ εἶχε λέξας τὰ χρηστὰ ταῦτα τὸν βασιλέα πειθόμενον, ἀθερίζοντα τὰ λεγόμενα ὡς ἀνδρὸς ἀντιδο‐ ξοῦντος καὶ ἰσχυρογνώμονος τερετίσματα. εἰσὶ δ’ οἳ μετὰ τοὺς ὅρκους Ἀνδρονίκῳ γεγόνασι σύμψηφοι· καὶ οἱ μὲν αὐτόθεν τὸ δοκοῦν ἀπεφήναν‐ το, οἱ δὲ καὶ τῷ λέγειν ἐφέντες ἀγωνιστικῶς κατεσκεύασαν μήθ’ ὅλως τῇ
20θυγατρὶ τοῦ βασιλέως, μήτε μὴν τῷ τῶν Ῥωμαίων ξυνοῖσον εἶναι πλη‐ ρώματι τὸν ἐκ φυταλιᾶς ἑτεροφύλου ῥάδαμνον εἰς καλλιέλαιον μετεγ‐ κεντρίζειν πιότατον καὶ πρὸς τὸ ἀναζώσασθαι τὸ κράτος τῶν ἄλλων προτίθεσθαι. Ὁ δὲ λόγος προσθήσει τῇ ἱστορίᾳ καί τι ἕτερον τοῦ λαθεῖν ὑπέρτερον
25ὄν. τῷ βασιλεῖ τούτῳ πολλή τις ἦν ἡ μελεδὼν τῶν κατὰ Κιλικίαν πόλεων καὶ φρουρίων, ὧν ἡ λαμπρὰ καὶ περιφανὴς Ταρσὸς ὡς μητρόπολις προ‐
καθέζεται. ὅθεν πολλῶν τῶν ἐπὶ δόξης καὶ τοῦ ἐπισήμου αἵματος ἡγε‐137

Man1,pt4

138

μόνων ἐκεῖσε ἀφικομένων, ἐφεξῆς ἡ ψῆφος περιελήλυθεν ἐς τὸν Κομνηνὸν Ἀνδρόνικον καὶ ὡς γένει μέγαν καὶ ὡς ἐν ἀνδράσιν ἀξιοθέατον. τῷ τοι ἀφιγμένος ἐκεῖσε καὶ τὴν τῆς Κύπρου δασμολογίαν προσειληφώς, ὡς ἔχοι τὰς δαπάνας ἐκεῖθεν ἀντλεῖν, πολλάκις μὲν τῷ Τορούσῃ πρὸς μάχην
5ἀντικατέστη καὶ ἀνεκήρυξε πόλεμον ἐχθρά οἱ νοῶν καὶ ὑπ’ ἐκείνου πάλιν ἀποστυγούμενος, οὐδὲν δέ τι γενναῖον κατώρθωσε πώποτε, οὐδ’ ἧς ἔτρεφε πολυτρόπου πείρας περὶ πολέμους καὶ πανουργίας εἰργάσατο ἄξιον. τελευταῖον δὲ ἡττηκότος αὐτὸν αἰσχρῶς τοῦ Τορούση καὶ τρό‐ παιον στήσαντος, βουλεύεταί τι παραβολώτατον, ὁποῖον ὁ λόγος λέξων
10ἔρχεται. Ὡς γὰρ τὰς οἰκείας δυνάμεις ἑκάτερος κατ’ ἀλλήλων ἐξήνεγκαν, Ἀν‐ δρόνικος μὲν ὅσα καὶ ζῶον τὴν στρατιὰν εἰς κεφαλὴν καὶ μέρος τὸ κατόπιν καὶ μέλη ἀνάλογα τῷ παντὶ συνδιαθέμενος εἶχεν, ὁ δὲ Τορούσης εἰς πολλὰ καταδιεῖλε τμήματα καὶ διασπείρας ἦν εἰς σπείρας καὶ λόχους τὸ οἰκεῖον
15στρατόπεδον. ἐπεὶ δὲ συμβαλόντες ἐμάχοντο, ἡ νίκη καὶ πάλιν ἐπεφοίτα τῷ Τορούσῃ λαμπρά· τοῖς γὰρ ἀεὶ ἐπιβοηθοῦσιν ἀκμῆσι καὶ τοῖς ἐκ τῶν λόχων λαθρηδὸν ἐκπηδῶσιν Ἀρμενίοις αἱ τοῦ Ἀνδρονίκου ἐνέδωκαν φάλαγγες καὶ εἰς τροπὴν ἐνέκλιναν ἄκοσμον. διὰ ταῦτα τῇ λύπῃ κα‐ ταποθεὶς Ἀνδρόνικος καὶ μὴ ἔχων, ὅπως τὴν ἧτταν ἀναμαχέσαιτο ἢ γοῦν
20ἐξ ὑπογυίου δράσειέ τι γενναῖον κατὰ τῶν θυόντων ἤδη πολεμίων τὰ νι‐ κητήρια, τοῖς ἐγγὺς ἀνεφίκτων ἐπιχειρεῖ. κατοπτεύσας γὰρ τὸν Τορού‐ σην μετὰ τῶν δορυφορούντων αὐτὸν ἔτι που ἱστάμενον ἔφιππον, τὴν τῶν ταγμάτων συλλογὴν ἀναμένοντα ἐξ ἧς εἴχοντο ἐπιδιώξεως, ὅλῳ ῥυτῆρι τὸν ἵππον ἀνεὶς ἐνσείει κατ’ ἐκείνου τὸ δόρυ, καὶ δὴ κατὰ τοῦ
25θυρεοῦ βαλὼν ἀνατρέπει τοῦτον τοῦ ἵππου, καὶ διεκπαίσας τὸ περὶ ἐκεῖνον ἐπίλεκτον ὡς πτηνὸς ἱππότης ἢ ὀλισθηρά τις ἐγχέλυς τὰς τῶν ἁπάντων χεῖρας ἐξήλυξεν. ἀλλ’ ἕως τούτου σεμνὸν τὸ τοῦ Ἀνδρονίκου κατόρθωμα· τὸ δὲ παθεῖν τὸν Τορούσην κακῶς ἀπεκώλυσαν οἵ τε σιδή‐ ρεοι χιτῶνες, οὓς ἐνεδέδυτο, καὶ θυρεὸς ἐπιμήκης παρὰ πλευρὸν κατα‐
30βαίνων τοῦ ἵππου πλάγιος. Οὐ πολλαὶ δ’ ἡμέραι παρήλθοσαν ὕστερον, καὶ λογίζονται τῷ Ἀν‐
δρονίκῳ δευτέρου λόγου καὶ πάρεργα ἀνδροκτασίαι καὶ μάχαι καὶ πόλε‐138

Man1,pt4

139

μοι καὶ σάλπιγξ ἠχοῦσα τὸ ἐνυάλιον Δεῖμός τε Φόβος τε καὶ Ἄρης βροτολοιγός, καὶ ἔργα πολέμια παρωσάμενος τὰ τῆς Ἀφροδίτης μέτεισιν ὄργια. ἡ δὲ Ἑλένην μὲν οὐχ ὑποβάλλει οὐδ’ οἷον ὑπ’ ὄψιν παρίστησι καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος τὴν οἴκησιν ἔχουσαν καὶ διαχεῖ τῷ κάλ‐
5λει καὶ ἐκμαίνει πρὸς ἔρωτα καὶ πηγνύει σκάφη καὶ ναύαρχον ἐφίστησι Φέρεκλον, ἐκ γειτόνων δὲ ὂν τὸ τῆς Φιλίππας εἶδος καθυπογράφει καὶ μαστροπεύει τῷ δυσέρωτι Ἀνδρονίκῳ· ἦν γὰρ ἐξ ἀκοῆς ἐρωτόληπτος. ῥίψας οὖν τὴν ἀσπίδα καὶ τὸ κράνος ἀποβαλόμενος καὶ τὸν ὅλον στρα‐ τιώτην ἀποσεισάμενος πρὸς τὴν ἐρωμένην αὐτομολεῖ, οὖσαν κατὰ πόλιν
10τὴν Ἀντιόχειαν. ἔνθα καὶ δὴ γεγονὼς καὶ τὴν Ἐρώτων ἀγλαΐαν τῆς Ἄρεος σκευῆς ἀνθελόμενος μόνον οὐκ ἔξαινεν ἔρια οὐδ’ ἱστῷ προσανεῖχε καὶ συνεῖρεν ἠλάκατα, ὡς Ὀμφάλῃ πρὶν Ἡρακλῆς τῇ Φιλίππᾳ δου‐ λεύων. ἡ δ’ ἄρα ἦν τῆς συναφθείσης τῷ τούτου ἐξαδέλφῳ τῷ βασιλεῖ Μανουὴλ πρώην, οὔπω πάνυ πρώην, θυγατρὸς τοῦ Πετεβίνου ἀδελφή.
15 Καὶ ὁ μὲν τὴν Ἀντιόχου καταλαβὼν τρυφαῖς ἐκεχήνει καὶ καλλω‐ πισμοῖς ἐπελύττα καὶ δορυφόροις ἐπ’ ἀγυιῶν ἀργυροτόξοις ἐπόμπευε, τὴν ἡλικίαν εὐμήκεσιν, ἰούλῳ τε πρώτῳ λαχνουμένοις καὶ κόμαις πυρσαι‐ νομένοις ξανθαῖς, καὶ ἦν ἐντεῦθεν θηρῶν τὴν θηράσασαν, ἣν καὶ εἶχε ταῖς οἰκείαις ἐρωτοδέσμαις καταγοητεύσας Ἀνδρόνικος· καὶ ὅπερ ἐπεπόνθει,
20τοῦτο δράσας φιλοτιμότερον, πλουτῶν μὲν καὶ ἄλλως εἶδος ἀξιάγαστον καὶ ὡς ἔρνος ἀναβαίνων ἐλάτινον, ἐπτοημένος δὲ καὶ περὶ τὰς ἐξάλλους στολάς, καὶ τούτων ὅσαι περὶ γλουτὸν καὶ μηροὺς καταβαίνουσαι δια‐ σχίζονται καὶ οἷον εἰσί πως συνυφασμέναι τῷ σώματι, καὶ τοῖς ἄλλοις τῶν τοιούτων ἡγεμὼν καθιστάμενος. οὐκοῦν τὸ μὲν βλοσυρὸν ἐκεχάλαστο
25καὶ τὸ ἐπὶ συννοίας εἶναι ἀεὶ καὶ τὸ τοῦ ἤθους ἐμβριθὲς καὶ φροντιστικὸν ἐνδεδώκει καὶ τὸ ἐπισκύνιον ὁ θὴρ ἀπεβάλετο· ἡ δὲ ὡς ἑάλω κατάκρας, ὑπέκυψεν εἰς εὐνήν, οἴκου καὶ πατριᾶς ἐπελάθετο, καὶ τοῦ ἐραστοῦ αὐτῆς
ὀπίσω κατηκολούθησεν.139

Man1,pt4

140

Ὁ Μανουὴλ δὲ ὡς τοῖς περὶ τούτου κατεβροντήθη ἀκούσμασι, μικροῦ καὶ ἐννεὸς ἦν καὶ πρὸς ἄμφω μεμέριστο· καὶ ὡς ἐρῶντα γὰρ ἔρον ἀξύμφυλον καὶ ὡς ἀθεμιτογαμοῦντα ἤχθαιρε τὸν Ἀνδρόνικον καὶ ὡς αὐτὸν τῶν κατ’ Ἀρμενίαν ἐλπίδων ψευσάμενον συλλαβεῖν ἐζήτει καὶ
5δίκας ἐξ ἐκείνου λαβεῖν. στέλλει τοίνυν τὸν σεβαστὸν Κωνσταντῖνον τὸν Καλαμάνον, ἄνδρα καὶ τόλμης λελογισμένης μεστὸν καὶ τὸ γενναῖον εὐτυχοῦντα στάσιμον, καὶ τοῖς κατ’ Ἀρμενίαν μὲν ἐπιστατήσοντα πράγμασι καὶ τῇ Φιλίππᾳ δ’ ὅπως συναφθείη, πειραθησόμενον. ὁ δὲ τὰ μὲν πρῶτα εἰς νυμφίον ἑαυτὸν διευθετίσας καὶ λαμπρυνάμενος, ὡς εἰκὸς
10καὶ καθ’ ὅσον ᾔδει τὴν ἐρωμένην ὑπαγαγέσθαι, τὴν Ἀντιόχειαν εἴσεισι. τοσοῦτον δὲ προσέσχεν αὐτῷ Φιλίππα καὶ οὕτως αὐτὴν τοῦ προτέρου μετέθηκεν ἔρωτος, ὡς μηδὲ βλέμματος γοῦν μεταδοῦναι ἢ προσρήματος ἀξιῶσαι τὸν Καλαμάνον, μᾶλλον μὲν οὖν καὶ προσονειδίσαι τἀνδρὶ τὸ τῆς ἡλικίας βραχὺ καὶ ἐς αὐτὸν ἀποσκῶψαι τὸν αὐτοκράτορα Μανουήλ,
15εἰ οὕτως ἀμαθῶς καὶ εὐήθως ᾠήθη, ὡς ἀποστατήσει μὲν Ἀνδρονίκου αὕτη τοῦ ἥρωος, οὗ τὸ κλέος εὐρὺ καὶ οὗ τὸ γένος πολύ, προσκολληθήσεται δὲ ἀνδρί, ὃς τὸ γένος ἀπεσβεσμένος καὶ χθὲς καὶ πρώην, εἰ ἔστιν ὅλως, ἐγνώρισται. Ἐπεὶ γοῦν ὁ Κωνσταντῖνος ἀδοξοῦντας αὐτὸν ἑώρα τοὺς τῆς Φι‐
20λίππας ἔρωτας καὶ πρὸς ἄλλον λύοντας τὸ πτερὸν μηλοβολοῦντάς τε καὶ δᾳδουχοῦντας Ἀνδρόνικον, ἐκεῖθεν μεθίσταται καὶ τὴν Ταρσὸν καταλα‐ βὼν μετὰ τῶν ἀντιπάλων Ῥωμαίοις Ἀρμενίων συνερρήγνυ πόλεμον. ὡς δέ ποτε τούτῳ ἐπέβρισαν οἱ διάφοροι, ἑάλω τε καὶ ἦν ἐν δεσμοῖς. ὁ δὲ βασιλεὺς ἐλύσατο τοῦτον ἱκανὰ ζωάγρια καταθέμενος.
25 Ἀνδρόνικος δὲ τὰς ἀπειλὰς τοῦ Μανουὴλ δεδιὼς καὶ πτοηθείς, μή‐ πως συλληφθεὶς τῶν φιλοτήτων Φιλίππας τὴν πρότερον εἱρκτὴν ἀνταλ‐
λάξαιτο καὶ ὑποσταίη χρόνιον κάκωσιν, ἄρας ἐκεῖθεν τῆς ἐπὶ τῶν Ἱερο‐140

Man1,pt4

141

σολύμων εἴχετο, γαλῆ τὸ τοῦ λόγου πρὸς στέαρ ἐλεγχθείς, κἀπὶ τὰς πρώην ἐπαναδραμὼν δραπετεύσεις καὶ πρὸς τὰς παλαιτέρας αὐτοῦ μηχανὰς ἀπιδών. Ἀδιαφόρως δ’ ἔχων τοῦ βίου καὶ ὡς ἵππος θηλυμανὴς ταῖς παρα‐
5λόγοις ἐπιθορνύμενος μίξεσιν ἐγχρίπτει σαρκικῶς καὶ ἐνασελγαίνει ἀκο‐ λάστως τῇ τοῦ πρώτου ἐξαδέλφου θυγατρὶ Θεοδώρᾳ (Ἰσαάκιον φημὶ τὸν σεβαστοκράτορα, τὸν τοῦ βασιλέως Μανουὴλ ὁμαίμονα) θανάτῳ ἄρτι ἀποβαλούσῃ τὸν παρθένιον σύνευνον, ὃς ἦρχε πρὸ βραχέος τῆς Παλαι‐ στίνης· Βαλδουῖνος ἦν οὗτος, τὸ γένος ἕλκων ἐξ Ἰταλῶν. ἑτέραν ἐπὶ
10τούτοις πληγὴν ὁ βασιλεὺς δέχεται Μανουὴλ καὶ πράττων ἦν πάντα καὶ διατεχνώμενος, εἴ πως εἴη συνειληφὼς Ἀνδρόνικον τῶν οἰ‐ κείων ἀμφιβλήστρων ἐντός· ὅθεν ἐρυθροδάνῳ ἐνσημανθὲν ἀφῆκε γραμ‐ μάτιον, ἐνάγον τοὺς κατὰ Κοίλην Συρίαν ἰσχύοντας Ἀνδρόνικον συσχεῖν ὡς ἀντίφρονα καὶ περὶ τὸ γένος ἀκολασταίνοντα καὶ τοῦ φάους στερῆσαι
15τῶν ὀφθαλμῶν. Καὶ τάχ’ ἂν τοὺς ὀφθαλμοὺς ἐξ αἵματος Ἀνδρόνικος ἠρευθοῦτο ὦχρός τέ μιν εἷλε παρειὰς συνεχόμενον καὶ δεσμούμενον ἢ καὶ εἰς πορ‐ φύρεον ἐβάπτετο θάνατον, εἰ χεῖρες εἶχον ἑτέρων τὸ τῆς βασιλικῆς βαφῆς ἐκεῖνο δελτάριον· νῦν δὲ τοῦ θεοῦ τηροῦντος αὐτόν, ὡς ἔοικεν, εἰς ἡμέραν
20ὀργῆς καὶ τοῖς μετόπισθεν κακοῖς ταμιεύοντος, ἅ τε παρὰ τὸ δέον εἰς τὸ ὑπήκοον ἐνεδείξατο Ῥωμαίων ἄρξας ἐκ τυραννίδος καὶ οἷς αὐτὸς ἀσυμ‐ παθῶς ἐσέπειτα περιπέπτωκε, χερσὶ τῆς Θεοδώρας τὸ ἐπιστόλιον δίδο‐ ται. ἡ δὲ ἀναγνοῦσα τοῦτο καὶ γνοῦσα τὰ κατ’ Ἀνδρονίκου τυρευό‐ μενα ἐξαυτῆς τὸν χάρτην αὐτῷ ἐγχειρίζει.
25Συνεὶς οὖν Ἀνδρόνικος ὡς χωρεῖν ἐκεῖθεν δέον καὶ ἐγκονεῖν, μηδ’
ἕδρας εἶναι τὸ ἀπὸ τοῦδε ἀκμήν, φρίκη τε ὑφέρπεται καὶ πρὸς ἀπόδρασιν141

Man1,pt4

142

ἐνσκευάζεται. σοφιστὴς δὲ ὢν καὶ ἀπατεὼν καὶ αὐτὴν ἀποπλανᾷ Θεοδώ‐ ραν, καὶ ὥσπερ Εὐρώπην πάλαι ὁ Ζεὺς τοῦ χοροῦ τῶν παρθένων ἀπο‐ βουκολήσας ἧκε φέρων ἐπὶ νώτων εἰς βοῦν ἑαυτὸν μεταμορφώσας καλλί‐ κερων, οὕτω καὶ οὗτος ἀποστήσας τῶν οἴκοι τὴν γυναῖκα καὶ συμφοι‐
5τῆσαί οἱ σαββάτου ὁδὸν αἰτησάμενος ὡς προπέμψουσαν ἐκεῖθεν καὶ συν‐ ταξομένην ἐκείνῳ τὰ ἐξιτήρια συνέκδημον καὶ συμπλανῆτιν ἑκοῦσαν ἐπεσπάσατο ἄκουσαν. Χώραν δ’ ἐκ χώρας ἀμείβων καὶ ἡγεμόσι καὶ δυνάσταις πολυπλανὴς ἐπιξενιζόμενος καὶ παρ’ οἷς κατέλυε τιμήεις ὢν καὶ αἰδέσιμος καὶ φιλοφρο‐
10σύνης ὅτι πλείστης καταξιούμενος καὶ δωρεῶν ἁδρῶν ἐν μεθέξει γινόμενος ὀψέ ποτε καὶ μόλις παρὰ τῷ Σαλτούχῳ τῆς πλάνης ἵσταται. ἦν δ’ οὗτος τὰ τῇ Κολωνείᾳ τότε κληρούμενος ὅμορα καὶ ὅσα τῆς Χαλδίας πρόσοικά τε καὶ ἔγγιστα καρπιζόμενος. κἀκεῖσε ἦν ἀλύων καὶ συνὼν Θεοδώρᾳ μεθ’ ὧν ἀπέτεκεν αὕτη τούτῳ παίδων δυοῖν Ἀλεξίου τε καὶ Εἰρήνης, ἐπὶ
15δὲ καὶ Ἰωάννου, ὃν ἐκ τῶν γνησίων καὶ προτέρων οἱ σπερμάτων συν‐ έκδημον ἐκ Βυζαντίου ἐπήγετο, ἕως τῆς ἐς αὐτὸν αὖθις τὸν αὐτοκράτορα Μανουὴλ ἐπαναλύσεως, ἣν κατὰ τὸν οἰκεῖον χρόνον καὶ πρόσφορον ὁ λόγος τῇ ἱστορίᾳ παρέξεται, ὡς εἴη συνημμένα δήπου καὶ συναφῆ τὰ ἐφεξῆς ὑπ’ αὐτοῦ πεπραγμένα καὶ τὰ παρ’ ἡμῶν αὖθις ἐπ’ αὐτῷ ῥη‐
20θησόμενα. Ἐν πολλοῖς μέντοι καὶ πολλάκις ὁ Μανουὴλ τὴν Ἀνδρονίκου δε‐ σμεύων ψυχὴν καὶ ζητῶν ταύτην λαβεῖν τοῖς ἀνηνύτοις ἐγχειρῶν διηλέγ‐ χετο· ὁ γὰρ πολύπλαγκτος οὗτος καὶ ταλασίφρων Ἀνδρόνικος τὰς καθ’ αὑτοῦ προσβολὰς ὅσα καὶ νηπίων βολὰς εὐμαρῶς ἀπεκρούετο καὶ τῶν
25θηράτρων κούφως ὑπεραλλόμενος, ἅπερ αὐτῷ πολλάκις ὑφηπλοῦτο καὶ
ἐξετείνετο, ἀπαγίδευτος ἦν καὶ ἀθήρευτος.142

Man1,pt4

143

Ἀλλὰ τίνα τὰ παρὰ πόδας; χρεὼν γὰρ μηδὲ τούτων ἀφέξεσθαι. περιδεὴς ἅπας κρατῶν καὶ καχύποπτος καὶ χαίρει διαπραττόμενος ὅσα Θάνατος καὶ Χάος καὶ Ἔρεβος ἐν τῷ τοὺς εὐπατρίδας ἀκροτομεῖν καὶ ἐκ‐ ποδὼν τιθέναι πάντα ὑψηλὸν καὶ μετέωρον καὶ ἀποσκυβαλίζειν σύμ‐
5βουλον ἀγαθὸν καὶ θερίζειν γενναῖον στρατηγὸν καὶ εὐπάλαμον. καὶ ἐοίκασιν ἀτεχνῶς οἱ τῆς γῆς δυναστεύοντες ὑψιτενέσι καὶ ἀκροκόμοις πίτυσιν· ὡς γὰρ αὗται καὶ βραχείαις ἀνέμων πνοαῖς τὰς τῶν κλάδων βε‐ λόνας διατινασσόμεναι ψιθυρίζουσιν, οὕτω δὴ καὶ οὗτοι καὶ τὸν πλούτῳ κομῶντα ὑποβλέπονται καὶ τὸν ἐπ’ ἀνδρείᾳ τῶν πολλῶν διαφέροντα κα‐
10τεπτήχασι. κἂν εἴη τις τὸ κάλλος ἀγαλματίας καὶ τὴν γλῶτταν ὡς ὄρνις μουσηγέτης ἐστόμωται, κἂν τὸ ἦθος ὁρῷτο εὐτράπελος, οὐκ ἐᾷ καθεύδειν τὸν ἐπὶ τοῦ στέφους οὐδ’ ἠρεμεῖν, ἀλλὰ γίνεται τούτῳ τῶν ὕπνων ἐγκοπή, τῆς τρυφῆς ἀνατροπή, ἡδονῆς ὑφαίρεσις, φροντίδων ὑπόθεσις· καὶ κακῶς λέγων εὐλογεῖ τὴν φύσιν τὴν πλάστριαν, ὅτι καὶ ἑτέρους
15εἰς τὸ ἄρχειν ἐπιδόξους ἐπαλαμήσατο καὶ μὴ πρῶτον αὐτὸν καὶ ὕστατον κάλλιστον ἀνθρώπων ἐφύτευσεν. οὐκοῦν καὶ ἀντιστρατεύονται τὰ πολ‐ λὰ τῇ προνοίᾳ καὶ τῷ θείῳ ὑπέροπλοι γίνονται, πάντα ἀγαθὸν ἐκ τοῦ πλείονος ἐκχορδεύοντες καὶ ὡς θύματα σφαγιάζοντες, ὡς ἔχοιεν ἐφ’ ἡσυχίας δήπουθεν οὗτοι σπαθᾶν καὶ ὡς πατρῷον κλῆρον καθηδυπαθεῖν
20μονώτατοι τὰ δημόσια καὶ ὡς ἀνδραπόδοις χρᾶσθαι τοῖς ἐλευθέροις καὶ ὡς ὠνητοῖς τοῖς ἀξιωτέροις ἐνίοτε ἄρχειν προσφέρεσθαι, κακῶς εἰδότες καὶ τὸ φρονεῖν ὑπὸ τῆς ἐξουσίας ἀφῃρημένοι καὶ κακοβούλως τῶν πρότριτα λανθανόμενοι. Καὶ ὁ Μανουὴλ τοίνυν οὐδὲν ἄχαρι ἔχων ἐπεγκαλεῖν Ἀλεξίῳ τῷ
25πρωτοστράτορι ἢ ὅ τι ὅλως παραλελύπηκεν ἢ παρηνώχλησεν ἢ τῆς143

Man1,pt4

144

ὀφειλομένης εὐνοίας καὶ πίστεως καθυφῆκε βραχύ τι γοῦν ἀντίρροπα δρά‐ σας ὧν ὑπ’ αὐτοῦ πέπονθεν εὖ καὶ ὡς ἐπὶ ζυγοῦ τὴν ἑτέραν παρήνεγκε πλάστιγγα, ἐξ ὑπονοίας δὲ μόνης ὁρμώμενος καὶ κακοσχόλων τινῶν ὑφηγήσεσιν ἐκ τοῦ τὸν ἄνδρα ὁρᾶν καὶ στρατηγοῖς καὶ στρατιώταις
5ἐρώμενον καὶ φιλοτίμῳ γνώμῃ καὶ χειρὶ φιλοδώρῳ πρὸς ἅπαντας χρώμε‐ νον, ἴσως δὲ καὶ τοῦ προσόντος αὐτῷ πλούτου ὑποτύφων ἔφεσιν, συλ‐ λαμβάνει τοῦτον διάγων ἐν Σαρδικῇ, μήπω ἐπιφωσκούσης ἡμέρας, τῇ οἰκείᾳ ἔτι συγκατακείμενον ὁμευνέτιδι, καὶ οὐ μόνον τῶν ὄντων ἁπάντων ἀπογυμνοῖ, ἀλλὰ καὶ εἰς μοναχὸν ἀποκείρας ἐν ἑνὶ τῶν κατὰ τὸ Παπύ‐
10κιον τὸ ὄρος φροντιστηρίων παραρριπτεῖ. Ἵνα δὲ μὴ εἴη τὸ πραχθὲν ἀπροφάσιστον καὶ προῦπτον διὰ τοῦτο τὸ βασιλικὸν ἀδίκημά τε καὶ ἀσχημόνημα, οἱ συκοφάνται παρῆσαν ἐγγύς, ὑφειμένοι παρ’ ὧν ὑπεβλήθησαν, καὶ γοητεῖαι κατὰ βασιλέως τὰ αἰτιά‐ ματα οὕτω πάνυ τοι πιθαναὶ καὶ δραστήριοι, ὡς ποιεῖν τὸν κεχρημένον
15πετόμενον καὶ μηδ’ ὅλως θεώμενον καθ’ ὧν ἂν ἐπιπτέσθαι ξιφηφόρος βού‐ λοιτο, καὶ ἕτερ’ ἄττα βωμολόχα καὶ ἀκοαῖς ὑγιαινούσαις οὐκ εὐπαρά‐ δεκτα, ὁποῖα πάλαι τοῦ Περσέως λογοποιοῦντες κατηγόρευον Ἕλληνες. Ἦν δὲ ὁ τῶν συκοφαντῶν τοῦ ἀνδρός, ὡς ᾔδετο, προχειρότατος καὶ πλάστης πρώτιστος τῶν ληρημάτων καὶ εὑρετὴς τουτωνὶ ὁ Ἀαρὼν
20Ἰσαάκιος, Κορινθόθεν μὲν ὁρμώμενος, τὴν δὲ Λατινίδα γλῶτταν ἄκρως ἐξησκηκὼς ἡνίκα συναπήχθη τοῖς πατριώταις εἰς Σικελίαν αἰχμάλωτος καὶ τοῖς ἐκ τῆς διαλέκτου ταύτης τῷ βασιλεῖ ἐντυγχάνουσιν ὑποβολεὺς τηνικαῦτα γινόμενος. Ἡ δὲ τοῦ Ἀλεξίου γυνή, θυγάτηρ οὖσα τοῦ πορφυρογεννήτου
25Ἀλεξίου, ὃς ἐπρωτοτόκει τῶν τοῦ Μανουὴλ ἀδελφῶν, ἐφιλοτιμεῖτο μὲν ἑαυτὴν ἀνελεῖν, φιλανδρίαν καὶ σωφροσύνην ἐν ταῖς μάλιστα τῶν γυναι‐
κῶν ἀγαπήσασα καὶ τιμήσασα καὶ τῶν ἐκ τοῦ γένους θηλυτέρων καλ‐144

Man1,pt4

145

λιστεῖον οὖσα καὶ λαμπρὸν ἐπικόσμημα καὶ περιλάλημα τοῖς πᾶσιν ἐρά‐ σμιον· τοῦ τοιούτου δ’ ἐγχειρήματος ἐκκρουσθεῖσα πεσοῦσα προσε‐ κνυζᾶτο τοῖς τοῦ θείου καὶ βασιλέως ποσὶ καὶ ἐδεῖτο κοπτομένη θερμότερον, φήνης ἐλεεινότερον, δρακόντων ὀδυνηρότερον, ἀλκυόνος πολυπενθέστε‐
5ρον, χαρίσασθαι τὸν ἄνδρα αὐτῇ, μαρτυρομένη θεὸν καὶ εἴ τι που φρι‐ κῶδες τοῖς εὐσεβοῦσι πρᾶγμα καὶ ὄνομα ἀπαραλόγιστον εἶναι τῆς ἐκείνου βασιλείας θεράποντα καὶ ἀκαταιτίατον πάντῃ τὸν ἄκοιτιν αὐτῆς. ἀλλ’ οὐκ ἴσχυσε μεταθέσθαι τὴν γνώμην τοῦ αὐτοκράτορος, οὐδ’ ἀναλῦσαι ὅλως ἅπερ ἐκείνῳ ἤδη κεκύρωτό πως καὶ δέδοκτο, καὶ ταῦτα ἕως δακρύων
10αὐτὸν καὶ θέᾳ ἐλεεινῇ καὶ σχήμασιν ἱλασίμοις καὶ ῥήμασιν οἰκτροῖς ἐκθη‐ λύνασα. ἀμέλει καὶ τὸν βίον φιλόδακρυν ἕλκουσα κατὰ τὰς φιλοσώφρο‐ νας τρυγόνας τὰ οἰκόπεδα περιέτρεχε καὶ περιέτρυζεν ὀλολύζουσα καὶ τὴν μόνωσιν ἀπωδύρετο· ὅθεν καὶ τῇ περισσοτέρᾳ λύπῃ καταποθεῖσα τὸ φρονεῖν παρακέκοπται, ἐπὶ παισὶν ἄρρεσι δυσὶ τὸ βιοῦν καταξαίνουσα
15καὶ ἑαυτὴν εἰς τέλος καταμαραίνουσα. Καὶ Ἀλέξιος μὲν τὸ μέλαν ἀσπασάμενος ἄμφιον τοῖς θείοις ἐκουφίζετο ἔρωσι τοῦ ἀκροτάτου τῶν ἀρετῶν ἐφιέμενος καὶ ὡς ὑψιπέτης ἀετὸς τῶν κάτω ὑπεριπτάμενος. κρεωδαισίας δ’ ἄκρος ὢν ἐραστὴς καὶ καρυκείαις χαίρων βρωμάτων καὶ πανθοινίαις προσκείμενος, ὁπηνίκα πλούτῳ πολ‐
20λῷ περιερρεῖτο καὶ τοῖς κατὰ κόσμον ἐνευπάθει τερπνοῖς, ὡς καὶ τὰς νη‐ στίμους τῶν ἡμερῶν (τετράδα φημὶ καὶ παρασκευὴν) κρεωβόρον αὐτῷ παρατίθεσθαι τράπεζαν, ἢ δεσποτικῆς κατὰ ταύτας τελετῆς ἀγομένης ἢ μνήμης ἐνδόξου μάρτυρος τελουμένης ἤ τινος τῶν ὀπαδῶν τοῦ Χριστοῦ, τότε ποηφαγῶν καὶ ταῖς ὀπώραις ἐνεστιώμενος καὶ ταῖς ἀκάπνοις θύων
25τῶν τραπεζῶν καὶ τὸ πεινῆν πεινῶν ἀτεχνῶς, ὀψὲ δὲ καὶ ἰχθύων ἐνεορ‐ τάζων ταῖς παραθέσεσιν ἔχαιρεν ὅτι μάλιστα καὶ μνήμην τῶν προτέρων λαμβάνων ὀψαρτυμάτων καὶ τῆς περιέργου τῶν κρεῶν δαιτρεύσεως ἀκ‐ κισμὸν ἐκάλει κοιλίας καὶ ὀρέξεως μέθοδον ὅσα οἱ ἀδδηφάγοι καὶ κρεω‐
φάγοι προτίθενται μὴ δύνασθαι λέγοντες τοῦ ἄγαν ὑποχαλᾶν· πᾶν γὰρ145

Man1,pt4

146

τὸ παρατιθέμενον εἰδέναι τὸ σωμάτιον συνιστᾶν καὶ εὐεξίας εἶναι ποιητι‐ κόν. Τί δὲ ἡ φίλη δίκη; ἆρα πολύπους καὶ πολύχειρ οὖσα, ὀξυδερκής τε καὶ πανδερκής, καὶ μικροῦ ποδῆρες τὸ οὖς ἔχουσα, λήθεται ἢ οὐκ ἐννοεῖ
5ἢ τέλεον παρίησιν ἀνεκδίκητα ὅσα ἐπὶ τοῖς μὴ ἀλιτήμοσιν οἱ τῶν ἐπαινε‐ τέων κατήγοροι συρράπτουσιν ἔκδικα; οὐμενοῦν, ἀλλὰ παρυπέφηνε καὶ τότε ὡς τὰ ἐν μυχῷ γῆς διορᾷ καὶ τὰ ὑπὸ γλῶτταν ἐνωτίζεται τονθο‐ ρυζόμενα. Εἰ μὲν οὖν καὶ βασιλεῖ ἐνεμέσησε τῆς μὴ ἐνδίκου ταυτησὶ πράξεως, οὐ
10τοῦ παρόντος καταλέγειν καιροῦ· ἔδει δὲ σοφὸν ὄντα τὸν Μανουήλ, μηδ’ ἀμαθῆ τε καὶ ἀναλφάβητον, οὐχ ὡς διαδεξόμενον ἐκεῖνον καὶ τῆς ἀρχῆς παραλῦσον τὸ ἄλφα περιεργάζεσθαι, ἀλλ’ ἐκείνῳ τὰ τοῦ ἄρχειν ἀνά‐ πτειν πείσματα, ὃς εἶναί φησι τὸ Α καὶ τὸ Ω, ὡς Ἰωάννης ἐν τῇ Ἀποκαλύ‐ ψει διδάσκει με.
15 Τοὺς συκοφάντας μέντοι μετῆλθε καὶ ἄλλῳ μὲν ἄλλην δίκην ἐπέθηκε, τῷ δ’ Ἀαρὼν ἐπέβρισε χαλεπώτερον ταῖς οἰκείαις ἁρπεδόσι περισχοινί‐ σασα. μετ’ οὐ πολὺν γάρ τινα χρόνον ἁλίσκεται μαγείαις προσανέχων καὶ προύκειτο χελώνης ἔκφορον μίμημα, ἔνδον στέγον τῆς χέλυος ἀνθρω‐ πόμορφον εἴκασμα, πεπεδημένον ἄμφω τὼ πόδε καὶ τὸ στέρνον ἐληλα‐
20μένον ἥλῳ διαμπερές. ἑάλω δὲ καὶ βίβλον Σολομώντειον ἀνελίττων, ἥτις ἀναπτυσσομένη τε καὶ διερχομένη κατὰ λεγεῶνας συλλέγει καὶ παρ‐ ίστησι τὰ δαιμόνια συχνάκις ἀναπυνθανόμενα, ἐφ’ ὅτῳ προσκέκληνται, καὶ τὸ ἐπιταττόμενον ἐπισπέρχοντα περατοῦν καὶ προθύμως δρῶντα τὸ κελευόμενον.
25 Οὐκ ἐπὶ τούτοις δὲ μόνον Ἀαρὼν συνείληπτο, ἀλλὰ καὶ βασιλέως ἐνώπιον ὑποβάλλων ἃς ἐκ τῶν δυσμόθεν ἐθνῶν ἀφικόμενοι πρέσβεις ἐκό‐
μιζον ἀγγελίας καὶ μὴ δυσαχθοῦντας ὁρῶν πρὸς τὰ τοῦ βασιλέως θελή‐146

Man1,pt4

147

ματα ἐπιπλήττει τούτοις ἐν μιᾷ τῶν αἰτήσεων ὡς πρὸς τὰς καταθέσεις ἑτοιμορρόποις τε καὶ εὐκόλοις καὶ ὑποτίθησιν ἀντιτεῖναι πρὸς τὸ τῶν ζητημάτων τηνικαῦτα προκείμενον καὶ μὴ ῥᾳδίως οὕτω καὶ ἐκ πρώτης καθυπενδοῦναι, ὡς ἐντεῦθεν κερδανοῦντας καὶ φιλίαν μείζω ἐκ βασιλέως
5κἀκ τῶν ὁμογλώττων πλείω τιμήν. καὶ τότε μὲν ἡ διάλεξις διαλέλυτο, ἀφώρατα τῷ βασιλεῖ θεμένη τὰ τοιαδὶ τοῦ Ἀαρὼν εἰσηγήματα καὶ τῷ τῆς διαλέκτου διαφόρῳ τὰ ἔκθεσμα συσκιάσασα· κατὰ μόνας δὲ τὰ προ‐ βληθέντα τῶν ζητημάτων ἡ βασιλὶς ἀναπεμπάζει φρενί, Λατινὶς οὖσα τὸ γένος καὶ τῶν λεγομένων ἀκριβῶς συνιεῖσα, καὶ ἀνακαλύπτει πάντα τῷ
10ἄνακτι. ὁ δ’ ἐπὶ τοῖς ἠκουτισμένοις ἀγανακτήσας κακῶς τὸν Ἀαρὼν τίθησι τῶν τε ὀφθαλμῶν τὸ φῶς ἀμαυρώσας καὶ τῆς οὐσίας πάσης ἀποστερήσας. Κακοεργὸς δ’ ὢν Ἀαρὼν καὶ λιχνείαν φύσεως περὶ τὰ χείριστα δυσ‐ τυχῶν ἐς ὕστερον ἐνῆγεν Ἀνδρόνικον τυραννήσαντα μὴ μέχρι τοῦ ἐκ‐
15κόπτειν τοὺς ὀφθαλμοὺς τὴν τῶν ἀντιφρόνων ἐκείνῳ τιμωρίαν περιιστᾶν, ἀλλ’ ἢ θάνατον ἁπάντων καταψηφίζεσθαι ἢ βαρυτέραις ἐκμοχλεύειν κολάσεσιν, ἑαυτὸν τιθεὶς εἰς παράδειγμα κἀντεῦθεν πιστούμενος τὰ λεγόμενα, ζῶντά τε καὶ κινούμενον καὶ πνέοντα καὶ φθεγγόμενον καὶ συμφράδμονα εἶναι δυνάμενον καὶ μὴ μόνον διὰ χειρῶν ἀντιλαβῆς, ἀλλὰ
20καὶ διὰ γλώττης αὐτῆς ὡσεὶ καὶ μαχαίρας ὀξείας ἀποδειροτομεῖν ἰσχύοντα τὸν ἀντίδοξον, καὶ ἕτερ’ ἄττα φλύαρα καὶ ἀπάνθρωπα ὑφηγούμενος, δι’ ὧν τὸ ἀκροχολώτατον ἐκεῖνο καὶ ὑποδύσκολον τὸν τρόπον γερόντιον χαιρησιφονεῖν ἐπὶ μᾶλλον ἐπώτρυνεν. ὧν δὴ πονηρῶν διαβουλίων καὶ παραιφάσεων μικρὰν ἀποτιννὺς ἀμοιβὴν τῷ γεννήτορι Ἀαρὼν ὁ τὸν
25Ἀνδρόνικον ὕστερον τῆς ἀρχῆς καθελὼν Ἰσαάκιος ὁ Ἄγγελος ἐκτέμνει τὴν αὐτοῦ γλῶτταν συναφελεῖν τε καὶ ἀφανιεῖν τὸν ἐπὶ ταύτης σπεύδων ἰόν. Ὁ δὲ βασιλεὺς Μανουὴλ ἐπέβλεψέ ποτε θυμῷ πλαγίῳ καὶ κινήσει
ἐνδίκῳ κατὰ τοῦ Σκληροῦ Σὴθ καὶ τοῦ Σικιδίτου Μιχαήλ· ὅθεν καὶ147

Man1,pt4

148

προστάξει τούτου ταῖς οἰκείαις ὄψεσιν ἄμφω τὸν σίδηρον ἐδέξαντο σίζοντα, λόγῳ μὲν ἀστρονομίας ἐχόμενοι, ἔργῳ δὲ μαγγανείαις προσκεί‐ μενοι δαιμονώδεσιν. Ὁ μὲν γὰρ Σκληρὸς ἐπιγάμου παρθένου ἤρα καὶ ἐπείρα λαμπρῶς, παρ‐
5ορώμενος δὲ ὑπὸ τῆς κόρης καὶ ἀδοξούμενος στέλλει ταύτῃ διὰ προαγω‐ γοῦ τινος γυναίου μῆλον Περσικόν. ἡ δὲ παρθένος καταθεμένη τοῦτο τῷ κόλπῳ ἐκμαίνεται μάλα δὴ πρὸς ἔρωτα καὶ ἀφροδισίου ὑποπίμπλαται οἴστρου καὶ τέλος διακορεῖται παρ’ αὐτοῦ. οἱ δὲ τῆς παιδὸς προσγενεῖς βαρέως ἐνεγκόντες τὴν ταύτης ταπείνωσιν καταβοῶνται γενναίως μάλα
10τοῦ ταῖς νεάνισιν ἐφοπλίζοντος δαίμονας καὶ δίκην ὄφεως ἀρχεκάκου δι’ ὀπώρας τὰς παρθένους συλαγωγοῦντος καὶ τῆς σώφρονος βιοτῆς ὡς ἐξ Ἐδὲμ ἀπελαύνοντος. καὶ πικρόγαμος ἐντεῦθεν γενόμενος ἣν κακῶς ἔβλεψεν οὐδ’ ὅλως ἔτι ἑώρακεν. Ὁ δὲ Σικιδίτης διά τινων ἀρρητουργιῶν καὶ δεδορκότα τῶν θεωμένων
15ἐσκότου τὰ βλέφαρα καὶ ἀπεπλάνα τοῦ τὰ θεατὰ ὡς ὄντα ὁρᾶν καὶ τῶν ὁρώντων τὰς ὄψεις παρέφερε κατὰ φάλαγγας ἐπισυνιστῶν τοὺς δαίμονας, οὓς ἂν ἐκπλῆξαι βούλοιτο. ἔτυχε γοῦν ποτε ἀπὸ μετεώρου τῶν βασιλείων βλέπων ἐς θάλασσαν, κατήγετο δὲ ἁλιὰς τρύβλια καὶ λοπάδας ἔχουσα τὰ ἀγώγιμα. φησὶ τοίνυν πρὸς τοὺς συνεστῶτας ὡς τίνα ἂν αὐτῷ κατά‐
20θωνται τὸν μισθόν, εἰ τὸν νηΐτην τῶν ὀρθῶν φρενῶν διεκπλεύσαντα μὴ ἂν ὀκνῆσαι παρασκευάσειεν ἀναστῆναί τε τῶν σελμάτων τὴν δικωπίαν προέμενον καὶ συντρῖψαι εἰς λεπτὰ τὰ κεράμια. τῶν δὲ εὐγνωμονεῖν εἰπόντων πρὸς ἅπαν τὸ παρ’ αὐτοῦ αἰτηθέν, ὁ πρωρεὺς μετὰ βραχὺ τῆς ἕδρας ἀνίσταται καὶ τὴν κώπην ἀνὰ χεῖρας λαβὼν κατέφερέ τε τῶν σκευα‐
25ρίων συχνὰ καὶ οὐκ ἀνῆκεν οὕτω διαπραττόμενος, ἕως αὐτὰ εἰς κόνιν
ἐλέπτυνεν. ἐκ δὲ τούτου οἱ μὲν ἄνωθεν θεώμενοι τῷ γέλωτι διερρήγνυντο148

Man1,pt4

149

τὸ γεγονὸς τιθέμενοι διὰ θαύματος· ὁ δὲ πλωτὴρ ἀμφοτέραις μετ’ οὐ πολὺ τῶν γενείων δραξάμενος γοερὸν ἐπωδύρετο καὶ ὡς θεοβλαβείᾳ τὰς φρένας παρακοπέντα πολλῷ ἔτι μᾶλλον ἀνανήψας τοῦ ζόφου ἑαυτὸν ὠλοφύρετο. ἐρωτώμενος δέ, ὅ τι πεπονθὼς τὸν φόρτον οὑτωσὶ διέθετο,
5διεξῄει περιπαθῶς ὡς ταῖς κώπαις προσανέχων αἴφνης ὄφιν ὁρᾷ δαφοινόν, πυρσώδη τὸν λόφον, ἄνω τῶν τρυβλίων ἐκτεταμένον, ἐς αὐτὸν ἀτενὲς ὁρῶντα κατὰ τοὺς τῶν δρακόντων ἀκλινεῖς τὸ ὄμμα καὶ καταπιεῖν ὀρι‐ γνώμενον, ὃς καὶ οὐκ ἔληξε τῶν ἑλίξεων πρὶν ἢ κατηλόητο τὰ κεράμια· τὸ δ’ ἐκ τούτου ἠφάντωται, ὥσπερ ἐκ μέσων οἱ τῶν ὀφθαλμῶν ἀποπτάς.
10 Καὶ τοῦτο μὲν τοιοῦτον. ἕτερον δὲ κἀκεῖνο· ἐν βαλανείῳ λουόμενος ἦν, ἐς διαφορὰν δὲ καταστὰς μετὰ τῶν τοῖς αὐτοῖς νίτροις ἁγνιζομένων εἰς τὰ ἀπόδυτρα ἔξεισι. μετὰ μικρὸν δὲ καὶ οἱ ἐν τῷ λουτρῷ φεύγοντες καὶ συμπατοῦντες ἀλλήλους ἐξῄεσαν ἐκεῖθεν περιδεεῖς, οἳ καὶ τοῖς συνειλεγμέ‐ νοις πυκνὰ τὸ πνεῦμα συλλέγοντες ἔφασκον ὡς ἐκ τῆς θερμμορρόας ἐκπη‐
15δήσαντές τινες ἄνδρες πίσσης μελάντεροι ἐξῶσαν αὐτοὺς τοῦ λουτροῦ παίοντες κατὰ τῶν γλουτῶν τῷ πλατεῖ τοῦ ποδός. Διὰ ταῦτα τοίνυν ἀμφότεροι καὶ πράξεις δὲ ἀσελγεστέρας ἑτέρας τῶν ὄψεων ἐστερήθησαν· οἱ δ’ αὐτοὶ ἐπιβιώσαντες, ὁ μὲν Σὴθ καὶ πάλιν τοῖς
προτέροις ἐνησχόλητο, ἅτερος δὲ εἰς μοναχὸν ἀποθριξάμενος χρόνῳ ὕστε‐149

Man1,pt4

150

ρον σύγγραμμά τι περὶ τῶν θείων μυστηρίων ξυνθέμενος ἀφῆκε δι’ αὐτοῦ κυνῶν ὠρυγάς, ὁ τῶν θείων δωρεῶν ἀνάξιος. Ἔργον κἀκεῖνο τοῦ βασιλέως τούτου περιφανές. αἱ Ἀσιαναὶ πόλεις, τὰ Χλιαρά, τὸ Πέργαμόν τε καὶ Ἀτραμύτιον, κακῶς ἔπασχον ὑπὸ τῶν
5Περσῶν· αἱ γὰρ περιοικίδες χῶραι ἀσυνοίκιστοί τε ἦσαν πρώην κἀκ τοῦ κωμηδὸν οἰκεῖσθαι εἰς προνομὴν τοῖς πολεμίοις ἐξέκειντο. καὶ αὐτὰς τοίνυν ἐκρατύνατο τείχεσι καὶ τὰ πλησίον δὲ ἱππήλατα πεδία φρουρίοις διέλαβεν ἐρυμνοῖς. οὕτω δὲ πλήθουσιν οἰκητόρων ταῦτα δὴ τὰ πολίχνια καὶ τοῖς κατὰ τὸν ἥμερον βίοτον ἐνευθηνοῦνται χρηστοῖς, ὡς ὑπερανῳ‐
10κίσθαι πόλεων πολλῶν εὐδαιμόνων· ἀγροί τε γὰρ εἰς εὐφορίαν καρπῶν ἡμερωθέντες ἐπέδωκαν καὶ φυτηκόμος χεὶρ ἐρριζούχησεν ἐκεῖσε ξύλον ἅπαν καρποδοτοῦν, ὡς μεταθέσθαι, φάναι τὸ τοῦ Δαυίδ, τὴν ἔρημον εἰς λίμνας ὑδάτων καὶ εἰς οἰκήσιμον τὴν πρώην ἀοίκητον. εἴ τι οὖν κα‐ τόρθωμα μέγιστον, εἴ τι λυσιτελέστατον Αὔσοσιν ὁ Μανουὴλ διανενόηκέ
15τε καὶ διεπράξατο καθ’ ὅσους ἦρξε Ῥωμαίων ἐνιαυτούς, τοῦτο εἴη ἂν τὸ κράτιστον ὁμοῦ καὶ κοινωφελέστατον. τίς γὰρ παράγων ἐκεῖ καὶ εἰδώς, οἵαν μὲν ὁ χῶρος ἔτρεφεν ἀγριότητα, οἵους δ’ ἔστεγεν ἄνδρας, ἀναιδεῖς μὲν ὑπὲρ τὸν κορυνήτην Περιφήτην, ἀγριωτέρους δὲ τοῦ πιτυοκάμπου Σίνιδος καὶ τοῦ Σκίρωνος, οὓς ἀνεῖλε πάλαι Θησεύς, οὐκ ἂν τὰς χεῖρας
20ἀνατείνας τῷ βασιλεῖ ἐπεύξαιτο τῷδε κλῆρον ἐν Ἐδὲμ ἀΐδιον καὶ τόπον χλοερὸν καὶ ἀνώλεθρον; οὐκοῦν καὶ ἴδιον ἐπώνυμον ταυτὶ τὰ φρούρια κληρωσάμενα (Νεόκαστρα γὰρ ὀνομάζονται) οἰκεῖόν τε ἁρμοστὴν ἐκ Βυζαντίου στελλόμενον ἔχουσι καὶ εἰς τὸ βασίλειον ταμιεῖον ἐτήσια
ξυμφέρουσι κέρματα.150

Man1,pt5

151

(1t)

ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
2tΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
3 Αὖθις δὲ τῶν Παιόνων τοὺς ὅρκους συγχεάντων ὁ κατ’ αὐτῶν ἐκφύεται πόλεμος καὶ πρὸς καιρὸν ἀπορρυεὶς καὶ δόξας τέλος καταλελύσθαι, ὁ δὲ
5κατὰ πολύχουν ἀνεθήλησε λήϊον μάκαρος ἀνδρὸς ἀκμαιοτέρους ἀμητῆρας ἐθέλον. ὡς οὖν ὑπέφαινεν ὥρα ὡραία τῇ ἐξόδῳ, ᾔει τὴν ἐπὶ Σαρδικῆς, ὅπου καὶ ταῖς δυνάμεσιν, ἃς ἄγειν ἤμελλεν ἐπὶ Παίονας, τεταγμένον ἦν αὐτῷ συμβαλεῖν. Ἐν ᾧ δὲ τὰ στρατεύματα ξυνελέγετο, ἐνωτίζεταί οἱ ὡς ἄνωθεν τῆς
10ἁψῖδος, ἥτις ἔκτισται κατὰ τὸ πρὸς δυσμὰς μέρος τῆς Κωνσταντινείου ἀγορᾶς, εἰκόνες ἐκ χαλκοῦ δύο ἵδρυντο πάλαι γυναικόμορφοι, ἡ μὲν κα‐ λουμένη Ῥωμαία, θατέρα δὲ Οὔγγρισσα, νῦν δὲ ὑπὸ τοῦ τὰ πάντα με‐ τασκευάζοντος χρόνου ἡ μὲν ἀπὸ Ῥωμαίων τὴν κλῆσιν εἰληχυῖα τῆς ὀρθίας κατήρειπται στάσεως, ἡ δὲ λοιπὴ ἐπὶ τῆς προτέρας ἥδρασται βά‐
15σεως. θαυμάσας οὖν ἐκεῖνος τὸ εἰρημένον, πέμψας εὐθὺς τὴν μὲν ἀνέστησε, τὴν δ’ ἀνέτρεψε καὶ κατήνεγκε, ταῖς τῶν εἰκόνων μετασκευαῖς μεταβα‐ λεῖν καὶ μεθαρμόσειν οἰόμενος καὶ τὰ πράγματα, καὶ τὰ μὲν τῶν Ῥω‐ μαίων οἷον μετεωρίσειν, τὰ δὲ τῶν Παιόνων καθαιρήσειν. Συνηγμένων δὲ τῶν στρατοπέδων σκέψιν προύθηκεν, εἰ δεῖ καὶ αὐτὸν
20συνεκστρατεύσειν κατὰ Παιόνων, εἴτε μὴν στρατηγῷ τὰς δυνάμεις ἐπι‐
τρέψαντα μετελθεῖν οὑτωσὶ τὸ ἀντίπαλον. ὡς οὖν πᾶσι δέδοκτο βασιλέα151

Man1,pt5

152

μὲν ἐπὶ Σαρδικῆς καθῆσθαι, τῶν δ’ ἡγεμόνων τοὺς γενικοὺς ἀναρρηθῆναι στρατηγοὺς τοῦ πολέμου, ὅπως αἱ τῶν πραγμάτων ἄδηλοι ἐκβάσεις εἶεν οὕτω καὶ τὸ ἐκ τῆς ἥττης αἶσχος μετριάζουσαι καὶ τὸ κατορθωθὲν μεγαλύνουσαι μᾶλλον καὶ εἰς κλέος ἐξαίρουσαι μέγιστον ὡς κἀκείνου τε
5καὶ τούτου ξυμβεβηκότος κατ’ ἀπουσίαν τοῦ αὐτοκράτορος, ἀναδείκνυται τῆς ὅλης ἀρχηγὸς στρατιᾶς ὁ τοῦ στόλου δοὺξ Ἀνδρόνικος ὁ Κον‐ τοστέφανος. Ἐν δὲ τῷ μέλλειν ἀπαίρειν τῆς Σαρδικῆς τὰ στρατόπεδα ἐν ἐπηκόῳ στὰς βασιλεὺς γίνεται γενναίων καὶ καλῶν λόγων καὶ πολὺ τὸ πιθανὸν
10ἐχόντων ἀγορητής. αὐτόν τε γὰρ τὸν Κοντοστέφανον παρεθάρρυνεν εἰς τὴν προκειμένην στρατήγησιν, οὐ μόνον μεθόδους ὑποτιθεὶς τακτικάς, ἀλλὰ καὶ καιρὸν αὐτῷ τῆς προσβολῆς ἐπισημαινόμενος εἶδός τε ὁπλίσεων καὶ σχήματα παρατάξεων· τούς τε ὑποστρατήγους καὶ τοὺς ἰλάρχας καὶ καθεξῆς ἅπαντας τοὺς ἐν ὅπλοις διανίστη πρὸς μαχησμόν, ἐνάγων
15εἰς μνήμην τῶν προηγωνισμένων καὶ πείθων τοῖς ὑποδείγμασι σπεῦσαι καὶ τὰ προκείμενα θαρρῆσαι δεινὰ καὶ ἀγαθὸν καὶ τούτοις σὺν θεῷ ἐπι‐ θεῖναι τέλος καὶ μετὰ λαμπρῶν τροπαίων ἐπανελθεῖν· οὕτω γὰρ ὑπ’ αὐτῶν δοξασθεὶς κἀν τῷ ἀπεῖναι τοὺς βαρβάρους νικήσας ἀντικαταθή‐ σει καὶ αὐτὸς τούτοις οὐκ εὐαγκάλους τὰς ἀμοιβάς.
20 Οἱ δὲ καί, ὅτε μὲν ᾔδετο ταῦτα πρὸς τοῦ κρατοῦντος, τὸ ἡδέως ἀκούειν καὶ παραδέχεσθαι προθύμως ὑπέφαινον ἐξ ὧν τὰς ἀκοὰς ὑπέκλινον καὶ σιγὴν ἐπὶ τοῖς λεγομένοις ἠσπάζοντο· ἐπεὶ δ’ ἐπαύσατο τοῦ λέγειν, ἔτι μᾶλλον τὴν ἔνδον διάθεσιν ὑπεσήμαινον καὶ ὃν εἶχον γάργαλον ἐν ψυχῇ τῷ μέλιτι τοῦ λόγου κατακηλούμενοι, ὑφ’ οὗ καὶ ἐῴκεσαν ἀτεχνῶς
25ἀποκλύσασθαι, εἴ τι που τούτοις εἰσήρρηκεν ἀηδὲς ἀπὸ τῆς μνήμης τῶν προτέρων πολέμων· βασιλέα τε γὰρ εὐφήμοις ἐκρότουν φωναῖς καὶ τὸ πρόθυμον καὶ ὑπὲρ ἰσχὺν ἐνδείξασθαι ἰσχυρίζοντο. ἀμέλει μηδὲ μέλλειν ἐβόων τὸν στρατηγόν, ἀλλὰ τὴν ἐπὶ τοὺς πολεμίους ἄγειν αὐτούς. Οὕτως ἐξῃρμένων τῶν στρατευμάτων αἴφνης αἴρεται θροῦς ἐν τῷ
30στρατοπέδῳ συμμιγής· ἐκ γὰρ τοῦ τῶν Παιόνων τις ἔθνους τὸν ἵππον
κατὰ κράτος ἐλαύνων καὶ προβαίνων εἰς ὅσον καὶ ὅσον ἐπὶ στόμα συγκα‐152

Man1,pt5

153

τενήνεκται τῷ ὀχήματι. βασιλεὺς τοίνυν ὡς τοῦτο εἶχε πυθόμενος, αὐτός τε διεκέχυτο καὶ θαρρεῖν παρεκελεύετο πᾶσιν, τὸ μέλλον ἐντεῦθεν οἰωνιζό‐ μενος, καὶ χαίρειν ἐνῆγεν ὡς ἐπὶ δεξιᾷ ἤδη τοῦ πολέμου τῇ τελευτῇ. Καὶ ὁ μὲν ἐν τούτοις ἦν θεὸν σωτῆρα προηγὸν ἐπικαλούμενος τοῖς
5στρατεύμασιν· ὁ δ’ Ἀνδρόνικος τὸν στρατηγέτην ὑποζωσάμενος ἀπῆ‐ ρεν ἐκεῖθεν μετὰ πασῶν τῶν δυνάμεων καὶ εἶχεν αὐτὸν ἡμερῶν τινων διαλειπουσῶν ὁ Σάουβος καὶ Δάννουβις διαπεραιούμενον καὶ τὸ Ζεύγμι‐ νον εἰσεδέχετο. Οὐδ’ οἱ Παίονες ἐπὶ τούτοις ἀναπεπτώκεσαν, ἀλλὰ τὰς οἰκείας ἴλας
10ἀγειράμενοι καὶ συμμαχικὸν ξενολογήσαντες οὐκ ὀλίγον ἐκ τῶν ὁμορούντων σφίσιν ἐθνῶν καὶ ἐξ αὐτῶν δὲ Ἀλαμανῶν, ὡς ἐλέγετο, καὶ Διονύσιον τούτοις ἐπιστήσαντες στρατηγὸν αὐτοκράτορα, γενναῖον ἄνδρα καὶ πολλάκις τὰς ἐναντίας συγκόψαντα φάλαγγας, καὶ φρονημα‐ τισθέντες οὕτω μετὰ κόμπου ἐπῄεσαν. οὗτος δὲ ὁ Διονύσιος, ὅτε πρώτως
15ἠκηκόει τὸν Ἴστρον διαβῆναι Ῥωμαϊκὴν στρατιάν, γεγαυρωμένος ὢν ἐπὶ ταῖς προτέραις νίκαις, ἃς ἤρατο κατὰ Ῥωμαίων, μεγαλορρημονῶν ἔλεγεν ὡς εἰς κολωνὸν αὖθις ἐσεῖται ἀγηοχὼς τὰ τῶν εἰς πόλεμον πεσόν‐ των Ῥωμαίων ὀστᾶ, καὶ οἷα τροπαίῳ τούτοις ὡς καὶ ἄλλοτέ ποτε χρή‐ σαιτο, ἐπεὶ καὶ ἦν τι τοιοῦτον βαρβαρικῶς δεδρακώς, ὁπηνίκα τὸν Βρα‐
20νᾶν καὶ τὸν Γαβρᾶν, ὡς ἤδη μοι ἐρρέθη, κατηγωνίσατο. Ἐνστάσης δὲ τῆς ἑορτίου μνήμης Προκοπίου τοῦ μάρτυρος, ἐκτάσσει τὰς δυνάμεις εἰς πόλεμον ὁ Κοντοστέφανος, καὶ αὐτὸς ἐνέδυ τὸν θώρακα καὶ τὴν ἄλλην πανοπλίαν ἠμφίεστο, καὶ τοῖς λοιποῖς ὡσαύτως ἐπέταττε δρᾶν, καὶ τὴν ἑαυτοῦ ἕκαστος τάξιν ἐπεπορεύετο καὶ καθίστα πρὸς τὸ
25εὔτακτον. καὶ τὸ μὲν τῆς φάλαγγος μέτωπον ἀπένειμεν ἑαυτῷ, τὸ δὲ
κέρας τὸ δεξιὸν Ἀνδρόνικος ἐπεῖχεν ὁ Λαπαρδᾶς, τὸ δὲ λαιὸν ἄλλοι153

Man1,pt5

154

ταξίαρχοι, οὓς ὁ στρατηγὸς συνεπήγετο. ἐξετετάχει δὲ καὶ ἄλλας φά‐ λαγγας, μικρὸν ἄποθεν αὐτὰς διαστήσας ἑκατέρου κέρατος, ὅπως ἐπι‐ παριοῦσαι κατὰ καιρὸν εἴησαν ἐπαρήγουσαι τοῖς κάμνουσι τάγμασιν. Οὕτω δ’ ἐκτάσσοντι τὰς δυνάμεις καὶ καθιστῶντι τῷ Ἀνδρονίκῳ
5ἐφίσταταί τις ἐκ βασιλέως κομίζων γράμματα ἐκείνην τὴν ἡμέραν κα‐ θυπερθέσθαι τὴν συμπλοκὴν ἐπιτάττοντα καὶ καθ’ ἑτέραν ἀναθέσθαι, ἣν καὶ αὐτὴν τὸ ἐπιστόλιον ἀνεδίδασκε. δεξάμενος οὖν ὁ στρατηγὸς τὸ βιβλίον εἰς τὸν οἰκεῖον καθῆκε κόλπον, μήτε τοῖς γραφομένοις προσσχών, μήτε τοῖς συνοῦσι μεγιστᾶσι δῆλα τὰ προσταττόμενα θέμενος, ἐπαινετῶς δὲ
10παρακρουσάμενος ἑτέρων ὑποθέσεων διηγήσεσιν. ἀπετρέπετο δὲ ὡς ἀποφρὰς ἡ τότε ἡμέρα καὶ ὅλως ἀξύμφορος πρὸς τὴν κατ’ Ἄρεα συμβο‐ λήν, ἐπεὶ καὶ ἦν τὰς πλείστας καὶ μεγίστας τῶν πράξεων καὶ παρὰ θεοῦ τὸ πέρας κατ’ εὐδοκίαν εἴτε καὶ μὴ δεχομένας ταῖς τῶν ἄστρων οὐκ οἶδ’ ὅπως περιπλοκαῖς καὶ ταῖς τοιαῖσδε θέσεσι καὶ κινήσεσιν ἐπανατιθεὶς καὶ
15τοῖς παρὰ τῶν ἀστρολεσχούντων λεγομένοις καθυπαγόμενος ἴσα ταῖς ἐκ θρανίδος θεοῦ ἀποφάσεσιν. Εἰδὼς δὲ Ἀνδρόνικος ὡς μέγα τι πολλάκις ὤνησε τὸν ἀθλοῦντα καὶ βραχεῖά τις ὑποφώνησις τοῦ ἀλείφοντος πρὸς τὸν ἐν χερσὶν ἀγῶνα διαν‐ ίστησι λόγοις τὸ στράτευμα „μνήσασθε“, ὑποφθεγγόμενος „ἄνδρες
20Ῥωμαῖοι, πολεμίου ἀλκῆς, μνήσασθε, καὶ μηδέν τι φρονήσητε τῆς δόξης καὶ τῆς τύχης τῆς ἐνούσης ἀνάξιον, εὖ εἰδότες ὡς καὶ θῆρες ὀρεινόμοι τοῖς κατ’ αὐτῶν εὐθαρσῶς ἐπιοῦσι δεδίασί τε προσεγχειρῆσαι καὶ διασοβη‐ θέντες ἀπίασιν, ὅσοι δὲ αὐτοῖς ἀντιμέτωποι στῆναι πεφρίκασιν ἐς ἑτοίμην θοίνην ὠμοβορούμενοι πρόκεινται. ἀνδριστέον οὖν κατὰ τουτωνὶ τῶν
25θηριογνωμόνων βαρβάρων, μήπως ὑπ’ αὐτοῖς γενώμεθα φιλοψυχίαν ἀγεννῶς νοσήσαντες μὴ σώζουσαν ἀλλ’ ἀπόλλουσαν, τοῦτο δὴ ὅπερ
αἱ ταῖς ἀρεταῖς ἀντίθετοι κακίαι εἰώθασι δρᾶν, εἰ καὶ παραπεπήγασιν154

Man1,pt5

155

αὐταῖς καὶ εἰσί πως ἀγχίθυροι. καὶ ἄλλως δὲ οὐχ ἡμεῖς μέν ἐσμεν καὶ βλη‐ τοὶ καὶ θνητοί, ἐκ δὲ χαλκοῦ τεχνητοὶ οἱ πολέμιοι· οὐδ’ οὗτοι μὲν χιτῶνας περίκεινται σιδηρέους καὶ ὠκύποσιν ἵπποις ἀνέχονται, ἡμεῖς δὲ τοὐναντίον ἅπαν καὶ σώματα γυμνὰ προβαλλόμενοι· οὐδ’ εὐπάλαμνον μὲν τὸ ἀντί‐
5παλον, ἀπόμαχον δὲ τὸ ἡμέτερον· τοῖς πᾶσιν ἡ αὐτὴ διάρτισις καὶ μέλη‐ σις πολέμων καὶ ὅπλισις. ἐῶ γὰρ λέγειν ὡς ὅσῳ λόγῳ καὶ παιδείᾳ τῶν βαρβάρων διενηνόχαμεν, ὡς καὶ εἰπεῖν ἔμπειροι καὶ ξυνιδεῖν οὐκ ἄποροι, τοσοῦτον καὶ τέχναις στρατηγικαῖς καὶ στρατιωτικαῖς μεθόδοις ὑπερφέ‐
10ρομεν. ἤδη δὲ καὶ ἄλλοτέ ποτε συμβαλόντες διημιλλήθημεν Παίοσι, τὴν γῆν αὐτῶν ἐπιόντες καὶ κείροντες. οὕτω τοίνυν καὶ νῦν αὐτοῖς συμπλεκοίμεθα, ὡς εἰς ἕξιν τοῦ νικᾶν προελθόντες. ναὶ ἄνδρες, ναὶ συστρα‐ τιῶται, οὕτως τέκνα καὶ συλλέκτρους ἴδοιτε. ἀράτω τὰς φωνὰς τῶν βαρ‐ βάρων ὁ βαθυδίνης οὑτοσὶ Ἴστρος ἐπιτριβομένων καὶ ταῖς δίναις ἐνα‐
15ποψυχόντων· ἀλλὰ καὶ αἱματώδης προρρέων δι’ ὧν χώρων ὁλκῷ σύ‐ ρεται, διατρανούτω Παίονας ἡττημένους καὶ Ῥωμαίους ἀνακηρυττέτω νικῶντας, ἐξιστῶν τοὺς θεωμένους τῷ ἀήθει τῆς προχοῆς. Χρεὼν δὲ πρὸς τούτοις σκοπεῖν ὡς ὁ ἐκπέμψας ἡμᾶς ἐς τόνδε τὸν πόλε‐ μον ἅπας ἡμῶν ἐξήρτηται καὶ χρησταῖς ἐλπίσιν ὑποθαλπόμενος ἐφ’ οἷς
20αὐτῷ καὶ ὑπὲρ ἰσχὺν ἀνδρίσασθαι συνεθέμεθα, μικροῦ τοὺς ζωγρίας ἀναπολεῖ καὶ τὸ τῆς νίκης φαντάζεται μέγεθος. μὴ τοίνυν κἀκεῖνον αἰσχύνωμεν καὶ ἡμᾶς αὐτοὺς κακῶς διαθώμεθα πρὸς τὸν ἐν ὄψει μαλα‐ κισθέντες κίνδυνον, οὐδὲν ὅτι μὴ θάνατον τὸ πέρας ἔχοντα. αἱ γὰρ ἀκμαὶ τῶν κακῶν οὐ φιλοῦσιν ἀνάδυσιν καὶ τὸ βραχέως ἐν τούτοις καθυπενδοῦ‐
25ναι καταπροδοῦναι τὸ πᾶν ἐστι.“ Τοιαῦτ’ εἰπὼν ἐπὶ πεδίου ἀναπεπταμένου προῆγεν. ἀντεξάγει δέ οἱ καὶ Διονύσιος τὰ οἰκεῖα στρατόπεδα, χαροπὸς τῷ προσώπῳ, κροτῶν ἅμα καὶ χαίρων ὡς ἐπὶ παιδιὰν ἐξιών. ὁπόθεν καὶ τὸ τί δεῖ ποιεῖν ἐπὶ καιροῦ μὴ εἰδώς, οὔτε εἰς κέρας δεξιὸν καὶ εὐώνυμον τὴν ὑπ’ αὐτὸν ἐμέρισε
30στρατιάν, οὔτε εἰς ἴλας ἀποδιεῖλε καὶ φάλαγγας, ἀλλ’ εἰς ὁμαιχμίαν μίαν
συνεσπειρακὼς τοσοῦτον στράτευμα καὶ πυκνώσας οἷον αὐτὸ καὶ πυρ‐155

Man1,pt5

156

γώσας κατὰ νέφος μέλαν ἐπῆγεν, οὐδὲν ἐκλείπων ὑπεροψίας ὠμῆς. ἦν δὲ καὶ ἡ σημαία μετέωρος ἐπί τινος ἠνεμωμένη παχέος καὶ ὑψιτενοῦς ἱστοῦ τέτρασιν ὑποτρόχοις ἑλκομένου βοῶν ζεύγμασιν. αὐτὴ δὲ ἡ ἀντίμαχος ὁμαιχμία φρικαλέον ὄντως καὶ δυσαντίβλεπτον ὅραμα ἦν, πᾶσα οὖσα
5ἱππότης καὶ λογχηφόρος. οὐ μόνον δὲ οἱ ἄνδρες μετεῖχον τοῦ ἀκριβοῦς ὁπλισμοῦ καὶ ποδηνεκοῦς, ἀλλ’ ἦν ὁρᾶν καὶ τῶν ἵππων αὐτῶν διαδή‐ ματα μασχαλιστῆρας προφαινόντων καὶ περικειμένων προμετωπίδια καὶ προστερνίδια τῶν βλημάτων ἐρύματα. ὁ δὲ τῶν ἵππων φριμαγμός, ἡ δὲ πρὸς ἥλιον ἀνταυγοῦσα τῶν ὅπλων στιλβηδών, ὡς ἐγγὺς ἦν τὰ στρα‐
10τεύματα, καινοτέραν ἐποίει τὴν θέαν καὶ διὰ φόβου καὶ θαύματος τοῖς ἐκ τῶν στρατοπέδων ἀμφοῖν. Ἐπεὶ δὲ προῆλθον ὡς εἰς μεταίχμιον καὶ περὶ μεσημβρίαν ἦν ἡ ἡμέρα καὶ καιρὸς ἐδόκει συρρήγνυσθαι, ὁ μὲν Κοντοστέφανος τοῖς ἐκ δεξιοῦ καὶ λαιοῦ κέρως ἄγχιστα παρακολουθοῦσι τὰ τελευταῖα τῶν βαρβάρων κό‐
15πτειν ἐφῆκε, μάλιστα δὲ τοῖς ἱπποτοξόταις θαμὰ βάλλειν παρεκελεύετο. σκοπὸς δὲ ἦν ἐντεῦθεν τῷ στρατηγῷ κατασείσειν εἴτε μὴν ἐκκρούσειν τῆς συνεχείας τὰς Παιονικὰς φάλαγγας· κατὰ γὰρ τὴν Ὁμηρικὴν καὶ τότε παράταξιν „ἀσπὶς ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ,“ καὶ ἴσας εἶχον οἱ ἵπποι τὰς κεφαλάς, ἔφριξε δ’ ἡ μάχη ἐγχείῃσι φθισίμβροτος καὶ
20κατὰ κινούμενον δράκοντα καὶ φρίσσοντα τὰς φολίδας ἐκύμαινον οἱ στρα‐ τοί. ὁ δὲ Διονύσιος ὡς τεῖχος ἀτίνακτος προύβαινεν ἐς αὐτόν τε τὸν Κοντο‐ στέφανον καὶ τὸ ἀμφ’ αὐτὸν τεταγμένον τιταίνων τὸ ἔγχος. ὡς οὖν ἐδέξαντο τοῦτον Ῥωμαῖοι, διαδορατισμοὶ παρ’ ἀλλήλων ἦσαν καὶ ὠθισμοὶ καὶ ἀντωθισμοὶ μέχρι τινός· ἐπεὶ δὲ τὰ δόρατα κατεάγη καὶ ἦν τὸ μεταίχμιον
25ἀποσχεδιασθὲν εἰς φραγμὸν τοῖς τῶν κοντῶν στοιβασμοῖς, τὰς ἐπιμήκεις ἐσέπειτα μαχαίρας ἐσπάσαντο καὶ αὖθις συμπεσόντες ἐμάχοντο. ὡς δ’ ἤδη καὶ αὗται τὰ στόματα ἠμβλύνθησαν διὰ τὸ τῶν στρατευμάτων πάγ‐ χαλκον καὶ πανσίδηρον, οἱ μὲν Παίονες ἠμηχάνουν τὸ ἀπὸ τοῦδε μηδαμῶς κατὰ νοῦν θέμενοι ὡς ἐπιόντας αὐτοὺς Ῥωμαῖοι δέξονται, Ῥωμαῖοι δὲ
30μετὰ χεῖρας τὰς ἐκ σιδήρου κορύνας χειρισάμενοι (ἔθος δὲ αὐτοῖς καὶ156

Man1,pt5

157

τοιόνδε φέρειν ὁπλισμόν, ἡνίκα ἂν εἰς πόλεμον ἴοιεν) ἔπαιον τοὺς Παίονας δι’ αὐτῶν· καὶ ἦν καίριον μάλα τὸ πλῆγμα κατὰ κεφαλῆς καὶ προσώπων γινόμενον. πολλοὶ τοίνυν σκοτοδινιῶντες τῆς οἰκείας ἀνετρέ‐ ποντο ἕδρας· εἰσὶ δ’ οἳ καὶ ἐλειφαίμουν τοῖς τραύμασι. καὶ οὕτω τοῦ
5ἀρραγοῦς ἐκείνου διασπασθέντος συντάγματος, οὐκ ἦν ὃς οὐκ ἦν τῶν Ῥωμαίων μὴ βάλλων καὶ καταβάλλων Παίονα ἢ μὴ σκυλεύων τὸν πεπτωκότα ἢ μὴ πανοπλίαν ἀλλοτρίαν ἐπενδυόμενος ἢ ἵππου μὴ ἐπι‐ βαίνων, οὗ τὸν ἀναβάτην κατέκανεν. Ἐπειδὴ δὲ περὶ ὀψίαν ἦν ἡ ἡμέρα, τὸ μὲν ἀνακλητικὸν διατόρως ἡ
10σάλπιγξ συνεθημάτιζε καὶ τὸ διαέριον ἐκεῖνο καθῃρεῖτο τῆς τοῦ Διονυσίου σημαίας δίαρμα, ὁ δ’ Ἴστρος εἶχε τὰ πορθμεῖα καθειλκυσμένα καὶ ὁ στρατὸς εἰς τὴν περαίαν ἀνήγετο. φήμη γὰρ ἀνὰ τὰ Ῥωμαϊκὰ στρατό‐ πεδα διεφοίτα καὶ κατακρότους ἐτίθει τὰς τοῦ στρατηγοῦ μήνιγγας ὡς οἱ Παίονες οὐκ ἀγεννῆ ξενολογίαν κατὰ τὴν μετ’ ἐκείνην εἰσὶν ἐκδεχόμενοι.
15διὰ ταύτην οὖν τὴν ἀκοήν, μὴ πεφυκυῖαν ἐπίπαν ἀπόλλυσθαι, αὐτίκα μετὰ τέλος αἴσιον τοῦ πολέμου ἀπῆρεν ἐκεῖθεν Ἀνδρόνικος. Ἀλλ’ οὕτω μὲν κατεστρατήγηντο Παίονες, βασιλεὺς δὲ τὴν καλλίστην ταυτηνὶ νίκην ἐνωτισάμενος θύει θεῷ χαριστήρια καὶ αὐτὸς ἦν ἐν κρότοις καὶ χαρμοναῖς. κοινούμενος δὲ τοῖς τῆς βασιλίδος οἰκήτορσι πόλεως
20ταῦτα δὴ τὰ εὐφρόσυνα κατορθώματα γράμματα εὐάγγελα στέλλει τὴν τροπαιουχίαν περισαλπίζοντα. Μεθ’ ἡμέρας δέ τινας καὶ αὐτὸς τὴν μεγαλόπολιν εἰσιὼν κατάγει θρίαμβον ἀπὸ τῆς ἑῴας πύλης, ἥτις ἀνέῳγε κατὰ τὴν ἀκρόπολιν. οἷα δ’ ἐπὶ μεγίστῳ τροπαίῳ καὶ ἀκραιφνεῖ θριαμβεύσειν μεγαλοπρεπῶς προθέ‐
25μενος καὶ τὰ τῆς πομπείας διασκευασθῆναι πρὸς τὸ ὑπέρογκον διατέταχεν. ἅπας οὖν περιπόρφυρος πέπλος καὶ χρυσίῳ κατάστικτος ἀπῃώρητο καὶ οἱ ἀστυνόμοι ἄλλος ἄλλοθεν ἐπὶ τὴν πρόοδον ἐκείνην μεταρρυέντες ὡς ῥεῦμα κατὰ πρανοῦς ὀχετηγούμενον ἐξεκένωσαν ἀγορὰς οἴκους νεὼς
ἐργαστήρια καὶ ἄλλο μέρος ἅπαν τῆς πολυχανδοῦς πόλεως. οὐδὲ τῆς τῶν157

Man1,pt5

158

αἰχμαλώτων συμμορίας ὁ θρίαμβος ἀπεστέρητο, ἀλλὰ καὶ τούτων πολλοὶ διῆγον τοὺς παρόντας καὶ ἐσέμνυνον τὴν πομπὴν παριόντες. αὐτὰ μέν‐ τοι τὰ καθ’ ἑκάτερα μέρη τῆς διόδου, καθ’ ἣν ἔμελλε τελεῖσθαι ὁ θρίαμβος, παρυφιστάμενα δρύφακτα εἰς διώροφά τε καὶ τριώροφα παρυψούμενα
5πᾶσιν ἐνεποίουν θαυμασμὸν καὶ τὰ τέγη δ’ οὐχ ἥκιστα μάλιστα πολλοὺς τοὺς θεωμένους καὶ πάντας ἀνέχοντα ἐκκρεμεῖς. ἐπεὶ δὲ καὶ τοῦ τὸν αὐτο‐ κράτορα παρελθεῖν ἐνειστήκει καιρός, προηγεῖτο μὲν ἀργύρεον ἐπίχρυσον τέτρωρον ἵπποις λευκοῖς ὡς αἱ χιόνων ἀποσπάδες ἑλκόμενον, ἵδρυτο δ’ ἐπ’ αὐτοῦ ἡ εἰκὼν τῆς ἀπροσμάχου συμμάχου καὶ ἀκαταγωνίστου
10συστρατήγου τῷ βασιλεῖ θεομήτορος· οὐ μέγα δ’ ἔβραχεν ἄξων, ὅτι μηδὲ θεὰν ἦγε δεινὴν τὴν ψευδοπάρθενον Ἀθηνᾶν, ἀλλὰ τὴν ὡς ἀληθῶς παρθένον καὶ ὑπὲρ λόγον διὰ λόγου τὸν Λόγον λοχεύσασαν. μετὰ δὲ τοῦτο οἱ καθ’ αἷμα τῷ βασιλεῖ περιώνυμοι καὶ ὅσοι γερουσιάζοντες τὰς πολιτικὰς διεῖπον ἀρχὰς καὶ οἱ λαμπροὶ τοῖς ἀξιώμασι καὶ τῇ τοῦ βασι‐
15λέως εὐνοίᾳ περίκλυτοι. ἔπειτα δ’ ὁ κρατῶν προῄει αὐτός, ἵππῳ ὑψαύχε‐ νι ἔποχος, κύδιστος, μέγιστος, καὶ κόσμους τοὺς βασιλικοὺς περικείμενος. παρείπετο δέ οἱ καὶ ὁ τοῦ θριάμβου αἴτιος Κοντοστέφανος, ὑμνούμενος τῆς νίκης, τοῦ δεξιοῦ μακαριζόμενος στρατηγήματος. εἰς δὲ τὸν Μέγαν Νεὼν εἰσιὼν καὶ τοῦ παντὸς ἐνώπιον λεὼ τὴν τοῦ Κυρίου λαλήσας αἴνεσιν
20πρόεισιν ἐκεῖθεν εἰς τὰ βασίλεια. ὥσπερ δὲ τόξον ἀνιεὶς ἑαυτὸν τῆς ἄγαν τάσεως διεχεῖτο ἵππων ἁμίλλαις. Καὶ τὸ ἐπιὸν δὲ ἔαρ εἰς ἄνεσιν ταμιευσάμενος σώματος, ἐπειδὴ παρίπ‐ πευσε Καρκίνον καὶ παρῆλθε Λέοντα ἥλιος ὅ τε Σείριος ὑπέληγε τῶν φλογώσεων, αἱ δὲ χειμέριοι τροπαὶ ἤδη παρεσκυθρώπαζον, ἔξεισι πρὸς τὰ
25ἑσπέρια καὶ κατὰ τὴν Φιλίππου ἐναυλίζεται. ἠκηκόει γὰρ ὡς ὁ τῶν Σέρβων σατράπης (ἦν δὲ τότε ὁ Νεεμὰν Στέφανος) ὑπὲρ ὃ δεῖ θρασύτερος γέγονε καὶ κακόσχολος ὤν τις ἥγηται σοφὸν τὸ περίεργον καὶ τὴν ἐπι‐ θυμίαν τρέφων ἀκόρεστον καὶ πρὸς τὰ ἐκεῖ πάντα διαπλωθῆναι φιλονει‐
κῶν τοῖς ἐκ τοῦ αὐτοῦ φύλου βαρὺς ἐμπίπτει καὶ ξίφει τὸ γένος μέτεισι,158

Man1,pt5

159

μήτε μὴν τὰ οἰκεῖα εἰδὼς μέτρα Χορβατίαν ὑποποιεῖται καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται τῶν Δεκατάρων τὴν κυριότητα. Διὰ ταῦτα τοίνυν πεῖραν εἰληφέναι θέλων τοῦ ἐπὶ τούτοις τῷ Νεεμὰν βουλήματος στέλλει μετὰ δυνάμεως τὸν Παδυάτην Θεόδωρον. τῷ δὲ
5τοπάρχῃ Νεεμὰν οὕτως ἀναρσίου μετῆν φρονήματος, ὡς εὐθὺς ἐξενεγκεῖν ἀκήρυκτον πόλεμον καὶ Ῥωμαίοις ἐπεισπεσεῖν. βασιλέως δὲ αὐτὸν μετ‐ ελθεῖν κρίναντος, ὀλίγον τῇ μάχῃ παραφανεὶς ἀπεκρύψατο τὰς τῶν ὀρῶν καὶ πάλιν ὑποδὺς καταδύσεις καὶ τὰς πέτρας θέμενος εἰς ἀποκρυβήν. ἀεὶ δέ τι περικόπτων τῆς προλαβούσης ὀφρύος καὶ ὑφαιρῶν τέλος τοῖς
10ἐκείνου ποσὶ τὴν οἰκείαν ὑποτέθεικε κεφαλήν, μέγας μεγαλωστὶ τεταμένος καὶ περὶ τοῦ μὴ παθεῖν κακῶς δεόμενος· ἠγωνία γάρ, μήπως αὐτὸς μὲν τῆς τῶν Σέρβων παραλυθῇ δυναστείας, τὸ δὲ κράτος μετενεχθῇ πρὸς τοὺς ἐκείνου ἄρχειν δικαιοτέρους καὶ οὓς αὐτὸς κατασπάσας εἶχε πρὸς τὴν ἀρχὴν ἀναχθείς.
15 Οὕτω δ’ εὐμαρῶς μετῄει τοῦτον καὶ πρὸς τὴν ἐκείνου πίστιν μετέστρε‐ φεν, εἴ ποτε ἀποπλανώμενον ἑώρα τοῦ εὐθέως καὶ ἐλεύθερον βλέποντα ἢ τῷ τῶν Ἀλαμανῶν ῥηγὶ προστιθέμενον ἢ τοῖς Οὔννοις προσνεύοντα καὶ κοινὸν ἐκείνοις βαλάντιον καὶ πήραν προσκτώμενον, ὡς οὐδὲ ποιμὴν ποί‐ μνιον εὐπερίγραπτον. οὕτω δ’ ἐδεδοίκει τοῦτον ὡς οὐδὲ τὸν βασιλι‐
20κώτατον θῆρα τὰ κνώδαλα· ὅς γε καὶ τὰ ἱππάσιμα μόνα πολλάκις ἐπιφερόμενος καὶ τοῖς δορυφοροῦσιν εἰπὼν „ἕπεσθε“ τὰ Ῥωμαίων παρ‐ ήλλαττεν ὅρια καὶ κατ’ αὐτοῦ ἐξορμῶν πρὸς τὸ οἰκεῖον ἐφετὸν τὰ ἐκεῖθι μετήμειβε πράγματα. Ἀλλὰ τίνα τὰ ἐπὶ τούτοις; ἐρᾷ καὶ στρατείας ὑπερορίου καὶ τὸ τῆς
25Αἰγύπτου ἐνωτιζόμενος πάμφορον καὶ ὅσα γεωργεῖ Νεῖλος ὁ καρποδότης καὶ εὔσταχυς, τοῖς πήχεσι μετρῶν τὸ εὔδαιμον, ἔγνω ἐν θαλάσσῃ θέσθαι χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ, εἴ πως τὰ δι’ ἀκοῆς ἐρώμενα
Αἰγύπτια ἀγαθὰ καὶ ὀφθαλμοῖς ἐντράνοις θεάσαιτο καὶ θείη ληπτὰ ταῖς159

Man1,pt5

160

χερσίν. ἐποίει δ’ ἐκεῖνον ταῦτα φαντάζεσθαι τὰ ἐν ποσὶν ὑπεραλλόμενον, καὶ ταῦτα ἔτι ὠδίνοντα, καὶ τεμνόμενα μὲν καὶ κατακαιόμενα, οὐκ ἀφαντούμενα δὲ καὶ ἀμαυρούμενα, ἀλλὰ παλιμφυῆ κατὰ τὴν Ὕδραν γινόμενα, φιλοδοξία τις ἄκαιρος καὶ τὸ πρὸς βασιλεῖς ἀνθαμιλλᾶσθαι,
5οἷς τὸ κλέος πολὺ καὶ τὰ σχοινίσματα οὐκ ἀπὸ θαλάσσης μόνον ἕως θαλάσσης ὑφαπλούμενα πρὶν παρετέτατο, ἀλλ’ ἐκ τῶν ἑῴων ὁρισμάτων μέχρι τῶν ἑσπερίων διικνεῖτο στηλῶν. Οὐκοῦν καὶ τὸ σκέμμα τῷ τῶν Ἱεροσολύμων ῥηγὶ Ἀμερρίγῳ κοινωσάμενος κἀκεῖνον εὑρὼν οὐκ ἀποπεμπόμενον τὸ ἐννόημα, μᾶλλον
10μὲν οὖν καὶ συλλαβέσθαι οἱ τοῦ ἐγχειρήματος ὑπισχνούμενον, στόλον καταρτύει βαρὺν κατὰ τοῦ Ταμιάθι εἰς νῆας μακρὰς διακοσίας καὶ ἔτι πρὸς ἀριθμούμενον, ἐν αἷς κατελέγοντο δέκα μὲν αἱ ἀπὸ τῆς Ἐπιδάμνου ἀναχθεῖσαι, ἓξ δὲ ταχυναυτοῦσαι πᾶσαι, ἃς ἐπλήρουν οἱ Εὐβοεῖς· ἀνα‐ δείκνυσι δὲ ναύαρχον τὸν μέγαν δοῦκα τὸν Κοντοστέφανον Ἀνδρόνικον.
15ἀπὸ δὲ τουτωνὶ τῶν τριηρέων ἑξήκοντα τῷ Μαυροζώμῃ παραδοὺς Θεοδώρῳ πρὸς τὸν ῥῆγα ἐξέπεμψε, προκαταγγελοῦντα μὲν καὶ τὴν ὅσον οὐδέπω τοῦ λοιποῦ στόλου ἀναγωγὴν καὶ τὴν ἐκεῖσε τοῦ Κον‐ τοστεφάνου ἄφιξιν, διαναστήσοντα δὲ κἀκεῖνον ὡς εἴη ἑτοιμασάμενος τὰ πρὸς ἔξοδον, ἅμα δ’ ἀποκομίσοντα καὶ τὰ τῶν Ἱεροσολυμιτῶν
20ἱππέων ὀψώνια, ὅσοι συνεκστρατεύειν ἤμελλον τῷ ῥηγὶ συνεφαπτο‐ μένῳ τοῦ πολέμου καὶ κατ’ Αἰγυπτίων τιθεμένῳ τὴν κίνησιν, καθ’ ὧν ὁ στόλος ὁ Ῥωμαϊκὸς συγκεκρότητο. Μετ’ οὐ πολὺ δὲ καὶ αὐτὸς ὁ Κοντοστέφανος ἔξεισιν (ἦγε δὲ τότε ὀγδόην μὴν ὁ Ἰούλιος) καὶ δὴ πρὸς τὸ Μελίβοτον καταχθεὶς καὶ παρὰ
25τοῦ βασιλέως ἐκεῖσε ἀφιγμένου θεατοῦ τοῦ στόλου τὰ πρὸς τὸ ἔργον
ὑφηγηθεὶς μετὰ δύο ἡμέρας ἀνάγεται καὶ κατάγεται εἰς τὰ Κοῖλα, ταῦτα160

Man1,pt5

161

δὴ τὰ περὶ Σηστόν τε καὶ Ἄβυδον, καὶ ἐντίθησι ταῖς τριήρεσι τὸ ἐκ Ῥωμαϊκῶν καὶ ἐθνικῶν ἰλῶν ἀποκριθὲν καὶ παραδοθέν οἱ στράτευμα. τὸ δ’ ἐντεῦθεν, ὡς ἦν τὸ πνεῦμα φορὸν καὶ οὔριον, τὰ πρυμνήσια λύσας καὶ τὰ ἱστία διαπετάσας τὴν ἐς Κύπρον παρανελέγετο κέλευθον. κατὰ
5δὲ τὸν πλοῦν τοῦτον ἓξ ἐγκύρσας ναυσίν, ἃς ὁ τῆς Αἰγύπτου ἀμηρᾶς ἐπεπόμφει πρὸς κατασκόπησιν, τὰς μὲν δύο συλλαβὼν εἶχεν, αἱ δ’ ἄλλαι, αἳ καὶ μὴ ἀγχώμαλα τὸν πλοῦν ἐπεποίηντο, καταταχήσασαι διαδιδράσκουσιν. Προσοκείλας δὲ τῇ Κύπρῳ τὴν ἄφιξιν αὐτοῦ παρίστησι τῷ ῥηγὶ
10καὶ πυνθάνεται, πρὸς ὅτῳ ἔχει τὸν νοῦν, εἰ προσμενεῖ αὐτὸν εἰς Κύπρον ἢ τὴν ἐπὶ Ἱεροσολύμων βαδιεῖται οὗτος. ὁ δὲ ῥὴξ κατὰ τὸν Ἐπιμηθέα, ᾧ τὸ μὲν μέλειν οὐκ εἶναί φασι τὸ δὲ μεταμέλειν καὶ μάλα, τὴν καρδίαν μέσην ἐπλήττετο, ὅτι συναρήξειν ὅλως βασιλεῖ κατένευσεν ἢ γοῦν ἐπώτρυνε τὴν κατ’ Αἰγυπτίων μελετῶντα κίνησιν. τῷ τοι καὶ ἀνα‐
15βαλλομένῳ ἐῴκει καὶ σκεπτομένῳ πολλάκις τὸ ποιητέον. ὀψὲ δ’ οὖν σημαίνει τῷ Ἀνδρονίκῳ τὴν ἐπὶ Ἱεροσολύμων ἵεσθαι, ὡς ἐκεῖσε συν‐ ελθόντες συνδιασκέψωνται κοινῶς ὃ διαπράξονται. Εἶχε τοίνυν ἡ μὲν Παλαιστίνη τὸν Κοντοστέφανον, τὸν δ’ Ἀμερρίγον αὖθις ἡ μέλλησις καὶ ὁ μετάμελος πολὺς ἐγκείμενος ὑπέτυφε τὴν ψυχήν.
20πολλὰ δὲ καὶ ἄλλα Πάτροκλον πρόφασιν προτιθεὶς οὐδὲν ἧττον ἐπὶ πᾶσι καὶ τὴν τῶν οἰκείων στρατευμάτων προυβάλλετο συλλογήν. Ἀνδρόνικος δ’ ἐπὶ τούτοις ἤχθετο μὲν τοῦ καιροῦ τηνάλλως ἐκμετρου‐ μένου, οὗπερ οὐκ ἦν εἰσαῦθις ἐπιλαβέσθαι ὡς μηδὲ κομῶντος ἐξόπισθεν, ὑπέθραττε δ’ αὐτὸν πλειόνως ὁ τοῦ ναυτικοῦ πληρώματος ὀψωνιασμὸς
25διακενῆς ἀναλούμενος. ὁ γὰρ βασιλεὺς τριῶν μηνῶν τῷ στόλῳ σιτη‐ ρέσιον ἐπεμέτρησεν ἐκ τοῦ Αὐγούστου μηνὸς ἀρξάμενος, ἦν δὲ τότε
λήγων Σεπτέμβριος.161

Man1,pt5

162

Ἐπεὶ δ’ ἐδόκει ἀπαίρειν, τὴν διὰ ξηρᾶς πορείαν ὁ ῥὴξ τοῦ θαλαττίου προτίθησι πλοῦ καὶ Ἀνδρονίκῳ οὑτωσὶ ποιεῖν ὑποτίθησι φάσκων εὐμαρεστέραν εἰδέναι ταύτην πολλῷ καὶ ἀπαθεστέραν τῷ ἑλομένῳ καὶ ὡς ἐσεῖται ἅμα οὕτως αὐτοῖς ἐξ ἐφόδου καὶ πάρεργον ὁδοῦ παραστή‐
5σασθαι τὸ Τούνιόν τε καὶ τὸ Τενέσιον. τὰ δέ ἐστι κωμύδρια τῷ τῆς Αἰγύπτου ἀμηρᾷ καθυπείκοντα, οὐ δυσπρόσοδα, οὐδὲ δυσέμβολα, ἀλλ’ ἐφ’ ὑπτίου κείμενα πεδίου καὶ τοὺς πλείστους τῶν κατοίκων ἔχοντα γνωριζομένους ἐξ ὀνόματος τοῦ Χριστοῦ. ὡς ἀγαθῇ γοῦν τῇ παραι‐ φάσει τοῦ ῥηγὸς πεισθεὶς Ἀνδρόνικος ἣν ᾑρεῖτο οὗτος ἐτράπετο. τὴν
10δ’ ἐν τῷ μεταξὺ πορείαν ἀλύπως ἀνύσαντες οἷς εἴπομεν φρουρίοις προσ‐ έβαλον καὶ ὁμολόγως αὐτὰ χειρωσάμενοι, ὅτι μηδ’ εἶχον ἔνδοθεν ἀξι‐ όμαχον δύναμιν καὶ χεῖρα ἱκανὴν εἰς ἀντίπαλον μοῖραν χωρεῖν, τοῦ πρόσω εἴχοντο. Καὶ δὴ τῷ στόλῳ συμμίξαντες ἤδη τὰς κώπας ἐπὶ τοῦ Ταμιάθι
15σχάσαντι καὶ ἐφορμῶντι συρρήγνυνται τοῖς πρὸ τῆς πόλεως εὐθὺς ἐκχυθεῖσι καὶ μεθ’ ὅπλων ἀπαντῶσι Σαρακηνοῖς. οὕτω δ’ ἐξέπληξαν αὐτοὺς Ῥωμαῖοι καὶ διετάραξαν τῷ ἀπτοήτῳ τῆς ἐμβολῆς, ὡς σὺν βοῇ τε καὶ ταράχῳ συνωθηθῆναι εἴσω πυλῶν, μηδὲ καθαρῶς ἀντιβλέψαι σφίσιν ὑπενεγκόντας. καὶ τοῦτο μὲν οὕτω τῆς ἡμέρας ἐκείνης πέπρακται,
20καθ’ ἣν αἱ μὲν τριήρεις τῷ Νείλῳ προσώκειλαν, ὁ δὲ ῥὴξ πεζῇ παρ‐ εγένετο. τῇ δ’ ὑστεραίᾳ πάλιν οἱ Σαρακηνοὶ συμπλακησόμενοι Ῥω‐ μαίοις συνεληλύθεσαν κατὰ τὸ πρὸ τῆς πόλεως κολπῶδες καὶ ἐπικαμπὲς ἠρέμα περίτειχος. πλὴν οὐδὲ τότε Ῥωμαίους ὑπέστησαν. τῶν γὰρ πυλῶν ὅσον ἀποσχόντες βραχὺ καὶ μηδαμῇ τοῦ προτειχίσματος
25ἀφιστάμενοι οὕτω διετίθουν τὸν πόλεμον. ὡς δ’ ἐπ’ αὐτοὺς ὥρμηντο162

Man1,pt5

163

Ῥωμαῖοι μόνον, τὸ παθεῖν κακῶς φυλαττόμενοι ἐνέκλινον εἰς φυγὴν καὶ διὰ τῶν πυλῶν εἰσεχέοντο, μὴ εὐθύωρον ἄγειν εἰς τοὺς πολεμίους τὴν ἑαυτῶν ἀποθαρροῦντες φάλαγγα. καὶ τοῦτο ἐπὶ πολλὰς ἡμέρας ἐγίνετο. ἦν δὲ ἡ στρατηγία αὕτη μηδὲν ἄλλο δυναμένη, ὡς δέδεικται, ἢ Ῥωμαί‐
5ους κατασοφίζεσθαι, ὅπως εἰκῇ χρονοτριβῶσιν, ἐλπίσι μὴ περαινο‐ μέναις ὑποσυλώμενοι. Ἀμέλει τὰς ἑλεπόλεις ἐς νέωτα προσαγαγὼν Ἀνδρόνικος οὐκ ἀμο‐ γητὶ καὶ ἀκινδύνως τὸ τεῖχος ἔτυπτεν· οἱ γὰρ βάρβαροι τοὺς δια‐ πειρωμένους τῶν μηχανημάτων ἔβαλλον ὑψόθεν καὶ τοῦ ἔργου ἀπεκώ‐
10λυον βέλη τε νιφάδων ἀφιέντες πυκνότερα καὶ ἀντεπινοοῦντες τὰ τῷ τείχει σωτήρια. ἴσχυσε δὲ καὶ οὕτως κόρσην κατερεῖψαι τείχους ἑνός, ἐφ’ οὗ κηῶδες ἵδρυτο τέμενος τῇ θεομήτορι ἀνακείμενον. ᾔδετο δὲ τοῖς ἀστοῖς ἐκεῖ που παύσασθαι τοῦ πλάνου τὴν μητροπάρθενον σύναμα Ἰωσὴφ τῷ μνήστορι, ὁπότε εἰς Αἴγυπτον ὥρμηντο τὸν παιδοφόνον
15Ἡρώδην ἐκκλίνοντες. οἱ τοίνυν Σαρακηνοὶ ἀπέσκωπτον εἰς Ῥωμαίους καὶ ὕβρεσιν Ἀνδρόνικον ἔπλυνον μὴ φειδόμενον νεώ, καθ’ οὗπερ ἐκ‐ κλησιάζοντες τὸ χριστώνυμον τὰ οἰκεῖα τελοῦνται μυστήρια, πῇ μὲν προσευκτήρια, πῇ δὲ καὶ χαριστήρια ᾄδοντες. Ὡς δὲ οὐδ’ οὕτω τὰ κατὰ νοῦν Ἀνδρόνικος ἐξεπέραινε, διὰ προσ‐
20βολῆς ἰσχυροτέρας ἔγνω πειράσασθαι τῶν ἐντός. καὶ δὴ τῷ ῥηγὶ πρὸς λόγους ἐλθὼν ἐνῆγε κἀκεῖνον, πολὺς ἐγκείμενος, ἐξαγαγεῖν τὴν στρατιὰν καὶ τὸ τεῖχος ἅπαν διαλαβεῖν, κἂν εἰ προχωροίη τὰ τοῦ ἔργου, καὶ κλίμαξι χρήσασθαι καὶ τοὺς ἀναρριχωμένους διαφεῖναι. ὁ δὲ ἐπῄνει μὲν τὰ λεγόμενα καὶ τῶν εὐμεθόδων βουλευμάτων ἀπεθείαζε τὸν Ἀνδρό‐
25νικον, οὐκ ἄλλως δὲ τῷ πράγματι ἐγχειρήσειν διεβεβαιοῦτο καὶ διετεί‐ νετο, τὸν τοῦ Χριστοῦ τάφον εἰς ὅρκον παραλαμβάνων, εἰ μὴ πρότερον πύργοι τεκτονηθήσονται ξύλινοι καὶ τούτους ἐπιστήσει τοῖς τείχεσι. καὶ ταῦτα λέγων ἐπέταττε τοὺς παραπεφυκότας φοίνικας καθαιρεῖν καὶ
εἰς πύργων ἀποξέειν ὑψώματα.163

Man1,pt5

164

Οἱ μὲν οὖν εὐυψεῖς καὶ ἀκρόκομοι φοίνικες ἀπετέμνοντο καὶ τὰ ἄλση τῶν δένδρων ἀπεκενοῦτο καὶ ἐψιλοῦτο ἅπας παράδεισος, τὰ δὲ τῶν πύργων δοκανώματα καὶ ἡ τούτων ἁρμογὴ καὶ ἀπάρτισις ἐξεπεραίνετο οὐδαμοῦ· ὁ γὰρ ῥὴξ ἐς ἡλίους μακροὺς ἀπετίθει τὸ γενησόμενον ἐς
5αὔριον ἀεί πως ἀναβαλλόμενος μηδὲ τὰ δεδογμένα πληρῶν. ταῦτα δ’ ὁρῶν Ἀνδρόνικος ἤχθετο μέν, ὃ λειπόμενον ἦν, καὶ κατῴκτειρε τὴν στρατιὰν σιτίων ἤδη σπανίζουσαν καὶ θανεῖν λιμῷ κινδυνεύουσαν καὶ τοὺς μὲν μηδ’ ὀβολοῦ εὐποροῦντας, ὡς ἔχοιεν τὰ πρὸς τὸ ζῆν ἐξωνού‐ μενοι, τοὺς δὲ δυσχεραίνοντας, οἷς οἰκείαν μὴ ἔχοντες ἀγορὰν πλεῖστα
10τοῖς ἐπὶ τῆς σιτηγίας κατατιθέμενοι τοῦ ῥηγὸς ὀλίγων ηὐπόρουν τῶν πρὸς ἑστίασιν. καὶ ὁ συντεθειμένος δὲ χρόνος τῇ στρατείᾳ πάλαι ἐκμετρηθεὶς σχετλιάζειν ἐποίει καὶ δυσφορεῖν, πρὸ δὲ πάντων ἡ κενὴ καὶ ἀνόνητος προσεδρεία, ἡμέρας ὑπερβᾶσα πεντήκοντα. Εἰς ἑτέραν δὲ μὴ ἔχων ἀπιδεῖν ἐργασίαν, ὅτι μηδὲ εἴων αὐτὸν τὰ
15τοῦ βασιλέως γράμματα ὅλως ἐγχειρεῖν ἃ μὴ εἴη ἀσπάσια τῷ ῥηγί, καθῆστο καραδοκῶν τὸ ἀπὸ τοῦ ῥηγὸς ἐνδόσιμον. ἐπεὶ δ’ οὐδέν τι χρηστὸν οὐδὲ μέτριον ἐκ τῶν πραττομένων κατελάμβανε τὸν ἄνδρα διανοούμενον, μήτε προσλαμβάνοντα καὶ συμμογοῦντα, καὶ εἰς δεινὰ δὲ καὶ ἀμήχανα πολλὰ ἐμπεπτωκέναι τὴν στρατιὰν κινδυνεύουσαν, οἷα
20τοῦ λιμοῦ ἐπιβρίθοντος καὶ δεινῶς ἐπιβοσκομένου, ὡς ἅπτεσθαι τῶν ἀπηγορευμένων σιτίων τινάς, πάντας δ’ ὁμῶς ῥιζοφαγεῖν καὶ τὰς τῶν φοινίκων δρέπεσθαι κόμας καὶ δεῖπνον ἕψοντας παρατίθεσθαι, οὐκ ἀγαθαὶ δὲ καὶ φῆμαι προσέβαλλον ὅσον οὔπω ξενολογίαν τοῖς πολιορ‐ κουμένοις ἀφίξεσθαι ἔκ τε τοῦ σουλτὰν τῆς Αἰγύπτου καὶ τῶν πρὸς
25ἥλιον Ἀράβων καὶ Ἀσσυρίαν δὲ ἵππον ἐωνημένην πολλῶν ἄγχιστα εἶναι, ἀφεὶς πρὸς οὖς νεκρῷ διαλέγεσθαι καὶ τὴν Λατινικὴν ἐξουδενώσας κόρυζαν ἐπαποδύσασθαι καὶ μόνος τὴν τοῦ πολέμου κέκρικεν ἅμιλλαν. Ἐκκλησιάσας τοίνυν τὴν στρατιὰν „καὶ τὸ ἐνθάδε“ φησὶν „ἐπὶ πολὺ μένειν ἀνιαρὸν καὶ τὸ μηδέν τι δεδρακότας κακὸν καθ’ ὧν ἐπήλθομεν
30χερσὶν ἐπανεικέναι κεναῖς αἴσχιστον· χεῖρον δ’ ἀμφοῖν τούτων καὶ μὴ164

Man1,pt5

165

νῷ διοικουμένων ἄντικρυς ἔργον τὸ πείθεσθαι ἀνδρὶ οὐχ ὅπως κατ’ οὐδὲν ξυγκειμένῳ τὴν γνώμην Ῥωμαίοις, ἀλλὰ καὶ τῶν ἐχθρῶν οὔκουν διακειμένῳ ἄμεινον. οὐ συνίετε ὅπως ὁ ῥὴξ τὸν οἰκεῖον χάρακα τοῦ ἡμετέρου βαλὼν ἄποθεν πρόεισιν οὐδ’ ὅλως ἐκεῖθεν, ὁ συναγωνιστής,
5ὁ σύμμαχος, καθάπερ εἰς ἑόρτιον ἄνεσιν παρ’ ἡμῶν καὶ θεατὴς προσ‐ ληφθείς, οὐκ ἐργάτης Ἄρεος ἔργων; οὐχ οὕτω καὶ οὗτοι δρῶσιν οἱ ἀντίπαλοι, ὅταν τὴν μάχην ὑπέρθωνται, οὐδὲ μαχούμενοι ἐξίασι τῶν πυλῶν; ὥστε τὸ ἀπὸ τοῦδε οὐ τοῦτό μοι ἔπεισι δεδιέναι, μὴ οὐδὲν χρηστὸν κατωρθωκότες ἀπίωμεν, ἀλλ’ εἰ μή πως οὐχ ἱκανοὶ ἐσοίμεθα
10τὰς ἡμετέρας ἐκσῶσαι ψυχάς. ἀλλ’ οὐδ’ ἐκεῖνό μοι διὰ μελέτης καὶ σκέψεως, ὅπως σὺν ἡμῖν μαχεῖται ὁ ῥήξ, ἀλλ’ εἴ πως τὰς αὐτοῦ δολο‐ φροσύνας διαδράντες, οὐκ ἐγκρυφιάζοντος ἤδη μήτε μὴν παραπετάσματι συσκιάζοντος τὰ ἐνδόμυχα, ἀπείρατοι κακῶν ἐνθένδε ἀπάρωμεν τὸν ἐν ὀφθαλμοῖς διακρουσάμενοι κίνδυνον.
15 Τάχα καὶ νῦν Αἰγυπτίοις προσεξεύρηνται φάρμακα τῶν πάλαι παρ’ αὐτοῖς ἰσχυρότερα, ἃ μὴ κοιμίζειν μόνον λύπας ἔχουσι καὶ τὸ δεδηγμένον τῆς ψυχῆς ἀπροσδοκήτοις διαιτᾶν διαχύσεσιν, ὡς ἐκεῖνο πρώην τὸ φάρμακον, ὃ δεδώκει τῇ Λακαίνῃ Θώνου παράκοιτις νηπενθές, κακῶν ἁπάντων ἐπίληθες, ἀλλὰ καὶ πολεμικοὺς ἄνδρας ἐκθηλύνειν καὶ ποιεῖν
20ἀλκῆς ἐπιλήσμονας. καὶ τούτων, οἶμαι, τῶν φαρμάκων Ἀμερρίγῳ προύτειναν σκύφον Αἰγύπτιοι, καὶ γοητευθείς, ὡς ἔοικε, τῷ ποτῷ καὶ μετασχὼν ἐς μέθην τῆς κύλικος πρὸς κάρον ἀποδεδόχμωται χρόνιον. τῷ τοι παρὰ πάσσαλον μὲν αὐτῷ ἡ ἀσπίς, τὸ δὲ ξίφος καθυπνώττει τῷ κουλεῷ, ἐπὶ δὲ σαυρωτῆρος τὸ δόρυ πέπηγεν. ἢ τοῦτο μὲν οὐδαμῶς,
25ἀργύρῳ δὲ φαρμαχθεὶς τὰς φρένας ἠλλοίωται καὶ χρυσίῳ τὰ ὦτα βέ‐ βυσται καὶ τούτῳ κνώμενος πρὸς τὸ δυσήκοον μετεσκεύασται. Καὶ νῦν φροῦδαι μὲν αἱ ξυνθῆκαι, ἃς ὑπὲρ τοῦ συμμαχήσειν Ῥω‐ μαίοις βασιλεῖ δέδωκε, χείλεσι μόνοις ἐκεῖνον τιμῶν, τῇ δὲ καρδίᾳ πόρρω
φερόμενος· ἡμεῖς δὲ τηλίκοις δεινοῖς περιστοιχιζόμεθα, εἴγε πόλεμος165

Man1,pt5

166

ὁμοῦ καὶ λιμὸς ἡμᾶς δαπανᾷ, καὶ τὰ Ῥωμαίων ἐφ’ ἡμῖν αὐχήματα οἴχεται, τὰ δὲ λαμπρὰ τῶν κατορθωμάτων ἠφάντωται. κρεῖσσον ἦν μὴ ὅρμοις τοῖς ἐνταῦθα προσσχεῖν διαμεμετρηκότας πελάγη ἀχανῆ καὶ ἀόριστα, ἢ ἀπράκτους ἀπιέναι κατάραντας· ὡς νῦν γε οὐχ ἱστίοις
5λευκοῖς τὰς ναῦς πτερῶσαι ἡμῖν γενήσεται, ὁποίοις ἐκ Βυζαντίδος ἀν‐ ήχθημεν, ἀλλὰ φαιοῖς ἀτεχνῶς διὰ τὸ τῆς αἰσχύνης μελάνωμα. Ἀλλ’ ἄνδρες ὁμογενεῖς καὶ συστρατιῶται καὶ ὅσον ἐνταυθοῖ ξενικόν, ἀποκριθέντες τῶν Παλαιστίνηθεν ἱπποτῶν τῶν γαύρων τούτων καὶ ὑψαυχένων καὶ Ῥωμαίοις ἀπίστων, ὡς ἔδειξαν, προσβάλωμεν τοῖς βαρ‐
10βάροις, τειχομαχίαν στησώμεθα, ἀγωνισώμεθα, ὡς τὸ πόλισμα τοῦτο ληψόμεθα, καὶ ὡς ἤδη ἔχοντες ἐν χερσὶ τὸν ἔνδον πλοῦτον ἁμιλληθῶμεν. εἰ τεῖχος τοῖς βαρβάροις τὸ πρόβλημα καὶ ἀφ’ ὕψους τῶν ἀμυντηρίων ἡ ἄφεσις, ἀλλ’ εἰσὶ καὶ παρ’ ἡμῖν ἀσπίδες, αἳ οὐκ ἀνδράσι ῥᾳδίως ἀν‐ έχονται (ὑπὲρ γὰρ τὸ σάκος εἰσὶ τὸ Αἰάντειον ἐκεῖνο τὸ ἑπταβόειον),
15ἀλλ’ ὡς πύργοι ἀντιπροβέβληνται, οὐ μόνον ἀτίνακτοι βέλεσι καὶ τοῖς ἀπὸ χειρῶν οὐτήμασιν ἀδιάρρηκτοι, ἀλλὰ καὶ τῶν ἀπὸ μηχανῶν ἀφιεμένων δήπουθεν στεγανώτεραι. ταύτας ἀντιστήσαντες ὡς πυργο‐ βάρεις ὀλίγα τοῦ τείχους καὶ τῶν ἐπ’ αὐτοῦ μαχομένων φροντίσομεν. Εἰ δὴ δίκαια ποιεῖν αἱρεῖσθε, ὥρα μοι πείθεσθαι, ἐπεὶ καὶ αὐτὸς ὅ
20τι ἂν δέῃ σὺν ὑμῖν ἀσμένως πείσομαι· μηδὲ γὰρ εἴη τινὰ ἐρεῖν ὡς Ἀνδρό‐ νικος ὑπαγαγέσθαι μὲν λόγοις καὶ παραθῆξαι πρὸς Ἄρεα ἱκανώτατος, ἀρχηγὸς δ’ ἀχρεῖος, μηδ’ ἀποκρούσασθαι εἰδὼς τὸ πολέμιον. ἀλλὰ τὸ τῆς ἐμῆς κόρυθος μέτωπον ὄψονται πρὸ ὑμῶν οἱ ἀντίμαχοι. καὶ πρόμαχος ὤν, δέον οὕτω ποιεῖν, καὶ οὐραγὸς ἐσοίμην ὑμέτερος, εἰ καὶ τοῦτο
25δίδωσιν ὁ καιρός. θεὸς δὲ περαίνοι τὰ βεβουλευμένα, καὶ τράποιτο πᾶν ἀπαίσιον κατὰ κεφαλῆς ὧν τὴν χώραν κείρομεν.“ Ταῦτ’ εἰπὼν αὐτός τε ὡπλίσατο καὶ οἱ λοιποὶ διαλυθέντες τοῦ συλλόγου τὰς πανοπλίας ἐνεδύσαντο. ἐπεὶ δὲ τό τε ἦμαρ ηὐξάνετο ὡς ἐς τρίτην ὥραν προβεβηκέναι καὶ τὰ τάγματα ἐξῄεσαν, ἄρας ἐκεῖθεν προῄει
30σὺν κόσμῳ τοῦ παντὸς προαφεστὼς στρατεύματος. οἱ δὲ Σαρακηνοὶ166

Man1,pt5

167

τὰς πύλας διαλαβόντες κλεισὶ καὶ ὀχεῦσι καί τινα προπετάσαντες μηχανήματα τούτων ἐρύματα ἔμενον ἐπὶ τῶν τειχῶν, παντοίοις ὅπλοις τοὺς ἐπιόντας ἀποκρουόμενοι καὶ τὸν βέλους ἐντὸς ἅπαντα χῶρον ἀδιόδευτον ποιοῦντες οἷς τε ἀπεσφενδόνων ἐκ τῶν ἐπάλξεων καὶ οἷς ἐκ
5τόξων ἠφίεσαν. ἀλλὰ καίπερ οὕτω τῶν ἔνδον ἀμυνομένων, αὐτός τε τὸν ἵππον ἐπελάσας κατὰ τῆς πύλης Ἀνδρόνικος διηκόντισε καὶ οἱ τοξόται καὶ ἅπας ἕτερος ἐν ἔργοις ἐδείκνυντο αἵ τε σάλπιγγες πυκνὰ ἐνεπνέοντο τὸ παρακλητικὸν ἐς μάχην παρακελευόμεναι καὶ ἐβαρυήχει τὰ κύμβαλα, ὡς τοὺς εἰς τὰ τείχη καὶ τὰς βάρεις μὴ ἐνεγκεῖν
10τῶν στρατευμάτων τὴν ἀθρόαν ἀλαλαγὴν καὶ ἐπέλευσιν καὶ τὰ ἐκ παντοίων ὀργάνων ἀφέματα. Ἤδη δὲ τῶν κλιμάκων προσαγομένων καὶ κατὰ πολλὰ μέρη τοῦ τείχους ἐρειδομένων, ἡ τῶν γινομένων ἀγγελία παίει τὸν ῥῆγα διαν‐ ταίαν πληγήν. ὁ δὲ ὡς αὐτός τι μέγα κακὸν καὶ ἀπαράκλητον πε‐
15πονθὼς ἢ τὸ λογιζόμενον πρηστῆρι διαφθαρεὶς ἐνεὸς ἦν ἐφ’ ἱκανόν. μόλις δ’ ἀνενεγκὼν τοῦ ἰλίγγου αἰτήσας ἵππον καὶ ἀναπηδήσας ἐφ‐ ίσταται τῷ Ῥωμαϊκῷ στρατεύματι μετὰ τῶν ὑπ’ αὐτὸν ἐπιλέκτων καὶ τὰς ἁπάντων ἀνακόψας ὁρμὰς ὑποτίθησιν ἀποσχέσθαι τοῦ ἀνθρώποις μάχεσθαι πάλαι διαμεμηνυκόσιν αὐτῷ ὡς ἑαυτοὺς ἀναιμωτὶ καὶ τὴν
20πόλιν βασιλεῖ παραδώσουσι. Καὶ ὁ μὲν λόγος οὗτος οἷά τις νάρκη τὰς τῶν Ῥωμαίων χεῖρας ἐξέλυσε καὶ ἐγγὺς ἤδη τοῦ πορθεῖν τὴν πόλιν γεγενημένους ἔπαυσεν· αὐτὸς δὲ ὁ ῥὴξ ἐς συμβάσεις τραπόμενος ἀσπασίους μᾶλλον τοῖς ἐκ τῆς Ἄγαρ ἢ Ῥωμαίους κυδαινούσας τὰς ξυνθήκας εἰργάσατο. οἱ δ’ οὖν
25στρατιῶται μηδ’ ὅλως ὁποῖα τὰ τῆς εἰρήνης κατεξετάσαντες, ἀλλὰ καὶ
πρὸς μόνην τὴν ταύτης ἀκοὴν νόστου μνησάμενοι, τὴν ναυτικὴν ἀπαι‐167

Man1,pt5

168

δευσίαν πράγμασιν αὐτοῖς καθυπέδειξαν ὡς εἴη τις δραστικωτέρα πυρός, καὶ ἀταξίας εὐθὺς ἐνέπλησαν τὰ στρατόπεδα. αἵ τε γὰρ ἑλεπόλεις ὑπ’ αὐτῶν ἐπυρώθησαν γνώμης ἄτερ τοῦ στρατηγοῦντος καὶ τὰς πλείστας ἀποφορτισάμενοι τῶν ὁπλίσεων πρὸς ταῖς κώπαις ἐγένοντο καὶ ἐπὶ
5πόντον ἔβλεψαν τὸν ἀτρύγετον, μανικώτερον εἰς τὰς ναῦς ἐφορμῶντες, μηδὲ τὸ τοῦ καιροῦ δυσχείμερον καὶ τὸ τοῦ πλοὸς ἔξωρον (τετάρτην γὰρ ἦγεν ὁ Δεκέμβριος μήν) κατὰ νοῦν θέμενοι. Ἦν οὖν ἰδεῖν τὸν πολύνεων ἐκεῖνον στόλον καὶ τὴν ἐπὶ λιμένων μίαν καταγωγὴν καὶ τὴν ἐκ τούτων αὖθις ἀναγωγὴν εἰς μυρία σκεδασθεῖσαν
10τμήματα, ἄλλων ἀγαπησάντων ἕτερον πλοῦν καὶ πάντων πρὸς τὰς πατρίδας οἰακοστροφούντων τὰς ναῦς, ὡς μόλις ἓξ ἔτι ναυλοχεῖσθαι τριήρεις, αἳ ἤμελλον ἀνακομίσειν Ἀνδρόνικον. ὁ δὲ τὴν ἐπὶ τῶν Ἱεροσο‐ λύμων ἅμα τῷ ῥηγὶ πορευθεὶς κἀκεῖθεν ἁρμοζόντως παραπεμφθεὶς τὸ Ἰκόνιον παραλλάξας ἐς Βυζάντιον παρεγένετο. τῶν δὲ πολλῶν ἐκείνων
15νηῶν αἱ μὲν ἀνέμων ἀντιπνοίαις περιπεσοῦσαι κατέδυσαν αὔτανδροι, αἱ δὲ κλύδωνι θαλαττίῳ διασπαρεῖσαι ὀψὲ καὶ ἔαρος ἐπιφαίνοντος τοῖς νεωσοίκοις τῆς πόλεως ἀπεδόθησαν. οὐκ ὀλίγαι δὲ καὶ τῶν ἐπιβατῶν κενωθεῖσαι καθάπαξ ἐπιλαβομένων τῆς γῆς ὡς Χαρώνεια πορθμεῖα τοῖς τῶν κυμάτων διαύλοις ἀνερμάτιστοι ἀφείθησαν φέρεσθαι, ὡς βραχείας
20περιλειφθῆναι βρασμὸν θαλάσσης καὶ ναυτῶν διαδράσας ἀμέλειαν. Οἱ δὲ Σαρακηνοὶ τὴν ἐς αὐτοὺς ὁδὸν τῶν Ῥωμαίων, ὡς ἔδειξαν, ἀποδειλιάσαντες καὶ τὸν ἐσέπειτα πλοῦν ἀνατρέποντες πρέσβεις ἐς βασιλέα ἔστειλαν καὶ δῶρα τὰ παρ’ αὐτοῖς τιμώμενα ἔπεμψαν καὶ τὴν εἰρήνην ἐκράτυναν.
25 Ἤδη δὲ ὠδινούσης τῆς βασιλίδος καὶ τεκεῖν ἐγγιζούσης σεσάρωτο μὲν ἡ πορφύρα τὸ οἴκημα καὶ διηυτρέπιστο ἀκριβῶς τὰ πρὸς τὴν
κύησιν τοῦ παιδὸς καὶ ὑποδοχὴν τῆς μητρός. ὡς δὲ κατήπειγον αἱ168

Man1,pt5

169

Εἰλείθυιαι, ὁ πορφύρεος δόμος εἶχεν ἐντὸς τὴν ἐπίτοκον. ἠγωνία μὲν οὖν ἐπὶ τῇ γαμετῇ παρὼν βασιλεὺς καὶ τὰς ὠδίνας ἐκούφιζεν ὀπτανό‐ μενος, τὸ πλέον δὲ τοῦ βλέμματος ἐχαρίζετο τῷ σκεπτομένῳ τοὺς ἀστέρας καὶ τοῖς κατ’ οὐρανὸν διαχαίνοντι. ἐπεὶ δὲ τὸ τεχθὲν ἐξώλισθε τῆς
5νηδύος καὶ ἦν ἄρσεν καὶ ἡ τέχνη ἐδίδασκεν ὄλβιον καὶ μοιρηγενὲς καὶ τῆς πατρῴας ἀρχῆς διάδοχον, θεῷ τε φωναὶ ἀπεδίδοντο χαριστήριοι καὶ ἅπας ἦν ἐν κρότοις καὶ χαρμοναῖς. Ὑπεξαίρων δὲ τὴν γενέθλιον καὶ ὀνομαστήριον τοῦ παιδὸς ἡμέραν, ὡς εἴθισται παρὰ τοῖς βασιλεῦσι Ῥωμαίων θαλίαις τοὺς ἀστυπολίτας
10εὐώχει, καὶ Ἀλέξιον τὸν παῖδα ὠνόμασεν, οὐχ ἁπλῶς τὴν κλῆσιν ταύτην ἀπολεξάμενος, οὐδὲ τὸν παῖδα τιμῶν τῷ τοῦ τεκόντος τὸν γεγεννηκότα ἐκεῖνον ὀνόματι, ἀλλὰ προσέχων τὸν νοῦν ᾧ χρηστηριώδης ἀνεῖπε φωνὴ πρὸς τὴν ὑποβληθεῖσαν ἐρώτησιν—ἦν δ’ αὕτη „ἐς ὅσον ἡ τοῦ Κομνηνοῦ Ἀλεξίου βασιλεύοντος διαρκέσει σειρά“; τὸ δὲ χρη‐
15σμῴδημα „αἷμα“ —ὃ τῆς συλλαβῆς διιστάμενον καὶ κατὰ στοιχεῖον ἀναλεγόμενον διὰ μὲν τοῦ ἄλφα σαφῶς ὑπέγραφε τὸν Ἀλέξιον, διὰ δὲ τοῦ ἰῶτα τὸν Ἰωάννην, διὰ δὲ τῶν ἐφεξῆς δύο γραμμάτων τὸν Μανουὴλ καὶ τὸν ἐξ ἐκείνου πάλιν παραληψόμενον τὴν ἀρχήν. Ὡς οὖν ὁ παῖς τὴν ἡλικίαν προέκοπτε καὶ κατὰ εὐθαλὲς καὶ πῖον
20νεόφυτον εἰς αὔξην ἀνέτρεχεν, ἕτερος σκοπὸς ἀνῆκε τὸν βασιλέα. καὶ δὴ μετατίθησι τοὺς ὅρκους εἰς τὸν υἱόν, οὓς ἐπὶ τῇ θυγατρὶ Μαρίᾳ καὶ τῷ μνήστορι ταύτης Ἀλεξίῳ τῷ Παίονι πρώην εἶχε τετελεκώς. ὅθεν αὐτόν τε τὸν βασιλέα καὶ ἐφ’ ὃν οἱ ὅρκοι καὶ τοὺς ἀποδώσοντας τούτους
τὸ ἐν Βλαχέρναις εἰσεδέχετο μέγα καὶ περίπυστον τῆς θεομήτορος τέμενος.169

Man1,pt5

170

καὶ διὰ τῆς τελεσιουργίας τῶν ὅρκων εἰς τὸν ἐξ ὀσφύος αὐτοῦ τὴν σκηπτου‐ χίαν, ὡς ᾤετο, μεταθέμενος μετὰ βραχὺ τοῦ μνήστορος Ἀλεξίου τὸ θυγά‐ τριον ἀποζεύγνυσι καὶ αὐτῷ μὲν εἰς γυναῖκα ἐγγυᾶται τὴν τῆς γυναικός οἱ ὁμόσπορον, ἄρτι σὺν τῷ ἀδελφῷ Βαλδουίνῳ τῆς Ἀντιοχείας ἀπάρασαν.
5 Ἐπεὶ δὲ καὶ πέρας τοῦ βίου κατειλήφει τὸν τὴν Οὐνναρχίαν τότε περιζωννύμενον, ἀπρόοπτον εὐτύχημα τὸν τούτου θάνατον ὁ Μανουὴλ ἡγησάμενος πέμπει τὸν Ἀλέξιον εὐθὺς μετὰ λαμπρᾶς δορυφορίας καὶ βασιλείου πλείστης παρασκευῆς τὴν Παιονικὴν παραληψόμενον δυνα‐ στείαν καὶ βασιλεύσοντα τῶν ὁμοεθνῶν. καὶ εἶχε τοῦτον ἀταλαιπώρως
10ἡ Παιονία ταινίᾳ ῥηγικῇ διαδούμενον καὶ τοῦ γένους ὅλου ἀνενδοιάστως δεσπόζοντα. Ὁ δὲ βασιλεὺς αὖθις ἀνηρεύνα ἐπιμελῶς τὸν τῇ ἐκείνου θυγατρὶ συζευ‐ ξόμενον. καὶ Ῥωμαίων ἀθερίζων ὅσοι πρὸς γάμον ἐπίδοξοι ἐφιλοκρίνει τοὺς δυνάστας ἐθνῶν, ὁπόσοι μὴ ζυγῖται, καὶ τοὺς ὅσοι παίδων γονεῖς
15τὴν πατρῴαν διαδεξομένων μετὰ πότμον τῶν γειναμένων τούτους ἀρχήν. καὶ ἐπειδήπερ ἔπιπτε τὸ πρωτεῖον πρὸς τὸν κρατοῦντα Σικελίας Γιλίελμον, ἄλλος ἐπ’ ἄλλῳ πρέσβυς εἰς ἐκεῖνον ἐστέλλετο καὶ παρ’ ἐκείνου αὖθις τὸ κῆδος πρεσβεύοντος ἐπάλληλα ἦν τὰ κηρύκεια καὶ ἦν
20ἐφ’ ἱκανὸν τὰ τῶν γάμων λογολεσχούμενα προεισόδια. ἀμφιτάλαντον δὲ τὴν ἐπὶ τούτοις καὶ τὰ πρῶτα ἔχων ῥοπὴν καὶ οἷον κυμαίνουσαν καὶ πολλὰς μεταβολὰς λαμβάνουσαν καὶ τροπὰς ὀψέ ποτε μεθίσταται τοῦ σκοποῦ Ῥωμαίοις κρίνας ἀσύμφορα τὰ μετὰ τοῦ ῥηγὸς Σικελίας μνηστεύματα.
25Ἦν οὖν ἡ κόρη πολυμνήστη βασίλεια καὶ κατὰ τὴν Ἀγαμεμνόνειον
Ἠλέκτραν ἄλεκτρος ἐπὶ πολὺ τοῖς ἀνακτόροις ἀλύουσα καὶ κατ’ ἀχε‐170

Man1,pt5

171

ρωΐδα ὑδρηλὴν ὑψηλὴ καὶ κοίτης ἀνδρώας ἱμείρουσα. συνευνάζεται δ’ οὖν ὅμως μετὰ πολλὴν τοῦ βασιλέως προμήθειαν ὕστερον ἑνὶ τῶν τοῦ μαρκεσίου Μόντης Φεράντης υἱῶν, χαρίεντι τὴν ὄψιν καὶ ἰδεῖν ἡδίστῳ καὶ τὴν κόμην ἡλιῶντι καὶ εὐπρεπεῖ καὶ μήπω φύοντι γένειον, αὐτὴ τὸ
5τριακοστὸν ὑπεραναβᾶσα ἔτος καὶ ἀνδρικὴ τυγχάνουσα τὴν ἰσχύν. Ἀλλ’ ἐνταῦθα τῆς ἱστορίας γενόμενος καὶ ταῦτα τοῖς εἰρημένοις προσθήσω. ἔστι τις θαλάσσιος κόλπος ἑσπέριος, Ἀδρίας λεγόμενος, ἀναχωρῶν μὲν τοῦ Σικελικοῦ πελάγους καὶ οἷά τι ἐξέραμα τοῦ Ἰονίου ῥοῦ, καθ’ ἑαυτὸν ἰδιάζων καὶ πρὸς βορρᾶν ἄνεμον ἐπὶ πολὺ συρόμενος.
10τούτου δὴ τὰ μυχαίτατα Ἐνετοὶ νέμονται, οὓς καὶ Βενετίκους εἴποι τις ἂν κατὰ γλώττης ἰδιότητα, ἄνδρες θαλάττης τρόφιμοι, κατὰ Φοίνικας ἀγύρται, πανοῦργοι τὸ φρόνημα. ἀλλ’ οὗτοι Ῥωμαίοις ἐσποιηθέντες κατὰ χρείαν ἦν ὅτε ναυμαχικὴν κα τὰ σμήνη καὶ φατρίας τὴν Κων‐ σταντίνου τῆς οἰκείας ἠλλάξαντο, ὅθεν ἁπανταχῇ τῆς τῶν Ῥωμαίων
15ἐπικρατείας διασπαρέντες καὶ μόνον τὸ ἀπὸ γένους ὄνομα παραμεμενη‐ κὸς αὐτοῖς ἔχοντες, τὰ δ’ ἄλλα σύμφυλοι ὄντες καὶ πάνυ Ῥωμαῖοι ηὐξάνοντό τε καὶ ἐχυδάϊζον. οὐκοῦν καὶ περιβαλόμενοι πλοῦτον πολὺν αὐθάδειάν τε καὶ ἀναίδειαν μετεδίωκον, ὡς μὴ μόνον ἀναρσίως ἔχειν Ῥωμαίοις, ἀλλὰ καὶ τῶν βασιλικῶν ἀνεπιστρόφως ἀπειλῶν τε καὶ
20ἐντολῶν. Μεταλλοιοῖ τοίνυν τὰς ἐπ’ αὐτοῖς ῥοπὰς βασιλεύς, καὶ νῦν μὲν τοῦ κατὰ Κέρκυραν μεμνημένος ἐμπαροινήματος, νῦν δ’ ἄλλου πεῖραν λαμ‐ βάνων κακοῦ, αὖθις δ’ ἑτέρου καὶ χείρονος πανουργεύματος τὴν ἐκείνου διαρριπίζοντος ψυχήν, εἰς θυμὸν ἐρρόχθησεν, ὥσπερ ὑπὸ καικίου ἢ
25ἀπαρκτίου ἅλμη καταιγιδῶδες καὶ ἄγριον πνέοντος. καὶ ἐπειδὴ τὰ τούτων ἀτοπήματα ὑπέραντλά οἱ ἐδέδοκτο, γράμματα ἐφοίτων κατὰ
πᾶσαν ἐπαρχίαν Ῥωμαϊκὴν τὴν τῶν Βενετίκων κατάσχεσιν ἐπιτείνοντα171

Man1,pt5

172

καὶ τὴν ἡμέραν διασημαίνοντα, καθ’ ἣν ἔδει τοῦτο γενέσθαι καὶ τὰ ἐκείνων ἐσεῖσθαι δημόσια χρήματα. Ἐνστάσης οὖν τῆς προθεσμίας ἅπας συνείληπτο καὶ τῶν κτημάτων ἐκείνοις τὰ μὲν εἶχε τὸ βασιλικὸν θησαυροφυλάκιον ξυνενεχθέντα ὁπό‐
5θεν, τὰ πλείω δὲ οἱ τοπαρχοῦντες ἐξιδιώσαντο. οἱ δ’ ἐν τῇ πόλει τὰς οἰκήσεις ἔχοντες Βενέτικοι καὶ τούτων μάλιστα οἱ μὴ γάμοις ὡμιληκότες δρασμὸν βουλεύονται, καὶ ἐπειδὴ τοῖς νεωρίοις ἐνώρμει τῆς πόλεως ναῦς τῶν τριαρμενίων, ἧς δὴ πολυχανδεστέραν ἢ τὸ μέγεθος προφερεστέραν οὔ ποτε καιροῦ ναυλοχήσειν ἐλέγετο, ταύτης νυκτὸς ἐπιβάντες τάς τε
10ἀγκύρας ἀνίμησαν καὶ τὰ λαίφη τοῖς ἀνέμοις διαπετάσαντες ἀπενόστησαν. κατεδίωξαν μὲν οὖν ὀπίσω τούτων νῆες πυρφόροι καὶ τριήρεις βασιλικαὶ πλήρεις ἀνδρῶν οἳ τοὺς ἐτεροστόμους πελέκεις ἐπὶ τῶν ὤμων ἀνέχουσι. καὶ προσήγγισαν μὲν τῷ πλοίῳ, οὐκ εἶχον δ’ ὅ τι καὶ δράσαιεν, καὶ τοῦ πνεύματος μὲν τὴν νῆα ἐπείγοντος, ὡς ἵπτασθαι δοκεῖν οὐ ναυτίλλεσθαι,
15ἀπειπόντες δὲ μάλιστα πρὸς τὸ τῆς νηὸς ὕψος ἀτεχνῶς ἀναβαῖνον ἀέριον καὶ τὸ ἀπονενοημένον τῶν ἐμπλεόντων. Καὶ τότε μὲν ἡ πατρὶς Βενετία εἶχε τούτους εὐθυπλοήσαντας· κατὰ δὲ τὸν ἐπιόντα ἐνιαυτὸν στόλον κρατύναντες τὰς νήσους ἐπήρχοντο, ἐς δὲ τὴν Εὔβοιαν εἰσπλεύσαντες ἐπολιόρκουν τὸν Εὔριπον καὶ μέρος τι
20τούτου κατασχεῖν δεδυνημένοι πῦρ τοῖς οἰκοπέδοις ὑφῆψαν. ἔαρος δ’ ὑποφαίνοντος ἐκεῖθεν ἀνήχθησαν καὶ πρὸς τὴν νῆσον τὴν Χίον κατή‐ χθησαν. Ἐπεὶ δὲ πύθοιτο ταῦτα ὁ Μανουήλ, στέλλει τὸν μέγαν δοῦκα τὸν Κοντοστέφανον Ἀνδρόνικον περί που τὰς ἐκατὸν καὶ πεντήκοντα
25τριήρεις ἔχοντα, ὅτι μηδὲ τῶν Βενετίκων ὁ στόλος ἦν ἐνδεέστερος ἢ172

Man1,pt5

173

ἄλλως τὸ κατεσπουδασμένον ἔχων καὶ μὴ κατηκριβωμένον ἐν ἅπασι· πρὸς γὰρ ἀγῶνα μέγαν καὶ ἀνταγωνιστὰς Ῥωμαίους ἑτοιμασάμενοι εὖ ἁπανταχόθεν ἡρμόσθησαν καὶ συμμαχίδας οὐκ ὀλίγας νῆας ἐπήγοντο ἀπὸ τῆς τῶν Σθλαβηνῶν ἐκπορισθείσας χώρας ἐκείνοις. πρὸς δὲ τὴν
5πρώτην ἀποκναίσαντες ἀκοὴν τῆς τῶν Ῥωμαϊκῶν νηῶν ἀποπλοίας παρὰ κώπην ἵζανον πάντες καὶ κατεδάρθανον. τοίνυν λύσαντες ἐκ Χίου πρὸς ἑτέρας νήσους μετέβαινον κἀκείνων ἀπανιστάμενοι καὶ ἀεὶ φεύ‐ γοντες ἄλλαις προσέπλεον, ὡς πράγματα ἔχειν κἀκείνους τὰς νήσους ἀμείβοντας καὶ Ῥωμαίους ἐν δεινῷ τίθεσθαι ὅτι μὴ εὐρόησέ σφισιν ὁ
10πλοῦς ἢ γοῦν ἀντίπρωροι τοῖς Βενετίκοις ἐγένοντο. ὡς δὲ μέχρι καὶ αὐτοῦ Μαλέου πεφθακὼς Ἀνδρόνικος ἦν διώκων ἄντικρυς τὰ ἀκίχητα ἢ τῆς Ἀργοῦς ὀπίσω ποντοπορεύων, πρύμναν κρουσάμενος τῷ ναυ‐ στάθμῳ προσέσχε τῆς πόλεως. Οἱ δὲ Βενέτικοι τὸ διὰ πολέμων αὐτοῖς ἐπαμύνειν οὔκουν προβαῖνον
15ὁρῶντες μετὰ τοῦ ῥηγὸς ἐσπείσαντο Σικελίας, ἵν’ ἐντεῦθεν εὐθυωροῖτο τούτοις τὰ τῆς ἀμύνης καὶ ἔχοιεν τὸν ἐπικουρήσοντα, ἢν Ῥωμαῖοι κατ’ αὐτῶν ἐπίοιεν. ὁ δὲ βασιλεὺς οὐκ ἀφροντιστήσας τούτων τῶν ἀκουσμά‐ των (ᾔδει γὰρ ὡς καὶ φαύλη τις αἰτία πολλάκις παρεμπεσοῦσα πολλῶν πραγμάτων ὠδινήκει μεταβολὰς καὶ συμφορὰς ἀπέτεκεν ὑπερόγκους)
20πρὸς τὰς προτέρας μετὰ τῶν Βενετίκων ξυνθήκας ἀπέβλεψεν, ὡς ἐνῆν μὲν ἠγωνισμένος ἀκυρῶσαι τὰς μετὰ τοῦ ῥηγὸς Σικελίας τούτων σπον‐ δάς· τούτων δὲ μὴ ἀθετουμένων καὶ οὕτως αὐτοὺς ἐπεσπάσατο, καὶ ἀνεξικακίαν αἰτουμένοις καὶ φιλίαν προσένειμεν. ὅσα τοίνυν ἔθιμα ἦν αὐτοῖς ἰσοπολίταις οὖσι Ῥωμαίοις ἀνανεωσάμενος οὐδὲ τοῦ ἀποδοῦναι
25γοῦν ἀπέσχετο ἅπερ τῆς οὐσίας σφῶν ἡ βασίλειος γάζα ἔστεγεν. οἱ
δὲ τὴν κερδαλεωτέραν, ὡς αὐτοῖς ἐδόκει, καὶ οὐμενοῦν ἀργαλεωτέραν173

Man1,pt5

174

τραπόμενοι τὸν μὲν ἀναδασμὸν τῶν οἰκείων χρημάτων χαίρειν εἴασαν ἐμπορικόν τι καὶ δραστήριον ἐννοήσαντες, ἐκ δὲ συμφώνου συνήλθοσαν δέκα πρὸς τοῖς πέντε χρυσίου λήψεσθαι κεντηνάρια ἀνθ’ ὧν ἀπώλεσαν,
καὶ εἶχον ταῦτα οὐχ ἅμα, πολλάκις δὲ χορηγούμενα.174

Man1,pt6

175

(1t)

ΤΟΜΟΣ ΕΚΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
2tΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
3 Ἀλλ’ οὕτω μὲν καὶ ταῦτα διήνυστο τῷ βασιλεῖ Μανουήλ. ὁ δὲ λόγος προβαινέτω τοῖς ἐφεξῆς καὶ διδότω τῇ ἱστορίᾳ, ὡς ἕκαστον ἔχει
5καὶ χρόνου καὶ τάξεως. ἐπεὶ γὰρ οὐκ ἦν ἡσυχίαν τὸν σουλτὰν ἀσπά‐ σασθαι ἅπαξ ἐπιτήδειον ἑαυτῷ πρὸς χρηματισμὸν καὶ τοῖς Τούρκοις δὲ ὅλως ἀνυσιμώτατον γνόντα τὸ ἀεὶ ἐπὶ τὰ Ῥωμαίων ὅρια ἐκκεχύσθαι, ἔξεισι καὶ πάλιν κατ’ αὐτοῦ βασιλεύς. τὰ πλεῖστα μέντοι οὐδ’ αὐτὸς εἴα τὸν Περσάρχην καθεύδειν, ἀλλ’ ὅσα καὶ θῆρα ὠμηστὴν ἐφυπνώτ‐
10τοντα ἐξηγρίαινεν ὑπονύσσων καὶ τοῦ κοίτου ἀνίστη καὶ πρὸς μάχην ἠρέθιζεν. ἀτὰρ οὐδ’ ἀνακωχαὶ πολέμων, οὐδ’ ἐκεχειρίαι τῶν ἀντι‐ τάξεων σπονδαί τε καὶ ξυνθῆκαι καὶ διακηρυκεύματα πρέσβεων ἀπ‐ εῖργον τὰς κατ’ ἀλλήλων ἐπελεύσεις καὶ ἀπετείχιζον, ἀλλ’ ἄμφω πρὸς θερ‐ μουργίαν ὄντες ἐπιρρεπεῖς καὶ πρὸς πόλεμον εὐπετεῖς καὶ μικρᾶς ἐνίοτε
15παρεισφρησάσης αἰτίας ἀλλήλοις ἀντεπεξῄεσαν· καὶ ἦν ἔργον αὐτοῖς τὰ μάλιστα περισπούδαστον ἡ πανοπλίας περίδυσις καὶ ἡ τῶν ταγμάτων συναγωγὴ καὶ τὸ ταῦτα συμπεσόντα διαπληκτίζεσθαι. κατὰ τοῦτο δὲ ἀλλήλων διήλλαττον, ὅτι ὁ μὲν σουλτὰν προμηθευτικὸς ἀεὶ καὶ βουλευ‐ τικὸς ἐδόκει τις εἶναι καὶ τὰ ἔργα ποιῶν μετὰ σκέμματος καὶ ἐτολύπευε τὰς
20μάχας πεφυλαγμένως διὰ τῶν ὑπ’ αὐτὸν στρατηγῶν (οὐ γάρ πω τις αὐτὸν ἐθεάσατο ἐπὶ μετώπου ἱστάμενον φάλαγγος ἢ τὸν κάματον τοῖς στρατιώταις συνδιαφέροντα), ὁ δὲ βασιλεὺς γενναίαν ἔχων τὴν φύσιν ὀξύρροπος ἐν τοῖς πολέμοις ἐδείκνυτο καὶ τὰς διὰ χειρὸς πράξεις δρα‐
στήριος ἦν καὶ φήμης διαδοθείσης πολλάκις ἐσβαλεῖν που τοὺς πολε‐175

Man1,pt6

176

μίους καὶ κακῶς τιθέναι τὴν ὑπ’ ἐκεῖνον ἀρχὴν πρῶτος ἐκεῖνος τὸν ἵππον ἀνέβαινε καὶ ἀπεθάρρει τὴν ἔξοδον. Θελήσας οὖν τὸ Δορύλεον ἀνακτίσαι προσεξῆψέ τε καὶ ἐπέθηξε τὸν βάρβαρον ἐντεῦθεν πρὸς πόλεμον· ὅτε καὶ τὴν βασιλέως ἐς τὸ Δορύλεον
5ἄφιξιν ἀγνοεῖν πλαττόμενος διαπρεσβευσάμενος τὴν αἰτίαν ἐπυνθάνετο καὶ παρῃτεῖτο αὐτὸν ἐκεῖθεν ἀπαναστεῦσαι. ὁ δὲ κέρτομόν τι καὶ σεσηρὸς ἐνορῶν οἷς τὰ τοῦ σουλτὰν γράμματα διεξῄει ἐν μέρει δὴ οὐ τοῦ τυχόντος ἐτίθετο θαύματος, ὅπως τὸν μέχρι καὶ Δορυλέου δρόμον ἐκείνου ἠγνόησε καὶ τὴν αἰτίαν πλάττεται μὴ εἰδέναι. ἐπεὶ δὲ καὶ τὴν
10πόλιν ἀνοικοδομεῖν ἐπεβάλετο, νωτοφορεῖν τοὺς λίθους ἀρξάμενος οὕτω καὶ τοὺς ἄλλους ἠρρένωσεν, ὡς ἀπτέρῳ τάχει τὸ τεῖχος ἀνεγερθῆναι καὶ προσεπιβληθῆναί οἱ χαράκωμα ἔξωθεν καὶ ἀνορυχθῆναι φρεάτια ἔσωθεν εἰς πλείονας ὑδάτων ἀντλήσεις. Ἐν δεινῷ δὲ οἱ Πέρσαι τιθέμενοι, εἴπερ τῶν Δορυλέου πεδίων ἀπα‐
15νασταῖεν, ἐν οἷς ἐθέριζε τὰ τούτων αἰπόλια καὶ βουκόλια πόαις ἐνσκιρ‐ τῶντα ταῖς λειμωνίτισι, καὶ δομηθήσεται πόλις καὶ φρουρὸς ἐγκαθεσθείη φάλαγξ Ῥωμαϊκή, ὅλαις ἡνίαις κατὰ Ῥωμαίων ἐφέροντο καὶ τὰς ἐπὶ σιτισμὸν ἐξόδους τηροῦντες τὴν ξύλευσιν ἀνεῖργον καὶ ἀνῄρουν τοὺς ἐν χερσίν. ὁ βασιλεὺς δὲ τὸ δεινὸν τοῦτο ῥᾳόνως ἰάσατο· τακτὸν γὰρ
20ὁρίσας καιρὸν τοῖς ἐπὶ συλλογὴν ἐξιοῦσι τῶν ἀναγκαίων αὐτὸς προ‐ σημαίνων τῇ σάλπιγγι πρῶτος τοῦ χάρακος ἀπανίστατο καὶ ἡγεῖτο τῆς ὁδοῦ. οὐκοῦν οὐδὲ πρὸς βραχὺ τῶν τὰ ἐπιτήδεια διφώντων μεθι‐ στάμενος ἐνίοτε περὶ βουλυτὸν ἢ καὶ βαθεῖαν ἑσπέραν ἐπανέλυεν εἰς τὸ στρατόπεδον. Πέρσαις δ’ ἔμελε μὲν καὶ πολέμων πρὸς ταῦτα καὶ συνεχῶς
25ἐκονίζοντο, παρεδίδοσαν δὲ καὶ πυρὶ τοὺς καρποὺς καὶ τὰς σκηνὰς
ἐνεπίμπρων, ὅπως μὴ εὐποροῖεν Ῥωμαῖοι δι’ ὧν τραφήσονται.176

Man1,pt6

177

Ὁτὲ δέ, πρὸς ἑστίασιν τραπομένου τοῦ βασιλέως μῆλόν τε περσικὸν μαχαιρίῳ ἀπολεπίζοντος, ἐπιδρομή τις ἀγγέλλεται Περσικὴ κατὰ τῶν τὰ βιώσιμα συλλεγόντων, καὶ ῥίψας τὴν ὀπώραν αὐτίκα καὶ τὸν ἀκινάκην περιζωσάμενος καὶ περιδὺς τὸν θώρακα καὶ τὸν ἵππον
5ἀναβὰς ἐξώρμησε. καὶ οἱ βάρβαροι κατὰ φάλαγγας ἵστασθαι σχημα‐ τιζόμενοι μετ’ οὐ πολὺ τούτου ἐποφθέντος τὴν τάξιν ἔλυον· ὅθεν ἀπο‐ διδράσκειν πλαττόμενοι τοὺς ἐπιόντας ἔπληττον ὑποστρεφόμενοι καὶ τὸν τῆς τροπῆς καιρὸν εἰς τὸ βάλλειν διατιθέμενοι καὶ καταβάλλειν τὸ ἐπικείμενον. ἵππος μὲν γὰρ συχνὰ κεντρίζεται παρὰ Πέρσαις, ὁ δὲ κόπτων
10θαμὰ τὸ δάπεδον ῥαγδαίως φέρεται καὶ ὁ Πέρσης τὸ βέλος ἔχων ἐν ταῖν χεροῖν ὀπίσω τοῦτο ἀφίησι καὶ τὸν ὁρμῶντα φθάνειν φθάσας αὐτὸς ἀνῄρηκε καὶ τὸν ἤδη καταληψόμενον κατέβαλεν αἴφνης μεταμειφθεὶς ὁ διωκόμενος εἰς διώκοντα. Ἐπεὶ δὲ ἀνεπόλισε τὸ Δορύλεον καὶ τὰ εἰς φυλακὴν τούτου παντοίως
15ἀπηκριβώσατο, ἐκ τῶν ἐκεῖσε μερῶν ἀπανίσταται, εἰς δὲ τὸ Σούβλεον ὡς εἶχε παραγενόμενος ἀνήγειρέ τε κἀκεῖνο καὶ φρουρᾶς μετέδωκε. καὶ τὰ λοιπά, ὡς ᾤετο, ἀρίστως διαπραξάμενος εἰς τὴν βασιλίδα πόλιν ὑπέστρεψεν. Ἀλλ’ οὔπω χρόνος συχνός, καὶ αὖθις κατ’ ἀλλήλων τὰς γνώμας
20ἐφλέγμαινον. τῷ τοι καὶ ἀλλήλοις ἀντενεκάλουν τε καὶ προσῆπτον, βασιλεὺς μὲν τὸ πρὸς τὸν εὐεργέτην ἀχάριστον καὶ τὸ ἀμνῆμον τῶν προηγησαμένων εὐποιϊῶν καὶ τῆς εἰς τὸ ἄρχειν τῶν ὁμοφύλων παν‐ τοίας συνάρσεως, ὁ δὲ σουλτὰν τὸ πρόχειρον εἰς παρασπόνδησιν καὶ τὸ φιλίας εὐκόλως ἀποπηδᾶν καὶ συγχέειν ἐκ τοῦ παραυτίκα τοὺς
25ὑπὲρ εἰρήνης τεθέντας θεσμοὺς καὶ τὸ πλείσταις μὲν ἐκεῖνον ἐπαίρειν φιλοδωριῶν ὑποσχέσεσι καὶ βασιλικαῖς ὑποσημαίνειν ταύτας γραφαῖς
καὶ βαφαῖς, ὀλίγα δὲ χορηγεῖν.177

Man1,pt6

178

Διὰ ταῦτα τοίνυν τάς τε οὔσας συνεκρότει δυνάμεις ὁ βασιλεὺς καὶ νεωστὶ ἐπὶ ταύταις ἄλλας συνέταττεν· ἐστρατολόγει δὲ καὶ ξενικὸν οὐκ ὀλίγον, καὶ τοῦτο ἐκ τοῦ γένους μάλιστα τῶν Λατίνων καὶ ἀπ’ αὐτῶν δὴ τῶν Παριστρίων Σκυθῶν. καὶ δὴ ἐς μυριάδας τὸ οἰκεῖον ἀριθμήσας
5στράτευμα ὡς ἀφανίσων ἐπῄει τὸ Περσικὸν καὶ αὐτοῖς ἀναρπάσων τείχεσι τὸ Ἰκόνιον καὶ τὸν σουλτὰν ληψόμενος ὑποχείριον καὶ κατὰ τοῦ τραχήλου τοῦτον πατήσων ἐν τῷ ὑποθεῖναι δίκην θρανίδος ταῖς βάσε‐ σιν. Ἀμέλει τοι τὰ πρὸς τὴν ἔξοδον ἑτοιμασάμενος εἴσεισι τὸν Μέγαν
10Νεών, ὃς ἀπὸ τῆς θείας καὶ ἀρρήτου Σοφίας ὠνόμασται, καὶ τὸ θεῖον ἐπικαλεῖται συνέριθον καὶ τὴν νίκην αἰτεῖται μὲν ἐκεῖθεν, οὐ δέχεται δέ, ὡς τὸ τοῦ πολέμου πέρας ὑπέφηνε, μετατεθεῖσαν πρὸς τὸν ἀντίπαλον ἀνεφίκτοις ἡμῖν θεϊκοῖς κρίμασιν. Ἀπάρας οὖν τῆς βασιλίδος τῶν πόλεων Φρυγίαν τε καὶ Λαοδίκειαν
15διελθὼν ἀφικνεῖται ἐς Χώνας, πόλιν εὐδαίμονα καὶ μεγάλην, πάλαι τὰς Κολοσσάς, τὴν ἐμοῦ τοῦ συγγραφέως πατρίδα. καὶ τὸν ἀρχαγγελικὸν ναὸν εἰσιών, μεγέθει μέγιστον καὶ κάλλει κάλλιστον ὄντα καὶ θαυμασίας χειρὸς ἅπαντα ἔργον, ἐκεῖθεν ἐξελάσας εἰς Λάμπην ἵκετο καὶ πόλιν Κελαινάς, ἔνθα τοῦ Μαιάνδρου εἰσὶν αἱ ἐκδόσεις καὶ ὁ Μαρσύας ῥεῖ
20ποταμὸς ἐμβάλλων εἰς Μαίανδρον καὶ ὁ Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐκεῖ που λέγεται καθάπερ μύωπι οἰστρηθέντα βιαίῳ καὶ περὶ τῆς ἀοιδῆς ἐρίζειν ἀρξάμενον πρὸς Ἀπόλλωνα. κἀκεῖθεν εἰς τὸ Χῶμα ἐλθὼν τῷ Μυριοκεφάλῳ ἐφίσταται· φρούριον δὲ τοῦτο παλαιὸν καὶ ἀοίκητον, προκληθέν, οἶμαι, ὃ ἐγένετο ἢ γεγονὸς ὃ προεκλήθη· περὶ γὰρ αὐτὸ
25πολλάκις μυρίαις κεφαλαῖς Ῥωμαίων ἐβλήθη θάνατος, ὡς λέξων ἔρχομαι. Ἀεὶ δὲ σὺν κόσμῳ καὶ τάξει τοὺς σταθμοὺς ὁ βασιλεὺς ἐτίθετο βάλλων χάρακας καὶ τὰς ἀπάρσεις σὺν λόγῳ ποιούμενος καὶ μεθόδοις στρατη‐
γικαῖς χρώμενος, εἰ καὶ τὴν πορείαν εἶχε σχολαίαν διὰ τὰ τὰς μηχανὰς178

Man1,pt6

179

ἀνέχοντα ὑποζύγια καὶ τοὺς ἐπὶ τούτοις τεταγμένους, πολλοὺς ὄντας καὶ ἀπομάχους πάντας. ἀλλὰ καὶ οἱ Πέρσαι παραφαινόμενοι δι’ ἀκρο‐ βολισμῶν ἐπέκειντο καὶ προϊππεύοντες τὴν πόαν ἔκειρον τὴν ἐνόδιον, ὡς μὴ εἶεν τοῖς Ῥωμαίων ἵπποις χιλοί, καὶ τὰ ὕδατα ἠχρείουν, ὡς μὴ
5καθαροῦ σπῷεν Ῥωμαῖοι ὕδατος. αὐτοὶ μέντοι Ῥωμαῖοι κοιλιακῷ συνισχημένοι νοσήματι κακῶς ἔπασχον καὶ ἦν ἡ νοσηλεία αὕτη ἐπι‐ βοσκομένη μάλα τὸ στράτευμα. Ἐπὶ δὲ τούτοις ἐμέλησε μὲν τῷ σουλτὰν καὶ τοῦ πολέμου καὶ ξυμ‐ μαχικὸν συνεπορίσατο ἱκανὸν ἀπό τε τῆς Μέσης τῶν ποταμῶν καὶ τῶν
10ἄνω συμφύλων βαρβάρων, διαπρεσβευσάμενος δὲ καὶ ἐς βασιλέα τὰ πρὸς εἰρήνην συνθήκας ᾐτεῖτο καὶ τῶν ἐκείνῳ βουλητέων, ὁποῖα ἂν καὶ ὦσιν, ἐπένευε τὴν περάτωσιν. ἅπαντες τοίνυν, ὅσοι πολέμων οὐκ ἀμελέτητοι καὶ μάλιστα δὴ τῶν Περσικῶν καὶ χρόνῳ προήκοντες, ἐξελιπάρουν τὸν Μανουὴλ ἁρπάσαι τὴν τοῦ Πέρσου πρεσβείαν καὶ μὴ
15τῷ κύβῳ τοῦ πολέμου τὰς ἐλπίδας ὅλας ἀποχαρίζεσθαι, ἀφορῶντα μὲν καὶ πρὸς τὸ τοῦ ἀγῶνος μέγιστον καὶ τὰ μὴ βάσιμα ῥᾳδίως τῶν τόπων, ἃ οἱ ἀντίπαλοι προλοχίσουσιν, ὑποβλεπόμενον δὲ οὐχ ἧττον καὶ τὴν τῶν Τούρκων ἀκμαιοτάτην πᾶσαν καὶ εὔιππον δύναμιν, μὴ παρα‐ τρέχοντα δὲ καὶ τὴν νόσον, ἣ πιέζει τὸ στράτευμα. ὁ δὲ τοῖς παρὰ τῶν
20πρεσβυτέρων λεγομένοις μηδ’ ὅλως προσσχών, τὴν δ’ ἀκοὴν ὅλην ἀναπετάσας τοῖς ἐξ αἵματος αὐτῷ προσήκουσι καὶ τούτων μάλιστα ὁπόσοι σάλπιγγος ἐνυαλίου ἦσαν ἀπεριήχητοι καὶ τὴν κόμην ἀγλαοὶ καὶ φαιδροὶ τὰ πρόσωπα καὶ κλοιοῖς χρυσέοις καὶ περιδερραίοις διαφανέσιν ἐκ λίθων τηλαυγῶν καὶ μαργαρίδων τιμαλφῶν τοὺς τραχήλους περι‐
25δεόμενοι, τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψεν. Ὁ δὲ σουλτὰν οὐκ ἀνῆκεν αὖθις τὰ πρὸς εἰρήνην διαλεγόμενος. ἐπεὶ δὲ ἑώρα μὴ προχωρούσας τὰς συμβάσεις, ἀλλὰ καὶ βασιλέα αὐτὸν κατὰ τὸ Ἰκόνιον ἀποκρινεῖσθαί οἱ μεγαλαυχοῦντα, προκαταλαμβάνει τὰς δυσχωρίας, αἳ κλεισώρειαι τοῦ Τζιβρίτζη κατονομάζονται, ἃς καὶ
30ἤμελλον Ῥωμαῖοι μετὰ τὴν ἀπὸ τοῦ Μυριοκεφάλου παριέναι ἄπαρσιν,
κἀκεῖσε τὰς οἰκείας παραβύει φάλαγγας, ὡς ἀντιτάξαιντο Ῥωμαίοις179

Man1,pt6

180

αὐτίκα δὴ παριοῦσιν. ἔστι δὲ ὁ τόπος οὗτος ἐπιμήκης αὐλὼν ἔχων ὀρῶν ὑπερβολάς, κατὰ μὲν τὸ βόρειον κλίμα ὑποκαταβαίνων τοῦ ἀνάντους ἠρέμα εἰς γήλοφα καὶ πρὸς εὐρείας κοιλαινόμενος φάραγγας, κατὰ δὲ θάτερον μέρος εἰς προτομὰς προνεύων πετρῶν καὶ εἰς κρημνώδεις
5σύμπας ἀναστάσεις παρερρωγώς. Ἐπὶ τοιαύτης οὖν ἐλαύνειν μέλλων ὁδοῦ οὐδέν τι τῷ στρατῷ συν‐ οῖσον προμηθευσάμενος φαίνεται· οὔτε γὰρ τὸ πολὺ τῶν σκευοφόρων ἀπεσκευάσατο ἢ γοῦν τὰς ἁμάξας ἐκποδὼν ἔθετο, αἳ τὰς τειχομάχους ἔφερον μηχανάς, οὔτε μὴν ἀπεπειράσατο σὺν εὐζώνῳ τάγματι ἀπώ‐
10σασθαι Πέρσας πρότερον ἐκ τῶν ἀμφιλαφῶν ἐκείνων καὶ ὀρειαίων παρόδων καὶ λειᾶναι οὕτω τῷ στρατῷ τὴν δίοδον, ἀλλ’ ὡς εἶχεν ἐπὶ πεδινῶν ποιούμενος τὴν πορείαν, οὕτω κἀπὶ τῆς τρυμαλιᾶς ἐκείνης συνθλίβεσθαι εἵλετο, καίπερ ἀκοῇ προειληφώς, μετὰ βραχὺ δὲ καὶ τοὺς ὀφθαλμοὺς ἔχων αὐτοπείρως πιστουμένους τὰ ἀκουόμενα, ὡς οἱ βάρ‐
15βαροι κατειληφότες τὰς ἀκρωρείας ἐπίθωνται καὶ ὡς πᾶσαν μὲν φαρέτραν ἐκπωματίσουσι, πᾶν δὲ βέλος ἀφήσουσιν, ὅπως Ῥωμαίους τροπω‐ σάμενοι τοῦ πρόσω βαίνειν ἐπίσχωσιν. Ἐπῆγεν οὖν οὕτω τὰς φάλαγγας βασιλεύς. ἦν δὲ τότε μὴν ὁ Σε‐ πτέμβριος. προηγοῦντο δὲ τοῦ στρατοῦ μετὰ τῶν οἰκείων τάξεων οἱ
20δύο υἱοὶ τοῦ Ἀγγέλου Κωνσταντίνου, ὅ τε Ἰωάννης καὶ ὁ Ἀνδρόνικος, ὁ Μακροδούκας Κωνσταντῖνος καὶ ὁ Λαπαρδᾶς Ἀνδρόνικος. μετὰ δὲ τούτους τὸ μὲν δεξιὸν ἐπεῖχε κέρας ὁ τοῦ βασιλέως γυναικάδελφος Βαλδουῖνος, τὸ δ’ ἀριστερὸν ὁ Μαυροζώμης Θεόδωρος. ἐπὶ τούτοις εἵποντο τὰ σκευοφόρα καὶ τὸ οἰκετικὸν αἵ τε φέρουσαι τὰς ἑλεπόλεις
25ἅμαξαι, μετὰ δὲ βασιλεὺς αὐτὸς καὶ ὅσον ἐπίλεκτον, μεθ’ οὓς ὀπισθο‐ φύλαξ ὢν Ἀνδρόνικος ὁ Κοντοστέφανος. Ἐπεὶ δὲ ἥψαντο τῶν δυσβάτων πορειῶν, τὰ μὲν περὶ τοὺς υἱοὺς τοῦ Ἀγγέλου καὶ τὸν Μακροδούκαν καὶ τὸν Λαπαρδᾶν τάγματα διεληλύ‐ θεσαν ἀπείρατα κακῶν· αἱ γὰρ πεζικαὶ δυνάμεις προβεβλημέναι διεσό‐
30βουν τοὺς βαρβάρους ἐκ τῶν γηλόφων ἀνασειράζουσαι, ἐφ’ ὧν ἀπὸ180

Man1,pt6

181

τοῦ ὄρους καθηκόντων ἐπιστάντες ἐμάχοντο, κἀπὶ τὸ ἄναντες παλίμ‐ ποδας ἀνεστοίβαζον. τάχα δ’ ἂν καὶ τὰ ἐφεπόμενα τούτοις στρατεύματα παρήλθοσαν ἀπαθῶς τὰς τῶν Περσῶν ἐπισυστάσεις, εἴπερ ἔργον ἔθεντο Ῥωμαῖοι συμφράξασθαι καὶ τοῖς προηγουμένοις ἐφέπεσθαι τάγμασι καὶ
5διὰ τῶν τοξοτῶν ἀνέκοπτον τῶν ἐπικειμένων Περσῶν τὰ ὁρμήματα, νῦν δὲ αὐτοί τε τῆς συνεχείας κατημελήκασι καὶ οἱ Πέρσαι πλείονες ἐπι‐ βρίσαντες ἀπό τε τῶν ὑψηλῶν ἐπὶ τὰ ταπεινὰ καὶ πρὸς τὸ πρανὲς ἐκ τῶν γηλόφων ὑποκαταβάντες διαζευγνύουσι τὰς τάξεις συρραγέντες παραβολώτερον· καὶ τρέπονται τοὺς περὶ τὸν Βαλδουῖνον καὶ πολλοὺς
10μὲν τιτρώσκουσιν, οὐκ ὀλίγους δὲ ἀναιροῦσιν. ἔνθα δὴ ὁ Βαλδουῖνος πονηρὰ τὰ καθ’ αὑτὸν ὁρῶν τάγματα καὶ ἀτονώτερα, ὥστε διελεῖν τοὺς πολεμίους καὶ παρελθεῖν, καὶ πάντοθεν πιεζόμενος ἀναλαβὼν ἱππέας τινὰς εἰς τὰς φάλαγγας διελᾷ τῶν Περσῶν, κυκλωθεὶς δὲ ὑπὸ τῶν πολεμίων αὐτός τε κατακαίνεται καὶ οἱ σὺν αὐτῷ πίπτουσιν ἅπαντες
15ἀλκῆς ἔργα καὶ χειρὸς γενναίας παράστημα ἐνδειξάμενοι. Ἐκ δὲ τούτου πλεῖον ἐπαρθὲν τὸ βάρβαρον ἀπόρους πάντῃ Ῥω‐ μαίοις ἐποίουν τὰς τροχιὰς καὶ βύζην νενησμένοι ἀπεῖργον τὴν πάροδον. οἱ δὲ Ῥωμαῖοι οἷα ἐν στενῷ χωρίῳ εἱλούμενοι καὶ ἀλλήλοις περιπίπτοντες οὐ μόνον δρᾶσαί τι κακὸν οὐκ εἶχον τοὺς πολεμίους, ἀλλὰ καὶ τοῖς
20ἐπιπορευομένοις προσιστάμενοι ἀχρείους κἀκείνους ἐποίουν εἰς τὸ ἀμύνασθαι. ὅθεν καὶ ῥᾷον ὑπὸ τῶν ἐπικειμένων αὐτοῖς ἔθνησκον· καὶ ἦν οὐδὲ μία τις ἐπιβοήθησις ἀπὸ τῶν οὐραγούντων ταγμάτων ἢ ἐκ βασιλέως αὐτοῦ ἢ ὑποχώρησις καὶ παρέγκλισις ἐπὶ θάτερα· αἱ γὰρ ἅμαξαι κατὰ μέσον ἑλκόμεναι ὑπονοστῆσαι μὲν οὐδαμῶς εἴων τὰς
25προηγουμένας τάξεις καὶ μετατάξασθαι πρὸς τὸ χρήσιμον, τοῖς δὲ μετὰ τοῦ αὐτοκράτορος στρατεύμασιν ὥσπερ ἀντίφραγμα γινόμεναι τὴν ἐς τὰ πρόσω πορείαν ἀπετείχιζον. Ἔπιπτε τοίνυν βοῦς ἐκ τοξεύματος Περσικοῦ καὶ παρ’ αὐτῷ βοώτης ἀπέψυχεν. ἵππος καὶ ἀναβάτης ὁμοῦ κατεβέβληντο. αἱ σήραγγες
30μεσταὶ σωμάτων προυφαίνοντο. τὰ ἄλση τῶν πεσόντων πεπλήρωτο.181

Man1,pt6

182

αἱμάτων ῥύακες προύβαινον κελαρύζοντες. αἷμα συνεφύρετο αἵματι, τῷ τῶν ὑποζυγίων τὸ βρότειον. οὕτως ἦν δεινὰ τὰ ἐκεῖ καὶ πᾶσαν ὑπερβαίνοντα συγγραφήν. ὡς οὖν οὔτε προχωρεῖν ἐξῆν καὶ τὸ ἀνα‐ ζεῦξαι δὲ ἄλλως ἀδύνατον (οἱ γὰρ Πέρσαι καὶ κατὰ νώτου ἐγένοντο
5καὶ τὰ πρόσω ἐποίουν ἄβατα), ὅσα καὶ θρεμμάτων ἀγέλαι Ῥωμαῖοι περὶ σταθμοὺς τὰς δυσχωρίας ἐκείνας ἐφθείροντο. Ἀλλὰ καὶ εἴ τι που γενναίου φρονήματος ἐπῆν εἰσέτι αὐτοῖς ἢ θυμοῦ κατὰ τῶν ἀντιπάλων ὑπολέλειπτο ζώπυρον, καὶ τοῦτο σβεσθὲν ἀφῄρητο καὶ ἀπέλιπεν αὐτοὺς τὸ πρόθυμον τέλεον ἐκ τοῦ τοὺς πολεμίους ὑπ’
10ὄψιν ἄγειν αὐτοῖς ἕτερον συμφορᾶς ἐπεισόδιον, αἰχμῇ περιπαρεῖσαν τὴν Ἀνδρονίκου τοῦ Βατάτζη κεφαλήν. ἦν δὲ οὗτος ἀδελφιδοὺς μὲν τῷ βασιλεῖ Μανουήλ, ἀπέσταλτο δὲ μετὰ στρατιᾶς, ὅσηπερ ἐκ Παφλαγόνων καὶ τῆς ἐν Πόντῳ Ἡρακλείας ἐστρατολόγητο, τοῖς Ἀμασεῦσι Τούρκοις ἀντιταξόμενος.
15 Φήμαις τοίνυν τοιαύταις ὁ βασιλεὺς καὶ ἀπευκταίοις τοιοῖσδε θεά‐ μασι τὸ λογιζόμενον συγχυθεὶς καὶ τὴν τοῦ ἀνεψιοῦ προτεινομένην ὁρῶν κεφαλὴν καὶ τὸ τοῦ κινδύνου, ἐν ᾦ συνείληπτο, προορώμενος μέγεθος ἀθυμίᾳ συνείχετο καὶ ἀφασίᾳ πέσσων τὸ ἄλγος καὶ κωφοῖς, ὃ λέγεται, δάκρυσι τὸ πένθος ἀφοσιούμενος τὸ μέλλον ἐκαραδόκει καὶ τὴν
20γνώμην ἀμφιρρεπὴς ἐδείκνυτο. Τὰ δέ γε προπορευθέντα Ῥωμαίων τάγματα τὰς ἐπισφαλεῖς ἐκείνας ὁδοὺς ἀπαθῶς διελθόντα ἐνηυλίσαντό που καὶ χάρακα ἔβαλον γηλόφου λαβόμενα ἀσφάλειαν ἐκ μέρους βραβεύοντος. Οἱ δὲ Πέρσαι τὸ πᾶν εἰσέφερον τῆς σπουδῆς τὰ περὶ τὸν βασιλέα
25καταπαλαῖσαι στρατεύματα, ὡς εἰ τὸ πλεῖστον κατατροπωθείη καὶ κράτιστον, κἀκεῖνα ῥᾳδίως παραλύσειν οἰόμενοι· καθὰ καὶ ἐπὶ δράκοντος ὁρῶμεν γινόμενον, τῆς γὰρ κεφαλῆς συντριβείσης καὶ ὁ λοιπὸς συν‐ νεκροῦται ὁλκὸς τοῦ σώματος, ἢ καὶ ἐπ’ ἀκροπόλεως, ταύτης γὰρ ἐξαιρεθείσης καὶ ἡ λοιπὴ πόλις ὡς κατάκρας ἁλοῦσα τὰ οἴκτιστα πέπονθε.
30καὶ βασιλεὺς μὲν πολλάκις ἀπεπειράσατο τοὺς βαρβάρους μεταστῆσαι τῶν182

Man1,pt6

183

ἐκεῖσε δυσπαρόδων ὁδῶν καὶ πολὺς ἦν ἐγκείμενος τοῖς ὑπ’ αὐτὸν ἐξ‐ ομαλίσειν τὴν δίοδον· οὐχ ὁρῶν δὲ τὰ κατὰ σκοπὸν προβαίνοντα καὶ ὡς ἀπολεῖται οὐδὲν μεῖον καὶ μένων κατὰ χώραν, οἷα τῶν Περσῶν ἐπικρατεστέρων ἀεὶ γινομένων ὡς ἐξ ὑπερδεξίων μαχομένων, ἐσβάλλει
5πρὸς τοὺς ἐνώπιον αὐτῷ πολεμίους μετ’ ὀλίγων τῶν ἀμφ’ ἐκεῖνον, καὶ τοῖς λοιποῖς δὲ ὑποτίθησι σώζειν σφᾶς, ὡς ἕκαστος δύναται· μηδὲν γὰρ χρηστὸν ἐκ τῶν ἐν ὄψει κατανοεῖν. Καὶ βασιλεὺς μὲν ὡς ἐκ γαλεάγρας τῆς τότε αὐτὸν διειληφυίας ἐξώλισθε φάλαγγος μετὰ τραύματα πολλὰ καὶ μώλωπας συνεχεῖς, οὓς
10ἀπὸ ξιφῶν ἐπλήγη καὶ κορυνῶν ὑπὸ τῶν περιστάντων αὐτὸν Περσῶν, ἐπεὶ καὶ οὕτω δι’ ὅλου τοῦ σώματος τετραυμάτιστο, ὡς τὸν μὲν θυρεὸν περί που τοὺς τριάκοντα ἔχειν ἐμπεπηγότας διψητικοὺς αἵματος ὀϊστούς, αὐτὸν δὲ μηδ’ ἀνορθῶσαι ὅλως δύνασθαι περιτραπεῖσαν τὴν κόρυθα. πλὴν καὶ οὕτω παρὰ δόξαν τὰς τῶν βαρβάρων διέδρα λαβάς, ὑπὸ θεοῦ
15φρουρηθεὶς τοῦ καὶ ἐπὶ κεφαλὴν πάλαι Δαυὶδ ἐν ἡμέρᾳ πολέμου ἐπι‐ σκιάζοντος, ὡς αὐτός φησιν ὁ φιλόψαλμος. τὰ δ’ ἄλλα τάγματα χειρόνως ἔπασχον ἀεὶ δόρασι περισταδὸν λελογχωμένοις νυσσόμενα καὶ βέλεσιν ἐκ τοῦ σχεδὸν διαμπερὲς ἐλαυνόμενα καὶ ὑπ’ ἀλλήλων ἐν τῷ συμπίπτειν διαφθειρόμενα. εἰσὶ δ’ οἳ καὶ ταύτην μὲν ἀπαθεῖς παρ‐
20ῆλθον τὴν φάραγγα καὶ τοὺς ἐπ’ αὐτῆς ἱσταμένους Πέρσας ἐσόβησαν, προελθόντες δὲ καὶ τῆς μετ’ ἐκείνην ἁψάμενοι σήραγγος ὑπὸ τῶν ἐκεῖσε πολεμίων ἀπώλοντο. εἰς γὰρ κοιλάδας ἑπτὰ ταφρώδεις πάσας καὶ ἀγχιτέρμονας ἡ πάροδος ἐκείνη διέσχιστο, εὐρυνομένη βραχὺ καὶ συμπτυσσομένη πάλιν πρὸς τὸ στενόπορον· καὶ ἦσαν αὗται παρὰ τῶν
25Τούρκων ἀκριβῶς ἐφεστώτων τηρούμεναι. ἀλλ’ οὐδ’ ὁ λοιπὸς χῶρος τῶν πολεμίων ἐσπάνιζε καθαρῶς, ἀλλ’ ἅπας τούτων πεπλήρωτο. Τότε δὲ καὶ ἀνέμου πνεύσαντος καὶ θῖνα βαθεῖαν ἐκ τῆς ἐκεῖσε ψαμ‐ μώδους μετεωρίσαντος γῆς σύρδην ἐμπίπτουσαν ἀμφότερα συμπεσεῖν ἐγένετο τὰ στρατεύματα καὶ ὡς ἐν νυκτομαχίᾳ καὶ σκότει ψηλαφητῷ
30ἀλλήλοις προσφερόμενα τοῖς ἐχθροῖς τοὺς φίλους ἐπικατέσφαττον καὶ183

Man1,pt6

184

οὐκ ἦν ἐξ ὁμοφύλου διακρίνειν ἀλλόφυλον, ἀλλὰ Πέρσαι καὶ Ῥωμαῖοι συμβεβλημένοι καὶ καθ’ ὁμογενῶν ἐσπῶντο τὰ ξίφη καὶ τὸν προσιόντα κατέκαινον ὡς πολέμιον, ὡς τὰς τάφρους τάφον ἕνα γενέσθαι καὶ πάμ‐ μικτον πολυάνδριον καὶ σκήνωμα κοινὸν Ῥωμαίων τε καὶ βαρβάρων καὶ
5ἵππων καὶ βοῶν καὶ ὄνων ἀχθοφορούντων. Ἔπεσον οὖν ἀριθμῷ πλείους Ῥωμαῖοι καὶ πλεῖστοι μάλιστα τῶν ἐκ τοῦ γένους τῷ βασιλεῖ καὶ τούτων οἷς πολὺ τὸ ἐπίσημον. ὡς δὲ ἡ κόνις ἐλώφησεν ἥ τε ἀχλὺς ἐκείνη καὶ ἡ ἀορασία διεσκέδαστο, ὠπτάνοντό τινες (φεῦ τοῦ ἀπευκταίου πράγματος καὶ ὁράματος) ἕως ἰξύος καὶ
10τραχήλου συνισχημένοι τοῖς πτώμασιν, οἳ καὶ χεῖρας μὲν ἱκέτιδας ὤρεγον καὶ σχήμασιν ἐλεεινοῖς καὶ φωναῖς γοερὸν ὑπηχούσαις προυκα‐ λοῦντο τοὺς παριόντας εἰς ἀρωγήν, οὐδένα δὲ τὸν ἀμύνειν δυνάμενον εἶχον οὐδὲ τὸν σώζοντα· πάντες γὰρ οἷς ἔπασχον ἐκεῖνοι τὴν οἰκείαν προτυπούμενοι συμφορὰν τὸν περὶ ψυχῆς τρέχοντες ἀκούσιοί τινες ἦσαν
15ἀνοικτίρμονες καὶ ὡς τάχους εἶχον σώζειν ἑαυτοὺς ἔσπευδον. Ὁ δὲ Μανουὴλ σκιὰν ὑπελθὼν ἀχλαδηφοροῦντος δένδρου ἀνελάμ‐ βανεν ἑαυτὸν καὶ καμοῦσαν συνέλεγε τὴν ἰσχύν, μὴ ἔχων ὑπασπιστὴν συνιστάμενον, μὴ δορυφόρον ἐπισπόμενον, μὴ σωματοφύλακα ἐφεπό‐ μενον. ἰδὼν δέ τις αὐτὸν καὶ οἰκτείρας ἐκ τοῦ τῶν ἱππέων τάγματος,
20καὶ οὗτος τῶν ἀφανῶν καὶ πολλῶν Ῥωμαίων, ἐφίσταταί οἱ προθύμως κατὰ προαίρεσιν καὶ διακονεῖν αἱρεῖται τὰ δυνατά, ὅθεν καὶ τὴν κυνέην ἑτέρωσε βαλλομένην τῇ ἐκείνου ἐφήρμοσε κεφαλῇ. Ἐν ᾧ δὲ καθ’ ὃ εἰρήκειμεν δένδρον ὁ βασιλεὺς ἀνεκώχευεν, ἐπιδραμών τις Πέρσης ἐφεῖλκε τοῦτον τοῦ χαλινοῦ κατὰ πολλὴν τοῦ κωλύσοντος
25ἐρημίαν· ὁ δὲ πλήξας αὐτὸν κατὰ κεφαλῆς τῷ τοῦ δόρατος τμήματι, ὃ εἶχεν ἔτι ἐν ταῖν χεροῖν, εἰς γῆν ἔβαλε. μετ’ οὐ πολὺ δ’ ἕτεροι Πέρσαι ζωγρίαν ἑλεῖν ὀριγνώμενοι ἐπ’ αὐτὸν ἵενται, ῥᾳδίως δὲ καὶ τούτους ἐώσατο· βασιλεὺς μὲν γὰρ τὸ τοῦ συνεστῶτος ἱππότου δόρυ ἀγκοινη‐ σάμενος διαπείρει ἕνα τῶν ἐπιόντων ἕως καὶ εἰς αὐτὸν θάνατον, αὐτὸς
30δὲ ὁ ἱππότης τὸ ξίφος σπασάμενος ἀποκαρατομεῖ ἕτερον.
Συναλισθέντων δὲ περὶ τὸν βασιλέα ἑτέρων ὁπλοφόρων δέκα Ῥω‐184

Man1,pt6

185

μαίων, ἐκεῖθεν μετέβαινε, συμμῖξαι γλιχόμενος τοῖς προηγησαμένοις τάγμασιν. ἀλλ’ αὖθις μικρόν τι προβὰς ὑπό τε Τούρκων τῆς πρόσω πορείας εἴργεται καὶ τοῖς τῶν πεσόντων οὐχ ἧττον νεκροῖς ἀπερύκεται, οἳ περὶ τὰς ὁδοὺς αἰθριάζοντες ἀπέφραττον αὐτὰς σωρηδὸν κείμενοι.
5μόλις δὲ τὰ ἐκεῖ δυσπόρευτα χωρία καὶ τὸν ἐγγύς που παραρρέοντα χείμαρρον διελθών, ἐνιαχοῦ τῶν θνησιμαίων ἐπιβαίνων καὶ τούτων ὕπερθεν ἱππαζόμενος, ἀθροίζει καὶ ἄλλο τι στῖφος Ῥωμαϊκὸν κατὰ θέαν αὐτοῦ συνδραμόν· ὅτε καὶ ἀναβλέψας ὁρᾷ τοῖς ὀφθαλμοῖς τὸν ἐπ’ ἀνεψιᾷ γαμβρόν, τὸν Καντακουζηνὸν Ἰωάννην, ἕνα πρὸς πλείονας
10ἁμιλλώμενον καὶ ἀνδρείως αὐτοῖς προσφερόμενον καὶ περιβλεπόμενον μέν, εἴ τις ἐπαρήξων ἐκείνῳ ἐλεύσεται, ἐκ δὲ τοῦ μηδένα τὸν ἀμύνοντα παρεστάναι μετὰ βραχὺ πίπτοντά τε καὶ σκυλευόμενον. Οἱ δὲ τοῦτον ἀπεκτονότες Πέρσαι, ὡς εἶδον παριόντα τὸν αὐτοκράτορα (οὐδὲ γὰρ ἦν λαθεῖν), συγκροτηθέντες εἰς σπείραν ὡς εἰς θήραμα μέγα τὸν
15βασιλέα ἐπῄεσαν· ᾤοντο γὰρ αὐτίκα δὴ μάλα τοῦτον αἱρήσειν ἢ ἀναιρή‐ σειν. ἦσαν δ’ οὗτοι πάντες Ἀραβίοις ἔποχοι ἵπποις καὶ κατὰ θέαν τῶν πολλῶν ὑπερφέροντες· ὁπλισμοῖς τε γὰρ ἐκπρεπέσιν ἐκάζοντο καὶ τοὺς ἵππους εἶχον ἠσκημένους ἄλλοις τε κόσμοις λαμπροτάτοις, ἀλλὰ δὴ καὶ ἐπαυχενίοις ἀγλαΐσμασιν ἐκ τριχῶν συγκειμένοις ἱππείων ἐς ἱκανὸν
20καθιεμένων καὶ περιηρτημένους ἐχουσῶν ἠχητικοὺς κώδωνας. βασιλεὺς δ’ ἀναστήσας τῶν περὶ αὐτὸν τὰ φρονήματα τὴν τῶν πολεμίων ἐπέλευ‐ σιν εὐπετῶς ἀποκρούεται, ἀεὶ δὲ κατὰ βραχὺ προβαίνων τοῖς ἔμπροσθεν καὶ νῦν μὲν πολέμου νόμῳ, ἐνιαχοῦ δὲ καὶ ἀναιμωτὶ παριππεύων τοὺς Πέρσας, ἄλλους ἐπ’ ἄλλοις συνιόντας καὶ πάντας συλλαβεῖν αὐτὸν
25σπεύδοντας, τρισάσμενος ἐφίσταται καὶ ἀσπάσιος τοῖς προωδευκόσι τάγμασιν οὐ μᾶλλον περὶ αὐτοῖς δυσχεραίνουσιν ἢ ἐπ’ αὐτῷ μὴ φαινο‐ μένῳ ἀγωνιῶσιν. Οὔπω δὲ συμμίξας τούτοις, ἀλλ’ ἐκεῖσε ἔτι ὤν, ἔνθα ποταμὸν πα‐ ραρρέειν ὁ λόγος εἴρηκε, δίψει συνέχεται· καὶ δὴ αἰτεῖται τῶν παρ‐
30εστώτων τινὰ λαβόντα ὑδρεῖον ὕδωρ ἀρύσασθαι καὶ αὐτῷ ἀποκομίσαι
πιεῖν. σπάσας τοίνυν τοῦ ὕδατος ὅσον ἂν τὴν ἐκείνου ἐδίανεν ὑπερῴην185

Man1,pt6

186

τὸ λοιπὸν ἐξέχεεν, οἷα μὴ τοῦ ποθέντος ἡδέως διὰ τοῦ οἰσοφάγου κατολισθαίνοντος. πολυπραγμονήσας δὲ τὸ ποτὸν καὶ λυθρῶδες τοῦτο κατανοήσας ᾤμωξε καὶ εἶπε μὴ εὐτυχῶς ἀπογεύσασθαι τοῦ τῶν Χρι‐ στιανῶν αἵματος. παρεστὼς δέ τις ἀνὴρ ἰταμὸς καὶ θρασύς, ὡς ἔδειξε,
5καὶ τοῦ τότε καιροῦ δυσκολώτερος ἀνερυθριάστως ἔφησεν „ἄπαγε, βασιλεῦ, οὔκουν ταῦτα, οὐχί· οὐ γὰρ νῦν πρώτως, ἀλλὰ πάλαι καὶ πολλάκις καὶ εἰς κραιπάλην καὶ ἄγαν ἀκραιφνὴς Χριστιανικῶν αἱμάτων κρατὴρ ἐκεράσθη σοι, καλαμωμένῳ τε καὶ ἐπιφυλλίζοντι τὸ ὑπήκοον.“ οὕτω δ’ ἱλαρῶς τὸν κακήγορον ἐκεῖνον καὶ λοίδορον ὑπήνεγκεν ἄνθρω‐
10πον, ὡς εἰ μὴ ἦν ἀκούων μηδ’ ἔχων ἐλεγμοὺς ἐν τῷ στόματι. Ὁρῶν δὲ καὶ τοὺς θησαυροφύλακας θυλάκους διασπωμένους ὑπὸ Περσῶν καὶ κατὰ γῆς χεόμενον καὶ ἁρπαζόμενον τὸν εἰς νόμισμα κεκομ‐ μένον χρυσόν τε καὶ ἄργυρον ἐνῆγε τοὺς συνόντας Ῥωμαίους ἐπεισπε‐ σεῖν τοῖς βαρβάροις καὶ κτήσασθαι τὰ χρήματα Περσῶν δικαιότερον.
15συστὰς δὲ αὖθις ἐκεῖνος ἀνὴρ διελοιδορεῖτο ἀναιδῶς βασιλεῖ τοιαῦτα κελεύοντι „ἐχρῆν“ λέγων „ἑκουσίως καὶ πρότερον διδόναι Ῥωμαίοις ταυτί, οὐχὶ δὲ πάντως νυνί, ὅτε ἡ κτῆσις δυσχερὴς καὶ μεθ’ αἵματος. εἰ δ’ αὐτός ἐστιν ἰσχύος ἀνήρ, ὁποῖος εὔχεται εἶναι, ἢ γοῦν ἀναξυρίδα περίκειται, τοῖς χρυσοσύλαις συρραγεὶς Πέρσαις καὶ συγκόψας τούτους
20θαρραλεώτερον ἐπανασωσάτω Ῥωμαίοις τὰ ἁρπαζόμενα“. ἐσιώπα δὲ κἀπὶ τούτοις τοῖς ῥήμασι μὴ ὑπ’ ὀδόντα γρύζων μὴ τονθορύζων, ἀλλὰ φέρων τὴν τοῦ κερτόμου προπέτειαν ὡς Δαυὶδ πάλαι Σεμεεὶ τὴν αὐθά‐ δειαν. Ὀψὲ δὲ καὶ ὁ Κοντοστέφανος Ἀνδρόνικος ἀβλαβὴς παρῆν, ὃς
25ὠπισθοφυλάκει, καὶ ἕτεροι τῶν δυναμένων μέγα παρὰ τῷ Μανουὴλ ἀπλῆγες συνδεδραμήκασιν. Ἐπεὶ δὲ νὺξ ἐπῆλθε καὶ σκότος ἡμέρας διάδοχον τὸν πόλεμον ἔπαυ‐
σεν, ἀδημονῶν ἅπας καθῆστο ὑπτίῳ τῷ τῆς χειρὸς κοίλῳ ῥίψας τὴν186

Man1,pt6

187

κεφαλὴν καὶ τὸν ἐνεστῶτα κίνδυνον φανταζόμενος οὐ τοῖς ζῶσι συν‐ έταττεν ἑαυτόν, καὶ μάλισθ’ ὅτι τὸν χάρακα περιτρέχοντες διαπρυσίοις ἀνεκάλουν φωναῖς οἱ βάρβαροι τοὺς ὁμοεθνεῖς αὐτοῖς, οἳ κατὰ χρείαν ἢ μετάθεσιν πίστεως πρὸς Ῥωμαίους πάλαι προυχώρησαν, καὶ παρῄνουν
5ἐξελθεῖν αὐτονυχὶ τοῦ στρατηγίου ὡς ἀπολουμένων ἄρδην ἕωθεν αὐτίκα τῶν ἐν αὐτῷ. διενυκτέρευον οὖν Ῥωμαῖοι κατὰ φήτρας καὶ λογάδας φίλας συναγειρόμενοι, βαπτόμενοι πρὸς ὦχρον ὑπὸ δέους, εἰς οἷον τὰ πέταλα τῶν δένδρων κατὰ καιρὸν τὸν φυλλοχόον μεταμορφά‐ ζεται.
10 Αὐτὸς δὲ ὁ κρατῶν ἀγενεστάτας βουλὰς ὤδινεν. ὡς δὲ ταύτας ἀποτεκὼν εἰς ἀκοὴν τῶν σὺν ἐκείνῳ ἐξέφερε καὶ ἦν τὸ ὑφηγούμενον λαθραία φυγὴ καὶ τῶν τοσούτων ψυχῶν εἰς αἰχμαλωσίαν καὶ θάνατον ἔκδοσις, ἐκπλήττει τοὺς ἀκροωμένους καὶ πλέον τὸν Κοντοστέφανον, ἀνδρὸς ἀλλοφρονοῦντος καὶ περιστρεφομένου σκοτοδίνῃ ἀτεχνῶς
15φθεγγόμενος ῥήματα. οὐ μόνον δὲ οἱ πρὸς σκέψιν τοῦ ποιητέου συν‐ ελθόντες βαρέως ἤνεγκαν τὰ ἠνωτισμένα, ἀλλὰ καί τις ἔξωθεν ἑστὼς τῆς σκηνῆς ἐκ τῶν ἀγνώστων στρατιωτῶν, ὡς τὸ βασιλικὸν ἐς οὖς ἐδέξατο σκέμμα, ὑψώσας τὴν φωνὴν καὶ διωλύγιον ἀνοιμώξας „φεῦ“, εἶπεν „ὁποῖα καὶ δὴ ὁ βασιλεὺς Ῥωμαίων εἰς νοῦν ἐβάλετο“. καὶ πρὸς
20ἐκεῖνον τὴν τοῦ λόγου στρέψας ὁρμὴν „οὐχὶ σύ“ φησιν „ὁ διὰ τῆς ἐρήμης ταύτης καὶ στενῆς ὁδοῦ ἐκθλίψας ἡμᾶς καὶ εἰς ἀπώλειαν διηθήσας, ἢ μᾶλλον οἱονεί τινι ὅλμῳ ἐκπιέσας τοῖς συμπίπτουσι τούτοις σκοπέλοις καὶ τοῖς πεσοῦσιν ἀτεχνῶς ἐφ’ ἡμᾶς ὄρεσι; τί ἡμῖν καὶ τῇ κοιλάδι ταύτῃ τοῦ κλαυθμῶνος καὶ τῷ στομίῳ τοῦ ᾅδου ἄντικρυς καὶ τῷ παρελθεῖν τὰς
25ἀνωμάλους ταύτας καὶ τραχείας τροχιάς; ἢ τί ἴδιον ἐπάγειν τοῖς βαρ‐ βάροις ἐπίκλημα εἴχομεν, οἳ τοὺς χώρους τούτους τοὺς στενούς τε καὶ βιαίους καὶ σκολιοὺς περικαθίσαντες ἡμᾶς ἐσαγήνευσαν; καὶ νῦν ὅπως καταπροδίδως ὡς πρόβατα σφαγῆς τοῖς ἐχθροῖς;“ τούτοις μαλαχθεὶς τὴν ψυχὴν εἴτ’ οὖν ἕως καρδίας δηχθεὶς εἰς ἑτέραν ἐτράπετο καὶ τὴν
30κατὰ τὸν καιρὸν ἐκεῖνον ἐλᾶν εἵλετο.187

Man1,pt6

188

Ἀλλ’ ὁ σπέρμα ἐγκαταλείπων πάλαι τῷ Ἰσραήλ, ἵνα μὴ εἰς τέλος ἀφαντωθείη τὸ οἰκεῖον κληρούχημα ὡς Σόδομα γεγονὸς καὶ ὁμοιωθὲν ὡς Γόμορρα, ὁ παιδεύων καὶ πάλιν ἰώμενος, ὁ πατάσσων καὶ ζῆν ποιῶν, ὁ μὴ τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων ἐῶν,
5οὗτος καὶ τότε τὸ ἅγιον ἔθνος κατοικτειρήσας καὶ μὴ ἀπώσασθαι θελήσας εἰς τέλος κάμπτει τὴν τοῦ σουλτὰν ψυχὴν εἰς ἀξύμφυλον ἔλεον, τὸ καινό‐ τατον, καὶ ὃς τὴν τοῦ βασιλέως ἀρετὴν αἰδούμενος πρότερον, τότε καὶ ταῖς ἐκείνου συμφοραῖς ἐπικλᾶται· ἢ γοῦν ὁ διὰ Χουσὶ τὴν Ἀχιτόφελ ἀκυρώσας βουλὴν καὶ τὰς φρένας ἀλλοιώσας Ἀβεσαλώμ, ὡς τοῖς καθ’
10ἐαυτοῦ καὶ χείροσιν ἐπαγάλλεσθαι, αὐτὸς καὶ τότε τὸν Περσάρχην ἐξέκρουσε τοῦ καθήκοντος. παρασυρεὶς γὰρ οὗτος ταῖς τῶν μεγιστά‐ νων αὐτοῦ ὑποθημοσύναις, οἵπερ ἀπήντλουν ἀμφοτέραις ἐκ βασιλέως κατὰ τὸν τῆς εἰρήνης καιρὸν τὰ χρήματα, πέμψας πρεσβείαν εἰρηνικὰ διαλέγεται καὶ τὴν συνομολογίαν ὡς πρώην αὖθις ἐπιζητεῖ, προφθάνων
15οἷον προαιρετῶς, τοῦ Κρείττονος ἐποτρύνοντος, τὸν ἀναγκαστῶς εἰς τὰς συμβάσεις βλέψαντα ἄνακτα. Οἱ δὲ δὴ Πέρσαι μήπω τῶν κατὰ σκοπὸν τῷ σουλτὰν ἀπεκφαν‐ θέντων ἅμα ἕῳ προσήλαυνον ὡς κυκλωσόμενοι Ῥωμαίους καὶ ὥσπερ ὄψον εὐτρεπὲς καὶ καθ’ ὁρμὴν μίαν, οἷα θῆρες, λαφύξοντες, ἢ ὡς ἐγκατα‐
20λελειμμένα ᾠὰ καὶ νοσσιὰν ἐρήμην ἀπάξοντες. περιστείχοντες τοίνυν τὸν χάρακα τοὺς ἐντὸς κατετόξευον, κύκλῳ περιελαύνοντες καὶ βαρ‐
βαρικῶς ἀλαλάζοντες. βασιλεὺς οὖν ἐγκελεύεται Ἰωάννῃ τῷ τοῦ Ἀγγέ‐188

Man1,pt6

189

λου Κωνσταντίνου υἱῷ μετὰ τοῦ συνόντος αὐτῷ τάγματος τοῖς Πέρσαις προσβαλεῖν· ὁ δὲ κατὰ τὴν βασιλικὴν ἐπιταγὴν ἀναστελεῖν τοὺς Τούρκους πειρᾶται, οὐδὲν δέ τι δράσας γενναῖον παλίνστροφος γίνεται. ἐκ δὲ τούτου ὁ Μακροδούκας Κωνσταντῖνος τὴν ὑπ’ αὐτὸν ἐξάγει στρατιὰν
5ἐκ τῶν ἑῴων στρατολογουμένην ταγμάτων· ἀλλὰ καὶ οὗτος μικρόν τι φανεὶς ὑπενόστησεν. Ὁ δέ γε σουλτὰν πέμπει πρὸς βασιλέα Γαβρᾶν τὰ πρῶτα τῶν παρ’ αὐτῷ τετιμημένων καὶ ᾠκειωμένων μάλιστα. τὸ δ’ ἀπὸ τοῦδε οἵ τε Τοῦρκοι ἐκ παραγγελίας τοῦ προσβάλλειν περιστάδην ἀπέστησαν καὶ Ῥωμαῖοι
10τοῦ ἐπεξέρχεσθαι λήγουσιν. ὀφθῆναι δὲ τῷ βασιλεῖ μέλλων Γαβρᾶς βαθεῖαν καὶ βαρβαρικὴν ἀπονέμει προσκύνησιν καὶ ἅμα ἵππον προσ‐ άγει δῶρον ἐκ τοῦ σουλτὰν Νισαῖον ἀργυροχάλινον ἐκ τῶν φατνι‐ ζομένων εἰς πομπὰς καὶ περιμήκη ἀμφήκη μάχαιραν καὶ λόγον κινεῖ περὶ σπονδῶν, διομαλίσας πρότερον λόγοις ἁπαλοῖς τὴν ἐπὶ τοῖς συμβᾶσιν
15ὑπεμφαινομένην ἀχθηδόνα τοῦ βασιλέως καὶ καταστείλας τὸ τοῦ πάθους φλεγμαῖνον, οἷά τισιν ἐπᾴσμασιν, οἷς πρὸς τὸ οὖς ἐκείνῳ ὑπεψιθύρισε ῥήμασι. θεασάμενος δὲ Γαβρᾶς ἣν εἶχε στολάδα ἐπὶ τοῦ θώρακος βασι‐ λεύς, τὴν χροιὰν χολοβάφινον, „οὐκ εὐσύμβολον τὸ χρῶμα τοῦτό“ φησιν, „ὦ βασιλεῦ, ἀλλὰ καὶ λίαν κατὰ τὴν ὥραν τοῦ πολέμου ταῖς
20ἀγαθαῖς τύχαις ἀντιπρᾶττον.“ αὐτὸς δ’ ἐπὶ τοῖς εἰρημένοις βραχὺ καὶ βεβιασμένον μειδιάσας τὴν ἐπιθωράκιον στολὴν ἀποδὺς ἐκείνῳ δίδωσι πορφύρᾳ καὶ χρυσῷ διηνθισμένην. τὸν δ’ ἵππον καὶ τὸ ξίφος δεξάμενος ἐγγράφους τίθεται τὰς σπονδὰς καὶ τὴν χεῖρα τούτοις βραβεύει. ἐνῆν δὲ τῷ γραμματίῳ καὶ ἄλλα μὲν ὅσα ὁ καιρὸς ἐπέταττε κατὰ μηδὲν
25ἀκριβολογούμενος, ἀλλὰ δὴ καὶ τὸ καταστραφῆναι τὰ φρούρια τό τε Δορύλεον καὶ τὸ Σούβλεον. Οὕτως οὖν εὑρηκὼς τὸν βάρβαρον τὰ πρὸς εἰρήνην ἀληθῶς λαλή‐
σαντα καὶ μὴ ἐπ’ ὀργὴν δόλους διαλογιζόμενον αἰτεῖται δι’ ἄλλης189

Man1,pt6

190

ὁδοῦ πορευθῆναι καὶ μὴ τὴν αὐτὴν ἀναμετρήσειν αὖθις, ἣν ἐβάδισε πρότερον, ἐκκλῖναι τοὺς πεσόντας βουλόμενος· οἱ δὲ τῆς ὁδοῦ ἡγεμόνες κατ’ αὐτὸ τοῦτο μᾶλλον ἐπὶ τὴν ἐκεῖσε προῆγον, ἵν’ ὀφθαλμοῖς οἰκείοις ἐπόψοιτο τὰ οἰκτρότατα ἐκεῖνα θεάματα. καὶ ἦν γὰρ ἀληθῶς δακρύων
5ἄξια τὰ ὁρώμενα, ἢ ἀληθέστερον εἰπεῖν, μείζω τοῦ ἀνακλαυσθῆναι διὰ τὸ τοῦ κακοῦ μέγεθος. αἵ τε γὰρ φάραγγες ἐς ἰσόπεδον ἀνέβαινον καὶ αἱ κοιλάδες εἰς κολωνοὺς ἀνηγείροντο, καὶ τὰ ἄλση τοῖς θνησιμαίοις ἐκε‐ κάλυπτο. ἅπας δὲ κείμενος ἀποσυρεὶς ἦν τὸ δέρμα τῆς κορυφῆς, πολλοὶ δὲ καὶ τοὺς ἰθυφάλλους ἀπεκαυλίσθησαν. ἐλέγετο δὲ τοὺς Πέρσας τοῦτο
10τεχνάσασθαι, ἵνα μὴ τοῦ ἀκροβύστου ὁ ἐμπερίτομος διαστέλλοιτο καὶ ἡ νίκη οὕτως εἴη ἀμφιπαλὴς καὶ ἀμφήριστος, ὡς ἐξ ἑκατέρων τῶν στρα‐ τοπέδων καταβληθέντων πολλῶν. οὐδεὶς τοίνυν ἀντιπαρῆλθεν, ἀλλὰ μέγα πάντες ἀνέκλαυσαν καὶ ὀνομαστὶ τοὺς ἀπολωλότας ἑταίρους καὶ συνήθεις ἐκάλεσαν.
15 Ἀλλ’ ἐνταῦθα τοῦ λόγου γενόμενος ἐκεῖνο ἔχω εἰπεῖν, ὡς δυσ‐ φύλακτον τὸ μέλλον τοῖς ἀνθρώποις ἡμῖν καὶ οὐκ ἄν τις ῥᾳδίως ἐξανα‐ λύσῃ τὸ ἐπιόν, εἰ μή τῳ τὸ θεῖον ἐκ λιπαρίας ἱλεωθὲν ἀπώσαιτο τὰ δεινὰ ἢ ἐκ τούτου εἰς τοῦτο μετακλινεῖ καταμιγνύον τὸ τῆς κινήσεως ἀκραιφνὲς καὶ τῷ φιλανθρώπῳ καπηλεῦον τὸ ἄκρατον. βασιλεὺς μὲν
20γὰρ ἡνίκα ἦν κατὰ Περσῶν ἐκστρατεύειν προθέμενος, ἐδόκει καθ’ ὕπνους ὁρᾶν ὡς εἰς στρατηγίδα νῆα ἐμβὰς αὐτός τε καὶ συχνοὶ τῶν ἐπιτηδείων τὴν Προποντίδα ἀνελέγετο, αἴφνης δὲ συμπεσεῖν τὰ ἐξ Εὐρώπης καὶ Ἀσίας ὄρη, ὡς ἀφανισθῆναι μὲν τῆς νηὸς θραυσθείσης τὸ ἐμπλέον ἅπαν, αὐτὸν δὲ μόλις ἐκδοθῆναι τῇ χέρσῳ ταῖς χερσὶ νηχόμενον. καθ’ ἣν δὲ
25ἡμέραν τῶν ἐπισφαλῶν ἐκείνων ἐπέβαινε τρίβων ἀνήρ τις προσελθὼν αὐτῷ δίγλωττος, τὸ γένος Ῥωμαῖος, τοὐπίκλην Μαυρόπουλος, δόξαι οἱ ἔφατο κατ’ ὄναρ τὸν ἐκ τοῦ Κύρου παρώνυμον ναὸν εἰσελθεῖν, ἐν δὲ τῷ ἱλεοῦσθαί οἱ τὴν εἰκόνα τῆς θεομήτορος φωνὴν ἐξικνουμένην ἐκεῖθεν
ἐνωτισθῆναι λέγουσαν ὡς „ἀρτίως ἐν μεγίστοις μάλιστα κινδύνοις ὁ190

Man1,pt6

191

βασιλεύς,“ καὶ „τίς ἀπελεύσεταί μοι τούτῳ συνέριθος;“ εἰρηκότος δέ τινος ἀοράτως „ἀπελθέτω ὁ Γεώργιοσ“ „νωθὴς οὗτοσ“ εἰπεῖν, κἀκείνου δὲ πάλιν ἐπενεγκόντος „ἀπίτω ὁ Θεόδωροσ“ καὶ πρὸς τοῦτον ἀπα‐ νήνασθαι καὶ τέλος μετὰ περιαλγείας φθέγξασθαι ὡς οὐδεὶς προ‐
5φθάσει τὸ φυόμενον κακόν. καὶ ταῦτα μὲν οὕτω. Μετὰ δὲ τὸ ὑποκαταβῆναι τὰς δυσχωρίας ἐνέκειντο καὶ πάλιν οἱ Πέρσαι Ῥωμαίοις ἐκ τῶν ὄπισθεν ἐπιφαινόμενοι· μεταμέλῳ γὰρ ἐλέγετο πληγῆναι τὸν Πέρσην, ὅτι τὸ ἐν χερσὶ παρῆκε θήραμα, κἀντεῦθεν ἐνδοῦναι τοῖς οἰκείοις ἐκεῖνα ἐπιοῦσιν ἐνδείκνυσθαι, ὅσα καὶ πρὸ τῶν
10σπονδῶν ἐξῆν διαπράττεσθαι. οὐ πανσυδὶ δὲ καὶ ὡς ἡνίκα τὰ δυσ‐ έμβολα χωρία Ῥωμαῖοι διήρχοντο, οἱ Τοῦρκοι παρείποντο, ἀλλὰ κατὰ διαλειπούσας συμμορίας ἐπηκολούθουν· οἱ γὰρ κράτιστοι καὶ πλεῖστοι ταῖς τῶν σκύλων ὠφελείαις ἔμφορτοι γενόμενοι τῆς οἴκαδε φερούσης ἥψαντο. πλὴν καὶ οἱ παρεπόμενοι ἐκεῖνοι πολλοὺς διέφθειρον, καὶ τούτους
15μάλιστα, ὁπόσοι τραυματίαι τε καὶ ἀπόμαχοι, καίπερ τοῦ βασιλέως τοὺς πολεμικοὺς τῶν ἡγεμόνων καὶ δραστηρίους οὐραγεῖν ἐπιτάξαντος. Ὡς δὲ κατὰ τὰς Χώνας παρεγένοντο, ἄσμενοι ἐκεῖσε τὸ γόνυ ἔκαμψαν, ὡς οὐκέτι τοὺς πολεμίους ὀψόμενοι. βασιλεῖ δὲ καὶ τούτου ἐμέλησεν, ἑκάστῳ καχεκτοῦντι στατῆρα διαδοῦναι ἀργύρεον νοσοκομίας ἐφόδιον
20πρόσκαιρον. καταβὰς δὲ εἰς Φιλαδέλφειαν ἡμέρας τινὰς ἐκεῖσε διέτριψε τὴν τοῦ σώματος διάθεσιν ἀνακτώμενος καθῃρημένην οἷς ἐπεπόνθει κατὰ τὸν πόλεμον. Προεκπέμψας δ’ ἀγγέλους τὰ συμβεβηκότα ταῦτα τοῖς Κωνσταντι‐ νουπολίταις παρίστα, νῦν μὲν ταὐτοπαθῆ πως ἑαυτὸν Ῥωμανῷ τῷ
25Διογένει κατονομάζων, ἐπεὶ καὶ οὗτος ὁ βασιλεὺς κατὰ τῶν Τούρκων ἐξενεγκών ποτε πόλεμον τό τε πολὺ τῆς στρατιᾶς ἀπεβάλετο καὶ αὐτὸς συλληφθεὶς ἀπήχθη αἰχμάλωτος, νῦν δὲ τὰς μετὰ τοῦ σουλτὰν σπονδὰς ὑπεξαίρων καὶ κάτωθεν τῆς ἑαυτοῦ σημαίας μεγαλορρημονῶν αὐτὰς περατῶσαι, ἀνέμῳ ἀναπεπταμένης καὶ πρὸς τὸ τῶν ἀντιπάλων ἀφο‐
30ρώσης μέτωπον ὡς φόβον ἐμπίπτειν καὶ τρόμον αὐτοῖς.191

Man1,pt6

192

Οὐ μὴν ἀλλὰ τὸ μὲν Σούβλεον ἐπιπαριὼν κατὰ τὸ σουλτὰν δοκοῦν αὐτὸς καθαιρεῖ, τὸ δέ γε Δορύλεον οὐδαμοῦ. ὅθεν στείλας ὁ σουλτὰν πρεσβείαν τῶν τε συνθηκῶν αὐτὸν ἀνεμίμνησκε καὶ θαυμάζειν ἔλεγεν, ὅπως μὴ ἐς δεῦρο καθῄρηται τὸ Δορύλεον. ὁ δὲ ὀλίγα τοῖς κατ’ ἀνάγκην
5γενομένοις τὸν νοῦν προσέχειν εἰπὼν κατεδαφίσαι δὴ τὸ Δορύλεον οὐδ’ ἄκροις ὠσὶ παρεδέχετο, ἐκεῖνο ἀτεχνῶς τῶν τῆς Πυθίας πρὸς τὸν Ἐπι‐ κυδίδην ἐπῶν ἀποτεμόμενος καὶ αἰνέσας „ὄμνυ, ἐπεὶ θάνατός γε καὶ εὔορκον ἄνδρα μένει,“ τὰ δὲ ἐφεξῆς, ἅ φασιν οὕτω, παρεπισχών, „ἀλλ’ ὅρκου πάϊς ἐστὶν ἀνώνυμος· οὐδ’ ἔπι χεῖρες οὐδὲ πόδες, κραιπνὸς δὲ
10μετέρχεται, εἰσόκε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα. ἀνδρὸς δ’ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.“ Ὁ δέ γε Πέρσης μοῖραν ἀπόλεκτον τῆς ὅλης αὐτοῦ στρατιᾶς ἀπο‐ διελών, εἰς χιλιάδας εἴκοσι πρὸς ταῖς τέσσαρσι μετρουμένην, καὶ στρατη‐ γὸν αὐτῇ τὸν ἀτάπακαν ἐπιστήσας πέμπει τὰς ἄχρι θαλάττης πόλεις
15καὶ χώρας πορθήσοντα, φείσασθαι μηδαμῇ μηδεμιᾶς ἐπισκήψας ἀπο‐ κομίσαι τε αὐτῷ ὕδωρ θαλάττιον καὶ κώπην καὶ ψάμαθον. ὁ δὲ τὰ ἐπιτεταγμένα διδοὺς πέρατι τὰς Μαιανδρικὰς ἐπιὼν πόλεις ἐδῄου οἰκτρῶς, ἐσβολὰς ἀκηρύκτους καὶ ἐφόδους ἀπροόπτους τιθέμενος. παρε‐ στήσατο δὲ καὶ τὰς Τράλλεις τὴν πόλιν καὶ τὴν κατὰ Φρυγίαν Ἀντι‐
20όχειαν τὰ Λοῦμά τε καὶ τὸν Πεντάχειρα καὶ ἕτερ’ ἄττα ἐρύματα κατά‐ κρας ἑλὼν ἐσκύλευσεν. ὁδῷ δὲ προϊὼν καὶ τὰς παραθαλαττιδίους ἐλυμήνατο χώρας. Βασιλεὺς δὲ ταῦτα ἐνωτισάμενος ἄλλαις τε πλείσταις μεθόδοις ἐχρή‐ σατο καὶ δὴ καὶ τῷ μὴ ἐπὶ βυκάναις καὶ σάλπιγγι τῆς σκηνῆς παριέναι
25„οὐ χρεία“ λέγων „τοιούτων ἄρτι τινῶν, ἀλλὰ τόξων καὶ δοράτων, ἵνα τοὺς μισοῦντας ἡμᾶς, οἳ (κατὰ Δαυὶδ εἰπεῖν) ἤχησαν καὶ ἦραν κεφαλάς, τῶν Ῥωμαϊκῶν ἀποπεμψώμεθα χώρων.“ καὶ αὐτὸς μὲν τὴν
εἰς τοὺς πολεμίους ἀπᾶραι οὐδαμῶς ἐδικαίωσε, στέλλει δὲ τὸν ἀνεψιὸν192

Man1,pt6

193

Ἰωάννην τὸν Βατάτζην, τῷ δραστηρίῳ ἐν δέοντι χρώμενον, τὸν Δούκαν Κωνσταντῖνον, νεανίαν ἄρτι ὑπηνήτην καὶ κατὰ τῶν φυτῶν τὰ εὐγενῆ καρπογονεῖν πρὸ ὥρας ἐπαγγελλόμενον, ἔτι δὲ τὸν Ἀσπιέτην Μιχαήλ, πολλὰ παραινέσας αὐτοῖς σὺν εὐβουλίᾳ καὶ τάξει τὸ πραχθησόμενον
5ἅπαν ποιεῖν, πρὸ δὲ τούτων μὴ προσπελάσαι παντάπασι τοῖς βαρ‐ βάροις, εἰ μὴ πείρᾳ γνοῖεν ἀκριβεῖ πρότερον, ὁπόσοι εἶεν τὸ πλῆθος καὶ ὡς νικῷεν αὐτοὺς μαχεσάμενοι. Καὶ Πέρσαι μὲν πέρας τῆς ἐφόδου τὴν θάλατταν θέμενοι μετὰ πλείστης ὅτι λείας ἀνέλυον κἀκεῖνα κείροντες, οἷς κατὰ τὴν κάθοδον οὐ προσ‐
10έβαλον· οἱ δ’ ἀμφὶ τὸν Βατάτζην τὰς δυνάμεις ἀναλαβόντες, ὅσαις τε αὐτοὺς ὁ βασιλεὺς ἐφωδίασε καὶ ὅσαι κατὰ πάροδον ξυνελέγησαν, ἤλαυνον εὐθὺ τοῦ Ὑελίου καὶ τοῦ Λειμμόχειρος τῶν πολιχνίων, καθ’ ἃ περὶ ποταμῷ τῷ Μαιάνδρῳ πάλαι ποτὲ γέφυρα περιήγετο. ἐπεὶ δὲ οἱ σκοποί, οὓς ἄρα ὁ Βατάτζης κατέστησε κατὰ πάσας τὰς ὁποιοῦν
15φερούσας ὁδούς, ἀπήγγελλον τὴν τῶν Τούρκων ἀνάζευξιν καὶ ὡς οὐ πρόσω ἤδη εἰσὶν ἐφορμῶντες, εἰς δύο ἀποτμηματίσας τὴν στρατιὰν τὸ μὲν πλέον ταύτης εἰς λόχους καθίστησι κατὰ τὰς ὁδούς, ἃς τέμνειν ἤμελλε τὸ πολέμιον, τὸ δὲ λοιπὸν ἐς τὰς μετὰ τὴν παλαιὰν γέφυραν ἐκβάσεις τοῦ ποταμοῦ διασπείρας προσμένειν ἐκέλευε μερίδος τινὸς ἀπὸ τῶν Τούρκων
20περαίωσιν, καὶ τηνικαῦτα μηδ’ ὅλως κατορρωδεῖν, ἀλλὰ θαρραλέως προσυπαντᾶν. Καὶ ὁ μέν, ὡς ἄμεινόν οἱ ἐδέδοκτο, οὕτω δὴ τὸ οἰκεῖον διεσκεύασε στράτευμα· οἱ δὲ Τοῦρκοι ὡς εἴχοντο τοῦ διαβαίνειν, ἐξ ὑπερδεξίων βαλλόμενοι τῷ ποταμῷ ἐπωθοῦντο καὶ ἀπεπνίγοντο. ὁ δέ γε ἀτά‐
25πακας μετὰ τῶν ἀμφ’ αὑτὸν εὐοπλοτάτων εἰς λόχον συσπειραθεὶς καὶ συστραφεὶς ἀγχωμάλως Ῥωμαίοις συμπλέκεται, καὶ τὸ ἀντίμαχον ἐντεῦθεν κακῶσαι βουλόμενος καὶ τοῖς ὁμογενέσιν ἐκεχειρίαν διδόναι τῆς τοῦ ποταμοῦ περαιώσεως, ὡς μὴ φθάνειν ἑκάστου προθυμουμένου βραδεῖα μὲν ἡ διάβασις γίνοιτο, δεινὴ δὲ ἡ τῶν σφαλλομένων ἀπώλεια.
30ἐφ’ ἱκανὸν μὲν οὖν ἀντισχὼν ἐκθύμως ἐμάχετο ἀνδρείου φρονήματος καὶ193

Man1,pt6

194

χειρὸς γενναίας ἔργα δεικνύς. ὡς δὲ μάθοι καὶ κατὰ τὴν περαίαν τοῦ ποταμοῦ Ῥωμαίους ἐφεστάναι καὶ ἀναιρεῖν τὸ διαβαῖνον τοῦ Περσι‐ κοῦ στρατεύματος, κατακλᾶται τὸ πρόθυμον καὶ τοῦ ἀκμαίου ἐκείνου μεθαρμοσθεὶς λήματος τὴν σωτηρίαν ἑαυτῷ διατίθησι. καὶ δὴ τὴν
5προκειμένην παραλλάξας πορείαν ἀνωτέρω μεταχωρεῖ, ἀναδιφῶν ἑτέραν περαίωσιν. ὡς δὲ ἄπορος ἦν ὁ ποταμὸς παντόθεν, τοὺς διώκοντας δεδιὼς τὴν ἀσπίδα ὑποθεὶς τῷ ὕδατι ὡς κελητίῳ ταύτῃ ἐχρῆτο, ἀρίστως ἀντικαταστὰς τῷ τῆς ἀνάγκης ὀξεῖ. καὶ τοίνυν τῇ μὲν λαιᾷ τὸν ἵππον κατέχων περινηχόμενον, τῇ δεξιᾷ δὲ τὴν σπάθην γυμνὴν δεδωκὼς καὶ
10προσποιῶν ἐν τῷ παραυτίκα ταύτην εἰς οἴακα, ἐσάλευεν οὕτω κατὰ βραχὺ τοῦ ποταμοῦ διαπλέων τὸ πέλαγος. οὐ μὴν ἐς τέλος ἐξέπλευσε τὸ θανεῖν· εἰς γὰρ τὸ ἀντιπέραν ἤδη γενόμενος ἐπί τι γήλοφον ἄνεισιν, ἑαυτὸν ὅστις ἐστὶν εὐφημῶν καὶ μεγάλης γλώττης κόμπῳ χρώμενος, οὐδενὸς δ’ ἐκ τῶν ἐπισήμων καὶ αὐτὸν εἰδότων Ῥωμαίων προσπελά‐
15σαντος, ἀλλά τινος τῶν ἐπικούρων Ἀλανῶν ἐπιδραμόντος ὅπου τὴν καινὴν ἐκείνην εἰρεσίαν σχάσειν ἔμελλεν, ἀναιρεῖται ἀμφιστόμῳ κνώδοντι. ἐκ δὲ τούτου ἀκόσμως τε Πέρσης ἕκαστος ἀπεδίδρασκε καὶ Μαίανδρος τοὺς πλείονας εἰσεδέχετο, ὡς βραχεῖς ἐκ τῶν τοσούτων χιλιάδων δια‐ σωθῆναι.
20 Καὶ τοῦτο τὸ ἔργον, εἴπερ τι ἄλλο, ἀνέρρωσε μὲν τὰ Ῥωμαίων πράγματα, καθεῖλε δὲ τὰ Περσῶν φρυάγματα· ὡς γὰρ οὐ δεξομένων σφᾶς τῶν Ῥωμαίων γεγηθότες ἐπῄεσαν καὶ ὡς πᾶσαν ἀφανίσοντες μικροῦ τὴν Φρυγίαν καὶ φθεροῦντες ὁπόσην ἔπεισι Μαίανδρος ἀγκυλορ‐ ρόας ἐκβάλλων εἰς θάλασσαν.
25 Πίπτει δὲ κατὰ τοῦτον τὸν πόλεμον Ἀσπιέτης ἐξ αἰτίας τοιᾶσδε· Πέρσης ἀντικαταστὰς Ἀσπιέτῃ πλήττειν οὐκ ἔχων κατὰ τοῦ σώματος (τὰ γὰρ ὅπλα ἦν ἰσχυρὰ καὶ ἡ ἀσπὶς ἐς πόδας καθήκουσα) ἐπὶ τὸν
ἵππον, ᾧ ἦν Ἀσπιέτης ἔποχος, θυμῷ φέρεται· καὶ δὴ ὡς ἐπλήγη194

Man1,pt6

195

καιρίαν κατὰ τῶν προσώπων ὁ ἵππος, εἰς τοὐπίσω τε ἀναχάζεται καὶ τοὺς πρόσθεν πόδας μετεωρίσας ἐπικαταβάλλει τὸν ἀναβάτην εἰς τὸν ποταμόν. Ἐπὶ δὲ τῷδε τῷ ἔργῳ καὶ ἕτερον ὁ Μανουὴλ ἀνύσαι προθέμενος
5ἔξεισιν ἀνὰ μέρος κατὰ τῶν ἐν Λακερίῳ καὶ Πανασίῳ κατασκηνούντων Περσῶν. καὶ δὴ ἀναστήσας τοὺς κατὰ τὸ Πανάσιον, τοὺς ἐν Λακερίῳ μέτεισιν ἔπειτα. πρὸ δὲ τοῦ τῶν χώρων ἐντὸς γενέσθαι, καθ’ οὓς ηὐλί‐ ζοντο οἱ πολέμιοι, στέλλει τὸν Λαοδικέα Κατίδην ἐν οἷς ἐστι τὰ τῶν Τούρκων κατασκεψόμενον καὶ τάχος ἐκείνῳ ἀπαγγελοῦντα τὸ ὁραθέν.
10ὁ δὲ διασοβεῖ τοὺς Πέρσας, ἐς οὓς ἐξώρμα ὁ βασιλεὺς ὡς εἰς λείαν ἑτοίμην καὶ ὅτι ἐγγύτατον θήραμα, καὶ τὴν αὐτοῦ παρουσίαν δήλην ἐκείνοις τίθησι. καὶ τῷ μὲν χαλεπήνας καὶ πρὸς ὀργὴν ἐξενεχθεὶς δίκην ἐπέθηκε τὴν ἐκτομὴν τῆς ῥινός· αὐτὸς δὲ μηδὲ βραχύ τι γοῦν ἀναδύς, ἀλλ’ ἐπι‐ ταχύνας ὡς εἶχεν οὐ κατόπιν ἥκει καὶ οὕτως τῶν πολεμίων.
15 Ἀλλὰ καὶ ἄλλοτέ ποτε δι’ Ἀνδρονίκου τοῦ Ἀγγέλου τοῖς Τούρκοις ἐπέθετο, κἂν οὐχ ὡς ἄριστα καὶ τότε τὰ κατὰ πόλεμον αὐτῷ ὑπηντίασε. τῷ γὰρ ἀνδρὶ τούτῳ τῶν ἑῴων ταγμάτων ὅτιπερ κράτιστον παρα‐ δοὺς καὶ συνεκπέμψας αὐτῷ τὸν Καντακουζηνὸν Μανουήλ, ἄνδρα περὶ τὰς πράξεις ἀγαθὸν καὶ γενναῖον, καὶ ἑτέρους τῶν ἐπὶ δόξης Ῥωμαίων
20κατὰ τῶν ἐν τῷ Χάρακι Τούρκων ἀφίησι· κεῖται δὲ ὁ Χάραξ οὗτος μεταξὺ τῆς Λάμπης καὶ τοῦ τῆς Γραὸς Γάλακτος. τὰς δυνάμεις τοίνυν ἀναλαβὼν Ἀνδρόνικος πρῶτα μὲν εἰς τὸ τῆς Γραὸς παρεμβάλλει Γάλα, ἔπειτα δ’ ἐκεῖσε τὰ ὑποζύγια καὶ τὴν ἄλλην ἀποσκευὴν καταθέμενος ἄνεισιν ἐς νέωτα πρὸς τὸν Χάρακα κούφως ὡπλισμένην ἔχων τὴν στρα‐
25τιάν. οὐ γενναῖον δέ τι δράσας οὐδ’ ἄξιον τοῦ τοσούτου στρατεύματος, ὃ τηνικαῦτα ἐπήγετο, ἀλλὰ συμμετρήσας τὸ ἔργον βοσκημάτων ἁρπα‐ γαῖς καὶ ποιμνίταις ὀλίγοις Τούρκοις περιδεὴς ἐκεῖθεν ἀπονοστεῖ. ἐπι‐ φανέντων γὰρ ἐκ τῶν ὄπισθεν νυκτὸς βαρβάρων τινῶν καὶ βοησάντων, μὴ ἀναμείνας ἢ τὸ πλῆθος τῶν ἐπιόντων κατεξετάσαι ἢ τοὺς ὑπ’ αὐτὸν
30εἰς μάχην καταστησάμενος ἀνεὶς τὸν ὑπεκφέροντα ἵππον καὶ χερσὶ καὶ195

Man1,pt6

196

ποσὶ καὶ φωνῇ πρὸς τὸ φέρεσθαι ὀξέως διήγειρεν, οὐ τὴν εἰς τὸ στρατή‐ γιον φέρουσαν ὁδεύων, ἀλλ’ εὐθὺ τῆς τῶν Χωνῶν ὁρμώμενος πόλεως. ἰδὼν δὲ τὸν ἵππον καὶ πορρωτέρω χωρεῖν ἔχοντα οὐδ’ ἐκεῖσε τὸν δρόμον ἵστησιν, ἀλλ’ ἐς τὴν ἐν Φρυγίᾳ Λαοδίκειαν ὅλον συντείνει τὸ πρόθυμον.
5τὸ δὲ στράτευμα πρὸς τὴν ἀθρόαν τοῦ ἡγεμόνος ἀφάντωσιν ἐκταραχθὲν διαλύεται τῆς συντάξεως καὶ σὺν οὐδενὶ κόσμῳ τρέπεται πρὸς φυγὴν τῶν θρεμμάτων καὶ τῶν αἰχμαλώτων ἀφέμενον. Τάχα δ’ ἂν καὶ ἑαυτοῖς συμπεσόντες ἐμαχέσαντο Ῥωμαῖοι νυκτὸς ἔτι οὔσης, εἰ μὴ ὁ Καντακουζηνὸς Μανουὴλ ὡς ἐξ ἀντιπάλου συστὰς
10καὶ σπασάμενος μάχαιραν ἔπαιε τῷ ταύτης πλατεῖ τοὺς δραπέτας „στῆτε,“ λέγων „οὐδένων ἐπικειμένων ποῖ φέρεσθε;“ καὶ οὕτως ἔληξάν ποτε πρὸς μικρὸν τῆς ἀλόγου ἐκείνης ἀπάρσεως καὶ τοῦ ὅλῳ ῥυτῆρι κατά τε πρανῶν κατά τε φαράγγων καὶ γηλόφων ἵεσθαι. Πρὸς ἣν ἀκλεᾶ τοῦ Ἀνδρονίκου φυγὴν βαρυαλγήσας ὁ βασιλεὺς
15ἐγγὺς ἦλθε τοῦ διὰ τῶν ἀμφόδων τῆς πόλεως ἐκφαυλίσαι Ἀνδρόνικον γυναικείαν στολὴν περικείμενον. φιλοικεῖος δ’ ὢν καὶ ἀεὶ ἐνδιδοὺς πρὸς τὸ αἷμα καθεῖλε τὸν χόλον, καὶ ἄλλως μαθὼν ὡς βράχιστοι Ῥωμαίων ἐν τῷ πολέμῳ τούτῳ πεπτώκασιν. Ἠρίστευσαν δὲ οὐδένες κατὰ ταύτην τὴν ἔφοδον, οἷα τῆς ἐς τοὺς βαρ‐
20βάρους ἀνόδου γενομένης ὀξείας καὶ τῆς ἐς τοὐπίσω αὖθις ὀξυτέρας μετα‐ χωρήσεως. Πέρσης δέ τις ἀνάντους τόπου λαβόμενος κἀνταῦθα ὑφιζήσας πολλοὺς τῶν παριόντων Ῥωμαίων ἀνῄρει θανάσιμα πάντα καὶ κα‐ τάγοντα ἐς ᾅδου βέλεμνα πέμπων· διὰ γὰρ ἀσπίδος διῄει καὶ θώρακος καὶ ἦσαν ἀμαιμάκετον κακόν. ἐπὶ τοῦτον πολλοὶ μέν, ὅσοι ἀρετῆς
25μετεποιοῦντο, ἐπισυνέστησαν καὶ ἀγχοτάτω παραγενόμενοι ἔβαλλον βέλεσι καὶ ἔπαιον δόρασι θυμῷ πολλῷ χρώμενοι. ὁ δὲ πυρριχίζων ἄντικρυς ἐξωρχεῖτο πάντα τὰ ἐς αὐτὸν φερόμενα βλήματα καὶ στροφάδην
τοὺς ὑπαντιάζοντας ἔκτεινεν, ἕως ὁ Ξηρὸς Μανουὴλ ἀπὸ τοῦ ἵππου196

Man1,pt6

197

κατεπήδησε καὶ τὴν ἀσπίδα προβεβλημένος ξιφήρης τὴν χεῖρα τῷ Πέρσῃ ἐπῆλθε, τὰ βέλη πάντα τῷ σάκει δεχόμενος, καὶ κατὰ κεφαλῆς καιρίαν ἔπληξε καὶ ἀνῄρηκεν. οὕτω δὲ τὸν Ξηρὸν ἀπέχοντα εὗρεν ὁ Πέρσης τοῦ ἐκεῖνον ἀπεκτονέναι καὶ πρὸς τὴν αὐτοῦ περὶ τοῦ μὴ θανεῖν
5δέησιν ἀκαμπῆ καὶ σκληρὸν ἀληθῶς καὶ ἀνένδοτον, ὡς καὶ δευτέραν πληγὴν ἐπὶ τῇ προτέρᾳ λαβεῖν οἷς παρακαίρια ἔβαζε, φιλανθρώπων τυχεῖν δεόμενος ὧν αὐτὸς κακὸν ὀλέθριον ἦν. Τότε καὶ ἐμὸς συγγενής, τῷ κλήρῳ μὲν τῆς πόλεως κατειλεγμένος Χωνῶν, λευίτης τὴν τάξιν, λήματος δ’ ἀνδρείου πλήρης, συνανελθὼν
10τῷ λοιπῷ στρατεύματι ἐς τὸν Χάρακα μετὰ σκευῆς πολεμικῆς καὶ σκυλεύσας, εἴ τι που ἐφεῦρεν ἡ χεὶρ ἐν τοῖς τῶν Τούρκων σκηνώμασιν, οὐκ ἀπεφορτίσατο κατ’ αὐτὸ τὸ δεινὸν τὰ λάφυρα, ἀλλὰ ταῦτα φέρων, ἃ καὶ ἦσαν στολαὶ Περσικαὶ πήρας ἐντὸς καὶ ὄϊς πηγεσίμαλλος, βάδην ἐπορεύετο, ἐπιστρέφων τὰς ἁπάντων ὄψεις εἰς ἑαυτὸν καὶ ὑπὸ μὲν τῶν ὡς
15ἀδεὴς ἐν τοῖς περιστατικοῖς καιροῖς εὐφημούμενος καὶ κορυφαία κρινόμενος ἄντικρυς τῶν κατ’ ἐκεῖνο στρατευσάντων καιροῦ, ὑπὸ δὲ τῶν τωθα‐ ζόμενος ὡς προβατίου ἀρνύμενος θάνατον. αὐτὸς μέντοι καὶ οὕτω τὴν ὁδὸν ἤνυεν ὅπῃ παρείκοι τοὺς δραπέτας βάλλων ὀνείδεσιν ὡς μηδενὸς διώκοντος ἀγεννῶς ἀπαίροντας.
20 Οὐ πολλῷ δὲ ὕστερον χρόνῳ τὴν ἐκ Κλαυδίου Καίσαρος παρώνυμον πόλιν οἱ Τοῦρκοι περικαθίσαντες πρῶτα μὲν οὐδὲ προελθεῖν ὅλως εἴων τοὺς ἀποτεταγμένους εἰς τὴν ταύτης φρουράν, ἔπειτα δὲ καὶ πολιορ‐ κεῖν ἐπεβάλοντο. ὅθεν οἱ ἔσωθεν, εἰ μή τις αὐτοῖς ἐπαρήξειεν ἔξωθεν, σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν καταπροδώσειν ἠπείλουν ὡς μὴ χρόνια
25λιμώττειν στέγοντες, ἔτι καὶ τοὺς πολεμίους ἀποτρέψασθαι ὅλως οὐκ ἔχοντες. Μὴ ἀναμείνας οὖν τὴν τελείαν τοῦ κακοῦ ἀγγελίαν ὁ Μανουὴλ ἀναστὰς τὴν ὑστεραίαν ᾗ τάχους εἶχεν ἐπὶ τὴν Κλαυδίου διὰ τῆς Νικο‐ μήδους ἤλαυνε πόλιν, μὴ αὐλαίαν ἀνακτορικήν, μὴ κλίνην, μὴ στιβάδα,
30μήτε τινὰ ἄλλην σκευὴν τρυφῶσαν ἀρχικὴν ἐπαγόμενος, μόνα δὲ τὰ
ἱππάσιμα φέρων καὶ στολὰς φολίσι σιδηραῖς ὑφαντάς. ἐπέτεινεν οὖν197

Man1,pt6

198

τοὺς σταθμούς. τοσοῦτον δ’ ἦν ἐκείνῳ τὸ πρόθυμον φθάσαι τοὺς πολιορ‐ κοῦντας ποθοῦντι πρὸ τοῦ παθεῖν τι τοὺς ἔνδον δεινόν, ὁποῖον οὐκ ἔστι λόγῳ περιηγήσασθαι. οὐκοῦν τὰς νύκτας ἴαυεν ἀΰπνους καὶ πρὸς τὴν πορείαν ἐχρᾶτο φωτὶ ποιητῷ βαδίζων διὰ τῆς Βιθυνῶν· ἡ δὲ ὡς ἐπίπαν
5ταῖς ξυναγκείαις πεπύκνωται καὶ ἄπορός ἐστι πολλαχῇ τῷ τῆς ὕλης συνηρεφεῖ. εἰ δέ που καὶ χρείας ἱκανούσης ἐδεῖτο διαναπαύεσθαι, γήϊνον εἶχε τὴν καθέδραν καὶ κάρφη ὑποβεβλημένη καὶ φορυτὸς ὑποκείμενος ἐκείνῳ τὴν στρωμνὴν ἐσχεδίαζεν· ὁτὲ δὲ ὑετοῦ κατενεχθέντος καὶ τοῦ σταθμοῦ γενομένου κατὰ φάραγγα τεναγώδη ἄνωθέν τε ταῖς σταγόσιν
10ἐτέγγετο καὶ τὸν ὕπνον διεσπᾶτο τῷ τὴν στιβάδα ὑποτρέχοντι νάματι. κἀπὶ τοῖς τοιούτοις ἠγαπᾶτο μᾶλλον καὶ ἠγᾶτο ἢ ὅτε διαδήματι ἐταινι‐ οῦτο καὶ περιέκειτο τὴν ἁλουργίδα καὶ τὸν ἵππον ἀνέβαινε τὸν χρυσο‐ φάλαρον. Ὡς δὲ ἤγγισεν οὗ ἐπορεύετο καὶ ὦπτο τοῖς περὶ τὴν Κλαυδιούπολιν
15ἐσκηνωκόσι βαρβάροις, οἱ μὲν ἐς φυγὴν αὐτίκα ἐκεῖθεν ὥρμησαν ἐγνω‐ κότες τὴν αὐτοῦ ἔλευσιν ἔκ τε τῶν σημείων τῶν ταγμάτων καὶ τῆς τῶν ὅπλων λαμπρότητος, αὐτὸς δ’ ἐπέκειτο διώκων ἐς ὅσον ἦν ἐφικτὸν ὡς προσωτάτω τῆς μάχης. οὕτω δ’ ἀσπάσιος ἐπέστη τοῖς ἐν ἐκείνῃ τῇ πόλει Ῥωμαίοις ἀπειρηκόσιν ἤδη πρὸς τὰ τῶν Τούρκων φρονήματα,
20ὡς οὐδὲ ναύταις οὖρος προσκεκμηκόσι ταῖς κώπαις καὶ πλεῖστον αὐταῖς ἐνιδρώσασι καὶ ἔαρ ἥδιστον μετὰ χειμῶνος κατήφειαν ἢ ἕτερόν τι τῶν
ὅσα ἐκ λυπηρῶν ἀρχῶν εἰς χρηστοτέραν μεταβαίνει κατάστασιν.198

Man1,pt7

199

(1t)

ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
2tΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
3 Δοτέον τῷ λόγῳ κἀκεῖνα. ὁ βασιλεὺς οὗτος μὴ ἔχων νόμῳ πολέμου κατὰ τῶν ἐθνῶν ἐπελθεῖν, ὅσα κόλπον ἀμφινέμεται τὸν Ἰόνιον, ἢ μᾶλλον,
5τὴν κατὰ Ῥωμαίων ἔφοδον τούτων πρὸ ὀφθαλμῶν ἔχων ἀεὶ καὶ κρίνων φοβερὰν καὶ δυσάντητον, οἷα εἰδὼς τὰς τῶν Ῥωμαίων δυνάμεις ἀ‐ προσφυεῖς ἐξ ἀντιπάλου στῆναι ταῖς ἑσπερίαις καὶ ἄντικρυς χύτρας πρὸς λέβητας, ὡς ἐξὸν καὶ τὸ θέσθαι διαθήκην κατὰ Ῥωμαίων καὶ συμφρονή‐ σειν ὅλως τοὺς δυσμόθεν καὶ πρὸς μίαν τραπέσθαι σύμπνοιαν ὑπεβλέπετο
10καὶ παντοίως ἀσφαλιζόμενος πόρρωθεν τοὺς μὲν κατὰ τὴν ἕω βαρβάρους ἐξεῖναί οἱ ἔφασκε χρήμασι πρὸς φιλίαν ὑπάγεσθαι καὶ διὰ μάχης συμ‐ πείθειν τῶν οἰκείων ὅρων μὴ ἐκκεχύσθαι, τὴν δέ γε μὴν ἑσπερίαν ὑφορᾶ‐ σθαι πολλαχῶς ἐθνικὴν πολυσπέρειαν· ὑψαυχεῖν τε γὰρ τοὺς ἄνδρας καὶ τὸ φρονεῖν εἶναι ἀκαταπλήκτους τε καὶ ἀταπεινώτους, τό τε φιλαίματον
15διὰ μελέτης ἔχειν ἀεί, καὶ μὴ μόνον πλοῦτον περιβεβλῆσθαι πολὺν καὶ σιδηροφορεῖν πάντας εἰς πόλεμον, ἀλλὰ καὶ τὸ δύσνουν τρέφειν κατὰ Ῥωμαίων ἀκοίμητον καὶ φιλεχθρεῖν ἀεὶ κατὰ τούτων καὶ λοξὸν ὁρᾶν καὶ λυττᾶν. Ἀμέλει Βενετίαν καὶ Γένουαν, Πίσσαν τε καὶ τὸν Ἀγκῶνα καὶ ὅσα
20περὶ θάλατταν ἔθνη ἕτερα διεκκέχυται φίλια Ῥωμαίοις ἐτίθει, κατεμπεδῶν ὅρκοις καὶ παντοδαπαῖς φιλοφροσύναις ὑποποιούμενος καὶ καταγωγαῖς αὐτὰ δεξιούμενος ἐν τῇ ἀρχούσῃ τῶν πόλεων. ὑφορώμενος δὲ μή πως τῶν
παρ’ αὐτοῖς λεγομένων ῥηγῶν ἰσχύν τις περιδὺς μείζονα εἶτα κατὰ Ῥω‐199

Man1,pt7

200

μαίων ἐπίῃ, χρημάτων ἀνελάμβανε δόσεσιν, ἐσωμάσκει τε καὶ ἐπέθηγε πρὸς ἀνθόπλισιν τὸ ὑποπίπτειν κινδυνεῦον γένος ἄρχοντι ὑπερέχοντι. Ἰταλιώτας οὖν πλειστάκις κατὰ τοῦ ῥηγὸς Ἀλαμανίας τοῦ Φρεδε‐ ρίχου ἀνθώπλισεν. ὁ μὲν γὰρ ὑποκλιθῆναί οἱ καὶ τὰ καθ’ αὑτοὺς
5ἐπιτρέψειν ἐκείνῳ διὰ πλείστου ἐτίθετο· ὁ δὲ πέμπων ἐνίσχυε καὶ κρα‐ ταιοῦσθαι ὑπετίθει καὶ τὰς τοῦ ῥηγὸς δολοφροσύνας ἐνῆγε φυλάττεσθαι. Ἀλλὰ καὶ τὴν πρεσβυτέραν Ῥώμην εἰσιέναι καὶ στεφθῆναι τὸν αὐτὸν ῥῆγα πολλάκις ἐπιβαλόμενον ἀπεῖρξε τοῦ ἐγχειρήματος „μὴ δώσεις ἑτέρῳ τὴν δόξαν σου“ γράφων τῷ πάπᾳ, „μηδὲ πατέρων ὅρια μέταιρε,
10μή πως τὸ ἀπρομήθευτον ὕστερον ἔργοις αὐτοῖς ὁποῖόν ἐστιν ἐπιγνοὺς τηνικαῦτα πλήττῃ τὴν ψυχὴν μεταμέλῳ διὰ τὴν τοῦ εἰκότος ὀλιγωρίαν, ὁπότε τὸ κακὸν παντάπασιν ἀθεράπευτον.“ καὶ ἦν ἐκ τούτου τῆς μεγα‐ λοδόξου Ῥώμης ἀποκλειόμενος καθά τις ἄνοπλος ὁ μυριάσι γαυριῶν στρατευμάτων.
15 Ἔστι δ’ ὅτε τὰ μὲν τείχη Μεδιολάνων ὑπ’ Ἀλαμανῶν κατεστράφη‐ σαν, οἱ δὲ τῆς πόλεως ταύτης οἰκήτορες κατασοφισάμενοι τοὺς ἔνορκον ἀνάγκην σφίσιν ἐπενεγκόντας μὴ ἂν τὸ τεῖχος ἀναδομήσειν ποτέ, τὰ μὲν πρῶτα ἐπὶ τάφρῳ ᾤκουν βαθείᾳ καὶ ὀρυκτῇ μὴ ἐπιορκεῖν ἐκ τοῦδε λέγον‐ τες, ἔπειτα δὲ ὡς πρότερον βασιλέως γενομένου συλλήπτορος.
20 Ἐπὶ τούτοις γε μὴν τὸν Μόντης Φεράντης μαρκέσιον, εὐγενείᾳ καὶ εὐτεκνίᾳ κομῶντα καὶ μέγα δυνάμενον, εἰς φίλον Ῥωμαίοις ἐγγράψας τοῦ‐ το μὲν δωρήμασιν ἁδροῖς, τοῦτο δὲ τῷ τὸν υἱὸν αὐτοῦ τὸν νεώτερον συν‐ ευνάσαι τῇ οἰκείᾳ θυγατρὶ τῇ Μαρίᾳ, ὡς ὀλίγῳ πρότερον εἴπομεν, ἔτι μᾶλλον ἠκύρου τὰ διαβούλια τοῦ ἀρχηγοῦντος Ἀλαμανῶν. ὥστε ὁ μὲν
25τὸν οἰκεῖον, ὡς ἡ Λατίνων βούλεται φωνή, καγκελάριον, ὡς δ’ Ἕλλη‐200

Man1,pt7

201

νες εἴποιεν, λογοθέτην (ἦν δὲ οὗτος, ὁ Μαγέντζης ἐπίσκοπος) πέμψας μετὰ πλείστης δυνάμεως τὰς Ἰταλικὰς ὑπεποιεῖτο πόλεις ἀποσπῶν αὐτὰς ἐκ τοῦ πάπα καὶ κατὰ παρρησίαν ἀνεύθυνον ὑπονοσφιζόμενος· βασιλεὺς δὲ τὸν μαρκέσιον χρημάτων ὑποσχέσεσιν ἐλαφρίσας πείθει τῷ
5Μαγέντζη ἐς ἀντίπαλον διαφεῖναι τὸν οἰκεῖον υἱὸν Κορράδον, καλὸν ὄντα ἰδεῖν καὶ τὴν ὥραν εὐπρεπῆ, ἀνδρείας τε καὶ συνέσεως ἐς ὅτι κράτιστον καὶ ἀκρότατον ἥκοντα καὶ ἀκμάζοντα ῥώμῃ σώματος. καὶ συμπλοκῆς γενομένης Ἀλαμανοὺς ἀπεκρούσατο ἱππομαχίᾳ τρεψάμενος, ἐνίων δὲ καὶ κρατήσας, ἐν οἷς ἠριθμεῖτο καὶ ὁ Μαγέντζης ἐπίσκοπος. τάχα δ’ ἂν ἦν
10οὗτος καὶ ἐς Βυζάντιον ἀναπεμπόμενος, εἰ μὴ βασιλεὺς ἐξ ἀνθρώπων ἐγένετο. Ἀλλ’ οὐδέ τις ἦν τῶν Ἰταλιωτίδων ἢ τῶν ἔτι πορρωτέρω πόλεων, καθ’ ἣν ὁ βασιλεὺς οὗτος οὐκ εἶχεν ὀμότην οἰκεῖον καὶ φρονοῦντά οἱ πιστά. ἀμέλει καὶ ὅσα εἰς τὰ ταμιεῖα τῶν ταμιείων εἰσιόντες ἐν κρυπτῷ ἐτύρευον
15καὶ ἐτύρβαζον ὁπόσοι τῶν ἐκεῖ Ῥωμαίοις ἀντίφρονες ἀκουστὰ ἦν ἐκείνῳ καὶ ἔκπυστα. Ἄλλοτε δέ ποτε κατὰ τὸν Ἀγκῶνα ἧκον ἐκ βασιλέως τινές, δεῆσαν οὕτω, κατὰ χρείαν πραγμάτων. οἱ μὲν οὖν τὰ κατὰ σκοπὸν ἐξεπέραινον καὶ τὰ διατεταγμένα σφίσιν ἐδίδοσαν πέρατι, εἴτε τὸ εἰς φιλίαν ἐκείνου
20ἑλκύσαι τινὰς ἦν, οὓς λιζίους φασίν, εἴτε τι ἕτερον Ῥωμαίοις ὠφέλιμον· ὁ δέ γε ῥὴξ τῶν Ἀλαμανῶν θυμοῦ ὑποπίμπλαται καὶ πέμπει τοὺς τὸν Ἀγκῶνα πορθήσοντας καὶ τισομένους τοὺς ἐκεῖ καὶ κολάσοντας, οἷς σπένδονται Ῥωμαίοις καὶ κατὰ τὴν ἑαυτῶν εἰσδέχονται πρέσβεις οὐδὲν ἕτερον ὅτι μὴ τὰ κατ’ αὐτοῦ δηλαδὴ μετιόντας καὶ πόλεις τὰς ἐκεῖ μεθι‐
25στῶντας τῆς ἐς αὐτὸν εὐνοίας καὶ πίστεως. καὶ τὸ μὲν πεμφθὲν στράτευμα ὡς πολεμίους τοὺς Ἀγκωνίτας μετήρχοντο καὶ περιζώσαντες τὴν πόλιν
ἀπῄτουν ἐκδοῦναι σφίσι Ῥωμαίους· οἱ δ’ Ἀγκωνῖται οὕτως ἦσαν εὐ‐201

Man1,pt7

202

γνώμονες ἀκροαταὶ τῶν ἠπειλημένων ἢ τῷ βληθέντι παρὰ τῶν πολεμίων ἐξέστησαν χάρακι ἢ τῷ ἀρεϊκῷ ἐκείνῳ ἠχθέσθησαν περιζώματι, ὥστε οὐ μόνον 〈οὐ〉 προύδωκαν οὓς Ἀλαμανοὶ ἐπέκειντο ἐξαιτούμενοι, ἀλλὰ καὶ μακρὰ χαίρειν εἴασαν γενναίως τὸν παρόντα διαφέροντες κίνδυνον. ἐπι‐
5τεινομένης δὲ τῆς πολιορκίας καὶ χρονιζόντων τῶν πολεμίων, ἥψαντο τῶν ἀήθων καὶ πρὸς ἃ μὴ θέμις τρεχεδειπνεῖν σιτοφαγεῖν αἱρούμενον ἄν‐ θρωπον. Οἱ τοῦ βασιλέως τοίνυν τὸ πλῆθος ἐκκλησιάσαντες, εἰ ἔξεστιν αὐτοῖς ἐπικουρίαν εἰσενεγκεῖν, ἐπυνθάνοντο. τῶν δὲ εἰπόντων ἐξεῖναι μέν, χρη‐
10μάτων δ’ αὐτόθεν μὴ εὐπορεῖν αὐτοὶ διετείνοντο καὶ θεὸν τοῦ λόγου πε‐ ποίηντο μάρτυρα καὶ μὴ μέλλειν ἐνῆγον, ὡς βασιλεὺς ἅπαν καταθήσει δα‐ πάνημα· ἢ μὴν ἀπεκδέχεσθαί σφας τὰ ἀνύποιστα προύλεγον ὑπὸ τῶν τὴν πόλιν διειληφότων, παίδων μὲν καὶ γυναικῶν ἀπαγομένων, χρημά‐ των δὲ καὶ πραγμάτων ἁρπαζομένων. ἔνθεν τοι καὶ μετάπεμπτόν τινα
15τιθέασι κόμητα Γιλίελμον τοὔνομα καὶ γυναῖκα τῶν εὐγενῶν οὐ πρὸ πολ‐ λοῦ μὲν θανάτῳ σπανιζομένην τοῦ ὁμευνέτου, γενικὴν δὲ τὴν ἰσχὺν καὶ τὴν ἐκείνου κληρουμένην ἀρχήν, καὶ τούτοις ἁδρὰ τὰ δόματα στήσαντες κἀντεῦθεν σὺν οὐδενὶ πόνῳ τὸ πολέμιον ἀποτρεψάμενοι, ὡς ἐκ βάθους θαλάσσης τῆς αὐτῶν ἀνανηξαμένης πόλεως ἔχαιρον τὴν ἐλευθερίαν ἀνα‐
20σωσάμενοι. βασιλεὺς δ’ ἐπὶ τούτοις ὅσα εἰκὸς εὐφρανθεὶς τούς τε Ἀγκωνί‐ τας ἐπαίνοις τῶν γεγονότων ἀμείβεται καὶ τοῖς ἰσοπολίταις τῷ γένει Ῥω‐ μαίων ἐγκρίνας ἅπαντα ὑπισχνεῖται παρέξειν, ὅσα οἱ ἀμεμφῆ τε καὶ δυ‐ νατὰ κἀκείνους δέον αἰτεῖν. ἀλλὰ καὶ τὸ χρυσίον πολλαπλάσιον πέ‐ πομφε.
25 Καὶ εἰς τόδε μὲν τὰ τῶν Ἀγκωνιτῶν ἐτελεύτα πράγματα, φύσει τὸ πιστὸν ἔχειν δοξάντων καὶ μὴ πρὸς τὸ συμπῖπτον τῆς τύχης τὰς γνώμας μετακυβεύεσθαι. εἴπῃ γὰρ ἄν τις, ὅπως τοῦ μὲν ἐκ γειτόνων αὐτοῖς δυ‐ νάστου καὶ κατάρχειν ἀξιωτέρου παρηγκωνίσαντο τὸ ἐπίταγμα, ὅς ἐστιν ὁ τῶν Ἀλαμανῶν ῥήξ, τὸν δὲ μετὰ πολλὴν ὀπτανόμενον γῆν καὶ
30ὄρη σκιόεντα Ῥωμαίων ἄνακτα ἠγαπήκεσαν, εἰ μή τις αὐτοῖς ἐμπεφυκυῖα
ἦν αὐτόφυτος συνείδησις τἀγαθοῦ κἀν τοῖς δεινοῖς ἀπτόητος ὅρμησις καὶ202

Man1,pt7

203

πρὸς τὸ τῶν πραγμάτων οὐχ ὅμοιον βεβηκυῖα καὶ μὴ εὐτίνακτος. εἴη δ’ ἂν ἕτερον τούτοις οὐκ ἀρεσκόμενον ἀνθυπενεγκεῖν, ὡς ἥττονες ὄντες κέρδους οἱ Ἀγκωνῖται καὶ ἀγυρτεύοντες καὶ πρὸς τὸ λαβεῖν χεῖρα προτείνοντες ἀπέστησαν μὲν τοῦ χθές τε καὶ πρώην ἐς ἡγεμόνα σφῶν ἀποτεταγμένου,
5ὀπίσω δ’ ἐπορεύθησαν ἄλλου, ὃς ἤνεγκεν αὐτοῖς τὴν ἐπιθυμίαν καὶ τὸ κερδαλέον καὶ κάπηλον ἐθεράπευσε τοῦ φρονήματος. Τῷ δὲ βασιλεῖ ταῦτα οὕτω διοικουμένῳ χλευασμοὶ παρὰ Ῥωμαίων ἐπετρίβοντο ὡς ὑπερορίους δῆθεν ἐπιθυμίας διὰ τὸ φίλαυτον τρέφοντι καὶ ὀφθαλμοὺς ἐπ’ ἄκρα γῆς ἐκτείνοντι καί, ὅσα θερμὰ καὶ τολμηρά, ταῦτα
10διαπραττομένῳ καὶ τῶν ἀξόνων βάλλοντι πόρρωθεν, οὓς οἱ πρώην ἔτεμνον βασιλεῖς, καὶ πρὸς χρήσιμον οὐδὲν ἀπαντλοῦντι τὰ χρήματα, ἃ συλλέγει τὸ ὑπ’ ἀρχὴν καλαμώμενος ἀπογραφαῖς τε καὶ φόροις ἐκδαπα‐ νῶν ἀσυνήθεσιν. οὐ καλῶς δὲ παντάπασιν ἐκείνῳ τὰ τοιάδε προσέρ‐ ριπτον, ὅτι μηδ’ ἦν καινοτομία τις ἄλογος ἐς τὸ παντελὲς τὰ πραττόμενα,
15ἀλλὰ τὰ τῶν Λατίνων ὁρῶν ἄμαχον ἰσχὺν περικείμενα ἐδεδίει τὸ σύμ‐ πνουν, ὡς ἔφην, μὴ κατακλύσειε τὰ ἡμέτερα, ὥσπερ καὶ χειμάρρους ἐξ ὀλίγου μέγας φανεὶς παρασύρει γήδια γεωργῶν. διά τοι τοῦτο καὶ τὸ μικρὸν ὑφορώμενος ἔναυσμα ὡς πυρσοῦ παραίτιον, ἐνιαχοῦ δὲ καὶ εἰς με‐ γίστην προβαῖνον πυρκαϊὰν καὶ εἰς ἐμπρησμὸν ἔκτοτε, ἢν εὐπρήστου
20ὕλης τύχῃ λαβόμενον, καὶ πρὸς μόνην ὑποψίαν φυομένην τὴν τῶν λυ‐ πούντων ἀρχὴν ἀπεμάχετο, τοὺς ἀρίστους τῶν γηπόνων μιμούμενος, οἳ τὰς τὴν πρασιὰν λυμαινομένας ἀκάνθας νεαρὰς ἔτι ἐκσπῶσι καὶ κατα‐ στρέφουσιν ἀρτιθαλῆ τῶν δένδρων τὰ μὴ κηπεύσιμα. Ὅτι μέντοι καλῶς τε καὶ εὐφρόνως διενοεῖτο οὕτω καὶ διεπράττετο,
25σαφῶς ὑπέδειξε τὰ μετέπειτα, ἡνίκα τὴν μὲν ἐνταῦθα ζωὴν αὐτὸς μετηλ‐203

Man1,pt7

204

λάχει, τὰ δέ γε πράγματα κυβερνήτην ἀποβαλόντα σοφὸν μικροῦ τὸ τῆς βασιλείας σκάφος ἐβάπτισαν. Τὸ δ’ οὖν τῶν δασμῶν ἐπιτεταμένον οὐδ’ αὐτὸς ὡς μετεδίωκεν ἀπο‐ κρύψομαι. ἀλλ’ οὐδ’ ὅτι αἱ ἀρχαὶ δημοσιώναις προυβέβληντο, πα‐
5ραδράμοιμι, ὥσπερ καὶ τὸ ποθεῖν νεώματα ἐν ἀρούραις καὶ τῷ ἑαυτοῦ ἀρότρῳ διασχίζειν αὔλακας, ἐξ ὧν αὐτῷ ἁδρομεγέθης ἀνέβλαστεν ἄσταχυς. ἦν δὲ τὰ συλλεγόμενα χρήματα οὐ τοσοῦτον ἀποθήκαις ἀπο‐ τιθέμενα ἢ μυχῷ γῆς ἐγκατορυττόμενα, ὅσον ἀμφοτέραις ἀποκενούμενα καὶ ἀφειδῶς παρεχόμενα καὶ μοναῖς μὲν καὶ τεμένεσι καὶ Ῥωμαίοις ἐλασ‐
10σουμένοις, τὰ δὲ πλεῖστα ταῖς τῶν ἐθνῶν μεταγγιζόμενα πανσπερμίαις καὶ μάλιστα ταῖς Λατινικαῖς ἐκρέοντα ὁμηγύρεσι. φιλοδωρίας γὰρ μετα‐ διώκων ἐπίδειξιν ἀσώτως ἐσκόρπιζε καὶ ἀνήλισκεν ἅπερ ἀμφοτέραις ξυνέλεγε τοὺς ἄκρως κερματιστὰς φροντιστὰς τῶν κοινῶν ἐφιστῶν. Μέρος δὲ τὰ τῆς δαπάνης καίριον ἦσαν καὶ ὅσοι καθ’ αἷμα ἐκείνῳ συνή‐
15πτοντο καὶ ἄλλως ᾠκείωντο. αὐτίκα τοίνυν ἡ ἀνεψιὰ Θεοδώρα, ᾗ καὶ, ὡς ἔφημεν, ἐπλησίαζε, βασιλικωτάτης μετεῖχε δορυφορίας καὶ μόνον οὐ διαδουμένη καὶ τῶν ἀρχείων σαρουμένων παριέναι ἤθελε, καὶ κατὰ φυ‐ σικὴν μὲν ἰδιότητα σοβαρὰν ἕλκουσα τὴν ὀφρὺν καὶ ἄνω τὸ ὄμμα τεί‐ νουσα, τὸ δὲ πλέον ἀγέρωχον βλέπουσα. καὶ ὁ ἐκ ταύτης δὲ τῷ βασιλεῖ
20γενόμενος παῖς καὶ ἐφεξῆς ἕτεροι ὅλας θαλάσσας χρημάτων εἰς ἑαυτοὺς μετωχέτευον. Εὔκολος δὲ ὢν καὶ εὐχείρωτος τοῖς κατευναστῆρσι καὶ θαλαμηπόλοις ἐκτομίαις, ἀλλὰ δὴ καὶ τοῖς ἀπὸ γενῶν ἑτερογλώττων ὑποβαρβαρίζουσιν ὑπηρέταις, ὧν ὁ σίελος τοῦ λόγου προηκοντίζετο, τοῖς ῥυηφενέσι καὶ
25τούτους ἐνέταττεν εὐπετῶς, τὰ πολλὰ τὸ οὖς αὐτοῖς ὑποκλίνων καὶ ἅπερ ᾐτοῦντο ῥᾳόνως ἐκπερατῶν. τισὶ τοίνυν ἐκ τούτων οὕτως εὐρόει τὰ κα‐ τὰ βίοτον, ὡς σωρείαις χρημάτων ἐνευθηνεῖσθαι καὶ τοῖς κατὰ κόσμον πᾶ‐ σι περιρρεῖσθαι λαμπροῖς ἴσα καὶ μεγιστᾶσι μεγίστων ἐθνῶν, καὶ ταῦτα παιδείας ἁπάσης ἐστερημένοις καὶ φωνῆς Ἑλληνίδος τὰ ἴχνη μεταδιώ‐
30κουσιν ὡς αἱ σκοπιαί τε καὶ αἱ πέτραι πρὸς τὰ τῶν ποιμένων αὐλήματα
τὸ τῆς ἠχοῦς ὑστερόφωνον. κἀπὶ τούτοις ὡς πιστοτάτοις αὐτῷ καὶ204

Man1,pt7

205

θερμοῖς θεράπουσι μάλιστα πεποιθὼς οὐ μόνον αὐτοῖς τὰς μεγίστας ἀρχὰς ἐγχειρίζει, ἀλλὰ καὶ κρίσεσιν ἐφίστα δικαστικαῖς, ὧν ὀψὲ καὶ νομοτριβεῖς ἄνδρες ἐφίκοιντο ἄν. Δεῆσαν δὲ καὶ τῶν ἐπαρχιῶν τινὰς ἀπογράφεσθαι (τοῦτο δὲ συχνά‐
5κις ἐγίνετο), ὁ τοιόσδε χορὸς τοῦ λογίμου προυτίθετο. εἰ δέ που καὶ παρεζεύγνυτό τις αὐτοῖς εὐγενὴς Ῥωμαῖος ἀνήρ, βάπτων ὅλως εἰς νοῦν καὶ γέμων φρονήσεως, κατὰ τοῦτο ξυνεπέμπετο, ὅπως ὁ μὲν ἀπογράφων ἔσται καὶ τολυπεύων τὰς ὑποθέσεις, ἐξ ὧν ἤμελλον οἱ φόροι συνάγεσθαι, ὁ δὲ ὡς κερδοσυλλέκτης προεδρεύῃ καὶ τὰ φασκώλια σφραγῖσι διαση‐
10μήνηται, ἃ ἤμελλον εἰσφέρεσθαι βασιλεῖ. τὰ πλεῖστα μέντοι πρὸς τοὐναν‐ τίον αὐτῷ περιίστατο καὶ ἠσυνθετεῖτό οἱ ἐντεῦθεν τὰ σκέμματα· Ῥω‐ μαίους γὰρ ὡς κλεμματιστὰς ἐκτρεπόμενος εἴτε ὑποβλεπόμενος ἐλάνθανεν ἑαυτὸν ἐρασιχρημάτους ὀλβίζων βαρβάρους καὶ εὖ ποιῶν ἀνδράρια κα‐ κοδαίμονα καὶ τοῦ κατὰ φύσιν καὶ παιδείαν χρηστοῦ καὶ πιστοῦ πρὸς
15τὴν ἀντικειμένην γνώμην τοὺς ἐνδαποὺς καθιστῶν, ἐπεὶ καὶ τὸ εἰς αὐτοὺς καχύποπτον τοῦ βασιλέως ἐκεῖνοι γνωρίζοντες καὶ ὡς ὑπηρέται πλέον καὶ προαγωγοὶ λημμάτων ἤπερ ἀσφαλεῖς τὰ ἐς πίστιν κρινόμενοι τοῖς ἐθνικοῖς συντάττονται κατὰ σύνδυο ἐκπεμπόμενοι ἢ γοῦν ὡς παρήοροι καὶ παράσειροι τοῦ τῆς ἀρχῆς λογίζονται ἅρματος, τὸ διατεταγμένον
20μόνον ἐποίουν θερίζοντες καὶ δεσμεύοντες ὡς δράγματα τὰ κέρματα καὶ ὡς εἰς ἅλωνα συμφοροῦντες τὸν ἐπὶ πολλῶν καθιστάμενον ἐκεῖνον καὶ πλείστων ἄλλων ἀντάξιον Ῥωμαίων κρινόμενον βάρβαρον, τὰ δ’ ἄλλα παρέβλεπον, ἵνα μὴ λέγοιμι ὡς βασιλεῖ μὲν ἐνίοτε βραχέα καὶ οἷον ἀφαιρέ‐ ματα τῶν ὅλων εἰσήγετο, τὰ δὲ πλείω ἐκεῖνοι παρενοσφίζοντο, τοῦ ἀγα‐
25θοῦ καὶ πιστοῦ παρὰ βασιλεῖ δούλου ἐν πρώτοις ἑαυτῷ φύροντος ἐγ‐ κρυφίας ἐκ τῶν ἀλοωμένων πυρῶν εἴτ’ οὖν χρυσίνων καὶ μετέπειτα μετα‐ διδόντος καὶ τῷ συνάρχοντι. Ἔργον τοῦ βασιλέως τούτου καὶ ὁ μὴ πολὺ τῆς θαλάσσης ἔνδον ἱστάμενος πύργος τῆς προσκλυζούσης τὴν χέρσον, ἥτις ὀνομάζεται Δά‐
30μαλις, ἀλλὰ δὴ καὶ ὁ ἀντίπορθμος τούτῳ ἕτερος πύργος τῆς τῶν Μαγ‐ γάνων ἔγγιστα δεδομημένος μονῆς. ἦν δὲ σκοπὸς τῷ τούτους ἀνεγεί‐
ροντι ἄνακτι, κατὰ καιρὸν ἐπαγωγῆς πλοίων βαρβαρικῶν σιδηρᾶν ἐξ205

Man1,pt7

206

ἑκατέρων ἅλυσιν διατείνεσθαι καὶ ἄβατα ἐντεῦθεν γίνεσθαι ὁπόσα περὶ τὴν ἀκρόπολιν μέρη τῆς πόλεως καὶ τὸν συρόμενον ἔσωθεν ὁλκὸν ἕως καὶ ἐς αὐτὰ τὰ ἐν Βλαχέρναις βασίλεια. Φιλοκαλίαν δὲ κατηγοροῦσι τοῦδε τοῦ βασιλέως καὶ οἱ κατ’ ἄμφω
5τὰ ἀνάκτορα ἐπιμήκιστοι καὶ περίστυλοι ἀνδρῶνες, οὓς αὐτὸς ἀνήγειρεν, οἳ ψηφίδων χρυσῶν ἐπιθέσεσι διαυγάζοντες τυποῦσιν ἄνθεσι βαφῆς πο‐ λυχρόου καὶ τέχνῃ χειρουργῷ θαυμασίᾳ ὅσα οὗτος κατὰ βαρβάρων ἠν‐ δρίσατο ἢ ἄλλως ἐπὶ τὸ βέλτιον Ῥωμαίοις διεσκευάκει. ἀλλὰ καὶ τὰς πλείους τῶν κατὰ τὸν πορθμὸν τῆς Προποντίδος λαμπρῶν οἰκοδομιῶν,
10ἐν αἷς οἱ βασιλεῖς Ῥωμαίων θερίζουσι τὰς εὐωρίας μεταδιώκοντες ὡς οἱ πάλαι κρατοῦντες Περσῶν τὰ Σοῦσά τε καὶ Ἐκβάτανα, οὗτος ἀνήγειρε καὶ πρὸς κόσμον ὑπεξῆρε πλείονα. Καὶ πρὸς τοὺς πόνους γὰρ ἀντεῖχε μάλα, καιροῦ καλοῦντος μοχθεῖν, καὶ ψῦχος ἔστεγε καὶ πνῖγος ἔφερε καὶ πρὸς ὕπνον ἀπεμάχετο, καὶ ταῖς
15τρυφαῖς δὲ προσανεῖχε πολέμων ἄγων σχολὴν καὶ ἐνησμένιζε ταῖς ἀνέσε‐ σιν. εἰ τοίνυν περιεργότερον τοῦτον ἠθρήκει τις, ὅπως ἔχαιρε καρυκείαις βρωμάτων καὶ τοῖς πρὸς λύριον καὶ κιθάραν καὶ συμφωνίαν ᾠδῶν ἔχουσιν οὐκ ἀπηχθάνετο, εἶπεν ἂν ὡς μόνοις ἐννεάσας ἔχει τοῖς τοιούτοις καὶ ἡδονὴν τὸ πέρας ἥγηται τῆς ζωῆς· εἰ δὲ τοὐναντίον αὐτῷ προσέβλε‐
20ψε πρὸς πᾶσαν ἀταπεινώτῳ γλυκυθυμίαν τυγχάνοντι καὶ τιθεμένῳ παρὰ φαῦλον ἡδυπάθειαν δυσκόλων ἐπιστάντων καιρῶν, ἐθαύμασεν ἄν, ὅπως ἐξήλλακτο πρὸς ἀμφότερα. Ἐπιβαλόμενος δὲ τὸν πρὸς θάλασσαν τῆς ἁγίας Εἰρήνης ἀναδομήσειν νεών, ὃν μεγέθει μέγιστον καὶ κάλλει κάλλιστον πάλαι Μαρκιανὸς ὁ
25πάνυ ἤγειρε, πῦρ δὲ ᾐθάλωσε, μέρη τινὰ τοῦ τοιούτου τεμένους ἐκ βάθρων οἰκοδομήσας τοῦ λοιποῦ ἐπαύσατο. Ἱδρύσατο δὲ φροντιστήριον ἱερὸν περί που τὸ τοῦ Πόντου στόμα, εἰς τόπον τινὰ Κατασκέπην λεγόμενον, εἰς ὄνομα τοῦ ἀρχιστρατήγου
Μιχαήλ, καθ’ ὃ τῶν τότε μοναστῶν ἠθροικὼς τοὺς ὀνομαστοτάτους τε206

Man1,pt7

207

καὶ ἀκρέμονας πάντῃ μοναδικὸν καὶ ἀπράγμονα μετιέναι βίον προεμη‐ θεύσατο. εἰδὼς γὰρ τὸ κτηματικοὺς εἶναι καὶ τυρβάζεσθαι πάλιν περὶ πολλὰ τοὺς τὸν ἐρημικὸν βίον ἀνελομένους τῆς ἡσυχίας αὐτοὺς μεθιστῶν καὶ τοῦ κατὰ θεὸν ζῆν ἀπάγον, τοῦτο δὴ τὸ οἰκεῖον αὐτοῖς ἐπάγγελμα,
5οὐδὲν κτησείδιον ἀπετάμετο, οὔτε μὴν ἀγροὺς καὶ ἀμπελῶνας τῷ φρον‐ τιστηρίῳ ἐπέταξε, πᾶσαν δὲ τοῖς μονασταῖς δίαιταν ἐκ τῶν βασιλικῶν χρυσώνων ἐπιμετρήσας ἐκεῖθεν αὐτὴν ἐβράβευεν, ἀνακόπτων ἐντεῦθεν, οἶμαι, τὸν πολὺν ἔρωτα τῶν πλείστων περὶ τοῦ μονὰς συνιστᾶν καὶ πα‐ ράδειγμα διδοὺς τοῖς μετόπισθεν, ὅπως χρεὼν νεὼς ἀνιστᾶν καὶ οἵαν
10δέον ἑτοιμάζειν τράπεζαν τοῖς ἐρημικοῖς καὶ ἀβίοις καὶ τῆς ὕλης ἑαυτοὺς ἐκλύσασι. Τοσοῦτον δ’ ἀπεῖχε τὴν νῦν κατάστασιν ἐπαινεῖν, οἳ μονάζειν μὲν ἐπαγγέλλονται, πολυκτήμονες δὲ καὶ πολυφρόντιδές εἰσιν ὑπὲρ τοὺς τῇ ἐνταῦθα φιληδοῦντας ζωῇ, ὥστε καὶ τὴν νεαρὰν νομοθεσίαν, ἣν ὁ βασι‐
15λεύτατος τῷ ὄντι Νικηφόρος ὁ Φωκᾶς, ὁ τὴν ἰσχὺν ἡρωϊκὸς καὶ πολὺς τὴν σύνεσιν, ἔθετο παύουσαν τὰς μονὰς ἐμπλατύνεσθαι κτήσεσι, τεθνη‐ κυῖαν πάλαι τῷ χρόνῳ καὶ τὸ κῦρος ἀποθεμένην, τῷ ἐρυθρῷ τῆς βαφῆς ὡς αἵματι ἀναθάλψας ἐζώωσεν. Οὐ μὴν δὲ ἀλλὰ καὶ τῷ πατρὶ καὶ τῷ πάππῳ καὶ τοῖς καθ’ αἷμα προσ‐
20ήκουσι λοιποῖς ἅπασιν, ὁπόσοι μονὰς δειμάμενοι ὅλα πλέθρα γῆς καρ‐ ποφόρα καὶ λειμῶνας χλοεροὺς αὐταῖς προσεκλήρωσαν, ἐπεγκαλῶν οὐκ ἐπαύετο, οὐ κατὰ τοῦτο μεμψιμοιρῶν ἢ μυκτῆρα καταχέων πλατὺν τῶν ἀνθρώπων, ὅτι τῆς οὐσίας θεῷ τι ἀπένειμαν, ἀλλ’ ὅτι μὴ καλῶς τὸ καλὸν εἰργάσαντο. δέον γὰρ ἐν τόποις δυσερευνήτοις καὶ χωρίοις πανερήμοις
25καὶ σπηλαίων ὀπαῖς καὶ ὀρῶν περιωπαῖς τοῖς μονάζουσιν ἀποτάξαι τὸ σκήνωμα καὶ παριδεῖν ταυτηνὶ τὴν ἐφ’ Ἑλλησπόντῳ κειμένην καλλίπολιν ὡς τὸν λωτὸν Ὀδυσσεὺς καὶ Σειρήνεια μέλη τὰ δυσαπόσπαστα, οἱ δὲ τὸν
ἐξ ἀνθρώπων θηρώμενοι ἔπαινον καὶ τοὺς κεκονιαμένους ἑαυτῶν τάφους207

Man1,pt7

208

εἰς θέαν τοῖς εἰσιοῦσι τοὺς νεὼς προτιθέντες καὶ νεκροὶ ἐρῶντες στεφανού‐ μενοι δείκνυσθαι καὶ στιλπνοὶ καὶ φαιδροὶ τὰ πρόσωπα ἐπ’ ἀγορᾶς τε καὶ τριόδων τὰ θεῖα ᾠκοδόμησαν φροντιστήρια, ἐνλακκεύσαντες ἐν τούτοις καὶ ἐνσηκάσαντες οὐκ ἐπιλέγδην τὸ ἀρεταῖνον, τὸ δὲ μέχρι τριχῶν ἀπο‐
5βολῆς καὶ τῆς τῶν ἐσθημάτων μεταβολῆς καὶ τοῦ ἀφειμένου πώγωνος χαρακτηρίζον τὸν μοναστήν. διὰ ταῦτα τοίνυν εἴτε τὴν μοναδικὴν ὑπερείδων σεμνότητα ἤδη ἀφαντουμένην καὶ πρηνῆ ἐπὶ στόμα πίπτου‐ σαν, εἴτε μὴν δεδιὼς μὴ ἐσεῖται μέσος ληφθεὶς οἷς διεβέβλητο, ἑτέραν ἐτράπετο ἧς οἱ ἐξ αἵματος ἐκείνῳ ἐβάδισαν.
10 Θεσμοῦ δὲ παρὰ Ῥωμαίοις κειμένου, οἶμαι δὲ καὶ παρὰ βαρβάροις αὐ‐ τοῖς κρατοῦντος, ὀψώνια τοῖς στρατευομένοις παρέχεσθαι καὶ τούτων πολλάκις ἔκταξιν γίνεσθαι, εἰ εὐοπλοῦσιν, εἰ τῶν ἵππων ἐπιμεμέληνται, ἀλλὰ καὶ τοὺς νεωστὶ στρατευομένους πρότερον ἐξετάζεσθαι, εἰ εὐρώστως ἔχουσι τῶν σωμάτων, εἰ τόξων εἰσὶν εἰδήμονες, εἰ κραδαίνειν δόρυ ἐπήσκη‐
15σαν, εἶθ’ οὕτω τοῖς καταλόγοις ἐγγράφεσθαι, ὁ βασιλεὺς οὗτος τὰ τοῖς στρατιώταις διδόμενα σιτηρέσια ὡς εἰς δεξαμενὴν ὕδωρ τὰ ταμιεῖα συ‐ σχὼν ἰᾶτο τὸ δίψος τῶν στρατευμάτων ταῖς λεγομέναις τῶν παροίκων δωρεαῖς, ἔργῳ καταχρησάμενος παρὰ τῶν πρώην ἐφευρημένῳ βασιλέων καὶ σπανίως ἐπί τισι γινομένῳ τοὺς πολεμίους πολλάκις συγκόψασιν.
20 Ἔλαθεν οὖν ἐντεῦθεν καὶ τὸ στρατιωτικὸν ἀτονώτερον ἐργασάμενος καὶ χρημάτων ἀβύσσους εἰς ἀργὰς γαστέρας ὀχετηγήσας καὶ τὰς Ῥω‐ μαϊκὰς ἐπαρχίας ἄγαν κακῶς θέμενος· οἵ τε γὰρ ἀγαθοὶ στρατιῶται τὸ ἐν τοῖς δεινοῖς φιλότιμον καταλελύκασιν, οὐκέτι τοῦ ὑπονύσσοντος πρὸς ἐπίδειξιν ἀρετῆς ἰδίου αὐτοῖς ὡς πρότερον μένοντος, ἀλλ’ εὐπορίστου
25προκειμένου τοῖς ἅπασι, καὶ οἱ τὸν δημόσιον πάλαι δεσπότην λαχόντες τῶν ἐπαρχιῶν οἰκήτορες ὑπὸ τῆς στρατιωτικῆς ἀπληστίας πεπόνθασι τὰ οἰκτρότατα, οὐκ ἀργύριον καὶ ὀβολὸν ἀφαιρούμενοι, ἀλλὰ καὶ τοῦ τε‐ λευταίου χιτῶνος ψιλούμενοι, ἐνίοτε δὲ καὶ τῶν φιλτάτων αὐτῶν ἀπο‐
σπώμενοι.208

Man1,pt7

209

Ἦν τοίνυν διὰ ταῦτα τὸ στρατολογεῖσθαι τοῦ βουλομένου παντός, καὶ πολλοὶ ταῖς ῥαφίσι χαίρειν εἰπόντες ὡς ἐπεισκομιζούσαις αὐτοῖς τὰ χρειώδη στενῶς καὶ δυσεκβιάστως, ἄλλοι τὸ ἱπποκομεῖν ἐκλακτίσαντες καὶ τὸν ἐκ πλινθείας βόρβορον ἀπονιψάμενοι ἕτεροι, εἰσὶ δ’ οἳ καὶ τὴν τῶν
5χαλκείων ἀσβόλην ἀπομορξάμενοι τοῖς στρατολογοῦσι παρέστησαν καὶ παρενεγκόντες ἵππον Περσαῖον ἢ χρυσίνους ἀριθμῷ βραχεῖς καταθέμενοι ταῖς στρατιώτισι κατελέγησαν ἴλαις ἀβασανίστως κἀκ τοῦ παραυτίκα βασιλικοῖς ἐφωδιάσθησαν γράμμασι πλέθρα γῆς δροσερὰ καὶ ἀρούρας σιτοφόρους καὶ Ῥωμαίους ὑποφόρους βραβεύουσιν, ὡς ὑπηρετεῖν ἐν
10σχήματι δούλων, ἐνίοτε καὶ κατατιθέναι φόρους ἀνδραρίῳ μιξοβαρβάρῳ, μηδὲ εἰ ἔστιν ὅλως ἐγνωκότι παράταξις, Ῥωμαῖον ἄνδρα, γεραρὸν τὸ εἶδος καὶ οὕτως εὖ εἰδότα πολέμων καὶ τοσοῦτον τοῦ φορολογοῦντος αὐτὸν ὑπερφέροντα, ὡς Ἀχιλλέα πρὸς ἐκεῖνον δοκεῖν ἢ διτταῖς χερσὶν ὁπλιζόμενον κρίνεσθαι πρὸς τὸν μηδετέραν ἀπὸ πάθους ὀρέγοντα.
15 Ἐπαξίως οὖν τῆς ἀκομιστίας ταύτης τῶν στρατευμάτων αἱ Ῥω‐ μαϊκαὶ πεπράγασιν ἐπαρχίαι, αἱ μὲν πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ὑπὸ τῶν ἀλλοφύλων σκυλευόμεναι καὶ εἰς ἀρχὴν αὐτοῖς ἰδιούμεναι, αἱ δὲ ὡς ἀλ‐ λότριαι τοῖς ἡμετέροις ἀφαντούμεναι καὶ δῃούμεναι. Ἀλλ’ ἕως πότε, Κύριε, τῆς σῆς ἐπιλήσῃ κληρονομίας καὶ τὸ σὸν ἀπο‐
20στρέφων ἀφ’ ἡμῶν πρόσωπον ὁδοποιήσεις τρίβον τῇ ὀργῇ σου; πότε ἐπόψει ἐξ ἁγίου ἐπιβλέψας κατοικητηρίου σου καὶ ἰδὼν ἴδῃς τὴν ἡμετέραν συνοχήν τε καὶ κάκωσιν καὶ ῥύσῃ τῶν ἐφεστώτων κακῶν, ἀπαλλαγὴν δὲ παρέξεις καὶ τῶν πολὺ τούτων ἐλπιζομένων χαλεπωτέρων; Πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνα δοτέον τῇ ἱστορίᾳ. τοῖς πλείοσι βασι‐
25λεῦσι Ῥωμαίων οὐκ ἀνεκτόν ἐστιν ὅλως ἄρχειν μόνον καὶ χρυσοφορεῖν καὶ χρᾶσθαι τοῖς κοινοῖς ὡς ἰδίοις, οὐδὲ μὴν ὡς δούλοις τοῖς ἐλευθέροις προσφέρεσθαι, ἀλλ’ εἰ μὴ καὶ σοφοὶ δοκοῖεν καὶ θεοείκελοι τὴν μορφὴν καὶ ἥρωες τὴν ἰσχὺν καὶ ὡς Σολομῶν θεόσοφοι καὶ δογματισταὶ θειότατοι καὶ κανόνες τῶν κανόνων εὐθέστεροι καὶ ἁπλῶς θείων καὶ ἀνθρωπίνων
30πραγμάτων ἀπροσφαλεῖς γνώμονες, δεινὰ οἴονται πάσχειν. ἔνθεν τοι καὶ209

Man1,pt7

210

δέον τοῖς ἀπαιδευτέροις καὶ θρασυτέροις ἐπιτιμᾶν ἐπεισάγουσιν ἀσυνήθη καὶ νέα τῇ ἐκκλησίᾳ δόγματα ἢ γοῦν ἀνατιθέναι ταῦτα οἷς ἐπάγγελμα τὰ περὶ θεοῦ εἰδέναι καὶ λέγειν, οἱ δὲ οὐδὲ κατὰ τοῦτο τὸ μέρος δευτερεύειν οὑτινοσοῦν ἀνεχόμενοι οἱ αὐτοὶ δογμάτων εἰσηγηταὶ καὶ δικασταὶ τού‐
5των καὶ ὁρισταί, πολλαχοῦ δὲ καὶ κολασταὶ τῶν μὴ συμφωνούντων αὐ‐ τοῖς γίνονται. Καὶ ὁ βασιλεὺς τοιγαροῦν οὗτος εὐγλωττίαν εὐτυχηκὼς καὶ λόγου ἔμφυτον χάριν πεπλουτηκὼς οὐ λαμυρῶς ἐπέστελλε μόνον, ἀλλὰ καὶ κατηχητηρίους ὤδινε λόγους, οὕς φασι σελέντια, καὶ εἰς κοινὴν ἀνέπτυσσεν
10ἀκοήν. ὁδῷ δὲ προϊὼν καὶ δογμάτων ἥπτετο θείων καὶ περὶ θεοῦ διελέ‐ γετο. ἀμέλει καὶ κατασχηματιζόμενος πολλάκις τὸν ἀποροῦντα γραφι‐ κὰς εἰσῆγε ζητήσεις καὶ περὶ τῶν λύσεων τουτωνὶ διεπυνθάνετο ξυνα‐ γείρων ὅσον ἔχαιρε λογιότητι. ἀλλ’ ἦν ἂν ἐπαινετέος κἀν τούτοις, εἰ μέχρι τούτων τὴν λιχνείαν ἐκτείνων τοῖς δυσεφίκτοις οὐ προσέβαινε
15δόγμασιν ἢ καὶ τούτοις ἐφιστάνων τὸν νοῦν οὐκ ἦν ἰσχυρογνωμῶν, οὐδὲ τὸν νοῦν τῶν γραφομένων πρὸς τὴν οἰκείαν μεθεῖλκεν ἐν πολλοῖς πρόθεσιν, ὁρίζων καὶ προσεπάγων ἐξηγήσεις ἐν οἷς πρὸς ὀρθὴν ἔννοιαν οἱ πατέρες ἐφθέγξαντο, ὡς εἴπερ ὅλον αὐτὸν συνείληφε τὸν Χριστὸν καὶ ὑπ’ αὐτοῦ μεμύηται τὰ περὶ αὐτοῦ τρανότερον καὶ θειότερον.
20 Ζητήσεως οὖν γενομένης περὶ τοῦ γραφικοῦ ῥητοῦ, ὅ φησι τὸν σεσαρ‐ κωμένον θεὸν προσφέρειν τε ὁμοῦ καὶ προσφέρεσθαι, καὶ τῶν τότε λογίων ἀνδρῶν εἰς ἐναντίας μοίρας ἀποκριθέντων, ἐφ’ ἱκανὸν τὰ τῆς ἐξετάσεως παρετάθησαν, ῥήσεις τε καὶ ἀντιρρήσεις ἐξ ἑκατέρων ἐχέθησαν τῶν μερῶν.
ὀρθοτομηθέντος δὲ τοῦ ζητουμένου καὶ τῇ δόξῃ προστεθέντος τοῦ βασι‐210

Man1,pt7

211

λέως τῇ θεοφιλεῖ τε καὶ κρείττονι, καθαίρεσιν ὑπέστησαν ὡς ἀντίφρονες ὁ ὑποψήφιος τῆς Θεουπόλεως μεγάλης Ἀντιοχείας Σωτήριχος ὁ Παντ‐ εύγενος, ὁ Δυρραχίου Εὐστάθιος, ὁ τοῦ Θεσσαλονίκης Μιχαὴλ τὸν ῥητορικὸν θρόνον κοσμῶν καὶ τὸν εὐαγγελικὸν ἀναβαίνων ὀκρίβαντα,
5ὁ Βασιλάκης Νικηφόρος τὰς τοῦ Παύλου ἀναπτύσσων ἐπ’ ἐκκλησίας ἐπιστολὰς καὶ διαλευκαίνων τῷ τῆς καλλιρρημοσύνης φωτὶ ὅσαι τῶν ἀποστολικῶν ῥήσεων τῇ ἀσαφείᾳ ὑπομελαίνονται καὶ τῷ βάθει τοῦ Πνεύματος ἐπιφρίσσουσι. Λέγεται δὲ ὡς τοῦ δόγματος τούτου ὑποκινουμένου καὶ εἰς κοινὴν
10ἐπικρινομένου προτεθῆναι βάσανον, ἐξώρως ἐκραγῆναι βροντὴν ἐξαισίαν, ὑφ’ ἧς καὶ περικτυπηθῆναι τὰς ἀκοὰς τὸ συνὸν ἅπαν τῷ βασιλεῖ, κατὰ Πελαγονίαν διατρίβοντι τότε, καί τινα τῶν λόγῳ τροφίμων, Ἠλίαν τοὔνομα, τὴν τύχην ὑπὲρ τοὺς πολλούς, τοῦ στρατοῦ φύλακα, βίβλον ἀναπτύξαντα περὶ βροντῶν καὶ σεισμῶν διεξιοῦσαν καὶ τὰ περὶ τὸν και‐
15ρὸν ἐκεῖνον, καθ’ ὃν ἐβρόντησεν, ἐπελθόντα φάσκοντα εὑρεῖν οὑτωσὶ „πτῶσις σοφῶν.“ Οὐ μόνον τοίνυν οἱ ῥηθέντες, τῶν τηνικαῦτα ὄντες σοφῶν οἱ κράτιστοι, τῆς ἐκκλησίας ἀπεσφενδονήθησαν καὶ πάσης ἱερᾶς ὑπηρεσίας ἐξωστρα‐ κίσθησαν, ἀλλὰ σὺν αὐτοῖς καὶ ἕτεροι τῶν θείων περιβόλων ἀποσηκα‐
20σθέντες ἠλάθησαν. Μετὰ χρόνους δέ τινας τὴν „ὁ πατήρ μου μείζων μού ἐστι“ τοῦ θεαν‐ θρώπου φωνὴν προθεὶς εἰς ἐξέτασιν ὀλίγα ταῖς τῶν πατέρων προσσχὼν ἐξηγήσεσι, καὶ ταῦτα διαφόροις οὔσαις καὶ ἱκαναῖς πρὸς τὴν τοῦ ζητου‐
μένου παράστασιν καὶ σαφήνειαν, ἐφερμηνεύσεις οἰκείας εἰσήνεγκε, φιλο‐211

Man1,pt7

212

νείκως τῶν ἅπαξ δοξάντων περιεχόμενος καὶ πρὸς τὸ οἰκεῖον ἀνθέλκων βούλημα καὶ ὃ κυρώσειν προέθετο τὰς μηδὲν τῇ ἀληθείᾳ λυμαινομένας ἀλλὰ θεοσόφως λεχθείσας ῥήσεις τῶν μακαρίων διδασκάλων τῆς οἰκου‐ μένης. τῶν μὲν γὰρ λεγόντων τῷ αἰτίῳ εἰρῆσθαι μείζονα, τῶν δὲ κατὰ τὸ
5ἀνθρώπινον ἐξειληφότων καὶ τῷ προσλήμματι, οὐ τῷ Λόγῳ τὴν φωνὴν ταύτην ἀπονειμαμένων, ὥσπερ καὶ τὸ πρὸς τὸν πατέρα πορεύεσθαι καὶ τὸ ἔρχεσθαι τοῦ κόσμου τὸν ἄρχοντα καὶ ἐρευνῶντα μηδὲν ὅλως εὑρίσκειν ἐν αὐτῷ, τινῶν δὲ περὶ τοῦ Λόγου τὸ μεῖζον ἐκλαβομένων, οὐχ ἁπλῶς δὲ καὶ κατ’ οὐσίαν, ἀλλὰ διὰ τὴν ἐν τῷ ἐνανθρωπῆσαι ἄκραν κένωσιν καὶ
10ταπείνωσιν, καὶ ἄλλων ἄλλως εὐσεβῶς μέντοι ἐκδεξαμένων, ταύτας οὐκ οἶδ’ ὅπως ἀποστέρξας ὡς οὐχ ἱκανῶς περὶ τοῦ προκειμένου εἰπούσας καὶ ἑτέρως αὐτὸ διηρμήνευεν. Ἀμέλει καὶ σύνοδον συγκροτήσας καὶ ἅπαν ὅσον τοῖς θείοις ἔχαιρε δόγμασι συναθροίσας ἐνῆγεν ἕκαστον ἐν τόμῳ δογματικῷ ὑπογράφειν
15ὁρίζοντας οὑτωσὶ „ἀποδέχομαι μὲν καὶ τὰς περὶ τοῦ ὁ πατήρ μου μείζων μού ἐστι τῶν θεοφόρων πατέρων φωνάς, λέγω δὲ εἰρῆσθαι τοῦτο καὶ κατὰ τὴν ἐν αὐτῷ κτιστὴν καὶ παθητὴν σάρκα.“ Τοῦτο δὲ οὐκ οἶδ’ ὅπως τὸ ἔλαττον πρὸς τὸν πατέρα τῷ υἱῷ σαρκο‐ φορήσαντι περιτίθησιν, ὡς εἴπερ ἀπωλίσθησε τῆς ἰσότητος διὰ τὴν τῆς
20ἀνθρωπίνης φύσεως πρόσληψιν καὶ τὴν πρὸς ἡμᾶς ἐπιδημίαν, μὴ τὴν ἰδίαν καὶ οὕτως ἀνασώζων δόξαν, τοῖς δὲ τῆς κενώσεως μέτροις ἐναπο‐ μείνας, ἢ μὴ θεώσας καὶ ὑψώσας τὸ ταπεινὸν καὶ τῶν οἰκείων αὐχημά‐ των μέτοχον ἀποδείξας ἐξ αὐτῆς ἑνώσεως, ἀλλ’ ὑπ’ αὐτοῦ τοὐναντίον ταπεινωθείς, ὅπερ ἄτοπον.
25 Ἀμέλει καὶ γραφαῖς ἐρυθραῖς ὡς φλογίνῃ ῥομφαίᾳ τὸ δόγμα τοῦτο διειληφώς, ἀπειλούσαις θάνατον καὶ ἀποκήρυξιν πίστεως τῷ προσεμ‐ βλέψαι ὅλως ἔνδον τολμήσαντι καὶ κατὰ πρώτην τοῦ νοῦ κίνησιν, πολ‐ λοῦ δέω εἰπεῖν ἐπιλαβομένῳ καὶ ὑποτονθορύσαντι, ἔπειτα καὶ λιθίναις πλαξὶν ἐγχαράξας ὑποθήκαις τινῶν ἐπὶ Νεὼ τοῦ Μεγίστου ἀνέθετο.
30ὑφωρῶντο γὰρ τὴν τῶν κυρωθέντων ἀνάλυσιν ὡς εἰς αὐτὸν τὸν Λόγον212

Man1,pt7

213

διὰ μέσης τῆς σαρκὸς ἀποφερόντων τὸ ἔλαττον, καὶ μάλισθ’ ὅτι τὴν κένωσιν καὶ τὸ κατὰ τὸ ἀνθρώπινον νοούμενον παρεβλέψαντο. Οἷον δὲ καὶ τόδ’ ἔρεξεν ἀνὴρ οὑτοσὶ περὶ τὸ πέρας τῆς αὐτοῦ βιοτῆς. ἔγκειται τῷ κατηχητικῷ πυκτίῳ μεθ’ ἑτέρων ἀφορισμῶν καὶ τὸ ἀνάθεμα
5τῷ θεῷ τοῦ Μωάμετ, περὶ οὗ λέγει „οὔτε ἐγέννησεν οὔτε ἐγεννήθη“ καὶ ὅτι ὁλόσφυρός ἐστι. τὸν τοιοῦτον τοίνυν ἀναθεματισμὸν ἀπαλεῖψαι τῶν ὅλων κατηχητηρίων βίβλων προέθετο, ἀπ’ αὐτῆς τῆς ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ πυκτίδος ἀρξάμενος. καὶ ἡ πρόφασις ὡς μάλα εὐπρόσωπος· ἔφασκε γὰρ ὡς εἰς σκάνδαλον πρόκειται τῶν μετατιθεμένων Ἀγαρηνῶν
10εἰς τὴν καθ’ ἡμᾶς θεοσεβῆ πίστιν τὸ βλασφημεῖσθαι ὅλως θεόν. Οὐκοῦν μετάκλητον τίθησι τὸν μέγιστον Θεοδόσιον, ὃς διεῖπε καὶ ἐκόσμει τηνικαῦτα θρόνον τὸν πρώτιστον, καὶ τῶν κατὰ τὴν πόλιν ἐνδημούντων ἀρχιερέων τοὺς λόγῳ καὶ ἀρετῇ διαπρέποντας καὶ κοινοῦ‐ ται τούτοις τὸ σκέμμα μετ’ ὀγκηρῶν προεισοδίων τῆς ὑποθέσεως. ἀνα‐
15νεύοντας δὲ πάντας εὑρὼν καὶ μηδ’ ἄκροις παραδεχομένους ὠσὶ τὰ εἰσ‐213

Man1,pt7

214

ηγούμενα ὡς ἀπόφημα καὶ τῆς εἰς θεὸν ἀληθεστάτης δόξης ἀπάγοντα, ἐξηγουμένους δὲ θεοφιλῶς τὸ εἰς σκάνδαλον δῆθεν καὶ πρόσκομμα κείμενον καὶ διασαφοῦντας μὴ ὅλως θεὸν οὐρανοῦ καὶ γῆς ποιητὴν καθυποβάλ‐ λεσθαι ἀναθέματι, ἀλλὰ τὸν παρὰ τῷ λήρῳ καὶ δαιμονώδει Μωάμετ
5ἀναπλαττόμενον ὁλόσφυρον θεὸν καὶ μήτε γεννηθέντα μήτε γεννήσαντα· παρὰ Χριστιανοῖς μὲν γὰρ δοξάζεσθαι πατέρα θεόν, αὐτὰ δὲ τὰ ἀπόβλη‐ τα τοῦ Μωάμετ ληρήματα τοῦτο ἀπαγορεύειν ὅλως· καὶ ἄλλως δὲ μὴ συνιέναι, ὁποῖον τί ἐστι τὸ ὁλόσφυρον, αὐτοὺς μὲν φθινύθειν εἴασεν ἐν στήθεσιν ἔχων νόον ἀκήλητον, καθ’ ἑαυτὸν δ’ ἐκτίθησι τόμον, ὑπουργοῖς
10ἐς τοῦτο χρησάμενος οὓς ᾔδει τῶν ἐκ τῆς βασιλείου αὐλῆς τὸν καιρὸν κο‐ λακεύοντας καὶ λόγου μετέχοντας, ὑπερηγοροῦντα μὲν τῆς τοῦ Μωάμετ μωρολογίας (οὐ γὰρ ἂν εἴποιμι θεολογίας), καθαπτόμενον δὲ λαμπρῶς τῶν πρότερον βασιλέων καὶ τῶν ἐκ τοῦ καταλόγου τοῦ ἱεροῦ ὡς ἀμαθῶς καὶ ἀπερισκέπτως ἀνεχομένων ὑπὸ ἀνάθεμα τίθεσθαι θεὸν τὸν ἀληθινόν.
15καὶ τοῦτον εἰς κοινὴν ἀκρόασιν ἐπὶ τῶν ἱερῶν ἀρχείων ἐκδίδωσι συνεκ‐ πεπομφὼς οἷον τοῦ τόμου προοδευτὰς καὶ νεολαῖαν κροτοῦσαν τὰ γε‐ γραμμένα ὅσοι τῆς συγκλήτου βουλῆς καὶ τῆς γερουσίας ἦσαν κεφάλαιον καὶ τοὺς ἐκ τοῦ γένους λογιότητι χαίροντας. τοσοῦτον δὲ τὸ πιθανὸν ὁ λόγος ἐπλούτει, οὐκ ἐν διδακτοῖς Πνεύματος βρίθων ῥήμασιν, ἀλλ’ ἐν
20πειθοῖ σοφίας ἀνθρωπίνης κομῶν, ὡς μικροῦ δεῖν ἀπαιωρῆσαι τῶν ὤτων μὴ μόνον ὅσον ἀφεώρα πρὸς τὴν ποικίλην τούτου περιβολὴν καὶ τὸ ἐπίχαρι τοῦ πτερώματος, ἀλλὰ καὶ αὐτὸ τὸ μεταλλεῦον τῶν γεγραμ‐
μένων τὸν νοῦν.214

Man1,pt7

215

Καὶ τάχ’ ἂν ἦν ὡς ἀληθὴς θεὸς δοξαζόμενος ὁ τῷ Μωάμετ ὁστισοῦν ληρούμενος ὁλόσφυρος θεός, εἰ μὴ ὁλοσχερῶς ὁ πατριάρχης ἀντέβη· οὔτε γὰρ οὗτος τοῖς γραφομένοις τὸν νοῦν προσέσχηκεν ὡς ἐπισφαλῆ καὶ νέα ἐπεισάγουσι δόγματα καὶ τοὺς λοιποὺς δὲ ὡς δηλητηριώδη ταῦτα
5ὑφορᾶσθαι παρέπειθεν. ὁ δὲ ὥσπερ τι δεινὸν πεπονθὼς ὀνείδεσιν ἔπλυνε τοὺς ἀρχιερεῖς καὶ μωρὰ τοῦ κόσμου τούτους ὠνόμαζεν, ἄλλως τε καὶ νόσῳ προσπαλαίων τότε δεινῇ, ὑφ’ ἧς τὸν βίον ἀπέλιπε, καὶ ἐπίχολος ἐντεῦθεν γινόμενος. Οὐκοῦν ὅσα τῷ προτέρῳ τόμῳ ἐμπλατυνόμενος εἴρηκεν ἀπηρτη‐
10μένῃ κατασκευῇ καὶ μεθόδοις ῥητορικαῖς χρησάμενος, ταῦτα ἐπιτεμὼν καὶ τὸ τοῦ δόγματος αὖθις περιθεὶς δέλεαρ ἕτερον τόμον ἐξέθετο. καὶ ἐπεὶ ἔτυχε τότε τοῖς κατὰ Δάμαλιν ἀρχείοις ἐναυλιζόμενος, ἃ Σκουτάριον ὀνομάζονται, τὴν τοῦ ἀέρος εὐκρασίαν μεταδιώκων καὶ τῆς πολυοχλίας ἀπανιστάμενος καὶ ἅπας τῆς νοσοκομίας γινόμενος, διαπλωΐζονται
15ἐκεῖσε βασιλικῷ ἐπιτάγματι ὅ τε τῶν ἀρχιερέων σύλλογος καὶ ὅσοι τὸ πρεσβεῖον ἐκ τῶν λόγων ἐκτήσαντο. ἀλλ’ οὔπω καθαρῶς τῶν λεμβα‐ δίων ἀπέβησαν, καί τις τῶν παρὰ τῷ βασιλεῖ παρρησίαν ἐχόντων ὑπογραμματέων ἐφίσταται (ὁ Ματζούκης ἦν οὗτος Θεόδωρος) καὶ πρός γε τὸν πατριάρχην καὶ τὴν τῶν ἀρχιερέων ὁμήγυριν τὸν λόγον ἀποτει‐
20νάμενος τὴν μὲν ἐς τὸν βασιλέα πάροδον μὴ εἶναι ἔφησε νυνὶ ἐφικτὴν διά τι παρεισφρῆσαν ἐκ τῆς νόσου ἐπμόδιον, τῇ δὲ τούτων ἀναγνώσει προσ‐
έχειν χρεών, τοὺς χάρτας δείξας τοὺς ἐν χεροῖν.215

Man1,pt7

216

Ἦν δὲ ὁ μὲν περὶ τοῦ προκειμένου δόγματος διαλαμβάνων, ὅν, ὡς εἰρήκειμεν, καὶ ὑπογράψαι τοὺς συνελθόντας ἀρχιερεῖς διὰ σπουδῆς ὁ αὐτοκράτωρ ἐτίθετο, ὁ δ’ ἕτερος τὸν βασιλέα ἔχων διαλεγόμενον τῷ ἀρχιποίμενί τε Θεοδοσίῳ καὶ τῇ συνόδῳ οὐδὲν μέτριον οὐδὲ χάριεν
5διεξῄει, ἀλλὰ τῇ ἐνστάσει τοῦ πατριάρχου καὶ τῶν σὺν αὐτῷ ἀρχιερέων ὡς μὴ κατὰ λόγον γινομένῃ ἐπιμεμφόμενος διηπειλεῖτο μείζονος συνόδου συγκρότησιν καὶ τὴν μετ’ αὐτοῦ τοῦ πάπα τῶν προκειμένων διάσκεψιν. „ἀγνώμων γὰρ ἂν εἴην“ ἔλεγε „καὶ ἀλόγιστος, εἰ μὴ πολλοστὸν ἀντι‐ δοίην μέρος τῷ ἐμῷ βασιλευτῇ καὶ βασιλεῖ τῶν ὅλων θεῷ, ὧν ἐκεῖθεν
10κρειττόνως ἔσχηκα, πᾶσαν σπουδὴν εἰσενεγκών, ὥστε μὴ τοῦτον ἀναθέ‐ ματι καθυποβάλλεσθαι ἀληθινὸν ὄντα θεόν.“ Τοσοῦτον δὲ τοῦ διαθροηθῆναι τοῖς τοιούτοις ἀπεῖχον οἱ ἀκροώμε‐ νοι ἀπειλήμασιν, ὥστε καὶ ὁ τῆς Θεσσαλονίκης πρόεδρος, ὁ πολὺς καὶ μέγας ἐν λόγοις Εὐστάθιος, ζήλου ἐπὶ τοῖς ἀνεγνωσμένοις πλησθεὶς καὶ μὴ
15ἐνεγκὼν θεὸν ἀληθινὸν ὀνομάζεσθαι ὁλόσφυρόν τι διανοίας ἀνάπλασμα κακοδαίμονος „ἐσοίμην ἂν“ ἔφη „καταπεπατημένον ταῖς πτέρναις φορῶν τὸν ἐγκέφαλον καὶ τοῦ σχήματος τούτου παράπαν ἀνάξιος,“ τὸν ἐπὶ τῶν
ὤμων δείξας μανδύαν, „εἰ θεὸν ἡγοίμην ἀληθινὸν τὸν παιδεραστὴν καὶ216

Man1,pt7

217

καμηλώδη καὶ πάσης πράξεως μυσαρᾶς ὑφηγητὴν καὶ διδάσκαλον.“ ἐπεπήγεσαν οὖν ἐπὶ τοῖς εἰρημένοις τούτοις οἱ ἀκηκοότες μικροῦ· ἦν γὰρ καὶ διατόρως ταῦτα φθεγγόμενος καὶ προδήλως χαρακτηρίζων τὸν ζήλῳ εὐσεβείας πυρούμενον. ὁ δὲ τοῦ γράμματος ὑπαγορευτὴς ἐκπλα‐
5γεὶς παλίμπους εἰς τὸν αὐτοκράτορα εἴσεισι. καὶ ὃς τὰ λαληθέντα ἐνωτι‐ σάμενος καὶ οἷον περιψοφηθεὶς ποικίλος ἦν τὸν ἀπόλογον, τὸ μακρόθυ‐ μον ἐπῃνεκὼς ὡς οὐδέποτε. καὶ ἑαυτὸν γὰρ τοῖς ἄγαν ὀρθοδοξοῦσι Χριστιανοῖς ἐνέταττε καὶ πατέρων ὡμολόγει πανευσεβῶν προελθεῖν, τοὺς φιλαιτίους ἐκκλίνων καὶ φιλοσκώμμονας. καὶ τὴν μετὰ τοῦ Θεσσαλονίκης
10κρίσιν πολὺς ἐνέκειτο ἐξαιτούμενος· ἢ γάρ, φησί, δικαιωθεὶς ὡς μὴ θεῷ πιστεύων παιδεραστῇ μηδὲ εἰσάγων παραχάραγμα πίστεως δικαίαν ἐπιθήσει δίκην τῷ κατὰ χριστοῦ Κυρίου ἐρυγγάνοντι βλάσφημα, ἢ κα‐ τακριθεὶς ὡς ἕτερον δοξάζων θεὸν παρ’ ὃν οἱ ἐκ Χριστοῦ καλούμενοι σέ‐ βονται μεταμαθήσεται τὴν ἀλήθειαν καὶ χάριν εἴσεται οὐ μικρὰν τῷ τῆς
15χείρονος αὐτὸν μεταστήσαντι δόξης καὶ μυήσαντι τὴν ἀλήθειαν. Μετὰ βραχὺ δὲ τοῦ πατριάρχου εἰς θέαν ἐκείνου ἐληλυθότος καὶ κατεπ‐
ᾴσαντος τὰ εἰκότα, τοῦ τε θυμοῦ ἔληξε καὶ τῷ Εὐσταθίῳ συγγνώμην217

Man1,pt7

218

παρέσχετο ἐφ’ οἷς παρεφθέγξατο ἐνδεδωκὼς αὐτῷ ὅσα ᾑρεῖτο ἀπολογή‐ σασθαι, τελευταῖον δὲ καὶ αὐτὸς ἐπειπὼν ὡς „δεῖ σε σοφὸν ὄντα μὴ αἰ‐ σχρορρήμονα δείκνυσθαι, μηδὲ θρασυστομεῖν παρακαίρια.“ Ἐπὶ δὲ τούτοις εἰς κοινὴν δοθέντος ἀκρόασιν τοῦ περὶ τοῦ δόγματος
5τόμου καὶ πάντων ἐπαινεσάντων τὰ γεγραμμένα ὡς εὐσεβῶς ὀρθοτομη‐ θέντα καὶ περιχαρῶς ἐν αὐτῷ ὑπογράψαι καταθεμένων, ὁ σύλλογος διε‐ λέλυτο. καὶ οἱ μὲν ἀπῄεσαν ἀγαλλόμενοι ὡς τῇ οἰκείᾳ ἐνστάσει τὸν βασι‐ λέα νενικηκότες, ὁ δὲ ἔχαιρεν ὡς τῇ ἑαυτοῦ καθυποκλίνας τούτους βουλῇ καὶ σχὼν διὰ βραχυλογίας οὗπερ διὰ τοῦ πολυστίχου προτέρου τόμου
10οὐδαμῶς ἐφίκετο. Κατὰ δὲ τὴν μετ’ ἐκείνην ἡμέραν εἰς τὴν πατριαρχικὴν ἑστίαν ἡ σύνο‐ δος ἀθροισθεῖσα, ὅπως κατὰ τὰ συμφωνηθέντα δράσωσιν (ἅμα γὰρ ἕῳ παρῆσαν οἱ ἐκ βασιλέως αὐτοὺς εἰς ἕνα ἀθροισμὸν ξυναγείροντες), οἱ δ’ οὐκέτ’ ἦσαν αὐτοί, ἀλλ’ ἀνένευον πάντες πάλιν καὶ ἀπεπήδων ὡς τῇ ὑπη‐
15γορευμένῃ γραφῇ καὶ ἔτι ἐγκειμένων ἐπιληψίμων ῥημάτων τινῶν καὶ ἤθελον καὶ ταῦτα ὀβελισθῆναι καὶ ἕτερα ἐντεθῆναι τῷ ὀρθῷ κατὰ μηδέν τι προσιστάμενα δόγματι. ἦν οὖν αὖθις παροξυνόμενος ὁ κρατῶν καὶ ὡς ἀνοηταίνουσι καθαρῶς ἐπεγκαλῶν τὸ τῆς γνώμης ἄστατον καὶ ἀγχίστρο‐ φον. ὀψὲ δὲ καὶ μόλις συνήλθοσαν, ἵνα τὸ μὲν ἀνάθεμα τῷ θεῷ τοῦ Μωά‐
20μετ τῶν κατηχητικῶν βιβλίων ἀπαλιφῇ, ἐγγραφῇ δὲ ἀνάθεμα τῷ Μωά‐218

Man1,pt7

219

μετ καὶ πάσῃ τῇ αὐτοῦ διδαχῇ. καὶ τοῦτο δογματίσαντες καὶ κυρώ‐ σαντες τῶν πολλῶν ἐκείνων συνόδων καὶ συλλόγων ἔληξαν. Ἀλλὰ γὰρ οὐχ ὑπερβήσομαί τι καὶ ἄλλο τῶν ἀξίων εἰρῆσθαι, τοῦ ἱστορεῖν ἐνταῦθα γενόμενος. ἦν τις εὐνοῦχος ἀρχιερατικῶς προεδρεύων
5τῆς τῶν Χωνῶν πόλεως, Νικήτας τοὔνομα, πάσης ἀρετῆς καταγώγιον, οὕτω δὴ προφητικὸς καὶ προβλέπων τὰ ἔμπροσθεν, ὡς τοῖς μεγίστοις τῶν ὁρώντων ἐγκρίνεσθαι καὶ εἰς θαῦμα κεῖσθαι παρ’ οἷς ὁ ἀνὴρ ἐγνώρι‐ στο, εἴπερ ἡ καθ’ ἡμᾶς γενεὰ πονηρὰ οὖσα καὶ μοιχαλὶς τοιοῦτον ηὐ‐ τύχησεν ἀγαθόν. ἀμέλει καὶ τοῦ βασιλέως τούτου ἐξ Ἀρμενίας παριόντος
10τὰς Χώνας ἀρτιστεφοῦς καὶ τῆς πατρῴας διαδόχου ἀρχῆς καὶ τὸν ἀρχαγγελικὸν ναὸν εἰσελθόντος καὶ χειρὶ τοῦ ἀρχιερέως τούτου εὐλο‐ γηθέντος, ἐπειδὴ καὶ περιώνυμος ἦν ἐκ τῆς ἀρετῆς καὶ τοῖς ἅπασι διὰ στόματος, ἦσαν οἳ τῶν ἐντρόφων τοῦ βήματος καὶ τούτων οἱ ἐς νοῦν βάπτοντες ἐν ἀπόρῳ ἐτίθεντο, εἰ νέος ὢν ὁ Μανουὴλ καὶ ἄρτι πρώτως
15χνοάζων τὸν ἴουλον διακυβερνήσειν ὅλως τὴν βασιλείαν δυνήσεται, ἥτις τὸ πολὺ δεῖται ἀνδρὸς πολιοῦ μὲν τὸ φρονεῖν, λαχνήεντος δὲ τὸν πώγωνα, ἔτι γε μὴν εἰ τὸν κασίγνητον καταπαλαίσειεν Ἰσαάκιον, δικαιότερον ὄντα πρὸς τὴν ἀρχὴν καὶ τῆς βασιλίδος τῶν πόλεων ἔνδον ἱζάνοντα. ὁ δὲ μέγας ἐκεῖνος ἀνὴρ καὶ ὄντως ἄνθρωπος τοῦ θεοῦ λύων τὸ ἄπορον καὶ
20διασαφῶν τὸ παρ’ ἐκείνοις ἀμφιγνοούμενον „ναί“ φησι, „καὶ τὴν βασι‐ λείαν ὁ μεῖραξ οὗτος διιθυνεῖ, καὶ αὐτῷ ὑποπεσεῖται ὁ ἀδελφός· οὕτω γὰρ θεῷ δέδοκται καὶ προώρισται. ἵνα δὲ εἰδῆτε καὶ περὶ ὧν οὐδ’ ὅλως με ἤρεσθε, τὸν οἰκεῖον πάππον, λέγων δ’ ἦν τὸν αὐτοκράτορα Ῥωμαίων καὶ προπάτορα ἐκείνῳ Ἀλέξιον, ὑπερβήσεται οὗτος βραχύ τι κατὰ τοὺς
25τῆς ζωῆς χρόνους, τῆς δὲ τελευτῆς αὐτῷ ἐγγιζούσης μανήσεται.“ Ἦν οὖν ἡ πρόρρησις αὕτη καὶ ἐμοὶ τῷ συγγραφεῖ Νικήτᾳ σὺν ἄλλοις πλείστοις γνώριμος, ὅτι καὶ ἐμὸς ὁ προφάντωρ ἀνάδοχος ἐκ τοῦ θείου
βαπτίσματος. τίς δὲ ἔσται ἡ μανία καὶ οἷος ὁ τρόπος αὐτῆς, οὐδεὶς219

Man1,pt7

220

εἶχεν ἀκριβῶς συμβαλέσθαι τῶν εἰδότων τὸ προαγόρευμα· οἱ μὲν γὰρ ἐς τὸ χρυσομανὲς ἀνέφερον τὸ προφοίβασμα, οἱ δ’ ἐς ἄλλο τι σαρκικὸν ἐλάτ‐ τωμα ᾐχμαλώτιζον. τοῦ δὲ προσεχῶς εἰρημένου δόγματος κινηθέντος καὶ παραβόλως ἐνισταμένου τὰ πρῶτα τοῦ βασιλέως ἀληθῆ δοξάζειν θεὸν
5τὸν παρὰ Μωάμετ ὁλόσφυρον καὶ μὴ γεγεννημένον ἢ γεννήσαντα θεόν, πέρας εἰληφέναι πάντες τὴν προθέσπισιν ἔφασκον, ἐπεὶ καὶ μανίαν ἀτε‐ χνῶς ὀρθήν τε καὶ χειρίστην τὴν δόξαν εἶναι ταυτηνὶ ὡς τῆς ἀληθείας ἐπί‐ παν ἀντίθετον. Κατήρξατο μὲν οὖν τῷ βασιλεῖ τὰ τῆς νόσου πρὸ τοῦ Μαρτίου μηνὸς
10τῆς ἐνισταμένης τότε τρισκαιδεκάτης ἰνδικτιῶνος, ὅτε καὶ τὰ περὶ τοῦ δόγματος ἐπεκύμαινε. καὶ αὐτὰ μὲν ἀφύβρισαν περί που μῆνα τὸν Μάϊον, ὁ δ’ αὐτοκράτωρ ἐπιστάντος τοῦ Σεπτεμβρίου τὸ ζῆν ἐξεμέτρησεν. οὐδὲν δέ τι κάλλιστον περὶ τῆς βασιλείας διῴκησεν, ἀλλὰ νωθέστερον ἦν δια‐ κείμενος πρὸς τὴν τῶν μετὰ τὴν μετάστασιν αὐτοῦ γενησομένων δια‐
15ταγήν τε καὶ ὑποτύπωσιν. τὸ δ’ αἴτιον, οὐ παρεδέχετο ὁπωσοῦν ὡς ἤγγικεν ἐκείνῳ τὸ τελευτᾶν, ἀλλ’ εὖ εἰδέναι διετείνετο ὡς ἐνιαυτοὶ ζωῆς ἕτεροι δεκατέσσαρες αὐτῷ ἐπιδαψιλεύονται. καὶ τοῦτο πρὸς αὐτὸν εἴρηκε τὸν σοφὸν καὶ τρισμάκαρα πατριάρχην τὸν Θεοδόσιον ὑποτιθέμενον πατρικῶς φροντίδα τῶν τῆς βασιλείας θέσθαι πραγμάτων, ἕως ἔτι καιρὸς
20κἀκείνῳ ἔρρωται τὸ φρονεῖν, καὶ διφῆσαι τὸν ἀνθεξόμενον ἀκραιφνῶς τοῦ τῆς ἀρχῆς κληρονόμου παιδὸς οὔπω παραγγείλαντος εἰς ἥβην καὶ πιστῶς προστησόμενον τῆς βασιλίδος καὶ οἷον μητροκομήσοντα. οἱ δὲ παντο‐ δήλητοι ἀστροφάντορες καὶ περὶ ἐρωτικά, κατ’ αὐτοὺς εἰπεῖν, τὸν βασι‐ λέα σχολάσειν ἀπετόλμων λέγειν ἀνασφήλαντα τῆς νόσου μετὰ βραχὺ
25καὶ πόλεων ἀλλοφύλων εἰς χῶμα τεθησομένων καθαιρέσεις ἀπηναι‐ δεύοντο. τὸ δὲ δὴ παραλογώτερον, πρόχειροι τὴν γλῶτταν ὄντες καὶ τῷ ψεύδει ἐνειθισμένοι καὶ συγκίνησιν προύλεγον τοῦ παντὸς συνδρομάς
τε καὶ συνόδους τῶν μεγίστων ἀστέρων καὶ ἀνέμων ἐξαισίων ἐκρήξεις220

Man1,pt7

221

καὶ σχεδὸν τοῦ παντὸς μεταστοιχείωσιν προεφοίβαζον, ἐγγαστρίμυθοι πλέον ἢ ἀστεροσκόποι δεικνύμενοι. οὐ χρόνους δὲ μόνον καὶ μῆνας ἠρί‐ θμουν καὶ ἑβδομάδας κατέλεγον, ἐφ’ ὧν ταῦτα γενήσεται, καὶ βασιλεῖ διεσήμαινον, ἀλλὰ καὶ ἡμέρας ἠκριβολόγουν καὶ τὸ τῆς ὥρας ἀκαριαῖον
5ἐβωμολόχουν, ὡς εἴπερ σαφῶς ᾔδεσαν ἅπερ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ ἔθετο ὁ πατὴρ καὶ περὶ ὧν ἐπετίμα πυνθανομένοις τοῖς μαθηταῖς ὁ σωτήρ. ἀμέλει τοι οὐ μόνον αὐτὸς βασιλεὺς σπήλαια καὶ καταδύσεις ἀλεξηνέμους διηρευνᾶτο καὶ προητοίμαζεν εἰς ἐνοίκησιν καὶ οἱ τῶν βασιλικῶν οἰκοπέ‐ δων καθῃροῦντο ὕελοι, ὡς εἶεν ἀπαθεῖς ταῖς τῶν ἀνέμων ἐκθησαυριζομέ‐
10ναις πνοαῖς, ἀλλὰ καὶ ὁπόσοι τῇ θεραπείᾳ τούτου καὶ συγγενείᾳ ἐνεγρά‐ φοντο καὶ οἳ κολακικῶς αὐτὸν ὑπεισήρχοντο τοῖς αὐτοῖς ἐπιμελῶς ἐνέκειν‐ το, ὡς τοὺς μὲν γεωρυχεῖν κατὰ μύρμηκας, τοὺς δὲ σκηνοποιεῖν καὶ σχοι‐ νία περιδέειν ἔντριτα καὶ πασσάλους ἀποξύνειν πηχυαίους εἰς ἀκράδαντον ἔρεισμα τῶν σκηνῶν.
15 Ἀλλ’ ὅπερ ἔλεγον, ἐπειδὴ τὰ τῆς νόσου ἐπέτεινε, παραβόλως βαλα‐ νείῳ ἐχρήσατο καὶ γνοὺς ἔτι πλέον ἐντεῦθεν τὰς τοῦ ζῆν ἀπαλειφομένας ἐλπίδας καὶ οἷον καθ’ ὑγρῶν τυπουμένας καὶ τὴν προθεσμίαν ἤδη ἀνυπεξάλυκτον, ὀλίγα περὶ τοῦ παιδὸς Ἀλεξίου τοῖς περιεστῶσι διείλε‐ κται κεράσας οἰμωγαῖς τὰ ῥήματα ἐκ τοῦ προορᾶν οἷον τὰ μετὰ τὴν ἐκείνου
20συμβησόμενα ἔξοδον. Ἀλλὰ καὶ περὶ τῆς ἀστρονομίας ὑποθήκῃ τοῦ πατριάρχου βραχύν τινα χάρτην ὑπεσημήνατο πρὸς τὴν ἐναντίαν δόξαν μεθαρμοσθείς. Τέλος δὲ καὶ αὐτὸς τῇ ἀρτηρίᾳ προσάγων τὴν χεῖρα καὶ τὰς κινήσεις τοῦ σφυγμοῦ γνωματεύων βύθιόν τι στενάξας καὶ πλήξας τῇ χειρὶ τὸν
25μηρὸν τὸ μοναδικὸν σχῆμα ᾔτησε. θορύβου δέ, ὡς εἰκός, ἐπὶ τῷ ῥήματι τούτῳ ἀρθέντος καὶ τῆς πνευματικωτέρας ἀμφιάσεως ἐχούσης τὸ ἀπα‐ ράσκευον, τριβωνίου μέλανος οἱ περὶ τὸν βασιλέα ὁθενοῦν εὐπορήσαντες
περιδύουσι μὲν αὐτὸν τὰ μαλακὰ καὶ ἀρχικὰ ἄμφια, ἐπενδύουσι δὲ τὸ221

Man1,pt7

222

τραχὺ τῆς κατὰ θεὸν πολιτείας ἔνδυμα, εἰς ὁπλίτην μετημειφότες πνευ‐ ματικὸν κράνει τε θειοτέρῳ καὶ θώρακι σεμνοτέρῳ, τῷ οὐρανίῳ στρατολο‐ γήσαντες ἡγεμόνι. τὸ δὲ ῥάκος μὴ ποδῆρες ὂν μήτε μὴν δι’ ὅλου τοῦ ἡρωϊκοῦ ἐκείνου καταβαῖνον σώματος εἴα τὰς κνήμας ἀκαλυφεῖς, ὡς μη‐
5δένα τῶν ὁρώντων εἶναι ἀδάκρυτον, ἐν νῷ βαλλόμενον τὴν ἀνθρωπίνην ἀσθένειαν καὶ τὴν ἐν τῷ τελευτᾶν τὸν βίον τοῦ σώματος ἀχρειότητα, ὅπερ ἡμῖν ὡς ὄστρεον περιπλάττεται καὶ συμφύεται τῇ ψυχῇ. Τοῦ βίου γοῦν οὕτω καὶ τῆς βασιλείας μεθίσταται, τριάκοντα καὶ ὀκτὼ χρόνους γεγονὼς ἐν τῇ βασιλείᾳ λειπόντων μηνῶν τριῶν. πρὸς ἣν
10οἶμαι παράτασιν τῆς ἀρχῆς καὶ τὸ παλαίτατον ἐκεῖνο λόγιον ἀφορᾶν, ὃ διέξεισιν οὑτωσί „ἀλλ’ ὑστάτη σε κερδανεῖ λαβὴ λόγου·“ ἡ γὰρ τελευ‐ ταία τοῦ ὀνόματος συλλαβὴ τὸν ὀκτὼ καὶ τριάκοντα διασημαίνεται ἀριθμόν. Τέθαπται οὖν παρὰ πλάγιον πλευρὰν τῷ τὸν νεὼν εἰσιόντι τῆς τοῦ
15Παντοκράτορος μονῆς, οὐκ ἐν αὐτῷ τῷ τεμένει, ἀλλ’ ἐν τῷ περὶ τοῦτον ἡρώῳ. τοῦ δὲ τοίχου τοῦ νεὼ εἰς ἁψῖδα περιαχθέντος ἡ περὶ τὴν σορὸν εὐρεῖα διαστέλλεται εἴσοδος. συνέχει δὲ τοῦτον λίθος τὴν μελανίαν ὑπο‐ κρινόμενος καὶ διὰ τοῦτο στυγνάζοντι ἐοικώς, ὃς καὶ εἰς ἑπτὰ διέσχισται λοφιάς. παράκειται δέ οἱ ἐπὶ κρηπῖδος καὶ προσκύνησιν δέχεται λίθος
20ἐρυθρὸς ἀνδρομήκης, ὃν εἶχε πρότερον μὲν ὁ κατ’ Ἔφεσον ναὸς ἐκεῖνον εἶναι διαθρυλλούμενον, ἐφ’ οὗ Χριστὸς μετὰ τὴν ἀπὸ σταυροῦ καθαίρεσιν νεκροταφίοις εἱληθεὶς ἐσμυρνίσθη, ὁ δὲ βασιλεὺς οὗτος ἐκεῖθεν μετακομί‐ σας καί οἱ τὸν νῶτον ὑποστρώσας ὡς ὁμόθεον σῶμα καὶ γεγονὸς ὅπερ τὸ χρῖσαν βαστάσαντι ἐκ τοῦ κατὰ τὸν Βουκολέοντα λιμένος εἰς τὸν ἐν
25τῷ φάρῳ τοῦ παλατίου νεὼν ἀνήγαγε. μετ’ οὐ πολλὴν μέντοι ἐν ὑστέ‐ ρῳ χρόνου περίοδον τοῦ βασιλέως τὸν βίον ἀπολιπόντος, καὶ ὁ λίθος οὗτος ἐξήρθη τῶν ἀνακτόρων καὶ μετενήνεκται ἔνθα δὴ ἀρτίως ἐμνή‐ σθην, κεκράξων, οἶμαι, καὶ διατρανωσόμενος ὁπόσα ὁ τῇ σορῷ σιω‐
πῶν εἰργάσατό πως καὶ ἠγωνίσατο.222

Alex2

223

(1t)

ΒΑΣΙΛΕΙΑ
2tΑΛΕΞΙΟΥ ΤΟΥ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΥ
3tΤΟΥ ΥΙΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
4Καὶ οὕτω μὲν ὁ Κομνηνὸς Μανουὴλ καταλύει τὸν βίον, βασιλεύει δὲ
5μετ’ αὐτὸν ὁ ἐκείνου παῖς Ἀλέξιος, οὔπω καθαρῶς τῆς ἥβης ἁψάμενος, ἀλλ’ ἔτι παιδοκόμων καὶ τιτθευτρίας δεόμενος. πλημμελῶς τοίνυν καὶ ἀχρείως τὰ Ῥωμαίων ἐφέρετο πράγματα καὶ χειρόνως ἢ ὅτε ὁ Φαέθων τὴν ἐν ἄστροις οὐρανοῦ τέμνειν ὁδὸν ἐπεβάλετο τοῦ πατρικοῦ καὶ χρυσοκολλήτου ἐπιβὰς ἅρματος. αὐτὸς μὲν γὰρ ὁ κρατῶν διὰ τὸ τῆς
10ἡλικίας ἀτελὲς καὶ τὸ τοῦ τὰ συνοίσοντα φρονεῖν ἐνδεὲς οὐδενὸς ἦν τῶν καθηκόντων ἐπιστρεφόμενος, κούφοις δὲ τρεφόμενος πνεύμασι καὶ τὸ χαί‐ ρειν καὶ τὸ λυπεῖσθαι μήπω μεμαθηκὼς ἀκριβῶς κυνηγεσίοις προσανεῖχε καὶ ἱππηλασίοις προσέκειτο, παιδαρίοις συμπαίγμοσι συγγινόμενος καὶ τὸ ἦθος ἐν τοῖς χειρίστοις τυπούμενος. οἱ δέ γε πατρῷοι τούτῳ ἑταῖροι
15καὶ οἱ καθ’ αἷμα δήπου προσήκοντες ἑτέροις τὸν νοῦν προσέχοντες τῆς223

Alex2

224

τούτου καλλίστης κατημέλουν ἀγωγῆς καὶ τροφῆς καὶ τὰ κοινὰ φθειρό‐ μενα παρεβλέποντο. οἱ μὲν γὰρ τῆς βασιλίδος ἤρων καὶ ἐπείρων, ἐπα‐ φροδίτως βοστρυχιζόμενοι, καὶ τὸν ταύτης ἀντέρωτα θηρώμενοι ἐμυροῦν‐ το νηπιωδῶς καὶ ἐμιτροῦντο γυναικωδῶς περιδερραίοις λιθοκόλλοις καὶ
5ὅλοις ἐς ἐκείνην ὀφθαλμοῖς ἐνητένιζον· οἱ δέ, χρηματιστικοὶ ὄντες καὶ δημοβόροι, παρενοσφίζοντο τὰ δημόσια ταῖς τε ἐφευρημέναις δαπάναις ἀφειδέστερον χρώμενοι καὶ νέας προσεφευρίσκοντες, ἵν’ ἔχοιεν οὕτω τὸ χθὲς κενὸν καὶ σύσπαστον βαλάντιον πλῆρες καὶ διῳδηκὸς σήμερον· οἱ δέ, τοῦ βασιλεύσειν ἔχοντες ἔφεσιν, πρὸς τοῦτο τὸν οἰκεῖον σκοπὸν
10συνέτεινον ἅπαντα. ὡς γάρ τινος παιδαγωγοῦ γενναίου καὶ ἐμβριθοῦς ἐκποδὼν γεγενημένου, ἀταξίας τὸ πᾶν ἐπεπλήρωτο, ἑκάστου τὸ οἰκεῖον μεταδιώκοντος ἐφετὸν καὶ ἀλλήλοις ἁπάντων ἀντιπραττόντων, ἢ κίονος ὑποσπασθέντος ἑδραίου καὶ ἀστραβοῦς πρὸς ἐναντίαν φορὰν ἀπο‐ νενεύκεισαν ἅπαντα. τῆς δὲ ἰσοτιμίας ἀτιμασθείσης παρὰ τοῖς τότε τὰ
15μέγιστα δυναμένοις καὶ κατὰ γένος συναπτομένοις τῷ βασιλεῖ, αἵ τε ὑπὲρ τῶν κοινῶν φροντίδες ἐξέλιπον καὶ αἱ συνδρομαὶ καὶ σύνοδοι ἠφαν‐ τώθησαν. Καὶ τοῦ πρωτοσεβαστοῦ καὶ πρωτοβεστιαρίου Ἀλεξίου τοῦ Κο‐ μνηνοῦ, ὃς ἀνεψιὸς ἦν πρὸς πατρὸς τῷ βασιλεῖ Μανουήλ, τῇ τοῦ παιδὸς
20καὶ βασιλέως μητρὶ πλησιάζοντος, ὡς ἐλέγετο, καὶ θαμὰ αὐτῇ ὁμιλοῦντος καὶ ὑπὲρ πάντα ἰσχύοντος ἕτερον, οἱ τοῦ αὐτοῦ μεταλαχόντες αἵματος καὶ ἰσοκρατεῖς εἶναι παρὰ τοῦ βασιλέως Μανουὴλ ἐαθέντες καὶ ἀξιώμασι μεγίστοις ἐμπρέποντες ἔστιν ᾗ ἀπεπνίγοντο τοῖς γινομένοις, ἔστι δ’ ᾗ καὶ τυραννίδα φυομένην ὁρῶντες τὸν πρωτοσεβαστὸν ὑπεβλέποντο, οὐ
25τοσοῦτον μὴ ὁ βασιλεύων ἀηδές τι πάθῃ περὶ πλείστου ἔχοντες, ὅσον224

Alex2

225

μὴ αὐτοὶ συλληφθεῖεν ὑφορώμενοι. καὶ διὰ ταῦτα καραδοκοῦντες τὸ μέλ‐ λον, τὸ καθ’ αὑτοὺς ἀσφαλὲς τοῦ πέλας προυτίθεσαν. ἤδη γὰρ ἡ φήμη λάλος ἦν καὶ διαρρήδην κραυγάζουσα ὡς Ἀλέξιος τῇ μητρὶ τοῦ βασι‐ λέως συγγίνεται καὶ καθελεῖν μὲν τοῦτον τῆς δυναστείας ἐν νῷ τίθεται,
5ἑαυτὸν δ’ ἐπιβήτορα ταύτης, ὥσπερ δὴ καὶ τῆς τεκούσης, γενήσεσθαι σκέπτεται. Καὶ οὕτω μὲν τὰ κατὰ τὴν βασιλείαν αὐτὴν πάσης ὄντα συγχύσεως καὶ παντοίου χειμῶνος ἔμπλεα, καὶ τὸ τοῦ μυθικοῦ δράκοντος πράγμασιν αὐτοῖς ὁρώμενον ἦν, ὃς κακῶς διετίθετο κωφῷ καὶ τυφλῷ μέρει τῷ οὐραίῳ
10διεξαγόμενος. ἢ τὸ τέρας πέρας ἐλάμβανεν, ὃ τὸν βίον τελευτῶντος ἐπεφάνη τοῦ αὐτοκράτορος Μανουήλ· γυνὴ γάρ τις κατὰ τὴν Προπον‐ τίδα λαχοῦσα τὴν οἴκησιν παιδίον ἀπέτεκεν ἄρρεν, τὸν μὲν λοιπὸν ἄν‐ θρωπον ἐξηρθρωμένον καὶ λίαν βραχυμερέστατον, τὴν δέ γε κεφαλὴν χρῆμά τι ἐπὶ τῶν ὤμων ἀνέχον μέγα τε καὶ ἐξαίσιον, ὃ καὶ συλλελόγιστο
15πολυαρχίας εἶναι σημαντικόν, ἥτις μήτηρ ἀναρχίας ἐστίν. Ὁ δὲ Κομνηνὸς Ἀνδρόνικος ὁ τοῦ βασιλέως ἐξάδελφος Μανουήλ, περὶ οὗ τὸ λέγειν ἐν τῇ κατὰ τὸν βασιλέα τοῦτον ἱστορίᾳ ἔρρευσεν ἱκανώτατα, διατρίβων τηνικαῦτα κατὰ τὸ Οἴναιον, ἐπεὶ πύθοιτο τὸν τοῦ Μανουὴλ θάνατον καὶ διαστασιάζειν ἔγνωκε τὰ βασίλεια, τὸν παλαιὸν τῆς τυραν‐
20νίδος ἀνασκάλλει ἔρωτα. ἀλλὰ μήπω περὶ τούτων, καθ’ εἱρμὸν δὲ προϊὸν225

Alex2

226

τὸ λέγειν ἐκεῖθεν τῆς ἱστορίας τῶν κατὰ τὸν ἄνδρα τοῦτον ἐχέσθω, ὁπό‐ θεν ἔχεσθαι ἄμεινον συναφείας ἕνεκα καὶ τοῦ μὴ παραλιπεῖν τι τῶν ῥηθῆ‐ ναι ἀξίων. Ὁ Ἀνδρόνικος τοίνυν οὗτος τὰς λαβὰς ἐκφεύγων τοῦ Μανουὴλ
5ἀειφυγίαν εἵλετο καὶ πόλεις ἀμείψας συχνὰς καὶ πλεῖστα ἐθνῶν ἄστεα κα‐ τιδὼν τέλος, ὡς εἰπόντες ἔχομεν, καταλύει παρὰ τῷ Σαλτούχῳ· το‐ πάρχης δ’ ἦν οὗτος εἰς ἀρχὴν ἔχων ἐξαιρεθεῖσαν τὴν τῇ Χαλδίᾳ προσεγ‐ γίζουσαν χώραν, Ῥωμαίοις μὲν πάλαι ὑπόφορον, τότε δὲ τοῖς Τούρκοις καὶ τοῖς τούτων ὑπείκουσαν ἔθεσι. καὶ παρειληφώς τι φρούριον αὐτοῦ
10ἑκόντος καὶ τῇ φυσικῇ τούτου ἐρυμνότητι τὴν ἀπὸ τῆς τέχνης προσθεὶς ἐκεῖσε προσέμενε συμπλανῆτιν ἔχων ἑαυτῷ καὶ συνέκδημον τὴν Κομνηνὴν Θεοδώραν, ἥτις ἀθεμίτως αὐτῷ συνηυνάζετο θυγάτηρ Ἰσαακίου οὖσα τοῦ σεβαστοκράτορος· ἐξ ἀδελφῶν δ’ ἔφυσαν ἄμφω, Ἰσαάκιος καὶ Ἀν‐ δρόνικος.
15 Ὁ τοίνυν αὐτοκράτωρ Μανουὴλ συνειληφέναι οὐκ ἔχων Ἀνδρόνικον, ἀλλ’ ὅσα καὶ Ἰξίων Ἥρας τούτου ἀποπλαζόμενος, ὡς γοῦν νεφέλην τὴν ἀνεψιὰν Θεοδώραν περισχεῖν διὰ φροντίδος ἐτίθετο καὶ τοῦ κατὰ σκοπὸν ἐπιτυχὴς γεγονὼς διὰ τοῦ τότε τὴν ἀρχὴν τῆς Τραπεζοῦντος ἀνεζωσμέ‐ νου Νικηφόρου τοῦ Παλαιολόγου μετὰ βραχὺ καὶ αὐτὸν ἐπισπᾶται
20Ἀνδρόνικον, ὅσα καὶ δελητίῳ τῇ Θεοδώρᾳ κατασπώμενον καὶ τῷ ταύ‐ της ἀγκιστρευόμενον ἔρωτι, οὐ μικρῶς δὲ καὶ τῷ τῶν παίδων πυρὶ δαπα‐ νώμενον, οὓς ἀπέτεκεν αὐτῷ Θεοδώρα. στείλας τοίνυν πρέσβεις ἐς βασι‐ λέα αἰτεῖται ὧν πεπαρῴνηκεν ἀμνηστίαν, πρὸς δὲ καὶ ἀσφάλειαν ὡς οὐδέν τι πείσεται θυμαλγὲς ἀφικόμενος. καὶ τοῦ βασιλέως πρὸς ἄμφω
25οὐκ ἀπατηλῶς κατανεύσαντος μετά τινα καιρὸν προσχωρεῖ. Πολυμήχανος δ’ ὢν Ἀνδρόνικος καὶ παντοίοις δόλοις καζόμενος ἁλύ‐ σει σιδηρέᾳ βαρυταλάντῳ διαλαμβάνει τὸν τράχηλον καὶ ταύτην ἔνδον συσχὼν καὶ περιθάλψας τῷ ἱματίῳ ἐς τὰ τῶν ποδῶν ἔσχατα καταβαίνου‐ σαν, ὡς εἴη βασιλεῖ τε ἀφώρατος καὶ τοῖς τὸ βῆμα τούτου πληροῦσιν
30ἀθέατος, λαβὼν τοῦ ὀφθῆναι τῷ αὐτοκράτορι καὶ θεάσασθαι τὸ ἐνδόσι‐226

Alex2

227

μον, ἐπεὶ ἅπαξ ἐκείνῳ εἰς θέαν κατέστη, μέγας μεγαλωστὶ κατὰ τοῦ δαπέδου ἐκτείνεται προτείνας τὴν ἅλυσιν καὶ δακρύοις τέγγων τοὺς ὀφθαλ‐ μοὺς ἐδεῖτο θερμότερον καὶ περιπαθῶς καθικέτευε συγγνώμην εὑρεῖν ἐφ’ οἷς δῆθεν παραλελύπηκεν. ὁ δὲ βασιλεὺς ἐπὶ τοῖς δρωμένοις ἔκθαμβος γε‐
5γονὼς αὐτός τε προήχθη πρὸς δάκρυα καὶ τοὺς ἐξεγεροῦντας ἐπέταξεν. ὁ δὲ οὐκ ἀναστῆναι τῶν κάτω διισχυρίζετο, εἰ μὴ βασιλέως ἐπιτετα‐ χότος αὐτόν τις τῶν παρεστηκότων διὰ τῆς ῥυμοτομίας ἐφελκύσει τοῦ βήματος λαβόμενος τῆς ἁλύσεως καὶ προσουδίσει τῷ θρόνῳ τῷ βασι‐ λικῷ. ἀμέλει καὶ γέγονεν, ὡς ἐδεῖτο Ἀνδρόνικος. ὑπουργήκει δὲ πρὸς
10τοὖργον τοῦτο ὁ Ἄγγελος Ἰσαάκιος ὁ καθελὼν τῆς τυραννίδος Ἀνδρό‐ νικον ὕστερον· καὶ θαυμάσας ἄν τις τὸ τελεσθὲν τηνικάδε καιροῦ οὐκ εἰς ἄλογον συγκυρίαν ἢ αὐτόματον ἀπολύσει τοῦτο περίπτωσιν. Τῷ δ’ οὖν τότε λαμπρότατα προσδεχθεὶς ὁ ἀνὴρ καὶ φιλοφροσύνης μεγαλοπρεποῦς ἀξιωθείς, ὡς ἔδει τηλίκον ἄνδρα χρόνιον ἐπανήκοντα,
15πρὸς τὸ Οἴναιον ἀποστέλλεται, ἐκεῖσε τὰς διατριβὰς τελέσων καὶ τὴν μακρὰν ἀνακωχεύσων περιοδείαν καὶ τὸν πολυετῆ καταπαύσων πλάνον. ᾔδεσαν γὰρ ἀμφότεροι τὰ τῆς ἐν ταὐτῷ συνουσίας εἰς τὰς προτέρας ἐπαναλύσοντα συμφοράς· μηδὲ γὰρ ἠρεμήσειν ὅλως τὸν φθόνον καὶ οἷς ἔργον τῷ φιλαιτίῳ τὴν παρὰ τοῖς κρατοῦσιν οἰκείωσιν ἄρνυσθαι καὶ
20ταῖς τῶν ἄλλων διαβολαῖς ἑαυτοὺς κρατύνειν καὶ εἰς μείζους προσ‐ επαίρειν τιμάς. Ἦν οὖν Ἀνδρόνικος Διός τε πόρρω καὶ κεραυνοῦ, παρὰ τοσοῦτον οὐ τὸν πρώην ἕλκων πόνηρον βίοτον, παρ’ ὅσον οὐ τῆς τῶν Ῥωμαίων ἐπλάζετο ὑπερόριος καὶ δωρεῶν ἐνεφορεῖτο βασιλικῶν.
25 Ἐκεῖσε τοίνυν ὢν τὸν τοῦ Μανουὴλ ἠνωτίσατο θάνατον καὶ τὰς ἐν τοῖς βασιλείοις νόσους ἠκρίβωκε καὶ ὡς ὁ βασιλεὺς Ἀλέξιος ἱππασμοῖς διαχεῖται καὶ προστέτηκε παιδιαῖς, ὁπόσαις φιληδοῦσιν οἱ παιδαριώδεις τὴν φρόνησιν, τῶν δὲ παιδοκομούντων αὐτὸν εὐπατριδῶν οἱ μὲν κατὰ τὰς μελίσσας συχνὰ πρὸς τὰς ἐπαρχίας λύουσι τὸ πτερὸν καὶ ὡς μέλι τὰ
30χρήματα τιθαιβώσσουσιν, οἱ δὲ κατὰ τὰς αἶγας τοῦ τῆς βασιλείας227

Alex2

228

ἐρῶσι θαλλοῦ καὶ συνεχῶς ἐρωτιῶσι τουτονὶ δρέπεσθαι, ἔνιοι δὲ τὰς ὗς μιμούμενοι ἐκ τῶν ῥυπαρωτέρων προσόδων λιπαίνονται, πρὸς μὲν τὸ ἐπαινετὸν καὶ τῆς κοινῆς πατρίδος ὠφέλιμον οὐδ’ ἀναθρεῖν ὅλως οὐδ’ ἀνακύπτειν αἱρούμενοι, ταῖς δὲ μυσαραῖς ἐγκυλινδούμενοι πράξεσι καὶ
5συωδῶς πρὸς ἅπαν ἐγκυπτάζοντες χείριστον. Αἰτίαν οὖν ἐφιλοκρίνει καὶ ἀνηρεύνα περιεργότερον, δι’ ἧς εὐαφόρ‐ μως τῇ βασιλείᾳ ἐπίθοιτο. καὶ πολλοὺς λογισμοὺς ἀνελίξας καὶ πᾶσαν μηχανὴν μετελθὼν τέλος τὸ τοῦ ὅρκου βιβλίον ἔπεισιν, ὃν τῷ Μανουὴλ καὶ τῷ υἱῷ ἐκείνου Ἀλεξίῳ εἶχεν ὀμωμοκώς, καὶ μεθ’ ἑτέρων εὑρὼν
10καὶ ταῦτα ἐγκείμενα—χρεὼν δὲ μὴ ὑπονοθεύειν ἑτέρᾳ φράσει τὰ ῥήματα, ἀλλ’ ὡς ἐπὶ λέξεων εἶχον, οὑτωσὶ καὶ δηλοῦν, διεξῄεσαν δὲ ὧδε— „καὶ εἴ τι δὲ ἴδω ἢ νοήσω ἢ ἀκοῇ παραλήψομαι εἰς ἀτιμίαν ὑμῶν καὶ λύμην τοῦ ὑμετέρου φερόμενον στέμματος, καὶ ὑμῖν τὴν περὶ τούτου διδοὺς ἐσοίμην εἴδησιν καὶ αὐτὸς δέ, ὡς ἐξόν μοι, τοῦτο κωλύω.“
15 Καὶ τοῖς ῥήμασι τούτοις ἐπικαθίσας ὡς αἱ μυῖαι τοῖς μώλωψι, πάνυ χρησίμοις οὖσι πρὸς ἣν πάλαι ὤδινε τυραννίδα ἐμβριθέστερον ἔχων τὸ ἦθος καὶ τὸ φρόνημα ἀρχικώτερον, ἐπάλληλα τὰ γράμματα ἔστελλε πρός τε τὸν ἀνεψιὸν καὶ βασιλέα Ἀλέξιον καὶ τὸν τῆς μεγίστης ἱερω‐ σύνης κοσμήτορα Θεοδόσιον καὶ τοὺς λοιπούς, οἷς ζώπυρον φιλίας
20ὑπῆν πρὸς τὸν κατοιχόμενον βασιλέα τὸν Μανουήλ, ἐν δεινῷ τιθέμενος τὰ τῆς ἀσχήμονος φήμης περιλαλήματα καὶ τὸν ἀγανακτοῦντα ὑπο‐ κρινόμενος, εἰ μὴ ὁ πρωτοσεβαστὸς τῆς δυναστείας παραλυθείη καὶ τὴν μετριωτέραν τύχην εἴη μετειληφὼς καὶ διὰ τὸν προσέρποντα μὲν ἐντεῦθεν καὶ ἤδη καθιστάμενον προδηλότατον τοῦ βασιλέως Ἀλεξίου ὄλεθρον,
25ἀλλὰ δὴ καὶ τὴν ἀπρεπῆ οὐχ ἥκιστα φήμην καὶ ὠσὶν ἡμέροις οὐκ εὐ‐ παράδεκτον, ἥτις ἐπ’ ἄκρων τειχέων κηρύσσεται καὶ πύλαις δυναστῶν
ἐφεδρεύει καὶ πρόεισι παγκόσμιον περιήχημα. καὶ ταῦτα λέγων καὶ228

Alex2

229

γράφων μεθ’ οἵας οὐκ εἴπῃ τις ἂν πειθανάγκης καὶ λαμυρότητος (ἦν γάρ, εἰ καί τις ἄλλος, γραμμάτων ἔμπειρος καὶ ἀνὰ στόμα φέρων τοῦ πνευματορρήτορος Παύλου τὰ ἐπιστόλια) εἶχε πάντας τῇ αὐτοῦ γνώμῃ προστιθεμένους καὶ πρὸς ἐκεῖνον νενευκότας μονώτατον ὡς φιλορώμαιον
5ἄνδρα καὶ χρόνῳ μακρῷ καὶ πείρᾳ πολιωτέρᾳ τὰ κάλλιστα συλλεξά‐ μενον. Καὶ αὐτὸς δὲ τοῦ Οἰναίου ἀπάρας πρὸς τὴν τῶν πόλεων βασιλίδα μετέβαινε τὸν οἰκεῖον καθ’ οὓς ἐπισταίη ὅρκον ἀναπτύσσων καὶ τοῖς πυνθανομένοις διεξιὼν τὸ τῆς κινήσεως αἴτιον. καὶ περὶ ἐκεῖνον ὅσα καὶ
10πρὸς ἀετὸν ὑψινεφῆ καὶ γαμψώνυχα κολοιοὶ ἐγάρυον ἄκραντα οἱ πραγμάτων νεωτέρων τρέφοντες ἔφεσιν καὶ οἷς ἡ πάλαι φήμη περι‐ εσπούδαστο, ἣ δήπου βασιλεύσειν Ἀνδρόνικον προηγόρευε. καὶ εἶχεν αὐτὸν οὕτω μεταβάντα ἡ τῶν Παφλαγόνων μερὶς καὶ ὅσα καὶ σωτῆρα καὶ κατὰ θεῖον ἥκοντα προσδεχόμενον ἐριτίμως.
15 Ὁ δὲ πρωτοσεβαστὸς Ἀλέξιος ἐκπάγλως ἐμαίνετο, τῷ ἰδίῳ πίσυνος κράτει καὶ τῇ παραδυναστείᾳ τῆς δεσποίνης καταχρώμενος, ὥσπερ καὶ ὁ πολλὰ πολλάκις ἐδηδοκὼς φάρμακα δράκων καὶ γενόμενος δυσαντί‐ βλεπτος. οὐκοῦν οὐκ ἦν τι τῶν ἁπάντων, ὃ μὴ δι’ αὐτοῦ ἐπεραίνετο. εἰ δέ τι καὶ διεπεπράχει λαθὼν ἕτερος, ἢ τῆς βασιλίσσης δεηθεὶς ἢ τὸν
20βασιλέα καρυατιζόμενον εὑρὼν ἢ ῥιμμῷ λιθιδίων καταλαβὼν προσαν‐ έχοντα καὶ τῷ καιρῷ πρὸς περάτωσιν τοῦ αἰτουμένου χρησάμενος, οὐδὲ τοῦτο τῶν ἐκείνου ἐκπεριίστατο ὀφθαλμῶν· σκεψάμενος γὰρ τρόπον, δι’ οὗ τὰ παρ’ ἄλλων διηνυσμένα πρὸς ἐκεῖνον ἐπαναλύσουσιν
ὡς εἰς στροφάλιγγα περιδινούμενα ῥεύματα, δόγμα ἐκ βασιλέως ἐξήνεγκε229

Alex2

230

μὴ ἄλλως εὐπαράδεκτα οἴεσθαι ὅσα ἡ βασιλικὴ χεὶρ ὑποσημαίνεται, γράμματα, εἰ μὴ πρότερον ὀφθεῖεν τῷ Ἀλεξίῳ καὶ οὗτος τὴν δεξιὰν τῷ βατραχείῳ ἐπιδοὺς βάμματι τὴν τοῦ „ἐτηρήθησαν“ ἐπισημασίαν βραβεύσειεν. ἦγεν οὖν, ὡς ᾑρεῖτο, πάντα καὶ μετεπέττευε, καὶ ἅπερ οἱ
5ἐκ Κομνηνῶν πρότερον βασιλεῖς ἱδρῶσι πολλοῖς, εἴπω δὲ καὶ τοὺς πέ‐ νητας καλαμώμενοι, συλλογιμαίως ἀπεθησαύρισαν χρήματα, ταῦτα τῷ πρωτοσεβαστῷ καὶ τῇ βασιλίσσῃ πρὸς ἀποχέτευσιν προύκειντο· καὶ τὸ τοῦ Ἀρχιλόχου ἄντικρυς ἐπεραίνετο, ὅ φησιν, εἰς ἔντερον πόρ‐ νης πολλάκις μεταρρυΐσκεσθαι τὰ χρόνῳ καὶ πόνῳ συλλεγέντα μακρῷ.
10 Ἐντεῦθεν ἡ πᾶσα πόλις πρὸς Ἀνδρόνικον ἔβλεπε καὶ ἡ ἐκείνου ἄφιξις ὡς ἐν σκοτομήνῃ λαμπτὴρ καὶ ἀστὴρ ἀρίζηλος ἐδοξάζετο. τῷ τοι καὶ ἐνῆγον διὰ γραμμάτων κρύβδην πεμπομένων οἱ μέγα τότε δυνά‐ μενοι καταταχῆσαι τὴν εἴσοδον, ὡς ἀντιταξομένων οὐδένων, οὔτε μὴν πρὸς τὸ ἀντωπὸν τῆς ἐκείνου στησομένων σκιᾶς, ἀλλ’ ὑπτίαις ὅλων
15προσδεξομένων χερσὶ καὶ ἀναπετασόντων ἀσμένως τὰς τῆς καρδίας περιπτυχάς. Διαφερόντως δὲ αὐτὸν παρεκρότει καὶ θαρραλέως προσιέναι διένυττεν ἡ πορφυρογέννητος Μαρία ἡ τοῦ βασιλέως Ἀλεξίου ἑτεροθαλὴς ἀδελφὴ καὶ ὁ παριαύων ταύτῃ καῖσαρ ἐξ Ἰταλῶν ὁρμώμενος. αὕτη γὰρ
20ἀποπνιγομένη μικροῦ τῷ τὴν πατρῴαν κοίτην ἀνοσίως ὑπὸ τοῦ πρωτο‐ σεβαστοῦ ἐρευνᾶσθαι, καὶ ἄλλως δὲ θερμουργίαν ἀσπαζομένη καὶ ἀνδρικὴ τὸ φρόνημα οὖσα, προσκτωμένη δὲ καὶ τὸ φύσει πρὸς τὴν μητρυιὰν
βαρύζηλον, οὐχὶ στέγουσα δὲ καὶ τὸ παρευδοκιμεῖσθαι καὶ ὡς ἀντι‐230

Alex2

231

καθισταμένη τις ὑποβλέπεσθαι τὸν Ἀνδρόνικον τοῖς γράμμασιν ἐμυώπιζεν ὡς ἵππον ἐφ’ ὕσπληγγος ἑστῶτα καὶ δρόμον πνέοντα, ἑὸν κακὸν ἀμφαγαπῶσα καὶ τὸν οἰκεῖον ὄλεθρον ἐπισπέρχουσα. τὴν δὲ πρὸς τὸν πρωτοσεβαστὸν οὐχ οἵα τε οὖσα περιστέλλειν ἀπέχθειαν ἐς
5τοὐμφανὲς αὐτῷ ἀντεφέρετο καὶ οὖδ’ ὁπωσοῦν διελελοίπει ὅσα οἱ πρὸς λύμην βυσσοδομεύουσα. Ἀμέλει καὶ ὑποποιησαμένη τῶν πρὸς γένους ἐκείνῃ τινάς, ὁπόσους δηλαδὴ τῷ Ἀνδρονίκῳ ᾔδει προστιθεμένους, φιλεχθροῦντας δὲ τῷ πρωτοσεβαστῷ (ἦσαν δ’ οὗτοι ὁ Κομνηνὸς Ἀλέξιος, ὃς ἀπετέχθη τῷ
10βασιλεῖ Μανουὴλ ἐκ τῆς ἀνεψιᾶς Θεοδώρας, ὁ Λαπαρδᾶς Ἀνδρόνικος, οἱ δύο τοῦ Ἀνδρονίκου υἱοὶ ὅ τε Ἰωάννης καὶ ὁ Μανουήλ, ὁ τῆς πόλεως ἔπαρχος Ἰωάννης ὁ Καματηρὸς καὶ συχνοὶ ἕτεροι), καὶ διὰ συνωμο‐ σίας τὴν μὲν ἐς τὸν ἀδελφὸν καὶ βασιλέα πίστιν κρατυναμένη, τὸν δὲ τοῦ πρωτοσεβαστοῦ κυρώσασα θάνατον, ἐκαιροφυλάκει τὴν τούτου κατά‐
15λυσιν. Εὔκαιρον δὲ πρὸς τὴν μελετωμένην πρᾶξιν εὑρηκέναι οἰηθεῖσα καιρὸν τὴν εἰς τὸν Βαθὺν Ῥύακα μετὰ τοῦ βασιλέως ἐξέλευσιν τοῦ πρωτοσεβαστοῦ ἐπὶ τῷ τελεσθῆναι τὰ ὅσια Θεοδώρῳ τῷ χριστο‐ μάρτυρι κατὰ τὴν ἑβδόμην τῆς πρώτης τῶν νηστεῶν τὴν μὲν ἐγχεί‐
20ρησιν ἡτοιμάσατο καὶ τοὺς σφαγέας τοῦ ἀντιπάλου ἐπήγετο τὸ φονουρ‐ γὸν παραγυμνοῦντας σιδήριον, ἐκ δέ τινος περιπετείας τοῦ οἰκείου
ἐκκρούεται σκέμματος. καὶ τῆς βουλῆς ὁμοῦ καὶ τῆς ἐπιβουλῆς μικρῷ231

Alex2

232

ὕστερον φωραθείσης, τοὺς μὲν λοιποὺς εἶχε βῆμα βασιλικὸν καὶ σκέψις τοῦ ἀτοπήματος προύκειτο σχήμασι μόνοις ἀλλ’ οὐχὶ πράγμασιν· ἐφωμάρτει γὰρ ἡ καταδίκη εὐθὺς καὶ ὡς ἄφωνοι ἰχθύες οἱ συσχεθέντες ἀπήγοντο μηδ’ ὅλως δεξάμενοι τὸ ἐνδόσιμον εἰς τὸ τὰ δοκοῦντά σφισιν
5ἀπολογήσασθαι. Αὐτὴ δὲ ἡ πορφυρογέννητος σὺν τῷ ἀνδρὶ τῷ καίσαρι τῷ Μεγίστῳ Ναῷ προσρύεται, βαρυμηνιῶσαν κατ’ αὐτῆς ἐκδιδράσκειν φάσκουσα μητρυιὰν καὶ τὸν ταύτης κάρταμον ἐραστήν. οἶκτον οὖν οὐ τῷ πατρι‐ άρχῃ μόνον ἐμπεποιήκει καὶ τοῖς ὅσοι τῆς ἱερᾶς κιγκλίδος ἐντός, ἀλλὰ
10καὶ τοὺς πλείστους τῶν ἐκ τοῦ ξύγκλυδος δήμου καὶ σύρφακος οὕτω κατέκαμψε καὶ μετέφερεν, ὡς μικροῦ δακρυρροεῖν ἐπ’ αὐτῇ. ἔνθεν τοι καὶ ταῖς τῶν πολλῶν ἀναθερμανθεῖσα περιπαθείαις, ἐν τῷ μέρει δὲ καὶ αὐτὴ διαδόσεσι στατήρων χαλκέων πρὸς ἀποστασίαν τὸ πτωχεῦον πλῆθος ἐξαγριαίνουσα, τὰ τοῖς πρόσφυξιν ἠδόξει βραβευόμενα ἔθιμα,
15καὶ προτεινομένης ἀμνηστίας ὧν ἑάλω δρῶσα κακῶς, οὐδ’ ἐπαΐειν ὅλως ἠνείχετο, ἀλλ’ ἀπῄτει παλινδικίαν τῶν ταύτης συνωμοτῶν καὶ ἄνεσιν τῶν καθείρξεων. τόν τε πρωτοσεβαστὸν τῆς τῶν κοινῶν ἔχεσθαι διοικήσεως οὐδαμῶς φέρουσα ἦν, ἀλλ’ ἀποφλαυρίζουσα τουτονὶ πόδα ὑπερβάθμιον τείνειν ἔφασκε τοῖς οὐκ ἐφικτοῖς καὶ κατολισθαίνειν εἰς
20πρᾶξιν ἀθέμιτον καὶ τὸ γένος οἱ ἐντεῦθεν ἐπιθολοῦν. ὁδῷ δὲ προϊοῦσα
καὶ τῶν βασιλείων ἀποσκορακισθῆναι τοῦτον ἐνέκειτο καὶ οἷά τι παρ‐232

Alex2

233

εκφυὲν ζιζάνιον τῆς εὐγενοῦς ἀποσπασθῆναι φυταλιᾶς καὶ ζημιωθῆναι ὀλέθρῳ συναναβαῖνον καὶ συμπνῖγον ὡς σῖτον τὸν αὐτοκράτορα. Ἦν δὲ ἄντικρυς ὀριγνωμένη ἃ μὴ τελέεσθαι ἔμελλεν. ὁ γὰρ ἀνὴρ οὗτος τοῖς ἀνακτορικοῖς θαλάμοις ὡς πολύπους ταῖς πέτραις καθάπαξ
5ἐμφὺς καὶ τὰς κοτυληδόνας κύκλῳ διαφεὶς οὐδ’ ὅλως μεταβαίνειν ἐκεῖθεν ἠβούλετο. καὶ δήποτε τοῦ βασιλέως καὶ ἀδελφοῦ διηπειληκότος τῇ κασιγνήτῳ καισαρίσσῃ τὴν ἐκ τοῦ νεὼ ἀφαίρεσιν καὶ κατάσπασιν, εἰ μὴ ἐκσταίη ἑκοῦσα τοῦ ἱεροῦ (βασιλέα δὲ λέγων τὰ τοῦ πρωτοσεβαστοῦ φημι ἐπιτάγματα καὶ τῆς τοῦ βασιλέως μητρός), τὸ ἑκοῦσα εἶναι μηδα‐
10μῶς προελθεῖν ἀντηπείλησεν. Ἔνθεν τοι καὶ δεδοικυῖα μὴ συλληφθείη, ταῖς τε πύλαις τοῦ νεὼ ἐφίστησι φύλακας καὶ πάσας τὰς εἰσόδους διαλαμβάνει φρουραῖς, τὸν τῆς προσευχῆς οἶκον διασκευάζουσα πρὸς λῃστήριον ἢ φρούριον ἐχυρὸν καὶ ἀπότομον, δυσάλωτον τοῖς προσβάλλουσιν. ἀεὶ δ’ ἐπεκ‐
15τεινομένη τοῖς χείροσι καὶ προβαίνουσα τοῖς οὐκ ἐπαινετέοις καὶ συμ‐ μαχικὸν τάγμα ξενολογεῖ καὶ τίθησι στρατόπεδον τὸν θεῖον περίβολον. καὶ Ἰταλιώτας γὰρ συναγήοχεν ὁπλομάχους καὶ μεγαθύμους ἑῴους ἐστρατολόγησεν Ἴβηρας, κατ’ ἐμπορίαν τῇ πόλει παραβαλόντας, καὶ Ῥωμαίων ὁπλιτεύουσαν ἐπεσπάσατο φάλαγγα, ἐμπαζομένη μηδενὸς
20τὰ πρὸς εἰρήνην αὐτῇ κατεπᾴδοντος, μήτ’ αὐτὸν τὸν πατριάρχην ὑποστελλομένη ἐμβριθῶς ἐγκείμενον καὶ μάλα κοτέοντα, καὶ πολλάκις πρὸς ὀργὴν ἐπιπλήττοντα. Καὶ ξύμπαν μὲν οὖν ἑτέρας πόλεως ἀλογίᾳ χαίρει τὸ πλῆθος καὶ τὴν
ἐπί τι ῥοπὴν δυσμαχώτατόν ἐστι· τὸ δὲ τῆς Κωνσταντίνου φιλοταρα‐233

Alex2

234

χώτατον μάλιστα, προπετείᾳ χαῖρον καὶ σκολιάζον ταῖς ὁδοῖς, ὅσῳ καὶ ἐκ διαφόρων πολιτεύεται τῶν γενῶν καὶ τῇ τῶν τεχνῶν ποικιλίᾳ συμμεταποιοῦται, ὡς εἴποι τις, τὸ φρονεῖν. ἐπειδὴ δὲ ἀεὶ τὰ χείρω νικᾶν εἴωθε καὶ ἐν πολλοῖς ὄμφαξι μίαν ῥᾶγα πεπανθεῖσαν μόλις εὑρήσει τις,
5διὰ τοῦτο οὔτε λόγῳ ἐφ’ ὁτιοῦν χωρεῖ, οὔτε μετὰ προμηθείας ἐφίσταται οἷς ἐφορμήσειεν, ἀλλ’ ὅπῃ μὲν πρὸς στάσιν καὶ φήμῃ μόνῃ μεθαρμοζό‐ μενον πυρός ἐστι δραστικώτερον, χορεῦον οἷον κατὰ ξιφῶν καὶ προ‐ βλῆσι καὶ κύμασι κωφοῖς ἀνθιστάμενον, ὅπῃ δὲ κατεπτηχὸς ὡς ψοφοδεὲς καὶ τὸν αὐχένα παντὶ τῷ βουλομένῳ παρέχει πατεῖν. εἰκότως οὖν ὡς
10ἀστασίαν ἤθους νοσοῦν καὶ παλιμβολώτατον διαβέβληται. οὔτε οὖν ἑαυτοῖς ποτε τὰ κάλλιστα πεφώρανται πράξαντες οἱ τῆς Κωνσταντίνου οἰκήτορες, οὔθ’ ἑτέροις εἰσηγουμένοις τὰ κοινωφελῆ ἐπειθάρχησαν, ἀεὶ δὲ τἀναντία ταῖς εὐδαιμονούσαις παρακαθιστάντες πόλεσιν, ὅσα γῆ καὶ θάλασσα τούτοις δορυφορεῖ, ἐπ’ ἀνηνύτοις εἰς ἑτέρας πόλεις ἀλλοε‐
15θνῶν διαφοροῦσι καὶ μεταγγίζουσι. τὸ δὲ πρὸς τοὺς κρατοῦντας ἀδιά‐ φορον ὡς ἔμφυτον αὐτοῖς κακὸν συντετήρηται· ὃν γὰρ ὡς ἐννόμως σήμερον ἐξαίρουσιν ἄρχοντα, τοῦτον ὡς κακοεργὸν ἐς νέωτα διασύρουσι, τοῦτό τε κἀκεῖνο παριστῶντες μὴ σὺν λόγῳ ποιεῖν ἀνεπιστημοσύνῃ τοῦ κρείττονος καὶ τῷ εὐριπίστῳ τοῦ φρονήματος.
20 Ἦν οὖν τηνικαῦτα ὁρᾶν κατὰ συλλόγους ἀθροιζομένους καὶ ἀγειρο‐ μένους κατὰ συστήματα, οἳ καὶ πρῶτα μὲν ἠλευθεροστόμουν τὴν μὲν πορφυρογέννητον Μαρίαν δῆθεν οἰκτείροντες ὡς παρ’ ἀξίαν πάσχουσαν, τοῦ δὲ πρωτοσεβαστοῦ καταβοώμενοι ὡς μὴ σὺν λόγῳ εὐπραγοῦντος μηδ’ ὡς χρὴ τῇ τύχῃ χρωμένου καὶ κατὰ τῆς τοῦ βασιλέως ἠγανάκτουν
25μητρός. κατὰ μικρὸν δὲ προϊόντες καὶ εἰς στασιασμὸν ἀνερρώγεσαν καί
τις τῶν ἱερέων ἔκτυπον τοῦ Χριστοῦ ἐπ’ ἀγορᾶς παρενεγκὼν καὶ ἄλλος234

Alex2

235

ἄρας σταυρὸν ἐπωμάδιον καὶ ἕτερος σημαίαν ἱερὰν ἀνεμώσας ὡς γλάγος μυίας τοὺς στασιαστὰς ἐπεσπάσαντο. καὶ ὥσπερ ὑφ’ ἑνὶ συνθήματι κινηθέντες τὸν μὲν βασιλέα εὐφήμοις ἐδεξιοῦντο φωναῖς (τοῦτο δὴ τὸ τῶν ἐς νεώτερα χωρούντων ἔργα τεκμήριον ἐκ καλλίστης καταρχομένων
5ἀρχῆς τὰ μέντοι τελευταῖα βλεπόντων εἰς ἐπανάστασιν), τὸν δὲ πρωτο‐ σεβαστὸν καὶ τὴν δέσποιναν καθυπέβαλλον ἀναθέματι. οὐκ ἐς αὐτὸ δὲ μόνον ἔδρων ταῦτα τὸ Μίλιον, ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν τῆς λαμπρᾶς ἱπποδρομίας σφενδόνην παραγενόμενοι καὶ ἀφορῶντες εἰς τὰ ἀνάκτορα. καὶ τοῦτο ἐφ’ ἡμέρας συχνὰς γινόμενον ἐξεκύμαινε τὸν δῆμον καὶ εἰς
10στάσιν ἀνέφλεγε. καὶ εἰς αὐθάδειαν οἱ πολλοὶ τραχυνόμενοι οἴκους λαμπροτάτους κατέσπασαν καὶ τὰ ἐντὸς τούτων διήρπασαν οἷς δια‐ φερόντως ἔβλεπον ἥμερον ὅ τε πρωτοσεβαστὸς καὶ ἡ δέσποινα· σὺν οἷς καὶ τὸ τοῦ Παντεχνῆ Θεοδώρου περικαλλὲς οἴκημα, ἐπάρχου ὄντος τῆς πόλεως καὶ τὸ τῶν οἰκειακῶν διέποντος σέκρετον τῷ δικαιοδοτικῷ
15τε θρόνῳ ἐμπρέποντος. καὶ αὐτὸς μὲν ἐξήλυξε δρασμῷ τὸ πεσεῖν· τὰ δ’ ἐνόντα διαρπασάμενοι οὐδ’ αὐτῶν τῶν δημοσίων τόμων ἀπέσχοντο, οἷα τὸ μὲν χρήσιμον ἐχόντων κοινῇ διαβαῖνον πρὸς ἅπαντας ἢ τοὺς πλείονας, ἀφαυρὸν δὲ τὸ ἐκ τοῦ ἰδιώσασθαι κέρδος καὶ μηδ’ ὅσον τὸν ἐκείνων ἐδίανεν ἂν οἰνοποτάζοντα φάρυγγα.
20 Οἱ περὶ τὸν πρωτοσεβαστὸν τοίνυν ὁρῶντες ἀεὶ τὰ χείρω προ‐ βαίνοντα σκέπτονται βουλὴν καθιζήσαντες, ὅπως τὴν λύμην στήσωσι ταυτηνί. καὶ ἐπεὶ κατ’ οὐδένα τρόπον ἑώρων τὴν καισάρισσαν Μαρίαν τῶν οἰκείων βουλευμάτων μεθισταμένην ἢ βραχύ τι γοῦν ὑπενδιδοῦσαν τῶν ὑπερόγκων ζητημάτων, ἃ προυτείνετο, ἔγνων διὰ πολέμου ἐπ’
25ἐκείνην χωρεῖν καὶ ὡς ἀπό τινος ἐρύματος τοῦ θείου ἐξελάσαι νεώ.235

Alex2

236

Συλλεγέντος τοίνυν οὐκ ὀλίγου στρατεύματος ἐκ τῶν ἑῴων τε καὶ ἑσπερίων ταγμάτων καὶ πάντων ὡς εἰς ἓν συναθροισθέντων στρατό‐ πεδον τὸ μέγα παλάτιον, ὁ ἐπιτήδειος χῶρος ἀνεδιφᾶτο, καθ’ ὃν ἂν τοῖς ἐπὶ τοῦ ναοῦ ἐπίθωνται· ἤδη γὰρ καὶ ἡ καισάρισσα πρὸς τὴν
5ἀντίταξιν ἡτοιμάσατο διακριθῆναι πολέμῳ τὰ καθ’ αὑτὴν ἐθέλουσα. οὐκοῦν ὅσαι τῷ ἱερῷ οἰκίαι κατὰ τὸν Αὐγουστεῶνα συνήπτοντο, παρὰ τῶν ὑπ’ αὐτὴν ἀπερράγησαν καὶ τῆς μεγίστης ἁψῖδος ἄνωθεν, ἥτις κατὰ τὸ Μίλιον ἵσταται, οἱ ἀπ’ αὐτῆς ἀνήλθοσαν τοῖς βασιλικοῖς ἀντιπλακησόμενοι. καὶ τὸν νεὼν δέ, ὃς τοῦ Ἀλεξίου κατονομάζεται,
10τῇ δὲ τοῦ Αὐγουστεῶνος αὐλαίᾳ προσήνωται, στρατιῶται εἰσιόντες ἐφύλαττον. Αὐτοὶ μέντοι οἱ βασιλικοὶ καθ’ ἡμέραν ἑβδόμην, δευτέραν τοῦ Μαΐου μηνὸς τῆς πεντεκαιδεκάτης ἰνδικτιῶνος, ἐκ τοῦ μεγάλου παλατίου κατὰ τὸ περίορθρον ἐκθορόντες εἰσίασι τὰ πρῶτα τὸν τοῦ θεολόγου Ἰωάννου
15ναόν, ᾧ τὸ ἐπίκλην Διίππειον, στρατίαρχον ἔχοντές τινα Σαββάτιον Ἀρμένιον. ἔπειτα τοῦ τεμένους ἄνωθεν γενόμενοι ἀσήμους λαλαγὰς ἠφίεσαν. ὡς δ’ ἐνειστήκει καιρὸς τοῦ μάχεσθαι, περὶ τρίτην ὥραν οὔσης τῆς ἡμέρας καὶ πληθούσης μάλιστα τῆς ἀγορᾶς, οὐ μετρίως τοὺς ἐκ τῆς ἁψῖδος τοῦ Μιλίου καὶ τοὺς ἀπὸ τοῦ νεὼ τοῦ Ἀλεξίου μαχομένους ὁπλί‐
20τας τῆς καισαρίσσης ἐσίνοντο οὗτοι, ἐξ ὑπερδεξίων μαχόμενοι καὶ ὡς ἀφ’ ὕψους σκηπτοὺς ἐπαφιέντες κάτω τὰ βέλεμνα. ἀλλὰ καὶ ἑτέρων καταλό‐ γων εὐοπλοτάτων τοῦ παλατίου ἐξιόντων καὶ τὰς ῥυμίδας πληρω‐ σάντων καὶ τοὺς στενωποὺς διαλαβόντων, ὁπόσοι πρὸς τὸ μέγα τέμενος φέρουσιν, ὅ τε δῆμος τοῦ ἐπιβοηθεῖν τῇ καισαρίσσῃ ἐπαύσατο διὰ τὸ
25πᾶσαν πάροδον τοῖς ὅπλοις ἀποταφρεύεσθαι καὶ οἱ ἐκ τοῦ ἱεροῦ ἐπεξιόντες236

Alex2

237

καὶ τὴν αὐλαίαν τοῦ Αὐγουστεῶνος ὑπερβαίνοντες καὶ τοῖς βασιλικοῖς κατὰ τὰς ἀγυιὰς συμπλεκόμενοι, ὀλίγοι πρὸς πλείους διαμιλλώμενοι, δῆ‐ λοι ἦσαν κάμνοντες ἤδη καὶ κατὰ βραχὺ τοῦ θαρραλέου ὑπεκλυόμενοι λήματος.
5 Καὶ οὕτω δ’ οὖν τὰ τῆς συμπλοκῆς ἐνειστήκει λαμπρῶς καὶ μάχη συνέρρωγε κρατερά, ἡ μὲν ἀπὸ τόξων βολῆς, ἡ δὲ καὶ ἐν χερσὶν ἀγχώμα‐ λος, καὶ στόνος μὲν τῶν πληττομένων ἐπικελευσμὸς δὲ τῶν ἀναιρούντων ἑκατέρωθεν ἐξηκούετο. ἕως μὲν οὖν σταθερᾶς μεσημβρίας ἦν ἡ μάχη ἀμ‐ φιπαλὴς καὶ ἡ νίκη ἀμφήριστος, ἐπ’ ἴσης τὰς τῶν ἀμφοτέρων στρατευ‐
10μάτων ταλαντεύουσα πλάστιγγας κλίνουσά τε ἀνὰ μέρος καὶ αὖθις ἀνάγουσα τὸ τότε μαχόμενον· τῆς δ’ ἡμέρας ἤδη ὑποληγούσης περι‐ φανὴς ἡ νίκη τοῖς ἐκ βασιλέως προσέρρεψεν. ὠσάμενοι γὰρ τοὺς ἐκ τοῦ νεὼ εἴσω τοῦ Αὐγουστεῶνος κατέκλεισαν ἐκ τῶν ἀμφόδων ἀποκρουσά‐ μενοι· τούτων δὲ συνειληθέντων ἐντός, καὶ οἱ ταῖς ἁψῖσιν ἐφεστῶτες καὶ
15οἱ ἐκ τοῦ νεὼ τοῦ Ἀλεξίου διαμαχόμενοι πρὸς τροπὴν ἔβλεψαν. καὶ ὡς ἐπε‐ λάβοντο τῶν χώρων τούτων, ὁ τοῦ βασιλέως στρατὸς τὰς μὲν σημαίας τῶν ἁψίδων ἄνωθεν ἔστησαν, αἳ τοὺς βασιλεῖς ἀπεικάζουσιν, αἱ δὲ πύλαι τοῦ Αὐγουστεῶνος ἐν πελέκει καὶ λαξευτηρίῳ κατερράγησαν· καὶ τὸ τῆς καισαρίσσης ὁπλιτικὸν οὐκέτι ἀντιπίπτειν ἔχον ὡς τοῖς ἐκ τῶν ἁψίδων
20κατὰ κορυφὴν οὖσι βαλλόμενον κἀκ τῶν εἰσχεθέντων εἰς τὴν αὐλαίαν στρατιωτῶν ταῖς κατὰ χεῖρα συμπλοκαῖς πάσχον τὰ χείριστα κατὰ μικρὸν ὑπέκλεπτε τὴν φυγήν, βραχείας ἀρωγῆς εὐμοιροῦν διά τε λίθων βολῆς καὶ βελῶν ἀφέσεως ἐκ τῶν ὕπερθεν ἐπαμυνόντων κατά τε τὸν ἐν τοῖς Κατη‐ χουμενείοις ἀνδρῶνα τὸν λεγόμενον Μάκρωνα ἐς τὸν Αὐγουστεῶνα προ‐
25νεύοντα καὶ τὸν Θωμαΐτην αὐτόν. τέλος δὲ τοῖς πάντοθεν βάλλουσιν
οἱ ἐκ τοῦ νεὼ πιεζόμενοι ἀφίστανται τῆς τοῦ Αὐγουστεῶνος αὐλαίας καὶ237

Alex2

238

εἰσίασι τὸ πρόναον, καθ’ ὃ δὴ ὁ πρώτιστος καὶ μέγιστος τῶν παραστα‐ τούντων ἀρχαγγέλων θεῷ ἐσπασμένος ῥομφαίαν ἐστήλωται ψηφίδων λεπταῖς ἐπιθέσεσι, φύλαξ προβεβλημένος τοῦ ἱεροῦ. ἐκ δὲ τούτου οὔτε οἱ τοῦ βασιλέως προσωτέρω βαίνειν ἠδύναντο ὑποπτεύοντες τοὺς τοῦ
5ναοῦ στενωπούς, οὔτε οἱ τῆς καισαρίσσης ὑπερπονοῦντες ἐκεῖθεν ἐξῄεσαν ὡς μαχούμενοι. Ὁ δὲ καῖσαρ καὶ ὁ πατριάρχης αὐτός, ὁ μὲν δείσας περὶ ἑαυτῷ τε καὶ τῇ ἀλόχῳ, μὴ συλληφθεῖεν ἀγεννῶς ὑπὸ τῶν διαφόρων, ὁ δέ, μή πως ἔνδον τοῦ ἱεροῦ παρεισίωσιν οἱ πολέμιοι καὶ ποσὶ μὲν οὐχ ὁσίοις τὸ ἅγιον
10πατήσωσι δάπεδον, χερσὶ δὲ ἀνάγνοις καὶ θερμὸν ἔτι σταζούσαις τὸ αἷμα τὰ παναγῆ λῃστεύσωσιν ἀναθήματα, ὁ μὲν τὴν ἀρχιερατικὴν στολὴν ἐπενδὺς καὶ τὰ θεῖα μετὰ χεῖρας δεξάμενος λόγια κάτεισιν εἰς τὸ προσκή‐ νιον τοῦ νεώ, ἐν ᾧ οἱ τῆς καισαρίσσης ὑπερμαχοῦντες ηὐλίσθησαν φεύγοντες, ὃ καὶ Πρωτεκδικεῖόν φασι, ὁ δὲ καῖσαρ τοὺς τὰς εἰσόδους τῆς
15ἐκκλησίας τηροῦντας ὁπλομάχους ἀγηοχὼς καὶ ὅσον περὶ αὐτὸν ἀ‐ κραιφνὲς ἔτι Λατινικὸν δορυφορικὸν καὶ τὸ περὶ τὴν ὁμόλεκτρον αὐτοῦ θεραπευτικὸν καὶ οἰκίδιον καὶ περὶ τοὺς ἑκατὸν τοὺς πάντας ἠριθμηκὼς ἐπί τινος μετεώρου σκιμποδίου κατὰ τὸν Μάκρωνα παρευρεθέντος στὰς αὐτὸς καὶ περιστήσας τοὺς παρεσκευασμένους εἰς πόλεμον ἔφησε τοιάδε·
20 „Ἐχρῆν μὲν μὴ καθ’ ὁμοφύλων καὶ ὁμοπίστων, ἀλλὰ κατὰ τῶν ἐχθρῶν τοῦ σταυροῦ τὰς πολεμικὰς ταύτας περιβεβλῆσθαι στολὰς καὶ τὰς χεῖρας τοῖς φασγάνοις καθωπλίσθαι· ἐπεὶ δὲ οἱ τὰ τῆς βασιλείας Ῥω‐ μαίων μοχθηρῶς διέποντες τοῦτο μὲν ἀφείλοντο, ἀναγκαστῶς δὲ καὶ οὔκουν προαιρετῶς τὰς ἡμετέρας λόγχας καθ’ ἑαυτῶν ἀκονήσαντες
25ἔχουσι, μὴ δὴ ἀγεννῶς ἐπιστῶμεν τοῖς ἐπιοῦσι, μηδ’ ὅτι ταυτόπιστοι καὶ238

Alex2

239

ὁμογενεῖς ἀναλογισώμεθα, ἀλλ’ ὡς πολεμίους θεοῦ πρότερον, οὗ τὸ ἱερὸν τόδε εἰσίασιν ἀναιδῶς, ἔπειτα δὲ καὶ ἡμῶν αὐτῶν ἀντιπάλους ἀμυνώμεθα. πάντως δέ εἰσι τὰ τῆς ἀμύνης ἀνεύθυνα· οἷς γάρ τι οὐ προσ‐ έστημεν ὅλως καὶ καθ’ ὧν ὅπλα οὐδ’ ὅλως ἠράμεθα, οὗτοι ἀνερυθριάστως
5ἡμῖν προσίασιν ὡς ἐπιθανατίοις καὶ ἐσχάτοις καὶ κειμένων ἀδαημοσύνῃ κατεπεμβαίνουσι τοῦ καλοῦ καὶ προσρυομένους θεῷ ἐκ τοῦ νεὼ τούτου ἀποσπᾶν ἐθέλουσι, χρεὼν μὴ οὕτω ποιεῖν, ὅτι τε οὐδὲν ἄχαρι ἐπεγκαλεῖν ἡμῖν ἔχουσι καὶ ὅτι τῆς ἐσχάτης ἐστὶν ἀπονοίας ἐπιτιμᾶν ὅλως ἢ ὡς δεινὰ δρῶσιν οὐκ ἐνδιδόναι τοῖς εἰς θεὸν καταφεύγουσι καὶ μεσίτην τοῦτον προ‐
10βαλλομένοις καὶ διαλλακτῆρα τῶν ἐν διχονοίαις ἡμῶν. Οὔτε οὖν ὑφορᾶσθαι δέον ὡς ἀνόσιον τὸ ὑπερμάχεσθαί τινα ἑαυτοῦ καὶ σπεύδειν κατὰ τοῦ πλήττοντος αὐτὸν ἐπιστρέφειν τὸν ἐκεῖθεν ἐπαγό‐ μενον θάνατον, οὔτε τὸν μετὰ ξίφους ἐπιόντα καὶ ἀναιροῦντα ὁμογενῆ ἀπλῆγα δεῖ παριέναι, ἀλλ’ ἅπας κακῶς διατιθεὶς κρινέσθω πολέμιος καὶ
15ὁ ἀναιρήσων πιπτέτω. ἡμῖν δὲ καὶ τὸ θεῖον εἴσεται δήπουθεν χάριν, εἰ ἐκ τοῦ ἱεροῦ τοῦδε τοὺς μιαιφόνους ἀποσοβήσομεν, εἴτε μὴν κεχηνόσιν, ὡς ὁρᾶτε, κατὰ τῶν ἁγίων καὶ διαρπάσαι ταῦτα προθυμουμένοις ἀντι‐ βαίημεν. εἰ γὰρ μὴ τοῦτ’ ἦν καὶ διέστελλον ἀνὰ μέσον βεβήλου καὶ ἱεροῦ, πάλαι ἂν τὴν ἐνδοτέρω τῶν προνάων παρῆκαν ὁρμὴν ὡς ἤδη τὸ νικᾶν
20ἔχοντες. οἱ δὲ οὕτω τοί εἰσιν ἀναιδέστατοι, ὡς οὐ μόνον σκυλεῦσαι φαν‐ τάζεσθαι τὰ ἡμέτερα, ἀλλὰ καὶ τὰ τοῦ θεοῦ ἰδιώσασθαι οἱ ἀβέλτεροι. ἀλλ’ οὐ μὰ τὸν παγέντα σταυρῷ καὶ τὴν λόγχην ταύτην, οὔκουν αὐτοῖς ἐσεῖται πέρας ἐπιθεῖναι τοῖς ἐγχειρήμασιν, ἐπεὶ καὶ θεῷ τὰ οἰκεῖα χερσὶ κεχραμέναις ἄψαυστα διαφυλαχθήσονται καὶ ἡμεῖς ἐσοίμεθα ἂν ἀπρονό‐
25μευτοι.“ Τούτοις καὶ τοιούτοις χρησάμενος ῥήμασιν αὐτός τε κάτεισιν εἰς τὸν
πρόναον, ἔνθα ὁ λόγος εἴρηκε ῥομφαίαν ἐσπασμένον ἵστασθαι τὸν τῶν239

Alex2

240

ἄνω καὶ θείων ταγμάτων κατάρχοντα Μιχαήλ, καὶ οἱ λοιποὶ δὲ ὡς ἡγε‐ μόνι τούτῳ παρείποντο ἀσπιδηφόροι πάντες καὶ ἀτεχνῶς ἀνδριάντες χάλκεοι. κἀκεῖσε εἰς τάξιν τὸ περὶ αὐτὸν καταστήσας καὶ τῷ σταυρικῷ σημείῳ φραξάμενος τῶν ἄλλων προεκπηδᾷ. οἱ δ’ ἐπὶ τῆς τοῦ Αὐγου‐
5στεῶνος αὐλαίας καὶ πρὸς τὴν πρώτην ὁρμὴν διαταραχθέντες τοῦ καίσα‐ ρος διὰ τῶν εἰσόδων θλιβόμενοι ἐξεχέοντο, ὅτε καὶ τραυματίαι μὲν ἐκ τῶν τοῦ βασιλικοῦ τάγματος πολλοὶ γεγόνασιν, εἷς δέ τις καὶ ἐτεθνήκει τῷ ξίφει διελαθείς. Τὸ δ’ ἀπὸ τοῦδε ὁ μὲν καῖσαρ ἐπάνεισιν αὖθις ὅθεν ἐξώρμησεν, οἱ δ’
10ἐκ τῶν τοῦ βασιλέως τάξεων οὐκέτι παρελθεῖν ἐθάρρησαν εἰς τὴν αὔλειον, ἀλλὰ δι’ ἀκροβολισμῶν ἠγάπων μαχόμενοι. ἤδη δὲ τῆς ἡμέρας ὑποκλι‐ νούσης αὐτοί τε οἱ μαχόμενοι καμόντες ἐνέδωκαν, καὶ τοῦ πατριάρχου στείλαντος εἰς τὴν δέσποιναν τὸν ἑαυτοῦ ὑπηρέτην, ὃς ἐκ τοῦ παραβάλ‐ λειν εἰς τὰ ἀρχεῖα καὶ διαπορθμεύειν τοῖς βασιλεῦσι τὰ βουλητέα καὶ τὰς
15ἀποκρίσεις ἐκεῖθεν αὖθις μεταφέρειν παλατῖνος ὠνόμασται, καὶ πρῶτα μὲν τὴν θείαν ἐπεμβριμησαμένου ταύτῃ ὀργὴν οὕτως ὀξυδερκοῦσαν καὶ καθορῶσαν ἀκαρῆ τὰ ὁπουδήποτε δρώμενα ἄθεσμα, ἔπειτα δὲ τὰς περὶ σπονδῶν τῆς καισαρίσσης διαμεμηνυκότος φωνάς, ἀφικνεῖται λυτὴρ τῶν διαφορῶν ὁ μέγας δοὺξ Ἀνδρόνικος ὁ Κοντοστέφανος, ὁ μέγας ἑται‐
20ρειάρχης Ἰωάννης ὁ Δούκας καὶ συχνοὶ ἕτεροι, τὸ γένος ἀριπρεπεῖς καὶ μεγίστοις περίβλεπτοι ἀξιώμασι. Καὶ τότε μὲν νυκτὶ μᾶλλον πεισθέντες ἢ ταῖς καταλλαγαῖς τεθαρ‐ ρηκότες τὸν ἀγῶνα διέλυσαν, τῇ δ’ ὑστεραίᾳ καὶ αὖθις πρὸς πόλεμον διηρρένωντο. τῶν δ’ αὐτῶν καὶ πάλιν παραγενομένων ἀνδρῶν καὶ
25πίστεις δόντων τῇ καισαρίσσῃ καὶ τῷ ταύτης ἀνδρὶ καὶ ὅρκοις κρατυνα‐
μένων αὐτὰς καὶ πληροφορίαν παρασχομένων ὡς οὐκ ἄν τι πάθοιεν240

Alex2

241

ἀηδές, οὔτε μὴν ἀφαιρεθεῖεν τὴν οἰκείαν ἐπιτιμίαν πρὸς τοῦ ἀδελφοῦ καὶ βασιλέως ἢ τῆς μητρυιᾶς δεσποίνης ἢ τοῦ πρωτοσεβαστοῦ Ἀλεξίου, ἀλλὰ δὴ καὶ ἀμνηστίας κακοῦ δωρηθείσης οἵπερ αὐτοῖς προσεχώρησαν καὶ εἰς συμμάχους ἐνεγράφησαν, οὕτω δὴ τῆς δευτέρας ἀπέσχοντο συμ‐
5πλοκῆς. καὶ οἱ μὲν ἀπῄεσαν εὐθὺς μετὰ τὴν τῶν ὅρκων καὶ τῶν σπονδῶν ἐκπεράτωσιν, νυκτὸς δ’ ἐπιστάσης ὁ καῖσαρ καὶ ἡ τούτου ξύνευνος ἐξίασι τοῦ νεὼ καὶ ἀφικνοῦνται πρὸς τὸ μέγα παλάτιον, καθ’ ὃ τότε οἱ κρατοῦν‐ τες διέτριβον. Τοιοῦτο μὲν οὖν τὰ κατὰ τὸν καίσαρα πέρας εἰλήφασι καὶ δι’ αἰτίας
10ταύτας ὁ δυσκλεὴς ἐκεῖνος ξυνέστη πόλεμος καὶ τὴν θείαν ἐπισπάσας καθ’ ἡμῶν κίνησιν δι’ ὅσα κατὰ τὸ ἱερὸν ἐπισυνέβησαν ἄθεσμα. οὔτε γὰρ τὴν προσρυεῖσαν καισάρισσαν ἀφίημι τοῦ ἐγκλήματος εἰς ἀτάσθαλα ἔργα ῥέψασαν καὶ διακυκήσασαν τὸ πολίτευμα, καί γε τοὺς μὴ καθυφέντας βραχὺ πρὸς τὰ τῆς δεομένης ταυτησὶ ῥήματα, τὴν δ’ οὐκ ἀγαθὴν ἔριν
15ἀνελομένους καὶ τὸν τῆς προσευχῆς οἶκον ἐντεῦθεν φονίου πλήσαντας αἵματος εἴπῃ ἄν τις ἐνόχους παρανομήματος. εἰ γὰρ ὁ τῶν Ῥωμαίων στρα‐ τηγὸς Τῖτος, ὁ πάλαι τῇ Ἱερουσαλὴμ βαλὼν χάρακα, τοσοῦτον ἐφείδετο τοῦ Σολομωντείου νεὼ καὶ οὕτω τοῦ ἐκεῖνον ἐξείχετο σώζεσθαι, ὡς ἑλέσθαι βάλλεσθαι μᾶλλον ὑπὸ τοῦ ἐκεῖθεν ἐκπηδῶντος Ἰουδαϊκοῦ τάγματος καὶ
20κακῶς πάσχειν τὸ οἰκεῖον στράτευμα ἢ γοῦν τι θεομισὲς ἐπὶ τῷ πολυτελεῖ ἐκείνῳ καὶ θαυμασίῳ ἔργῳ βουλεύσασθαι, ἀνὴρ καὶ ταῦτα μὴ εἰδὼς θεόν, οὗ τὸ τέμενος ὑπεστέλλετο, ἀλλὰ θεοῖς ἀπονέμων σέβας κακῶς, οἳ τὸν οὐρανὸν οὐκ ἐποίησαν, ποίαν οὐκ ἂν ἔδει τιμὴν θεοσεβοῦντας ἀπονεῖμαι Χριστιανοὺς τῷ καλλίστῳ τῷδε καὶ θείῳ ναῷ, ὅνπερ ἀτεχνῶς θεοῦ χεῖρες
25ἠρχιτεκτόνησαν καὶ ὕστατον καὶ πρῶτον ἐκαλλιτέχνησαν ἔργον ἀμίμη‐ τον καὶ ἄντικρυς ἐπὶ γῆς οὐράνιον σφαίρωμα. Κατὰ δὲ τοῦ πατριάρχου Θεοδοσίου βαρύμηνις ὢν ὁ πρωτοσεβαστὸς ὡς τοῖς αὐτοῦ βουλήμασιν ἀνθισταμένου λαμπρῶς καὶ τὰς οἰκείας ἐφέσεις ἐγκόπτοντος καὶ πρότερον μὲν κατ’ αὐτοῦ πολλοὺς τῶν ἀρχιερέων ἐπι‐
30συνέστησε χρυσίῳ καὶ συμποσίῳ διαφθείρας καὶ καθαιρέσει τοῦτον καὶ
ἀπόντα ὑπέβαλεν ὡς δῆθεν τῇ καισαρίσσῃ κατὰ τοῦ βασιλέως ἐπαναστά‐241

Alex2

242

σῃ προσθέμενον καὶ ὡς ἀφ’ ὁρμητηρίου τοῦ ἱεροῦ στασιοκοπεῖν αὐτῇ μεθ’ ὅπλων ἐνδόντα καὶ νεωτεροποιεῖν ἀφρόνως καὶ ἀλογίστως· τάχα δ’ ἂν καὶ τοῦ πατριαρχικοῦ θρόνου ἀτίμως τηνικαῦτα κατέσπασεν, εἴπερ ἡ καισάρισσα μὴ ἀμφοτέραις προσίστατο, τῷ μὲν πρωτοσεβαστῷ μὴ
5χώραν διδοῦσα τὸν πατριάρχην καταγαγεῖν καὶ ἀντεισαγαγεῖν ἕτερον, αὐτὸν δὲ τὸν ἱερώτατον ἄνδρα ἐπιμελῶς φρουροῦσα, μήπως ὑποχωρήσας ἑαυτὸν μὲν ἀπαλλάξῃ πραγμάτων ἐν τῷ καθ’ ἡσυχίαν ζῆν εἰς ἣν ἐδομή‐ σατο μονὴν κατὰ τὴν νῆσον τὴν Τερέβινθον, ἑαυτῇ δὲ ἀπωλείας φανεῖται πρόξενος εὐθὺς ἐκ τοῦ ναοῦ ἁρπαγησομένῃ καὶ πεισομένῃ τὰ χείριστα.
10τότε δὲ καιρὸν εὑρὼν τῷ θυμῷ χαρίσασθαι τῶν ἱερῶν ἀρχείων ἀπελαύνει τὸν ὅσιον καὶ τῇ τοῦ Παντεπόπτου περιορίζει μονῇ. πλείστας γε μὴν ὁδοὺς τεμὼν καὶ πολλαῖς ἀντιπαλαίσας ἐννοίαις καὶ τοῖς τότε πονηρο‐ τάτοις τῶν ἐκ τῆς συγκλήτου βουλῆς συγγενόμενος καὶ ὁπόσοι τῶν ἐντρόφων τοῦ βήματος μήτε θεοῦ ὄπιν μήτ’ ἀνθρώπων ὑφωρῶντο νέμεσιν
15συμβούλοις χρησάμενος, ὅπως εὐσχημόνως ὁ ἱερὸς οὗτος καὶ εὐπροσώ‐ πως ἀποβληθείη ἀνήρ, οὐκ ἔσχεν ἐπιτελῆ τὰ κατὰ σκοπὸν καὶ διὰ τὸ καθαιρέσει μὲν εὐλόγως οὐδ’ ὁτιοῦν ὑπάγον ἐν αὐτῷ εὑρίσκεσθαι, ἀλλὰ δὴ καὶ τὸ τὴν δέσποιναν καὶ τοὺς πλείους σχεδὸν ἢ τοὺς ἅπαντας τῶν ἐκ τοῦ βασιλείου αἵματος ὑπερβαλλόντως τὸν ἄνδρα τιμᾶν. ἄκων οὖν ὁ
20σκολιὸς ὄφις τῶν ἑλίξεων ἀποστὰς καὶ τὸν ἰὸν αὖθις κατεσπακώς, ὃν ἐμημεκέναι κατὰ τοῦ ἁγίου προητοιμάκει, ἐπευδοκεῖ καὶ αὐτὸς τῇ ἐς
τὸν πρότερον θρόνον αὖθις τούτου ἐπανελεύσει.242

Alex2

243

Ἐπεὶ δὲ ἡ κυρία τῆς ἀνόδου ἐνειστήκει, ὁπόσοι τῶν ἐν τέλει καὶ ὅσοι τοῦ βήματος τοῦ καλοῦ ἔτρεφον ἔρωτα καὶ ὁ τῆς πόλεως ἅπας δῆμος εἰς τὸ ἱερὸν φροντιστήριον συνδραμόντες λαμπροτάτην ἐκείνῳ συντελοῦσι τὴν πρόοδον μύροις τὰς ἀγυιὰς τέγγοντες καὶ τοῖς Ἰνδικοῖς ξύλοις καὶ
5καρυκευτοῖς ἀρώμασι τὸν ἀέρα εὐωδιάζοντες. οὕτω δὲ ἡ προπομπὴ μυριάνθρωπος ἦν, ὡς μόλις περὶ βαθεῖαν ἑσπέραν ἐπαναζεῦξαι τὸν προ‐ πεμπόμενον ἐς τὸν μέγαν τῆς ἁγίας θεοῦ Σοφίας νεών, ὑποφαινομένης ἡμέρας ἐκ τῆς τοῦ Παντεπόπτου μονῆς ἀπάραντα. τοσαύτη δ’ αἰσχύνη τὰ τῶν θεμένων αὐτὸν ὑπόδικον ἀρχιερέων ἐκάλυψε πρόσωπα, ὡς μὴ
10μόνον τὰς δημοσίους παρόδους ἐκτρέπεσθαι διὰ τὸ ἐς τὸν ἀρχιθύτην ἀμπλάκημα καὶ τὸ ἐκείνων ἐντεῦθεν παγκαταγέλαστον, ἀλλὰ καὶ τὸ θανεῖν ὑποβλέπεσθαι. καὶ ταῦτα μὲν εἶχεν οὕτως. Ὁ δ’ Ἀνδρόνικος τῇ ἐφέσει τῆς ἀρχῆς κουφιζόμενος καὶ τοῖς ἐπιστο‐ λίοις πτερούμενος, ἅπερ αὐτῷ συχνάκις ἐπεποτῶντο τηλεβολούμενα ἐξ
15οἴκων λαμπρῶν, ὡς ἤδη ἐρρέθη μοι, τέλος καὶ αὐτὴν τὴν θυγατέρα Μαρίαν δραπέτιδα πρὸς αὐτὸν ἀφιγμένην, ἐπεὶ καὶ τοίου πατρὸς εὔχετο εἶναι, διδάσκαλον ἀπαράγραπτον τῶν κατὰ τὰ ἀρχεῖα τελουμένων κατὰ θεῖον ηὐτύχησε καὶ μυωπισθεὶς ὡς ἵππος σταδιευτὴς οἷς παρ’ αὐτῆς ἠκηκόει θυμήρεσι ῥήμασι τὰ μὲν τῶν Παφλαγόνων μεθίησιν ὅρια,
20εἰς δὲ τὴν κατὰ Πόντον Ἡράκλειαν παραγίνεται κἀκεῖθεν προσωτέρω μεταχωρεῖ, τῇ πολυτρόπῳ μεθοδείᾳ καὶ τῷ τοῦ ἤθους ὑποκαθημένῳ καὶ δολιόφρονι ἐξοκείλας τοὺς ἐν ποσὶ πάντας καὶ οἰκειούμενος, ἐπεὶ καὶ τίς ἐκ πέτρας ἀγελάστου οὕτως ἦν προϊὼν ἢ καρδίαν σιδηρέῳ χαλκευθεὶς
ἄκμονι, ὡς ἄτεγκτος εἶναι τοῖς Ἀνδρονίκου δακρυρροήμασι καὶ τῇ αἱμυ‐243

Alex2

244

λίᾳ τῶν ῥημάτων ὁπωσοῦν ἀγοήτευτος, ἅπερ κατὰ κρήνην μελάνυδρον ἔχεε καὶ οἷς ἀπατηλῶς τε ἅμα καὶ ἐφολκῶς ἐστωμύλλετο τὸν ὑπὲρ τοῦ καλοῦ ζῆλον προφέρων καὶ τὴν τοῦ κρατοῦντος ἐλευθερίαν ὑποκρινόμε‐ νος.
5 Ἀλλ’ οὐδ’ ὁ πρωτοσεβαστὸς ἐπὶ τούτοις ἠμέλει παντάπασιν, καίτοι γύνανδρος ὢν καὶ μὴ μόνον τὴν ἕω ἐς τὸ νήγρετον ὑπνώττειν κατανα‐ λίσκων, ἀλλὰ καὶ πολὺ τῆς ἡμέρας πρὸς τοῦτο ἐκδαπανῶν, καὶ ἵνα μὴ τὸ ἀσπασιώτατον τοῖς ἄλλοις ἀνθρώποις ἡλίου βλέφαρον τὰς ἐκείνου κόρας ὑπανοίγῃ διαφωτίζον, παραπετάσμασι στεγανωτέροις ἐκζοφῶν τὸ δω‐
10μάτιον, ἐν ᾧ ἐκάθευδε, καὶ καθ’ ἕτερόν τι σημαινόμενον ἀποκρυβὴν ἑαυτοῦ τὸ σκότος τιθέμενος. εἰ δὲ δεῖ ἀληθέστερον εἰπεῖν, τὰ μὲν νυκτὸς ἔργα τρυ‐ φῶν φωτὶ ποιητῷ τὸ νύκτερον διέλυε ζόφωμα, ἡλίου δὲ τὸν ἑῷον ὁρίζοντα ἀναβαίνοντος κατὰ τὰ θηρία τὸν κοῖτον μεταδιώκων τάπησι καὶ πέπλοις ἁλουργέσι τὸ φῶς ἀντέφραττε. τοίνυν καὶ σμήχων τοὺς σαπριῶντας
15τῶν ὀδόντων καὶ καταπιττώμασιν ἀναπληρῶν τοὺς ὑπὸ χρόνου ἐκ‐ κρουσθέντας θηλυδρίας τε ὢν καὶ ὑπόνωθρος τοὺς πλείστους τῶν τηνι‐ καῦτα εὐγενῶν ἀνδρῶν ἑαυτοῦ καινοπρεπῶς ἐξηρτήσατο, χρώμενος μὲν τὰ πολλὰ προτειχίσματι ἤ, ἀληθῶς εἰπεῖν, μειλίγματι ἀμάχῳ τῇ τοῦ βασιλέως μητρὶ (αὕτη γὰρ τῷ τῆς θέας λαμπρῷ καὶ τῷ τῆς ὄψεως μαρ‐
20γαρώδει καὶ τῷ τοῦ ἤθους ὁμαλῷ καὶ τῷ τοῦ φρονήματος ἀσυμπλόκῳ καὶ τῷ ἐπαγωγῷ τοῦ φθέγματος ὡς ἀπὸ μηρίνθου πάντας ἐφείλκετο), τὰ δὲ πλεῖστα τοῖς χρήμασιν ὑπαγόμενος καὶ τῇ φιλοδωρίᾳ κατακοιμίζων τοὺς ἐν δεινῷ τιθεμένους ἐκείνου φέρειν τὰ δεύτερα. ὅθεν οὐδεὶς τῶν ἐπι‐ ταχθέντων ἀντιτάξασθαι Ἀνδρονίκῳ πρὸς Ἀνδρόνικον μετετάξατο τὸν
25ἤδη λαμπρῶς τῆς τυραννίδος ἁπτόμενον ἀποπτύσας πρωτοσεβαστὸν καὶ τῷ προσωπείῳ τοῦ μισοτυράννου Ἀνδρονίκου δελεασθείς. Ἥ τε οὖν προκαθημένη τῶν Βιθυνῶν μεγίστη πόλις ἡ Νίκαια οὐδ’
ὅλως Ἀνδρονίκῳ προσέθετο καὶ ὁ τὴν ταύτης ἐμπιστευθεὶς φυλακὴν244

Alex2

245

Ἰωάννης ὁ Δούκας τοῖς Ἀνδρονίκου γράμμασι μεμένηκεν ἀστυφέλικτος, καίπερ τὰς γνώμας πλήττουσιν ἑλεπόλεων ἀκριβέστερον καὶ τειχομαχίου ξύμπαντος ἰσχυρότερον. ἀλλὰ καὶ ὁ μέγας δομέστικος Ἰωάννης ὁ Κομνη‐ νὸς τὴν ἐπαρχίαν διέπων τῶν Θρᾳκησίων οὐ μόνον ἔβυε τὰ ὦτα πρὸς τὰ
5τοῦ Ἀνδρονίκου ἐπᾴσματα, ἀλλὰ καὶ ὡς τύραννον διετώθαζεν, οἷα κα‐ τόπτρῳ τοῖς γραφομένοις προκύπτων λείῳ καὶ ἀποστίλβοντι καὶ διαφαινόμενον ἐν τούτοις ὁρῶν τὸν πολύμορφον Πρωτέα καὶ τυραννι‐ κὸν τὸν τρόπον Ἀνδρόνικον. Ἐπεὶ δὲ τῇ Ταρσίᾳ ἤγγιζε καὶ τῶν περὶ τὴν Νικομήδους πόλιν οἱ
10πλείονες αὐτῷ προσεχώρουν, στέλλεται κατ’ αὐτοῦ μετὰ δυνάμεως ἱκα‐ νῆς Ἀνδρόνικος ὁ Ἄγγελος, οὗπερ οἱ υἱεῖς εἰς ὕστερον Ἰσαάκιός τε καὶ Ἀλέξιος μετ’ Ἀνδρόνικον ἐπέβησαν τῆς ἀρχῆς. ὁ δὲ περὶ τὸν Χάρακα τὸ χωρίον πόλεμον συγκροτήσας ἡττᾶται λαμπρῶς, καίπερ οὐκ ἰσοπαλεῖ προσπλακεὶς στρατιᾷ ἢ τὸν ἀνταγωνιστὴν εὑρὼν ἀξιόμαχον, ἀλλ’ ἐκ‐
15τομίᾳ τινὶ συμμίξας ἀχρείους στρατολογήσαντι γεωργοὺς καὶ μοῖραν συνεπαγομένῳ Παφλαγόνων στρατιωτῶν. εἰς τὴν πόλιν τοίνυν εὐθὺς μετὰ τὴν ἧτταν εἰσιὼν ἀκλεῶς ἀπῃτεῖτο καταθέσθαι τὰ χρήματα, ὅσα οἱ πρὸς τὰς κατὰ πόλεμον δαπάνας βεβράβευται. ὁ δὲ βασανιζομένην ὁρῶν τὴν αὐτοῦ κατάσχεσιν, ὅτι φίλα φρονῶν Ἀνδρονίκῳ τὰ πράγματα χει‐
20ρόνως διέθετο, ἅπερ εὐμαρίσειν ἀπέσταλτο, ἐναγόμενος παρὰ τῶν υἱέων ἓξ ὄντων καὶ πάντων ὁπλοτέρων τὰς φρένας καὶ κατὰ χεῖρα γενναίων, ἐπεβάλετο μὲν τὸν οἰκεῖον οἶκον διακρατύνειν καὶ κατασκευάζειν ἐπι‐ τειχίσματα κατὰ τὸ ἔξω Κιόνιον διακείμενον καὶ τῶν ἐκ τοῦ δήμου τινὰς ἐπεσπᾶτο πρὸς ἑαυτόν· ὁρῶν δὲ ὡς οὐκ ἀκμαῖός ἐστι πρὸς βασίλειον
25πλεονεκτοῦσαν ἀνθόπλισιν καὶ ὡς οὐκ ἂν σχοίη περιγενέσθαι τῶν δια‐
φόρων, πρὸς φυγὴν μεθαρμόζεται· καὶ τοὺς ἓξ υἱοὺς παραλαβών, τὴν δ’245

Alex2

246

ὁμόλεκτρον τοῦ δόμου ἀπαγαγών, νηὸς ἐπιβὰς τῆς ἐς Ἀνδρόνικον ἅπτε‐ ται. ὁ δὲ ἰδὼν προσιόντα τὸν Ἄγγελον λέγεται εἰπεῖν „ἰδού, ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.“
5 Θάρσος οὖν ἐπὶ τῇ τοῦ ἐξαδέλφου παρουσίᾳ λαβὼν καὶ τὰ κατ’ ἔφε‐ σιν ὁρῶν προβαίνοντα τῶν ἐνοδίων ἐκτροπῶν ἀφέμενος καὶ χαίρειν ἐάσας τὰς πόλεις Νίκαιάν τε καὶ Νικομήδειαν καὶ τὸ τῇδε ἢ ἐκεῖσε μεταστρέφε‐ σθαι πρὸς τὴν Κωνσταντίνου τὸν δρόμον ἀκλινεῖ συνέτεινε νεύματι, ὡς ὁδοῦ Φιλιστιεὶμ τῆς ἐς αὐτὴν φερούσης ἐχόμενος. καὶ δὴ κατὰ τὰ Πευκία
10ἐναυλισάμενος (τόπος δέ ἐστι ταῦτα ἐν τοῖς ἄνω τῆς Χαλκηδόνος διακεί‐ μενος μέρεσι καὶ οὕτως ὀνομαζόμενος) καὶ πυρὰ πολλὰ καύσας κατὰ τὴν νύκτα ὅλην ἐκείνην, μὴ κατὰ λόγον τῆς συνούσης αὐτῷ στρατιᾶς, ἀλλ’ ἐς δόκησιν στρατεύματος πλείονος, ἐκκρεμεῖς αὐτοῦ τοὺς Βυζαντίους ἔθετο, ὡς τὰ ἀνὰ χεῖρας προεμένους ἔργα εἰς τὴν περαίαν τείνειν τὸ ὄμμα
15ἀκταῖς τε καὶ γηλόφοις προσιόντας τῆς πόλεως καὶ πόρρωθεν ὄντα Ἀν‐ δρόνικον ἐπισπᾶσθαι οἷον τοῖς νεύμασιν. ὧδε μὲν οὖν ἐχώρει τὰ κατὰ τὸν ἀναφαλαντίαν καὶ πολιοκόρσην Ἀνδρόνικον. Ἀλέξιος δὲ ὁ πρωτοσεβαστὸς μὴ ἔχων διὰ πεζῆς φάλαγγος ἀποσο‐ βῆσαι τὸν ἐπιόντα οἱ πολέμιον (ἤδη γὰρ οἱ μὲν μετέβαινον ταῖς γνώμαις
20κρυφιωδῶς πρὸς Ἀνδρόνικον, ὁπόσοις οὐκ ἦν ὅλως ἀκίνδυνος ἡ πρὸς ἐκεῖνον τοπικὴ μετάβασις, τοῖς δὲ ἀρκετὸν ἐς τὴν πρὸς τὸν κρατοῦντα πίστιν λελόγιστο τὸ ἐπ’ οἴκου μόνον καθῆσθαι καὶ μηδενὶ προστίθεσθαι τῶν μερῶν· οὕτω γὰρ φρονεῖν τε καὶ λέγειν τοὺς πολλοὺς ἐξεπαίδευσε τὸ τῆς γνώμης κερδαλεόφρον καὶ τὸ διὰ φόνων ἀεὶ καὶ προχύσεως αἵματος
25τοὺς πλείους τῶν βασιλέων τῆς Ῥωμαϊκῆς ἐπιβαίνειν ἀρχῆς) διὰ ναυ‐ μαχίας ἐπειρᾶτο τὸν προσέρποντα κίνδυνον ἀποκρούσασθαι. Τριήρεις τοίνυν τὴν Προποντίδα ἐκάλυπτον, αἱ μὲν Ῥωμαίους
ἔχουσαι τοὺς ἐρέσσοντας καὶ τοὺς ἐκ τῶν καταστρωμάτων διαμάχεσθαι246

Alex2

247

μέλλοντας, αἱ δὲ τῶν κατὰ πόλιν διαφορογενῶν Λατίνων ὅτιπερ κρά‐ τιστον μέρος καὶ μαχιμώτατον, οἷς καὶ τὰ χρήματα ποταμηδὸν ἐπεχέον‐ το, ἐπεὶ καὶ τούτοις ἐπεποίθει μᾶλλον ὁ χρώμενος πρωτοσεβαστὸς ἤπερ τοῖς Ῥωμαίοις αὐτοῖς ὡς ἀρήξουσιν. ὥρμησε μὲν οὖν τοὺς πιστοτάτους
5αὐτῷ ἐπιστῆσαι τριηράρχας καὶ παραδοῦναι τὸν στόλον τοῖς ἐκείνῳ κατὰ γένος ἐγγίζουσι, τοῦ δὲ μεγάλου δουκὸς τοῦ Κοντοστεφάνου ἀντιπνεύ‐ σαντος καὶ τῆς στολαρχίας παντὶ τρόπῳ ἐξεχομένου ὡς αὐτῷ καὶ οὐχ ἑτέρῳ δή τινι προσηκούσης, ἀναγκαστῶς τὴν βούλησιν μετατίθησι. καὶ δὴ ὁ μὲν Κοντοστέφανος Ἀνδρόνικος κύριος καθειστήκει τοῦ στόλου παν‐
10τὸς καὶ κατάπλους ἅπας τοῖς ἀπὸ τῆς ἕω περαιουμένοις ἀποτετείχιστο· συνῆν δὲ τῷ Κοντοστεφάνῳ καί τι τοῦ πρωτοσεβαστοῦ συγγενικὸν καὶ οἰκίδιον. Μετὰ βραχὺ δὲ καὶ πρέσβις ἀπὸ τοῦ βασιλέως ἐς Ἀνδρόνικον στέλλε‐ ταί τις τῶν ἐντρόφων τοῦ βήματος. ὁ Ξιφιλῖνος ἦν οὗτος Γεώργιος, ὃς
15καὶ εἰς ὄψιν τῷ τυράννῳ ἐληλυθὼς τά τε γράμματα ἐνεχείρισε καὶ τὰ δια‐ μηνυθέντα ἀπήγγειλεν. ἦσαν δὲ ταῦτα δωρεῶν ἐπαγγελίαι μειζό‐ νων καὶ ἀξιωμάτων ἀνάβαθμοι καὶ χάρις ἀπὸ τοῦ πρυτανεύοντος εἰρή‐ νην θεοῦ ἀποστάντι μὲν τοῦ προκειμένου σκέμματος, ἐξ οὗπερ ἐμφύλιοι συμβήσονται πόλεμοι, πρὸς δὲ ἤθη τὰ πρότερον ἐπανήκοντι. ὁ δέ, τοῦ
20πρεσβευτοῦ, ὥς φασι, Ξιφιλίνου τὴν πρεσβείαν ὑπονοθεύσαντος καὶ μὴ ἐνδοῦναι ὅλως ἢ βραχύ τι γοῦν καθυφεῖναι παρακελευσαμένου, τήν τε αἴτησιν ἀποπέμπεται καὶ τὴν προσλαλιὰν ποιεῖται τοῖς διαπρεσβευσα‐ μένοις ὑπέρογκον φάσκων πρὸς ὀργὴν ὡς ἢν Ἀνδρόνικον βούλοιντο πα‐ λίνορσον ἀναζεῦξαι ὅθεν ἐλήλυθεν, ἀποσκορακισθήτω μὲν ἐκ τοῦ μέσου ὁ
25πρωτοσεβαστὸς καὶ δότω λόγους ὧν πεπαρῴνηκεν, ἡ δὲ τοῦ βασιλέως247

Alex2

248

μήτηρ καθ’ ἑαυτὴν βιοτευέτω τὴν τρίχα κειραμένη καθάπαξ τὴν κοσμι‐ κήν, ὁ δὲ βασιλεὺς κατὰ τὴν πατρῴαν διαθήκην ἀρχέτω μὴ ὡς στάχυς αἴραις τοῖς παραδυναστεύουσι συμπνιγόμενος. Ἀλλ’ οὔπω ἡμέραι συχναὶ παρήλθοσαν, καὶ μεταχωρεῖ ἐς Ἀνδρόνι‐
5κον καὶ ὁ μέγας δοὺξ Ἀνδρόνικος τὰς μακρὰς νῆας παρειληφώς, ὁπόσας ὁ Ῥωμαίων ἐπλήρου κατάλογος. καὶ τοῦτο τὸ ἔργον ἐπῆρε μὲν ὑπὲρ ἅπαν ἄλλο τὸν ἀποστάτην, τὸν δὲ πρωτοσεβαστὸν ἠφάντωσε τέλεον, πάσας τὰς ἐλπίδας ἀπεγνωκότα καὶ κατακλασθέντα τὸ πρόθυμον. οὐκέτι γὰρ λαθραῖαι σύνοδοι τῶν Ἀνδρονίκῳ προσκειμένων ἐγίνοντο, ἀλλ’ ἀνέ‐
10δην τὸν πρωτοσεβαστὸν ἐρεσχελοῦντες οἱ ταῖς τῶν πραγμάτων μεταβο‐ λαῖς χαίροντες ἐς Χαλκηδόνα διεπλωΐζοντο· καὶ τῷ Ἀνδρονίκῳ κατὰ φατρίας συγγινόμενοι φυὴν ἐκείνου καὶ εἶδος ἀγητὸν καὶ γῆρας σεμνὸν ἀπεθαύμαζον καὶ τὸ τῆς ἐκείνου γλώττης τρυγῶντες μελίκηρον καί, ὡς ἄγρωστις ὄμβρον ἢ δρόσον Ἀερμωνίτην τὰ ὄρη Σιών, ἃ ἦν ὑψηγορῶν
15προσιέμενοι μετὰ πλείστης ἐπανέστρεφον χαρμονῆς, ὡς εἴπερ τὰς ᾀδομέ‐ νας χρυσᾶς ἔννας καὶ τὴν ἀληλεσμένην τοῦ μύθου δίαιταν ἢ τὴν ἡλίου λεγο‐ μένην τράπεζαν παρακειμένην εὕραντο καὶ κατακορεῖς αὐτῆς ἐγεγόνεισαν. ἦσαν δ’ οἳ κἀκ πρώτης ὄψεως εὐθὺς τὸν ἐν δέρματι προβάτου κεκρυμ‐ μένον λύκον ἐγνώρισαν καὶ τὸν ὅσον οὔπω μετὰ θάλψιν ἐπιθησόμενον
20ὄφιν καὶ κακῶς τοὺς ὑπὸ κόλπον φέροντας δράσοντα. Ἐπὶ τούτοις ἀνίενται μὲν τῆς εἱρκτῆς αὐτοῦ τε τοῦ Ἀνδρονίκου οἱ παῖδες ὁ Ἰωάννης καὶ ὁ Μανουὴλ καὶ οἱ λοιποί, οὓς καθεῖρξεν ὁ πρωτοσε‐ βαστός, ἐγκλείονται δ’ ἕτεροι, οἷς οὗτος προσέβλεπεν ἥμερον καὶ ὅσοι τῆς αὐτοῦ μερίδος καὶ συγγενείας. καὶ αὐτὸς δὲ ὁ πρωτοσεβαστὸς κατὰ
25τὰ ἀνάκτορα συλληφθεὶς καὶ φρουρᾷ διαληφθεὶς Γερμανῶν, οἳ κατωμαδὸν248

Alex2

249

τοὺς ἑτεροστόμους πελέκεις ἀνέχουσιν, ἀπρόϊτος ἔμενεν. αὖθις δὲ τῶν μὲν βασιλείων λαθραίως καὶ περὶ μέσας νύκτας ἐξάγεται, τοῖς δὲ κατὰ τὸ ἱερὸν ἀνάκτορον οἰκήμασι δίδοται, ὧν δομήτωρ ὁ πατριάρχης γέγονε Μιχαήλ, μετὰ τῆς αὐτῆς καὶ πάλιν καὶ πλειόνως ἀσφαλεστέρας φρουρᾶς.
5 Ὢ πραγμάτων παλινστρόφου φορᾶς καὶ θᾶττον ἢ λόγος μετακλινο‐ μένης ἐνίοτε. ὁ κατὰ τῆς ἐκκλησίας χθὲς εἰσενεγκὼν ἀκήρυκτον πόλεμον καὶ θρασὺς καὶ αὐθάδης καὶ λίαν ὑπέραυχος καὶ τοὺς φυγάδας ἐκεῖθεν ἀποσπῶν, ὡς οὐκ ἔδει, καὶ μυριάσιν ὄχλων περιβομβούμενος σήμερον δέσμιος καὶ ἀνέστιος μηδένα ἔχων ὀπαδὸν καὶ συλλήπτορα ἢ τὸν σώζοντα
10καὶ λυτρούμενον. ὁ δὲ ἐδυσχέραινε μὲν κἀπὶ τούτοις, ἐπαθαίνετο δὲ πλέον ὅτι μὴ ἐῷτο ὑπνώττειν ὑπὸ τῶν φυλάκων ἀεὶ ἐπιπιπτόντων αὐτῷ, πρὸς ὕπνον τρεπομένῳ καὶ βιαζόντων ἱστᾶν τοὺς ὀφθαλμοὺς ὥσπερ κέ‐ ρας ἢ σίδηρον. ὁ δὲ πατριάρχης μὴ μνησικακῶν, ἀλλ’ οἰκτείρων τῆς μεταβολῆς τὸν ἄνθρωπον θεραπείας τε ἱκανῆς μετεδίδου καὶ συγγινόμενος
15τὸ ἄχθος ἐκούφιζε καὶ μετρίως ἐκείνῳ προσφέρεσθαι παρῄνει τοῖς φύλαξι, μηδὲ γίνεσθαι βαρυτέρους τύχης τῆς ἐνεστώσης. Οὐ μὴν ἀλλ’ ἡμερῶν τινῶν διαλειπουσῶν, ἑῷος ἀπάγεται τοῦ νεὼ ἵππῳ βραχυτάτῳ ἐπικαθήμενος καὶ προοδεύουσαν ἔχων σημαίαν ἐπὶ καλάμῳ ἠνεμωμένην καὶ παροινούμενος οὕτω κατῄει πρὸς θάλασσαν.
20κἀκεῖθεν παραρριφεὶς ἁλιάδι ἐς τὸ πέραν ἀνάγεται πρὸς Ἀνδρόνικον, ἔπειτα καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται, κοινῶς ἁπάντων τῶν ἐν ὑπερ‐ οχῇ συνελθόντων καὶ μετ’ Ἀνδρονίκου τὴν τοιαύτην πρᾶξιν κυρωσα‐
μένων.249

Alex2

250

Καὶ τοιοῦτο μὲν τὰ τῆς αὐτοῦ παραδυναστείας ἢ μᾶλλον οὔπω πα‐ γείσης ἀκριβῶς τυραννίδος πέρας εἰλήφεσαν. εἶχε δ’ ἄν, εἰ τὰς χεῖρας πρὸς παράταξιν ὥπλιστο καὶ τοὺς δακτύλους πρὸς πόλεμον ἐδεδίδακτο καὶ μὴ ἦν μαλθακὸς αἰχμητὴς καὶ βάτταλος καὶ τῆς ἡμέρας ῥέγκων τὸ
5ὑπερήμισυ, τῷ τε Ἀνδρονίκῳ τὴν εἰς τὴν πόλιν πάροδον ἀποκλείσας καὶ ἑαυτὸν ἀπείρατον διαφυλάξας τοῦ τότε κακοῦ· ποιεῖν γὰρ ἐπὶ τοῖς βασι‐ λείοις ἠδύνατο θησαυροῖς ὁπόσα ἠβούλετο καὶ ταῖς τριήρεσιν ἐνῆν χρήσασθαι πρὸς τὴν τοῦ ἀνθισταμένου καταπολέμησιν, αἳ τὸ ἐκ Λατίνων εἶχον ὁπλιτικόν, οὕτω μὲν ἐπικρατέστερον ὂν τοῦ Ῥωμαϊκοῦ ναυτικοῦ,
10οὕτω δὲ πάγχαλκον καὶ ὅλον αἱμοχαρές. ἀλλὰ τοῦ μορσίμου, ὡς ἔοικεν, ἀντικρούσαντος, ὁ μὲν τὸ πρόθυμον ὑπεχάλασεν, Ἀνδρόνικος δ’ ἐπιτείνας ὑπεσκέλισε τουτονὶ ἀντιτρέχοντα καὶ τὴν νίκην λαμπρὰν ἀπηνέγκατο. Ὃς καὶ κατὰ τὴν περαίαν ἔτι διατρίβων στείλας τριήρεις, ὅσαι ὀπίσω τοῦ μεγάλου δουκὸς ἠκολούθησαν, καὶ τῶν συνακολουθησάντων αὐτῷ
15ἐκ τῶν κατὰ πάροδον χωρῶν στρατιωτικῶν καταλόγων ἅπαν ἐπίλεκτον πόλεμον συγκροτεῖ κατὰ τῶν ἐν τῇ πόλει Λατίνων. καὶ δὴ καὶ τοῦ δήμου τῆς πόλεως ἀναθαρρήσαντος κατ’ αὐτῶν καὶ ἀλλήλους ἐς συνασπισμὸν παραθήξαντος, ἐπιθαλάττιος ὁμοῦ καὶ ἐπίγειος ἔρις φύεται. καὶ πρὸς ἄμφω τὰ πλήθη κυκλωσάμενά τε καὶ περιζώσαντα μὴ ἀντιπαλαίειν
20σθένοντες οἱ Λατῖνοι ὡς εἶχον ἕκαστος σώζειν ἑαυτοὺς ἐπεβάλοντο, τὰς250

Alex2

251

οἰκίας ἀνέντες πλήρεις πλούτου παντὸς καὶ πολυειδῶν ἀγαθῶν, ὁπόσα μεταδιώκουσιν ἄνθρωποι, τοῖς βουλομένοις προνόμευμα· οὐδὲ γὰρ μένειν κατὰ χώραν ἐτόλμησαν ἢ κατὰ Ῥωμαίων αὐτοὶ ἐπελθεῖν ἢ ὅλως ἐπιόντας ὑποστῆναι καὶ δέξασθαι. ἐντεῦθεν οἱ μὲν κατὰ πόλιν διασπαρέντες, ὡς
5ἔτυχεν, ἄλλοι προσρυέντες οἴκοις ὑπερηφάνοις, οἱ δὲ καὶ τῶν μακρῶν ἐπιβάντες νηῶν, ἃς ἐπλήρουν οἱ ὁμόφυλοί σφισιν, ἐξέφυγον τὸ μαχαίρᾳ πεσεῖν. ὅσοι δὲ συνελήφθησαν θανάτῳ ὑπεδικάσθησαν. πάντες μέντοι τὰς οὐσίας ἀπεβάλοντο. αἱ δὲ πλήρεις τῶν δραπετευσάντων τριήρεις τῶν τῆς πόλεως ἀναχθεῖσαι λιμένων καὶ βλέψασαι πρὸς Ἑλλήσποντον
10τὸ μὲν λεῖπον τῆς ἡμέρας ἐκείνης προσωρμηκυῖαι ταῖς νήσοις ἐξεπέραναν, ὁπόσαι μικρὸν ἄποθεν τῆς βασιλίδος ἀμφιρρέονται πόλεως μὴ πάνυ πε‐ λάγιαι, φημὶ τὴν Πρίγκιπον καὶ τὴν Πρώτην καὶ ὅσαι περὶ αὐτὰς ἀνίσχου‐ σι τοῦ βυθοῦ· τὴν δ’ ἐπιοῦσάν τινα τῶν ἐν αὐταῖς ἱερῶν φροντιστηρίων πυρπολήσασαι ἐξῆραν ἐκεῖθεν κώπαις ἁπάσαις καὶ διαπετασθεῖσι λαί‐
15φεσι. μηδενὸς δ’ ἐπιδιώκοντος, ἔνθα ἦν πρὸς βουλῆς καταίρουσαι ἔδρων ὅ τι καὶ εἶχον κακὸν τοὺς ἐκεῖσε Ῥωμαίους. Κατ’ ἐκείνας δὲ τὰς ἡμέρας καὶ κομήτης ἐφάνη κατ’ οὐρανὸν ὑποση‐ μαίνων τὰ ἐσόμενα χείριστα καὶ αὐτὸν ἀτεχνῶς διαχαράττων Ἀνδρόνι‐ κον· ὄφεως γὰρ σχῆμα καὶ ἕλιγμα ἡ τοῦ φανέντος ἀνάμματος ὄψις δια‐
20τυποῦσα νῦν μὲν διετέτατο, νῦν δ’ ἀμφιπεριειλίσσετο εἰς ὁλκούς, ἄλλοτε εἰς χάσμα ἀνοιγομένη στόματος φόβον ἐνεποίει τοῖς θεωμένοις οἱονεὶ κα‐ ταχάσκουσα ἐξ ὕψους τῶν κάτωθεν καὶ ἀνδρομέου γλιχομένη αἵματος. ἡμέρας οὖν ἐκείνης τὸ μήπω ἐκμετρηθὲν καὶ τὴν ἐπιοῦσαν νύκτα διαρκέσας ἠφάντωται.
25 Ἀλλὰ καὶ ἱέραξ τοῦ θηρεύειν ἐθάς, λευκὸς τὴν πτίλωσιν, τοὺς πόδας λωροπεδούμενος, κἀπὶ καλιᾶς πτερορρυήσας πολλάκις καὶ αὖ πάλιν ἀνη‐ βηκώς, οἴμησεν ἐκ τῆς ἕω πρὸς τὸ τοῦ Λόγου μέγιστον τέμενος καὶ τὸν
Θωμαΐτην εἰσιὼν δόμον πολλοὺς κατὰ φήμην θεατὰς ἐφειλκύσατο. ἦσαν251

Alex2

252

δ’ οἳ καὶ διετεχνῶντο συλλαβεῖν αὐτόν· ὁ δ’ ἐκεῖθεν ἀρθεὶς κατέπτη πρὸς τὸ μέγα βασίλειον καὶ ἄνω τοῦ οἰκήματος καταπαύσας, ἐν ᾧ τοὺς ὑπο‐ γυίως τῆς ἀρχῆς ἐπειλημμένους εἴθισται πρὸς παντὸς τοῦ δήμου ἀνευφη‐ μεῖσθαι στεφανηφόρους, μετὰ βραχὺ ἐπάνεισι πάλιν πρὸς τὸν νεών. καὶ
5τὴν τοιαύτην περιοδείαν τρισσῶς σταδιεύσας ὕστερον παρά του θη‐ ρεύεται καὶ εἰσάγεται βασιλεῖ. τοῖς μὲν οὖν πλείστοις μέλλειν αὐτίκα Ἀν‐ δρόνικον συλληφθῆναι οἰωνίζετο ἐνθένδε καὶ δίκας γενναίας ὑφέξειν, ἐπεὶ καὶ ἐς αὐτὸν ἔφασκον ἀτεχνῶς τὸ οἰώνισμα ἀφορᾶν πλειστάκις ἐνειρχθέντα δεσμωτηρίῳ καὶ τὸ τῆς κεφαλῆς τρίχωμα χιονούμενον· οἱ δέ γε σοφώτε‐
10ρόν τι προβλέποντες καὶ τὸ φρονεῖν ὑψιβάμονες τριετὲς ἕλιγμα χρονικὸν τὴν τριττὴν εἰς τὸ αὐτὸ κατάντημα πτῆσιν ἰσχυρίζοντο προσημαίνειν καὶ τελευταῖον αὖθις Ἀνδρόνικον φρουρὰν καὶ ποδοκάκας καθυποδέχε‐ σθαι Ῥωμαίων κατάρξαντα. Πάντων δ’ ἐς Ἀνδρόνικον διαπορθμευομένων λοῖσθος ἐς αὐτὸν πε‐
15ραιοῦται ὁ πατριάρχης Θεοδόσιος μετὰ τῶν λογίμων τοῦ βήματος. ὁ μὲν οὖν εἰς τὴν ἑαυτοῦ ἐγγίζειν σκηνὴν τὸν μέγαν ἀρχιερέα ἐνωτισάμενος ἔξεισιν εὐθὺς πρὸς ὑπάντησιν στολὴν ἠμφιεσμένος σχιστὴν ἰοβάφινον ὑφῆς τῆς Ἰβηρικῆς ἐς γόνατα καὶ γλουτοὺς καταβαίνουσαν καὶ πυκάζου‐ σαν τὰ ἕως βραχίονος καὶ πυραμιδουμένην καλύπτραν τῇ κεφαλῇ περι‐
20κείμενος καπνηρὰν τὴν χροιάν. καὶ πρὸ τῶν ἱππείων χηλῶν βαλὼν ἑαυτὸν ἔκειτο τετανυσμένος μέγας μεγαλωστί. μετὰ μικρὸν δ’ ἀνίσταται καὶ τῶν ἐκείνου ποδῶν περιλιχμᾶται τὰ πέλματα, σωτῆρα τοῦ βασιλέως ἀποκαλῶν, ζηλωτὴν τοῦ καλοῦ καὶ τῆς ἀληθείας ὑπέρμαχον, τῷ χρυσῷ τὴν γλῶτταν Ἰωάννῃ ἀνθάμιλλον, καὶ πᾶσαν αὐτῷ προσηγορίαν περι‐
25τιθεὶς ἀγαθήν. ὁ δὲ τότε πρώτως Ἀνδρόνικον θεασάμενος, ἐπεὶ κατηθρή‐ κει περιεργότερον βλέμμα γοργόν, ὑποκαθήμενον φρόνημα, σοφιστικὸν καὶ περίεργον ἦθος, ἡλικίας ἀναδρομὴν ἐς πόδα δέκατον μικροῦ ἀνατεί‐
νουσαν, ἀγέρωχον βάδισμα, ὀφρὺν ἐπιλλώπτουσαν ὑπεροψίαν, φρον‐252

Alex2

253

τιστικόν τε καὶ ἐπὶ συννοίας ἀεὶ ἄνθρωπον, ταλανίσας τοὺς ἀφρόνως ἄνδρα τοιοῦτον εἰσοικισαμένους ἐπ’ ἀνηκέστοις ἑαυτῶν συμφοραῖς „ἀκοῇ μέν“ φησιν „ἤκουόν σου τὸ πρότερον, νῦν δὲ καὶ ἑωράκειν καὶ ἐγνώκειν σαφῶς.“ καὶ αὖ πάλιν τὸ τοῦ Δαυὶδ ἀποκνίσας εἶπε „καθάπερ
5ἠκούσαμεν, οὕτως καὶ εἴδομεν“ αἱμύλως καθαπτόμενος Ἀνδρονίκου, οἷς τὰ τῆς ἀπαντῆς τῷ σκηνικῷ ὑπεξῆρε τῆς γνώμης ἑαυτὸν ἐδαφίζων καὶ κυνηδὸν προσκνυζώμενος, ἀναφέρων ἅμα τὰ ὀφθέντα πρὸς ἅπερ αὐτῷ ἀπήγγελλεν ὁ βασιλεὺς Μανουὴλ διαζωγραφῶν τῷ λόγῳ Ἀνδρόνικον καὶ οἷον ἀγνοοῦντι τιθεὶς ὑπόψιον. ἀλλ’ οὐκ ἔλαθε τὸ τῶν ῥημάτων
10ἀμφοτερίζον τὸν πολύμητιν Ἀνδρόνικον· ὅθεν καὶ τῇ τῶν λεχθέντων διπλόῃ ὡς οἷα διπάλτῳ ξίφει τρωθεὶς τὴν ψυχὴν καὶ τὴν σκυζομένην οἷον καὶ συνηρεφῆ τῶν ὀφρύων τοῦ πατριάρχου γραμμὴν τῶν ἔνδον καὶ περὶ ψυχὴν κινημάτων εὑρὼν προμνήστριαν „ἴδε“ φησὶ „βαθὺς Ἀρμένιοσ“, ἐπεὶ καὶ τὸ πατρῷον γένος ἐξ Ἀρμενίων ἕλκειν ἐλέγετο.
15 Τοῦτο δὲ καὶ ἄλλοτέ ποτε ἐπέσκωψεν ἐς αὐτὸν Ἀνδρόνικος, ὅτε ὁ μὲν πρὸς τὸν πατριάρχην τὸν λόγον ποιούμενος ἀχθομένῳ ἐῴκει καὶ μόνος ὑπολελεῖφθαι τοῦ βασιλέως Ἀλεξίου κηδεμὼν ἔλεγε, μηδένα ἔχων τὸν συμπονοῦντά τε καὶ συγκάμνοντα, μηδ’ αὐτὴν τὴν ἐκείνου ἁγιότητα,
καίπερ τοῦ βασιλέως καὶ πατρὸς τῷ βασιλεῖ Ἀλεξίῳ ἐς αὐτὸν ἀναθεμένου253

Alex2

254

τὴν τοῦ υἱοῦ τημελούχησιν καὶ τὴν τοῦ κράτους αὐτῷ κυβέρνησιν, ὁ δ’ ἔφησεν ἀποφροντίσαι πάλαι τὸν βασιλέα, εἴτ’ οὖν τοῖς τεθνεῶσιν ἔχειν ἐναρίθμιον, ἐξ ὅτου περ αὐτὸς Ἀνδρόνικος τὴν βασιλίδα πόλιν εἰσεληλύθει καὶ τὰ κοινὰ διαχειρίζει πράγματα. πρὸς ἣν ἀπόκρισιν τοῦ
5πατριάρχου ἐρυθριάσας Ἀνδρόνικος ἤρετο, τί ἐστι τὸ ἀποφροντίσαι καὶ πρὸς ὃ σημαινόμενον ἐκτετόξευται, τὸν μὴ συνιέντα πλαττόμενος. ὁ δὲ τὸν θῆρα μὴ ἐκμαίνειν ἐθέλων καὶ ἄλλως κατ’ αὐτοῦ ὠρυόμενον ἢ τὴν κά‐ μηλον ἀναστομοῦν εἰς ἐξέραμα, πρὸς ὅπερ εἴθιστο, οὐ κατὰ τὴν ἀληθῆ καὶ πρὸς ἣν ἐρρέθη προβάλλων ἐξήγησιν ἑτεροίως τὸν τοῦ ῥήματος νοῦν
10ἡρμήνευσε, μηκέτι φάσκων φροντίζειν τοῦ βασιλέως ἀλλὰ τὸ τούτου παρ‐ ιδεῖν τημελές· αὐτὸς γὰρ Ἀνδρόνικος αὐτάρκης παιδοκομεῖν αὐτὸν καὶ μονώτατος. Τῶν δὲ κατὰ τὰ ἀρχεῖα πραγμάτων, ὡς Ἀνδρονίκῳ ἐδόκει καὶ ἀρί‐ στως εἶχε, διῳκημένων παρά τε τῶν υἱέων ἐκείνου καὶ ὅσοιπερ αὐτῷ
15προσέθεντο, ὀψὲ καὶ αὐτὸς μεταχωρεῖ τῆς Δαμάλεως ὑποψήλας τὸ τοῦ254

Alex2

255

Δαυὶδ ἐν τῷ τὸν πορθμὸν διαβαίνειν καὶ ὑποφθεγξάμενος μετὰ διαχύ‐ σεως „ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηρ‐ γέτησέ σε, ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.“ τοῦ δ’ Ἀλεξίου
5καὶ τῆς ἐκείνου μητρὸς Ξένης ἐξιόντων μὲν τῶν βασιλείων κατὰ τὴν Ἀν‐ δρονίκου βούλησιν, εἰς δὲ τὰς ἐν τῷ Φιλοπατίῳ βασιλικὰς μετασκηνησα‐ μένων οἰκοδομάς, αἳ τοῦ Μαγγάνη ἐλέγοντο, πρόσεισιν ἐκεῖσε Ἀνδρόνι‐ κος καὶ τῷ μὲν βασιλεῖ βαθεῖαν ἀπονέμει προσκύνησιν καὶ τοὺς ἐκείνου πόδας προσπτύσσεται, ὡς εἰώθει κοψάμενος καὶ δάκρυ χεάμενος, τῇ δὲ
10τούτου μητρὶ Ξένῃ ὅσα καὶ ἀπούσῃ τὴν τιμὴν ἀφοσιωσάμενος καὶ τῆς ἐκεῖσε παρουσίας πάρεργον ἀπονείμας τὴν προσαγόρευσιν, βραχύ τι προσδιατρίψας μεταχωρεῖ. καὶ κατὰ τὴν προηυτρεπισμένην αὐτῷ ἐκεῖ που σκηνὴν ἀφικόμενος εἶχε περὶ αὐτὸν τὰς αὐλαίας πηξαμένους, ὃν τρόπον αἱ ὄρνεις ὑπὸ τὰς ἑαυτῶν ἐπισυνάγουσι πτέρυγας τὰ νεόττια,
15πάντα εὐγενῆ καὶ περίδοξον. Ὅτε καί τις ἀνήρ, Ἶρος ἄλλος, μολοβρὸς καὶ ἀνέστιος, ἀλύων ἁλοὺς ἀωρὶ τῶν νυκτῶν περὶ τὴν Ἀνδρονίκου σκηνήν, ἐξωμίας καὶ παραβλώψ,
τὰ μὲν πρῶτα ὑπὸ τῆς θεραπείας Ἀνδρονίκου ὡς γοητείαις255

Alex2

256

εὐθύνεται χρώμενος, ἔπειτα καὶ τῷ δήμῳ τῆς πόλεως ἐκδίδοται· οἱ δὲ ἀνεξελέγκτως αὐτὸν εἰς τὸ θέατρον κραῦρα ξύλα καὶ φακιόλους φορυτῶν ξυναγείραντες κατακαίουσιν. Συχνὰς δ’ ἐκμετρήσας ἡμέρας Ἀνδρόνικος σὺν τῷ βασιλεῖ κατὰ τὸ
5Φιλοπάτιον ἔσχεν ἔρον εἰς τὴν μεγαλόπολιν εἰσελθεῖν καὶ τὸν τοῦ βασι‐ λέως καὶ ἐξαδέλφου Μανουὴλ τάφον ἰδεῖν. ὅθεν κατὰ τὴν τοῦ Παντοκρά‐ τορος μονὴν γεγονὼς καί, ποῦ τέθαπται ὁ νεκρός, ἐρωτήσας καὶ ἐπιστὰς τῷ σωματοφυλακοῦντι μνήματι πικρῶς ἐπεδάκρυσε καὶ περιπαθῶς ὠλοφύρατο, ὡς καὶ πολλοὺς τῶν παρεστώτων μὴ τὸν κρυψίνουν
10ὅλως διορᾶν Ἀνδρόνικον ἔχοντας θαυμάσαι λίαν καὶ εἰπεῖν „ὢ τοῦ θαύ‐ ματος, πῶς ἐφίλει τὸν προσγενῆ ἄνακτα, καίπερ διώκτην ὄντα θερμὸν καὶ φιλανθρώπως αὐτῷ μὴ χρησάμενον.“ τινῶν δὲ τῶν ἐκ τοῦ γένους ἀποσπώντων αὐτὸν τῆς σοροῦ καὶ ἀρκούντως ὑποφωνούντων τεθρηνη‐ κέναι, οὐδ’ ὅλως καθυπεῖξε ταῖς παραιφάσεσιν, ἀλλ’ αἰτήσας καὶ ἔτι
15μικρὸν ἐνδοθῆναί οἱ προσκαρτερῆσαι τῷ τάφῳ, ἔχειν γάρ τι τῷ κειμένῳ κατὰ μόνας διαλεχθῆναι, τὰς χεῖρας ὡς πρὸς ἱκεσίαν διασκευάσας καὶ διαπετάσας τὰς παλάμας καὶ διάρας τοὺς ὀφθαλμοὺς πρὸς λίθον τὸν νεκροδέγμονα τὰ χείλη μὲν κινῶν, φωνὴν δ’ οὐδαμῶς ἐξικνουμένην εἰς ὦτα τῶν συνεστώτων οὐμενοῦν ἀφιεὶς διάλεξίν τινα λαθραίαν ἐπεποίητο.
20τοῖς μὲν οὖν πλείστοις ἐπῳδή τις βαρβαρικὴ λελόγιστο τὰ ὑποψαλλό‐ μενα· ἦσαν δ’ οἵ, καὶ τούτων μάλιστα οἱ τὴν εὐτραπελίαν μεταδιώκον‐ τες, ἐπικερτομεῖν Ἀνδρόνικον ἔφασκον τῷ βασιλεῖ Μανουὴλ καὶ ἀτεχνῶς κειμένῳ ἐπεμβαίνοντα λέγειν „ἔχω σε τὸν διώκτην καὶ πολλὰς ἐμοὶ πλάνας
προυξενηκότα καὶ ὑφ’ οὗ παγκόσμιον μικροῦ γεγένημαι περιλάλημα,256

Alex2

257

πᾶσαν δυστυχῶς ἐπιὼν ὁπόσην ἔπεισιν ἥλιος ἅρματι. καὶ σὲ μὲν ὁ ἑπτακόρυμβος οὑτοσὶ συνέξει λίθος ὅσα καὶ ἄφυκτον δεσμωτήριον νή‐ γρετον καθεύδοντα ὕπνον καὶ τῆς τελευταίας σάλπιγγος ἐπιδεᾶ· ἐγὼ δὲ τὸ σὸν μετελεύσομαι γένος οἷα καὶ λέων μεγάλῳ ἐπεγκύρσας θηράματι
5καὶ δίκας ὧν ὑπὸ σοῦ κακῶς ἐπεπόνθειν γενναίας εἰσπράξομαι, τὴν ἑπτά‐ λοφον ταυτηνὶ καὶ λαμπρὰν εἰσιὼν μεγαλόπολιν.“ Ἐκ δὲ τούτου πάντα οἶκον ἐπιὼν περιφανῆ καὶ λαμπρὸν καὶ στα‐ θμοὺς ἐν αὐτοῖς τιθέμενος, ὥσπερ οἱ παροδεύοντες, ἐχρῆτο τοῖς κοινοῖς, ὡς ᾑρεῖτο, πράγμασι, τῷ μὲν βασιλεῖ Ἀλεξίῳ κυνηγεσίοις ἐφιεὶς προσ‐
10ανέχειν καὶ κούφοις τῷ τέως τρέφεσθαι πνεύμασι μετὰ τῶν φυλάκων, οὓς αὐτῷ ἐπέστησεν οὐ μόνον τὴν εἴσοδον αὐτοῦ καὶ τὴν ἔξοδον ἐφο‐ ρῶντας τοῦ μυθικοῦ πολυομμάτου Ἄργου περιεργότερον, ἀλλὰ καὶ μηδένα τῶν ἁπάντων παρεῶντας μόνῳ ἐντυγχάνειν αὐτῷ ὑπέρ τε οὑτινοσοῦν διομιλεῖσθαι πράγματος, ἑαυτὸν δὲ ὅλον ἐπιδοὺς ταῖς μερίμναις,
15οὐχ ὅπως εὖ πράττοιεν τὰ Ῥωμαίων, ἀλλ’ ὅπως ἀφελεῖ ἐκ τῶν βασι‐ λείων καὶ σύμβουλον ἀγαθὸν καὶ κατὰ χεῖρα γενναῖον ἄνδρα καὶ ἀρει‐ μάνιον καὶ οἱονδήτι ἕτερον κατόρθωμα κτώμενον. Ἀμειβόμενος δὲ τῆς πρὸς αὐτὸν εὐνοίας τοὺς Παφλαγόνας καὶ πάντα ἄλλον συνεφαψάμενον αὐτῷ τῆς ἀποστασίας ἀξιώμασι τούτους ἐτί‐
20μησε καὶ δωρεαῖς φιλοτίμοις ἐδεξιώσατο. καὶ τὰ λαμπρὰ δὲ τῶν ἀξιω‐ μάτων καὶ τὰ τῶν ὀφφικίων μεγαλοπρεπῆ, ὥσπερ οἱ ἐδόκει, μετατιθεὶς ἐπὶ τινῶν μὲν τοὺς ἑαυτοῦ παῖδας προυβάλετο, ἄλλοις δ’ ὑπεξῆρεν ἑτέ‐
ρους, ἐκείνους δήπουθεν, οἳ ὀπίσω αὐτοῦ ἐπορεύθησαν ὡς τοῦ Βάαλ πρό‐257

Alex2

258

τερον οἱ ἀποστάντες ζῶντος θεοῦ καὶ οἳ τὴν παρ’ ἐκείνῳ δόξαν προέθεντο τῆς ἐπαινετῆς καὶ προτέρας τιμῆς καὶ τῷ δικαίῳ μερίδα παρεχομένης. Οἱ μὲν τοίνυν τῶν ἀνθρώπων ἀπηλαύνοντο οἴκου καὶ πατρίδος καὶ τῶν φιλτάτων ἀποδιίσταντο, οἱ δὲ εἱρκταῖς καὶ χειροπέδαις σιδηραῖς παρε‐
5δίδοντο, ἄλλοι τοὺς ὀφθαλμοὺς ἐξεκόπτοντο, αἰτίαν οὐδεμίαν πρόδηλον ἐπαγομένην ἑαυτοῖς εὑρίσκοντες, τὸ δὲ εἶναι τῶν εὐπατριδῶν σιωπηλῶς ἐγκαλούμενοι καὶ κατὰ πόλεμον πολλάκις εὐδοκιμῆσαι ἢ φυῆς σώματος γενναιοτάτης ἢ ὥρας ἱκανωτάτης μεταλαχεῖν ἤ τι ἕτερον φέρειν ἐπαινε‐ τὸν ὑποκνίζον Ἀνδρόνικον, οὐδ’ ἀγαθὰς ἐκείνῳ τὰς ἐλπίδας ὑποβάλλον,
10εἴτε μὴν παλαιᾶς μικρολυπίας ὑποτῦφον ἐμπύρευμα καὶ φρυκτεῦον κατὰ βραχὺ τὸ πρώην λεληθὸς καὶ σποδιούμενον τοῦ θυμοῦ. Ἦν τοίνυν ἀνύποιστος ἡ τοῦ τότε καιροῦ φορὰ καὶ ἡ πρὸς ἀλλήλους καὶ τῶν πάνυ γνησιωτάτων οὐκ εὐπιστία κακὸν ἀφόρητον ἦν. οὐ γὰρ μόνον ἀδελφὸς παρεώρα κασίγνητον καὶ πατὴρ υἱέα παρέτρεχεν, ἂν
15οὕτως ἤρεσκεν Ἀνδρονίκῳ, ἀλλὰ καὶ τοῖς καταπροδιδοῦσι τούτους συνέ‐ πραττον τὰ ἀνήκεστα καὶ τὴν τοῦ γένους συνδιετίθουν ἀπώλειαν. εἰσὶ δ’ οἳ καὶ κατεμήνυον αὐτότατοι τοὺς οἰκείους ὡς ἢ τὰ παρ’ Ἀνδρονίκου χλευάζοντας δρώμενα ἢ γοῦν τῷ τὴν πατρῴαν ἄρχοντι ἀρχὴν Ἀλεξίῳ προσκειμένους, Ἀνδρονίκου δὲ ἀπαυχενίζοντας ἑαυτούς. πολλοὶ δὲ κἀν
20τῷ ἄρτι κατηγορεῖν κατηγόρηντο καὶ διελέγχοντες ἑτέρους ἐπ’ Ἀνδρο‐ νίκῳ τέκτονας κακῶν ὑπ’ αὐτῶν τῶν κατηγορουμένων ἢ καὶ ἄλλων παρ‐ εστώτων προσηγγέλλοντο καὶ εἶχε τούτους κἀκείνους συναπαγομένους μία φρουρά. Καὶ πιστοῦταί μοι τὸν λόγον ὁ Καντακουζηνὸς Ἰωάννης παλαμναιο‐
25τάταις πυγμαῖς παίων ἐκτομίαν τινὰ Τζίταν καλούμενον καὶ τοὺς ὀδόν‐ τας ἐκριζῶν καὶ τὰ χείλη ἀφαιματῶν, ὅτι πεφώραται ὅλως Ἀλεξίῳ τῷ βασιλεῖ περὶ τῶν κοινῶν διαλεχθεὶς συμφορῶν, παραχρῆμα δὲ συλλαμ‐
βανόμενος καὶ αὐτὸς ἐξομματούμενός τε καὶ εἱρκτῇ ζοφώδει παραρριπτού‐258

Alex2

259

μενος, οἷς προσαγορείαν διὰ τοῦ δεσμοφύλακος πέπομφεν ἑνὶ τῶν γυ‐ ναιχομαίμων Ἀγγέλων δεσμώτῃ ὄντι τῷ Κωνσταντίνῳ. Οὐκοῦν διὰ ταῦτα ἦν εἰς πόνον ἅπασα κεφαλὴ καὶ παρρησίαν ἦγον, ὡς οὔποτε τοῖς ἔργοις αὐτοῖς πιστούμενα, ὅσα τὸ Ἐμπεδόκλειον νεῖκος
5τερθρεύεται τέρατα. οὐ γὰρ ἐκλεκτὸς ἅπας καὶ ὑψηλὸς τῆς ἐναντίας Ἀνδρονίκῳ μερίδος ἔπασχε τὰ οἰκτρότατα, ἀλλὰ καὶ περὶ τοὺς οἰκείους θεραπευτῆρας ἀπιστότατος ὤν, οὓς χθὲς ἐψώμιζε στέαρ πυροῦ καὶ οἷς τὸν μόσχον παρετίθει τὸν σιτευτὸν καὶ τὸν ἀνθοσμίαν ἐκίρνη ζωρότερον καὶ τῷ κύκλῳ τῶν περὶ ἐκεῖνον ἐνέγραφε, τούτους διετίθει χειρίστως
10σήμερον. ἦν δὲ καὶ τὸν αὐτὸν ἐπὶ τῆς αὐτῆς ἡμέρας πολλάκις ὁρᾶν στε‐ φανούμενον ἅμα κατὰ τὸν τοῦ Ξέρξου ναύαρχον καὶ δειροτομούμενον, ὑμνούμενόν τε καὶ βλασφημούμενον. ὥστε καὶ πολλοὶ τῶν τῆς ἐκείνῳ με‐ ρίδος, οἱ ὅλως ἐς νοῦν βάπτοντες, τὸν ἐξ Ἀνδρονίκου ἔπαινον καταβολὴν ἐνόμιζον ὕβρεως καὶ τὴν ἀγαθοῦ τινος ἀνθρωπικοῦ παροχὴν ἔμεσιν τῶν
15προσόντων καὶ καταστροφὴν τὴν ἐπιστροφήν. Ὁ δ’ αὐτὸς φαρμακὸς ὢν ὀλοώτατος ἐλελήθει πρότερον, ἡνίκα τυ‐ ραννεῖν ἐπεβάλετο· ἡμερῶν δέ τινων διαλειπουσῶν ᾔδετο παρὰ πᾶσι καὶ θανασίμους κεραννύειν ἐπίστασθαι κύλικας καὶ τῆς ὀλεθρίας ταύτης ἐς ᾅδου καταγωγῆς πρώτην πειραθῆναι τὴν καισάρισσαν Μαρίαν τὴν
20θυγατέρα τοῦ βασιλέως Μανουήλ, τὴν ὑπὲρ πάντας τὴν αὐτοῦ κάθοδον259

Alex2

260

ἐς τὴν πατρίδα γλιχομένην ἰδεῖν· ὑποφθαρῆναι γὰρ χρησταῖς ὑποσχέσε‐ σιν ἐκτομίαν τινὰ πατρῷον ὑπηρέτην τῇ γυναικί, ᾧ τὸ ἐπίκλην Πτερυγε‐ ωνίτης, καὶ λυγρὸν ἐγχέαι διὰ τούτου τῇ ἀνθρώπῳ τὸ φάρμακον, εἶναι δὲ οὐ τῶν αὐτίκα θανατούντων τὸ ποθὲν δηλητήριον ἀλλὰ τῶν κατὰ
5βραχὺ παρατιθεμένων θανάτῳ καὶ ὑπεξαγόντων τοῦ ζῆν σχολαιότερον. Οὐ πολὺς ὁ ἐν μέσῳ καιρός, καὶ τῷ τῆς γυναικὸς μόρῳ καὶ ὁ ταύτῃ σύζυγος καῖσαρ ἐπηκολούθησε. πλὴν οὐδ’ οὗτος φυσικῶς ἐλέγετο τε‐ λευτᾶν, ἀλλὰ κἀπὶ τούτῳ ἀνδροφόνος ἐθρυλλεῖτο παρὰ πάντων Ἀνδρό‐ νικος καὶ κύλιξ ἐτεκμαίρετο μία δύο ἀμαυρῶσαι τέκνα πιότητος.
10 Βουληθεὶς δὲ τὸ ἐκ τῆς ἀνεψιᾶς Θεοδώρας ἀποτεχθὲν αὐτῷ θυγάτριον τὴν Εἰρήνην εἰς γάμον ἁρμόσαι τῷ Ἀλεξίῳ, ὃν ἡ ἀδελφόπαις τῷ βασιλεῖ Μανουὴλ Θεοδώρα συνερχομένη τούτῳ ἐγείνατο, βιβλίον λακωνίζον ξυντίθησι πρὸς τὴν ἱερὰν σύνοδον καὶ τοῦτο ὑποσημηνάμενος κάτωθεν διὰ μέλανος τῷ οἰκείῳ ὀνόματι ἐπὶ κοινῆς ἀκροάσεώς τε καὶ σκέψεως
15ἀναδίδωσιν. ἦν δὲ τῶν γραφομένων ὁ νοῦς, εἰ συγχωρηθήσεται προ‐ βῆναι συνάλλαγμα γαμικὸν βραχὺ μὲν ἢ οὐδὲν παρυπεμφαῖνον τὸ ἄσε‐ μνον, γενησόμενον δ’ ὅμως εἰς ἁρμογὴν τῆς ἑῴας καὶ ἑσπερίου λήξεως καὶ ἀνάρρυσιν αἰχμαλώτων καὶ χορηγὸν πλείστων ὅσων ἑτέρων συνοι‐ σόντων κοινῇ. καὶ τὸ βραχυσύλλαβον τοῦτο γραμμάτιον καθά τις
20εὐρυχανδὴς ζωμήρυσις ἢ Ποσειδώνειος τρίαινα ἢ τὸ εὐφυὲς τῆς Ἔριδος μῆλον τήν τε σύνοδον διεκύκησε καὶ τῆς συγκλήτου μέρος, ὁπόσον περὶ τὸ κρίνειν διέστησεν, ἢ ἀληθέστερον εἰπεῖν, κατ’ ἀλλήλων ἐφώπλισε καὶ
εἰς μοίρας ἐναντίας ἀπέκρινε. χρήμασι γὰρ οἱ πλεῖστοι τούτων καθυπ‐260

Alex2

261

αχθέντες καὶ τιμῶν ἀναβάσεσι μαλαχθέντες ἐπευδόκουν, ὡς οὐκ ὤφελον, οἷα μὴ κεκωλυμένῳ τῷ γάμῳ· οἱ δὲ θρασύτεροι τῶν δικαστῶν καὶ ψηφοφαγεῖν εἰωθότες καὶ κατὰ τοὺς περιφανεῖς ἀγυρτεύοντες οἴκους καὶ οἱ φιλόχρυσοι τῶν ἐκ τῆς συνόδου καὶ θεοκάπηλοι μηδὲ συγγένειαν
5ἐπισύρεσθαι διετείνοντο τὰ συναφθησόμενα πρόσωπα διὰ τὸ ἐξ ἀθε‐ μίτων ἑνώσεων ἀμφότερα γεγενῆσθαι καὶ τοῖς νόμοις τὰ τοιάδε κυήματα ἀνεπικοινώνητα συγγενείας καὶ ἐκ διαμέτρου ἀφεστῶτα λογίζεσθαι καὶ ἀμαθὲς ἔλεγον εἶναι καὶ τὸ οἴεσθαι ὅλως δεῖν ὑπ’ ἐξέτασιν πίπτειν ἐκδη‐ λοτέραν ἡλίου ὑπόθεσιν. οἱ δὲ οὐδ’ ἄκροις ὠσὶ παραδεχόμενοι τὰ φθεγ‐
10γόμενα καὶ ὡς ἀγχεμάχοις ὅπλοις τοῖς νόμοις τὰς προσβολὰς αὐτῶν ἀπρακτοῦντες μηδὲ συγχωροῦντες τῇ πράξει ὡς ἀθεμιτογαμίας μεστῇ ἀντέπιπτον γενναιότερον. Ἦσαν δὲ οἱ τὴν καλλίστην ταύτην εἰσηγούμενοι γνώμην καὶ τῆς πάλης τῆς κρείττονος βραχεῖς ἐκ τῶν ἀρχιερέων καὶ τῶν ἐντρόφων τοῦ
15βήματος καί τινες εὐσύνοπτοι τῶν τῆς συγκλή του βουλῆς. καὶ αὐτοὺς δὲ ὁ τοῦ πατριάρχου ζῆλος ἐπισυνίστη τε καὶ ἐπήλειφεν οὐκ ἐῶν ἑτεροζυ‐ γεῖν καὶ οἴκοθεν ἄλλως σπεύδοντας. οὔτε γὰρ Ἀνδρονικικὸς αὐτὸν ἐξέλυσε στομφασμός, οὔθ’ ἡ τῶν αὐτοῦ λόγων ἐστυφέλιξε δύναμις, οὔθ’ αἱ ἀπειλαὶ διετάραξαν, ἀλλ’ ἦν ἀτίνακτος ὡς ἐκεῖνος ὁ πρόβολος, περὶ
20ὃν ἀεὶ κῦμα ὀρθὸν ἵσταται καὶ ἅλμη περιμορμύρουσα, ὁ δὲ εἰς ἀφρὸν διαλύων καὶ μακρὰ κλάειν ἐῶν τὴν ἠχήεσσαν θάλασσαν ἐπὶ τῆς αὐτῆς ἐστήρικται βάσεως. Ἀμέλει τοι καὶ ἰδὼν ὡς οὐδὲν ὠφελεῖ, ἀλλ’ ἀνακαλύπτως ἔπεισι τὰ
δεινὰ καὶ νικᾷ τὰ χείρονα, τῶν ἱερῶν ἀρχείων ἀπανίσταται καὶ πρὸς261

Alex2

262

τὴν νῆσον ἀφικνεῖται Τερέβινθον, καθ’ ἣν αὐτῷ τὴν καταγωγὴν καὶ τὴν τοῦ σκήνους ηὐτρεπίκει κατάθεσιν. ὁ δ’ Ἀνδρόνικος τὴν τοῦ Θεοδοσίου ὑποχώρησιν δεξίωμα τύχης κάλλιστον ἡγησάμενος, ὡς παρὰ δόξαν ἅμα καὶ κατὰ γνώμην ἐκείνῳ γεγενημένην, τό τε συνάλλαγμα ἐξεπέρανε τῶν
5γάμων, εὐλογητὴν ἀναδείξας τὸν ἀρχιποίμενα τῶν Βουλγάρων παρόντα τηνικαῦτα τῇ πόλει, καὶ περὶ τοῦ τὸν πατριαρχικὸν θρόνον διαδεξομένου καὶ αὐτῷ πληρώσοντος τὰ κατ’ ἔφεσιν διασκέπτεται. καὶ ἐπικρίνεται Ἀνδρονίκῳ εἰς τὴν οἰκουμενικὴν προεδρίαν ὁ Καματηρὸς Βασίλειος, ἢ τὸ ἔμπαλιν, ὡς ἐλέγετο, αὐτὸς Ἀνδρόνικον ἐφειλκύσατο πρὸς τὴν τοιαύ‐
10την ἐπιλογήν, οἷς μονώτατος ἐξ ἁπάντων Ἀνδρονίκῳ ἐγγράφως συνέ‐ θετο ἐκεῖνα ἐν τῷ ἀρχιερατεύειν διαπράττεσθαι, ὅσα φιλητὰ Ἀνδρονίκῳ, κἂν εἴησαν παναθέμιτα, κἀκεῖνα πάλιν ἀποστυγεῖν, ὁπόσα οὐχ ἡδύνει Ἀνδρόνικον. Οὐ μόνον δὲ τὰ κατὰ πόλιν οὕτως ἐνόσουν, ἀλλὰ καὶ τὰ ἔξω χειρόνως
15ἔπασχον, ἀντιπεριάγοντος τοῦ δαιμονίου τὴν ὑπὸ Ῥωμαίους ἐς πᾶν ἀξύμφορον. ὁ γὰρ τοῦ Ἰκονίου σουλτάν, ὃν ἐδείμαινε πέτρον ἀεὶ κατὰ Τάνταλον ὑπὲρ κεφαλῆς ἀνατέλλοντα, φημὶ δὴ τὸν ἄνακτα Μανουήλ, ἐς ᾅδου μετακεχωρηκότα μαθὼν τήν τε Σωζόπολιν πολέμου νόμῳ κατέ‐ σχε καὶ τὰς πέριξ κωμοπόλεις ληϊσάμενος ὑφ’ ἑαυτὸν ἐποιήσατο, καὶ τὴν
20Ἀττάλου δὲ λαμπροτάτην πόλιν πολιορκίᾳ χρονίᾳ ἐκάκωσε καὶ τὸ Κοτυάειον ἐξεπόρθησε καὶ ἑτέρας συχνὰς πόλεις παρεστήσατο. Καὶ ὁ μέγας δὲ δομέστικος Ἰωάννης ὁ ἐκ Κομνηνῶν, ᾧ τὸ ἐπώνυμον Βατάτζης, ἀνὴρ οὐ φαῦλος τὰ τακτικά, πολλὰς δὲ νίκας πολλάκις ἐπα‐ νῃρημένος κατὰ Περσῶν, τῇ Φιλαδελφείᾳ ἐνδιατρίβων ἀντεκάθητο γεν‐
25ναίως τῷ Ἀνδρονίκῳ καὶ ὀλιγώρως τῶν τούτου εἶχεν ἐπιταγῶν καὶ
ἀπειλοῦντι δεινὰ ἀντενεβριμᾶτο δεινότερα καὶ κακῶς ἀκούων ὡς τυραν‐262

Alex2

263

νίδι ἐπιχειρῶν τῷ ἤδη τετυραννηκότι λαμπρῶς ἐπετίμα τε καὶ ἐπέπλητ‐ τεν ὡς ἐνστάτῃ δαίμονι τὸ βασίλειον γένος ἐκτρίβοντι. Ὅθεν ἐμφυλίων στάσεων καὶ πολέμων αἱ Ἀσιάτιδες ἔγεμον πόλεις. καὶ ἦν τὰ ἐντεῦθεν δρώμενα δυσαχθέστερα τῶν ἐκ τῶν γειτόνων συμβαινόν‐
5των ἐχθρῶν, ἢ καὶ οὕτως εἰπεῖν, ᾧ χεὶρ οὐκ ἐπεξῆλθεν ἀλλόγλωττος, τοῦτο ἡ ἐγχώριος ἐθέριζε δεξιά, καὶ κατ’ ἀλλήλων ἐκπεπολέμωτο τὸ ὁμόφυλον βαρβαρωθὲν καὶ τοὺς τῆς συγγενείας νόμους ἠγνοηκός. Καὶ Ἀνδρόνικος μὲν ὁπλίζειν ἔγνω κατὰ τοῦ Βατάτζη τὸν Λαπαρ‐ δᾶν Ἀνδρόνικον, ἄνδρα βραχὺν μὲν τὸ δέμας, δραστήριον δὲ τὰ πολέμια,
10οὐκ ὀλίγον αὐτῷ στρατολογήσας ὁπλιτικόν· ὁ δὲ Κομνηνὸς Ἰωάννης νόσῳ τότε συνισχημένος καὶ περί που τὴν Φιλαδελφέων πόλιν ἐσκηνημέ‐ νος ἀντεξάγει τῷ Λαπαρδᾷ τοὺς υἱεῖς, τόν τε Μανουὴλ καὶ τὸν Ἀλέξιον. τοῦ δὲ πολέμου συχνὰς μεταλαβόντος τροπάς, ὁποίας αὐτὸς ἴσησι, καὶ πολλῶν ἐξ ἑκατέρων ἀναιρουμένων ταῖς ἐμφυλίοις συμπλοκαῖς, βαρυ‐
15πενθὴς ἦν ὁ Βατάτζης τῇ ἐνσκηψάσῃ καχεξίᾳ ἐπιστυγνάζων ὡς ἀμφο‐ τέραις αὐτὸν συσχούσῃ καὶ καταβαλούσῃ δυστυχῶς ἐπὶ κλίνης, ὅτε δημοσιεύειν ἔδει καὶ παριστᾶν ὃ τρέφει περὶ τὰ πολεμικὰ γενναῖον καὶ τὰς ἐπὶ νίκῃ νενομισμένας φωνὰς πρὸς τῶν ἑῴων πόλεων δέχεσθαι, ἔτι δὲ πιστοῦσθαι τοῖς ἔργοις πρὸς οἷον ἀντιφέρεται ἀρχηγὸν ὁ βαθυγέρων
20Ἀνδρόνικος. πράγμασι δὲ καθυποδεικνὺς ὡς προθυμία καὶ νεκροὺς ἀνί‐ στησι καὶ ὡς οὐδὲν καρδίας αἰσθητικῆς ἰσχυρότερον, αἴρειν αὐτὸν ἐπὶ κλινιδίου αὐτοσκεύου προτρέπεται καὶ στῆσαι φέροντας ἐν γηλόφῳ, ὅθεν ὁρατά οἱ τὰ κατὰ πόλεμον ἔσοιτο. οὗ δὴ γεγονότος καὶ τοὺς υἱεῖς αὐτοῦ τὴν στρατιὰν κατὰ τὸν δοκοῦντά οἱ τρόπον ἐκτάξαι κελεύσαντος,
25ἡ νίκη περιφανῶς πρὸς τὸ ἐκείνου μετέβη στράτευμα, τὸ δὲ τοῦ Λαπαρδᾶ τὰ νῶτα μεταβαλὸν ἐπὶ πλεῖστον ἦν χρόνον διωκόμενον καὶ κτεινόμε‐ νον. Μετὰ βραχείας δ’ ἡμέρας τὸν βίον καταστρέψαντος τοῦ Βατάτζη, οἱ
Φιλαδελφεῖς πικρῶς ἐπ’ αὐτῷ καὶ βύθιον ὀλολύξαντες προσχωρεῖν ἐγνώ‐263

Alex2

264

κεισαν Ἀνδρονίκῳ, ὡς μὴ εἶναι ὅστις οὐ τῶν ἁπάντων. οἱ δὲ καὶ ἐς αὐτὴν τὴν βασιλεύουσαν πόλιν τὸ τῆς προθυμίας πτερὸν ἔλυον καὶ Ἀνδρόνικον θεραπεύοντες κατὰ τοῦ ἀετιδοῦς ὄρνιθος τοῦ Βατάτζη καὶ τῶν ἐκείνου νεοττῶν ἔκρωζον ὡς κορῶναι λακέρυζαι ἢ γοῦν ὡς κηφῆνες
5περιεβόμβουν ἀγυιὰς καὶ ἀνάκτορα, ὁποῖον δὴ τῶν κακοσχόλων τὸ ἐπιτήδευμα καὶ τῶν δικρόαν τρεφόντων γλῶτταν ἐπὶ τοῦ στόματος. οἱ δὲ τοῦ μεγάλου δομεστίκου υἱοὶ δείσαντες, μὴ συσχεθεῖεν καὶ καταπρο‐ δοθεῖεν Ἀνδρονίκῳ, μεθίστανται ἐκεῖθεν καὶ τῷ Ἰκονιεῖ σουλτὰν προσρύ‐ ονται· οἳ καὶ ὕστερον ἐξ ὧν ἔπαθον προδήλως ὑπέδειξαν μὴ ἐξεῖναι τὰς
10πάγας ὑπεραλέσθαι τινὰ ἢ τὸ ἀμφίβληστρον διεκδῦναι, ὃ ἡ ἄνωθεν ἐξέτεινε πρόνοια. δυσχεράναντες γὰρ ἐπὶ τῇ μετὰ τοῦ σουλτάνου χρονίᾳ δια‐ τριβῇ ὡς οὐκ ἀμύνειν τοὺς ἐχθροὺς ἐκείνοις ἐθέλοντος εἰς Σικελίαν ἀπαίρειν κεκρίκασι. καὶ δὴ νηὸς ἐπιβάντες καὶ οὐρίῳ τὰ πρῶτα πνεύματι χρώμενοι τὸ Κρητικὸν διαπλωΐζονται πέλαγος· κατὰ δὲ τοῦτο τοῦ πνεύματος
15ἀντιστάντος ἀναγκαστῶς τῇ Κρήτῃ προσίσχουσι καὶ γνωσθέντες παρά τινος ἐκεῖσε φυλάσσοντος (γένους οὗτος τοῦ πελεκυφόρου καὶ Κελτικοῦ) συλλαμβάνονται καὶ τῷ τῆς Κρήτης δασμολόγῳ καταμηνύονται. ὁ δὲ ᾑρεῖτο μὲν τοὺς ἄνδρας ἐκσῶσαι καὶ τῆς νήσου ἀρτεμέας ἐκπέμψαι, ἄλ‐ φιτα αὐτοῖς ὑδρευσάμενος καὶ οἶνον ἐπισιτισάμενος καὶ τἆλλα τὰ πρὸς
20τὸν πλοῦν ἐπιτήδεια χορηγήσας, οὐκ ἔχων δ’ ὅπως περανεῖ τὰ κατὰ σκοπὸν (καταφανεῖς γὰρ ἤδη τοῖς ἅπασιν ἐγεγόνεισαν) δῆλα τίθησιν Ἀνδρονίκῳ τὰ κατὰ τοὺς τάλανας Κομνηνούς. καὶ οὗτος μισοφαὴς ὢν καὶ ταῖς τῶν ἀνδρῶν κόραις ἀκορέστως ἀντικαθήμενος τοῦ φωτὸς τούτους ἀποστερεῖ.
25Τότε δ’ οὖν Ἀνδρόνικος θείαν ἐπισκοπὴν τὸν τοῦ Βατάτζη θάνατον
ἡγησάμενος καὶ προστιθεὶς ταῖς λοιπαῖς αὐτοῦ δολοφροσύναις καὶ ἕτερον264

Alex2

265

τοῦ τρόπου προκάλυμμα στεφθῆναι αὐτοκράτορα εἰσηγεῖται τὸν βασι‐ λέα Ἀλέξιον. καὶ δὴ ἐπὶ τῶν ὤμων ἄρας αὐτὸν καὶ μετὰ δακρύων θερ‐ μῶν εἰς τὸν τῆς Μεγάλης Ἐκκλησίας ἀνακομίσας ἀνάσταθμον ἐπὶ μάρτυσι μυριάσι πολλαῖς πλήθους ἀστικοῦ καὶ ἀλλοίου καὶ πάλιν ὁμοίως ἐκεῖθεν
5κατενεγκὼν ἔδοξε φιλοστοργότερος εἶναι πατρὸς καὶ δεξιὰ χεὶρ ἐπιστῆ‐ ναι τῷ νεαρῷ τῆς βασιλείας ὅρπηκι. ὁ δὲ τὸ τοῦ Δαυὶδ ἄντικρυς διδοὺς πέρατι, ὅ φησιν „ἐπάρας κατέρραξάς με“ διενοεῖτο ταῦτα καὶ ἐπετέλει. Τῷ τοι καὶ πάντας ἐκποδὼν θέσθαι προθυμηθεὶς διεξῆγεν, ὡς ᾑρεῖτο, τὰ κατὰ τὴν βασιλείαν πράγματα τῶν ὅλων κύριος καθεστώς. καὶ
10πρῶτα μὲν τὴν τοῦ βασιλέως μητέρα τοῦ παιδὸς καὶ βασιλέως ἀποστῆσαι βουλόμενος οὐκ ἔληγεν αὐτῆς καταβοώμενος καὶ τὸν ἀπονοστοῦντα πλαττόμενος φάσκων ἀντικαθίστασθαί οἱ ταυτηνὶ προδηλότατα καὶ πρὸς πᾶσαν πρᾶξιν καὶ μηχανὴν τῷ κοινῷ τῆς πολιτείας καὶ τῷ βασι‐ λεῖ συνοίσουσαν ἀντιπολιτεύεσθαι καὶ τὸν δῆμον εἰς τὰς κατ’ αὐτῆς
15ἐξεκύμαινεν ὕβρεις, ὡς πολλάκις εἰς τὸ ἱερὸν ἀρχεῖον ἐκδημαγωγηθέντα συναθροισθῆναι καὶ πρὸς τὴν κατὰ τῆς δεσποίνης σκέψιν τε καὶ προβού‐ λευσιν ἀφαρπάσαι καὶ μὴ ἑκόντα τὸν πατριάρχην τὸν πάνυ τὸν Θεοδό‐ σιον καὶ παραβιάσασθαι τοῦτον εὐδοκῆσαι δι’ ὑπομνήματος τὴν ἐκ τοῦ μέσου ταύτης μετάστασιν καὶ τὴν ἐκ τῶν βασιλείων ἄπαρσιν. τάχα δ’
20ἂν καὶ τῶν γενείων αὐτοῦ ἐπελάβοντο τῶν ἀγοραίων οἱ κυνογνώμονες παρ’ οὐδὲν τὴν ἐμπρέπουσαν ἐκείνῳ θέμενοι ὁσιότητα, εἰ μὴ κατένευσε πρὸς τὰ παρ’ Ἀνδρονίκου αἰτούμενα ἐπὶ τὸ εὖ διατιθεὶς τὴν τοῦ κινδύνου σφοδρότητα. Μικροῦ δὲ ἐδέησε κινδυνεῦσαι περὶ τὸ ζῆν κἀκ τῶν τοῦ βήλου κριτῶν
25τὸν Τορνίκην Δημήτριον, τὸν Μοναστηριώτην Λέοντα καὶ Κωνσταντῖνον265

Alex2

266

τὸν Πατρηνόν, οὔπω τῷ κύκλῳ ἐγγραφέντας τῶν Ἀνδρονίκῳ προσθε‐ μένων, μηδὲ πρὸς πᾶν ἐράσμιον ἐκείνῳ δουλογραφηθέντας τρανότερον καὶ τὸ γόνυ βαθέως κάμψαντας. οἱ μὲν γὰρ ἀπαιτούμενοι τὸ παριστάμε‐ νον εἰπεῖν πρὸς τὰ κατὰ τῆς δεσποίνης εἰσαγόμενα ἐθέλειν πρώτως ἔφασαν
5μαθεῖν, εἰ ὁ σύλλογος ἐκεῖνος καὶ ἡ συνέλευσις καὶ ἡ περὶ τῶν προκειμένων ἐξέτασις κατὰ γνώμην γίνεται τοῦ κρατοῦντος καὶ ὁρισμόν. ὁ δ’ Ἀνδρό‐ νικος ὡς βουκέντρῳ τῷ λόγῳ τούτῳ τρωθεὶς „οὗτοί εἰσιν“ ἔφησεν „οἱ τὸν πρωτοσεβαστὸν ἐνάγοντες εἰς τὸ τὰ ἄτοπα δρᾶν· συλλάβετε αὐ‐ τούς.“ καὶ τὸ ἀπὸ τοῦδε οἱ μὲν δορυφόροι τὰ ἐπὶ τῶν ὤμων ἑτερόθηκτα
10ξίφη ὡς καθιξόμενοι κατήνεγκαν, ὁ δὲ δῆμος τῇδε κἀκεῖσε τῶν χλαμύδων λαβόμενοι περιέφερον μεθ’ ὕβρεως, ὡς μόλις ἐκφυγεῖν τὸ θανεῖν. Τοῦτο δ’ ἀνύσας Ἀνδρόνικος τοῖς μεγιστᾶσι μετέπειτα ἐπεφύετο. οἱ δὲ ὡς οὐκ ἀνεκτὰ τὰ τοιαῦτα ἔργα ὑφορώμενοι καὶ τὴν Κυκλώπειον ἄν‐ τικρυς πρὸ ὀφθαλμῶν ἔχοντες καταθοίνησιν ἀλλήλοις πίστεις δόντες τε
15καὶ λαβόντες καὶ τὴν ὁμόνοιαν κρατυνάμενοι καὶ ὅρκοις τὸ ὁμόπνουν φρικώδεσιν ἐμπεδώσαντες συνέθεντο μὴ δοῦναι ὕπνον τοῖς ὀφθαλμοῖς, μηδὲ τοῖς κροτάφοις, εἰ δυνατόν, παρασχέσθαι ἀνάπαυσιν, ἕως οὗ θανεῖ‐ ται Ἀνδρόνικος καὶ τὸ τούτου αἷμα πρὸ τοῦ τῆς κόγχης χρώσειεν αὐτόν, ἐξ ἧς βάψαι τὴν οἰκείαν στολὴν ἱμειρόμενος πᾶσαν τὴν βασίλειον φυτα‐
20λιὰν ἀναιρεῖ καὶ ὡς μονιὸς διαλυμαίνεται ἄγριος. ἦσαν δὲ οἱ οὕτω συνο‐ μοσάμενοι Ἀνδρόνικος ὁ υἱὸς τοῦ Ἀγγέλου Κωνστανίνου, ὁ μέγας δοὺξ Ἀνδρόνικος ὁ Κοντοστέφανος καὶ οἱ τούτων υἱεῖς ἑκκαίδεκα ὄντες, πάντες ἀκμαῖοι καὶ ῥομφαίαν ἐσπασμένοι πρὸς πόλεμον, ὁ τοῦ δρόμου λογοθέτης ὁ Καματηρὸς Βασίλειος καὶ συχνοὶ ἕτεροι, κατὰ γένος αὐτοῖς συναπτόμε‐
25νοι καὶ ἄλλως τὸ ἐπίσημον ἔχοντες. Ἀλλ’ οὐκ ἔλαθε τὸ σύστρεμμα τὸν Ἀνδρόνικον οὐκ εἰς τέλος ἄφθεγκτον
καὶ κρύφιον διαμεῖναν. διὸ καὶ αὐτίκα ὅ γε κατὰ τοῦ υἱοῦ τοῦ Ἀγγέλου266

Alex2

267

ὁρμήσας, μικρὸν ἄποθεν τῶν χερσαίων αὐλιζομένου πυλῶν τῆς πόλεως τηνικαῦτα, ἐκεῖνον μὲν φυγάδα μετὰ τῶν υἱέων τίθησιν, ἀσπασίως διεκδράντα τὴν σαγήνην, ἣν οἱ ὁπλοφόροι Ἀνδρονίκου αὐτῷ διεπέτασαν, ἐκ τοῦ μόλις ἀκατίῳ περιτυχεῖν ἀμφορέων πλήρει κενῶν καὶ αὐτὰ μὲν
5ἐκτινάξαι εἰς θάλασσαν ὅσα καὶ ἀμφιβλήστρου σκύβαλα, αὐτὸν δ’ ἐν τούτῳ διεκπλεῦσαι μετὰ τῶν παίδων τὸν κίνδυνον· τὸν δέ γε Κοντοστέ‐ φανον συνειληφὼς καὶ τέσσαρας τῶν παίδων καὶ τὸν Καματηρὸν Βασί‐ λειον πάντας ἐξομματοῖ, πρὸς δὲ καὶ ἄλλους, ὁπόσους οὐ μετ’ ἔλεγχον προφανῆ, ἀλλὰ κατὰ φήμην ψιλήν, καὶ ταύτην ἀμφίλογον, ἠκηκόει κοινω‐
10νῆσαι τοῖς εἰρημένοις τοῦ σκέμματος. Οὕτω τοίνυν θύσας καὶ ἀπολέσας Ἀνδρόνικος οὓς πάλαι μὲν συλλα‐ βεῖν ὤδινεν, εἰς καιρὸν δ’ ἀνεβάλλετο τὴν ἐπίθεσιν, τινὰς δὲ καὶ δεσμωτη‐ ρίοις παραδούς, καὶ ὑπερορίᾳ δὲ καταδικάσας ἑτέρους καὶ ἄλλους ἄλλως διαφθείρας, ὁρῶν δὲ καὶ εἴ τινες κατελείφθησαν εὐαρίθμητοί τε καὶ εὔγνω‐
15στοι, εἰς τοὔμπαλιν ἰέναι πρώην τοῖς πλείοσιν ἐπιχειροῦντες, κατὰ τοὺς πλανωμένους τῶν ἀστέρων κἀκείνους μεταθεμένους τὰς γνώμας καὶ τὸν αὐχένα παρεχομένους Ἀνδρονίκῳ πατεῖν καὶ τῷ ἐκείνου ἅμα συμφερομέ‐ νους ἄξονι, τὸν τῆς δεσποίνης ἐπέσπευδεν ὄλεθρον καὶ διαφόρους αἰτίας ξυνθεὶς τέλος καὶ προδοσίας κρίνει τὴν ἄνθρωπον, συναγαγὼν τὸ ἐκείνῳ
20φίλον συνέδριον καὶ τῶν δικαστῶν οἳ κατακρινεῖν, οὐ κρινεῖν τὴν ταλαί‐ πωρον ἤμελλον. καὶ ἡ μὲν ὡς τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν τὸν ῥῆγα Οὐγ‐ γρίας τὸν Βελᾶν ἀνασείουσα καὶ πορθεῖν τὰ κατὰ Βρανίτζοβαν καὶ Βε‐
λέγραδα γραφαῖς ἐνάγουσα καὶ ἁδραῖς ἐπαίρουσα ὑποσχέσεσιν εἰς τὴν267

Alex2

268

τοῦ ἁγίου Διομήδους μονὴν περί τινα ἐκεῖ που στενοτάτην οὖσαν εἱρκτὴν ἀκλεῶς ἀπάγεται, ἔνθα καὶ ἐφ’ ἱκανὸν παρὰ τῶν φυλάκων ἐρεσχελούντων παροινουμένη καὶ λιμῷ καὶ δίψει τετρυχωμένη τὸν σφαγέα διηνεκῶς ἐφαντάζετο ἐκ δεξιῶν ἑστῶτα τομώτατον. ὁ δὲ οὐδὲ βραχὺ γοῦν τοῦ
5ἀγριαίνειν ὑποκεχάλαστο, ἀλλὰ τὸ τοῦ Δαυίδ, πόνον καὶ θυμὸν κατα‐ νοῶν καὶ παραδοῦναι σπεύδων αὐτὴν εἰς θάνατον, καιρὸς οὔπω πολύς, καὶ τοῖς ζῶσιν ὅτι σύνεστι δυσχεραίνων ἀθροίζει πάλιν τοὺς τῇ ἀδικίᾳ βραβεύοντας δικαστὰς καὶ ὧν ἡ δεξιὰ δεξιὰ ἀδικίας καὶ ἐρώτησιν προ‐ τεινάμενος, ὁποία τις ἐκ τῶν νόμων ἐπήρτηται ποινὴ τοῖς προδόταις
10πόλεων καὶ χωρῶν, καὶ ἀπόφασιν ἔγγραφον θανάτῳ ὑποδικάζουσαν τοὺς οὕτω δρῶντας ἀνὰ χεῖρας δεξάμενος, ἦν τὸ ἐκ τούτου κατὰ τῆς ἀνάσσης ἄσχετος τὴν ὁρμήν. τοίνυν καὶ τὴν φωνὴν ὑψωσάντων καὶ βοησάντων τῶν παρανόμων ψηφηφόρων ἐκείνων δεῖν ἐκ τοῦ βίου γενέσθαι τὴν δύσποτμον ἐκείνην ἐν γυναιξί, χάρτης εὐθὺς παρὰ τοῦ
15παιδὸς καὶ βασιλέως ὑποσημαίνεται, ἀτεχνῶς ψεκάδι τοῦ μητρικοῦ διεντυπούμενος αἵματος, ταύτην μετατιθεὶς τῆς ζωῆς. Ἐκλέγονται τοίνυν εἰς τὸ καθυπουργῆσαι τῇ μυσαρᾷ ταύτῃ καὶ ἀνοσίῳ πράξει ὁ τοῦ Ἀνδρονίκου πρωτότοκος υἱὸς Μανουὴλ καὶ ὁ σε‐ βαστὸς Γεώργιος ὁ τῆς Ἀνδρονίκου γυναικὸς ἀδελφός. ἄμφω δὲ καὶ
20πρὸς μόνην ἀπεπήδησαν τὴν ἐπιλογὴν δυσχεράναντες καὶ τὸ τοῦ βασι‐ λέως ἐξεφαύλισαν δόγμα εἰπόντες μήτε πρότερον τῇ ἀναιρέσει τῆς βασι‐ λίδος συνευδοκῆσαι ὅλως καὶ τὰς χεῖρας φέρειν ἁγνὰς τοῦ μιάσματος, καὶ νῦν δὲ πολλῷ πλέον μὴ ἀνέξεσθαι αὐτῶν θεωμένων σῶμα διεσπᾶσθαι δί‐ καιον, κἂν Ἀνδρόνικος ὡς σκηπτῷ τοῖς λεγομένοις πληγείς, παρὰ δόξαν
25πᾶσαν ἀπηντηκόσι, τάς τε τοῦ γενείου τρίχας πυκνὰ περιείλισσε τοῖς
δακτύλοις, πῦρ τῶν ὀμμάτων βλέπων καὶ τὸ κάρη κλίνων τε καὶ ἀνάγων268

Alex2

269

ἑαυτὸν ἐταλάνισε καὶ μέγ’ ὤχθησε πολλάκις, οἷς οὐκ εἶχε τὸ φίλιον αἱμοχαρὲς καὶ πρὸς μιαιφονίαν μόνῳ ἐκπυρούμενον νεύματι. Τότε μὲν οὖν τῆς ὁρμῆς ἀνασειρασθείς, ὡσεὶ καὶ ἵππος θερμὸς καὶ δυσκά‐ θεκτος ἢ ὅσα καὶ καπνὸς φλόγα περὶ αὐτὴν εἰληθείς, τὸν οἰκεῖον ἀποσβέσας
5μὴ ὑπεξιόντα θυμὸν ὑπερέθετο τὴν ἀναίρεσιν· μετὰ δὲ βραχείας ἡμέρας τῷ διὰ πνιγμονῆς ἐλεεινῷ μόρῳ ὑποδικάζει τὴν κακοδαίμονα, ἐπιστατη‐ σάντων τῷ ὑπουργήματι τοῦ Τριψύχου Κωνσταντίνου, ὃς τὴν τῆς ἑται‐ ρειαρχείας ζώνην εἶχε, καὶ τοῦ ἐκτομίου Πτερυγεωνίτου, ὃν εἰπεῖν ἔφθημεν καὶ τὸν τῆς πορφυρογεννήτου Μαρίας διὰ φαρμάκου κακουργῆσαι θάνα‐
10τον. καὶ τὴν μέν, τὸ γλυκερὸν φάος καὶ καλὸν ὅραμα ἀνθρώποις, εἶχεν ἡ ἐκεῖ που ἀκτὴ τῇ ψάμμῳ καταχωσθεῖσαν (ἥλιε τοῦ μιάσματος, καὶ Λόγε θεοῦ προάναρχε, τῆς ὑπὲρ κατάληψιν σῆς ἀνοχῆς), ὁ δ’ Ἀν‐ δρόνικος ἐπὶ τούτοις ἐσκίρτα—πῶς ἂν εἴποι τις; —καὶ διεχεῖτο τὴν αἱμοβόρον ψυχήν, τοῦ γένους ἐκτριβομένου τοῦ Μανουὴλ καὶ δενδρο‐
15τομουμένου κήπου τοῦ βασιλείου, ὡς μόνος οἰκήσων τὴν ὑπὸ Ῥωμαίους καὶ τῶν ταύτης σκήπτρων ἐπιληψόμενος ἀδεῶς. Ἐνστάντος δὲ τοῦ Σεπτεμβρίου μηνὸς τῆς δευτέρας ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑξακοσιοστοῦ ἐννενηκοστοῦ τρίτου ἔτους, τῇ ἀναρρήσει ἐπιβάλλει. οὐκοῦν οἱ ἐκ τῆς φαύλης συμμορίας τοῦ Ἀνδρονίκου, κατὰ
20γνώμην δήπουθεν Ἀνδρονίκου, κἂν ἐπέκρυπτε τὴν ἑαυτοῦ βούλησιν, λόγον εἰσήνεγκαν τῷ συνεδρίῳ περὶ τῆς νεοχμωθείσης τοῖς Βιθυνοῖς ἐπα‐
ναστάσεως καὶ τῆς ἐντὸς τῆς πόλεως Νικαίας παραδοχῆς Ἰσαακίου τοῦ269

Alex2

270

ἐξ Ἀγγέλων καὶ Θεοδώρου τοῦ Καντακουζηνοῦ, ἀλλὰ δὴ καὶ ὅσα κα‐ κουργοῦσιν οἱ Προυσαεῖς εἰσοικισάμενοι Θεόδωρον τὸν Ἄγγελον καὶ ταὐτὰ τοῖς Νικαεῦσι φρονήσαντες. καὶ φάμενοι μὴ οὐκ ἂν ἄλλως ἠρεμή‐ σειν τοὺς στασιώδεις, εἰ μὴ Ἀνδρόνικος βασιλεύσειεν, ὁ διὰ τὴν ὑπαρ‐
5γυρίζουσαν τῷ χρόνῳ τρίχα τῶν νέων ἔχων λέξαι σοφώτερα, καὶ ἐπὶ θρόνου καθίσας τοῦ διαλίθου καὶ τῇ βασιλείῳ ταινίᾳ διαδηθεὶς συναυ‐ τοκρατοροίη τῷ παναφήλικι βασιλεῖ καὶ διορῴη τὸ γενησόμενον καὶ περατοῖ τὸ πραχθησόμενον μετ’ ἰσχύος μείζονος καὶ ἐξουσίας ἀρχικωτέ‐ ρας, εἶχον εὐθὺς τοὺς περιεστῶτας καὶ ὅσοι περ ἐκείνῳ συνήδρευον διὰ
10γένους σεμνότητα καὶ ἀξιωμάτων λαμπρότητα ὁμοφώνως ἀνακραγόντας πάλαι αὐτοῖς εἶναι τὸ προβληθὲν δι’ ἐφέσεως καὶ μηκέτι καιρὸν εἶναι τοῦ ἀναδύεσθαι· ἦ γὰρ ἂν καὶ βίαν συμμίξωσι, προχωροῦσαν οὐκ ἔχοντες τὴν πειθώ. ἀμέλει καὶ τῆς εὐφημίας κατάρχονται καὶ οὑτωσί πως δια‐ τιθέασι τὴν ἀνάρρησιν „Ἀλεξίου καὶ Ἀνδρονίκου μεγάλων βασιλέων
15καὶ αὐτοκρατόρων Ῥωμαίων τῶν Κομνηνῶν πολλὰ τὰ ἔτη“ πλατέσι καὶ ἀνεωγόσιν ᾄδοντες στόμασι καὶ μικροῦ διαρρηγνύμενοι ταῖς φωναῖς. Διαδοθέντος δὲ τοῦ καλοῦ τοῦδε πράγματος τοῖς ἐν τῇ πόλει καὶ ἀβελ‐ τέροις (οὕτω γὰρ χρεὼν τὸν Κωνσταντινουπολίτην δῆμον καλεῖν) ὡς μελισσῶν σμήνη σίμβλων ἀπαναστάντα τὰ πλήθη συνείλεκτο, ἐκ παντὸς
20γένους καὶ τέχνης ἁπάσης καὶ ἡλικίας τῆς συνόδου γεγενημένης· ὅτε καί τις τῶν τοῦ βήλου κριτῶν (τὸ δὲ ὄνομα ἑκὼν ὑπερβήσομαι) εἰς τὸ τοῦ ἐπὶ τῶν δεήσεων ὀφφίκιον ἀναβὰς ὡς θεράπων Ἀνδρονίκου θερμότατος καὶ ἄλλος δέ τις πρωτονοτάριος τιμηθεὶς γλωττογάστωρ καὶ μηδενὸς ἀγεννέστερος τῆς τυραννίδος ὑποδρηστήρ, τῆς κατὰ τὴν ἀνάρρησιν Ἀν‐
25δρονίκου φήμης ἁπανταχῇ διατρεχούσης καὶ αὐτῶν δὲ τῶν φαυλοκολά‐ κων τὰ ὦτα περικτυπησάσης, ὥσπερ ἐν ἑνὶ πνεύματι τὸ τυραννεῖον
καταλαβόντες, καθ’ ὃ ἐτελεταρχεῖτο ταῦτα τὰ ἄθεσμα (τοῦτο δὲ ἦν ὁ τοῦ270

Alex2

271

Μιχαηλίτζη λεγόμενος οἶκος), τὰ συγκλητικῶς ἐξυφασμένα τῶν κεφαλῶν ἐξενεγκόντες καλύμματα καὶ τῶν κατὰ νώτου κεχυμένων λευκολίνων λαβόμενοι διείλουν αὐτὰ ὡς σφαίρας, χοροστατοῦντες τοῖς ἐκ τριόδων καὶ τῆς τότε τελετῆς προεξάρχοντες· καὶ πρὸς μέλος κεκλασμένον μεταρρυ‐
5θμίζοντες τὴν φωνὴν καὶ πανικῶς ἐξαλλόμενοι καὶ τὰς χεῖρας ὡς ἐς κρότον ξυμβάλλοντες τὼ πόδε ὑπεσάλευον καὶ κατὰ μέσον ἐδίνευον μολπῇ τ’ ἰυγμῷ τε τὴν γῆν ἐκρότουν ὑπορχούμενοι. ὢ τῆς ἀναιδείας καὶ τῆς μικρο‐ γνώμονος φρενὸς καὶ κουφότητος. Τοῦ δ’ Ἀνδρονίκου καταβάντος ἀπὸ τοῦ τυραννείου ἐς τὸ ἐν Βλαχέρ‐
10ναις βασίλειον καὶ γενομένου κατὰ τὸν ἐντὸς τούτου ὑψηρεφῆ δόμον, ὃς Πολύτιμος λέγεται, ἐφίσταται καὶ ὁ βασιλεὺς Ἀλέξιος ὁμοῦ παιάνων τε καὶ στεναγμάτων (οὐ γὰρ πάντες τῷ καιρῷ παρεσύρησαν) εὑρὼν μεστὰ τὰ ἀνάκτορα καὶ αὐτὸν Ἀνδρόνικον ὡς βασιλέα παρὰ πάντων καταλαβὼν εὐφημούμενον. ἑκὼν τοίνυν ἀέκοντί γε θυμῷ τοῖς τελουμένοις
15ἐπευδοκήσας ἐκολάκευε κἀκεῖνος σὺν τοῖς λοιποῖς τὸ γερόντιον εἰς τὸ συμβασιλεύειν ἐπεγείρων καὶ προθυμοποιῶν εἰς τὸ ἐνεστὼς ἔργον τὸν ἀκρατῶς ἐπὶ τοῦτο πάλαι φερόμενον. τὸ δὲ τῆς Ἀνδρονίκου φατρίας θερμότερον καὶ ἀκκιζόμενον Ἀνδρόνικον καὶ τὴν συνεδρίαν εἰρωνευόμενον ἀμφοτέραις συσχόντες εἰς τὴν χρυσόπαστον κλίνην ἐφῆκαν, ἐφ’ ἧς ὁ βασι‐
20λεὺς ἵζανεν. ἄλλοι δὲ τὴν καπνηρὰν καὶ πυραμιδοειδῆ ἐρέαν τῆς κεφαλῆς ἀφελόμενοι πυρσὴν αὐτῷ περιέθεντο καὶ στολὴν βασιλικὴν ἐνέδυσαν ἕτεροι. Τῇ δ’ ὑστεραίᾳ ἐπὶ τῆς Μεγάλης Ἐκκλησίας ἀρξαμένης τῆς τῶν βασι‐ λέων ἀναρρήσεως γίνεσθαι Ἀνδρόνικος ἀνηγορεύετο πρότερον, ὁ δ’
25Ἀλέξιος ὑπεβίβαστο, μεταπεσούσης τῆς τάξεως. καὶ ἡ αἰτία ὡς καλ‐271

Alex2

272

λίστη καὶ εὐπρεπής· οὔ φασι δεῖν τὸν ἴνφαντα καὶ ἐς μέτρον οὔπω ἡλι‐ κίας ἱκόμενον λειογένειον προαναγορεύεσθαι τοῦ πολιότριχος Ἀνδρονί‐ κου καὶ γεραροῦ τὸ φρονεῖν καὶ ἅμα πρόσω καὶ ὀπίσω ὁρᾶν ἔχοντος τῷ ἐσθλῷ τῆς φύσεως. ἐπεὶ δὲ καὶ αὐτὸς Ἀνδρόνικος τὰ ἱερὰ ἐσαφίκετο μέ‐
5λαθρα στεφθησόμενος, τότε πρώτως ὤφθη τοῖς ἀνθρώποις διαχυθεὶς καὶ τὸ τοῦ βλέμματος ὁ θὴρ μεταθέμενος βλοσυρὸν καὶ τὴν ἐπὶ τὸ κρεῖττον τῶν πραγμάτων ἀλλοίωσιν πολλοῖς τῶν δεομένων καθυποσχόμενος. ἦν δὲ ταῦτα φενάκη πρόδηλος καὶ ψευδὴς ἐπαγγελία τοῦ ἀπατεῶνος καὶ τὸ τοῦ προσώπου ἱλαρὸν φιλανθρωπίας παρυφιστάνον ἰσχνότητα ἴν‐
10δαλμα πρόσκαιρον συσκιάζον τὴν ἔνδοθεν ἀγριότητα. Εἰσελθὼν δὲ τὸ ἱερὸν καὶ τελεσθεὶς ὁπόσα τοῖς στεφομένοις εἴθισται ἄναξι πρόσεισι, δεῆσαν τῶν ἀχράντων ἁγιασμῶν μετασχεῖν, καὶ τὸν οὐράνιον ἄρτον δεξάμενος ἐν τῷ προσεγγίζειν τῷ ἐκπώματι, ἵν’ ἐκπίῃ τοῦ ἐν αὐτῷ τιμίου καὶ ζωοποιοῦ αἵματος, τὰς χεῖρας ὡς πρὸς τὸ ποτή‐
15ριον διάρας καὶ ἑαυτὸν εἰς παθαινόμενον σχηματίσας κατὰ τῶν φρικω‐ δῶν ἐπόμνυσι μυστηρίων, ἁπάντων ἐφεστώτων σχεδὸν καὶ ἀκροωμένων, ὁπόσους τὸ ἱερὸν συνεῖχεν ἄδυτον, μὴ δι’ ἕτερόν τι βασιλεύσειν αἱρετί‐ σασθαι ἢ τὸ βουληθῆναι βοηθῆσαι τούτῳ καὶ τῷ τούτου κράτει, δείξας τὸν συνεστῶτα βασιλέα καὶ ἀνεψιὸν Ἀλέξιον, ὃν μεθ’ ἡμέρας ἀπηγχόνησε καὶ
20τῷ τῆς θαλάσσης βυθῷ παρέπεμψεν. Ἐξιὼν δὲ τοῦ ἱεροῦ μετὰ δορυφορίας ὡς ἐνῆν μάλιστα λαμπροτέρας καὶ πλείστων ὑπασπιστῶν (τὸ γὰρ δειμαίνειν ἄκρως τοιαῦτα ὑφηγεῖτο ἐκείνῳ) καὶ διελθὼν τὸν ἐν τῇ Χαλκῇ νεὼν τοῦ σωτῆρος Χριστοῦ τὴν πορείαν ἐπέτεινεν, οὐ βάδην προβαίνων καὶ ἔστιν οὗ ἐμβραδύνων, ὡς
25ἔθος τοῖς θριαμβεύουσιν αὐτοκράτορσιν, ἀλλ’ ἀνεὶς τὸν ἵππον ἐλευθέρῳ272

Alex2

273

ποδὶ προχωρεῖν. ἦν οὖν τὸ γεγονὸς τοῦτο εἰς ἀμφίλογον· οἱ μὲν γὰρ δειλίαν τὸ ποιητικὸν αἴτιον τοῦ ὁρωμένου ἀπεφοίβαζον, οἱ δὲ κεχοδέναι τὴν βράκα τὸ γερόντιον διετείνοντο τῷ πανημερίῳ μόγῳ καὶ τῇ ἀχθο‐ φορίᾳ τῶν βασιλικῶν παρασήμων ἀποκαμὸν καὶ μὴ στέγειν ἔχον ἐπὶ
5πολὺ τὰ λύματα τῆς γαστρός. γενόμενος δὲ κατὰ τὸ μέγα παλάτιον καὶ θύσας ἐφ’ ἱκαναῖς ἡμέραις τὰ ἀναγορευτήρια ἐφ’ ἕτερα τρέπει τὸν νοῦν παρανομίας γέμοντα ἔργα. Ἐκποδὼν γὰρ θέσθαι τὸν βασιλέα βουληθεὶς Ἀλέξιον τὴν φίλιον καὶ πάλιν ἀθροίζει πνύκα καὶ τὴν ἑταιρείαν συναγείρει τὴν ἐκείνῳ συνοργιά‐
10ζουσαν τὰ μὴ ὅσια. καὶ τοίνυν τὸ Ὁμήρειον ἔπος φωνήσαντες ἅπαντες, ὃ διέξεισιν „οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς,“ καὶ ὡς „ἀετοῦ γῆρας, κορύδου νεότης,“ ψηφίζονται ἰδιωτεῦσαι τὸν βασι‐ λέα Ἀλέξιον οὐκέτι λόγων οἰκονομίας ἀδήλου τοῖς πολλοῖς μεμνημένοι παιδοκομίας τε καὶ διαμονῆς τοῦ κράτους καλλίονος, ταῦτα δὴ τὰ χθές
15τε καὶ πρώην λαρυγγιζόμενα καὶ τοῖς ἐρωτῶσι τὴν αἰτίαν τῶν γινομέ‐ νων εἰς ἀπολογίαν προκείμενα, εἴ τις τέως παροικῶν ἀτεχνῶς ἐν τῇ λαμ‐ προτάτῃ πόλει τοῦ Κωνσταντίνου οὐκ ἦν εἰδὼς τὰ γινόμενα καὶ τὸν λόγον ὅλως ἠγνοηκώς, δι’ ὃν ἐπεραίνοντο. Ἀλλ’ οὔπω ἀκριβῶς τὸ βράβευμα τοῦτο τῇ πολιτείᾳ ἐγνώριστο, καὶ
20κρίμα θανάτου κατὰ τοῦ βασιλέως ἐξάγεται παρὰ τῆς φατρίας ἐκείνης τῆς πονηρᾶς, τὸ τοῦ Σολομῶντος ἄντικρυς ἐπαινεσάντων ἐκεῖνο καὶ
φθεγξαμένων τῶν μιαιφόνων „δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος273

Alex2

274

ἡμῖν ἐστι καὶ ὡς βαρύς ἐστι καὶ μόνον βλεπόμενος.“ καὶ νυκτὸς ἐπεισπε‐ σόντων αὐτῷ τοῦ Ἁγιοχριστοφορίτου Στεφάνου, τοῦ Τριψύχου Κων‐ σταντίνου καί τινος Δαδιβρηνοῦ Θεοδώρου, προεστῶτος τῶν ῥαβδο‐ φόρων, τὴν διὰ τόξου νευρᾶς καθυποδέχεται πνιγμονήν. ἀρθεὶς δὲ ὁ
5νεκρὸς καὶ ἀχθεὶς ἐς Ἀνδρόνικον κατὰ τοῦ κενεῶνος τῷ ἐκείνου τύπτεται ποδὶ καὶ τῶν τοκέων τῷ κειμένῳ ὁ μὲν ὡς ἐπίορκος διατωθάζεται, ἡ δὲ ὡς περιλεσχήνευτον ἑταιρικὸν περιυβρίζεται γύναιον· ἔπειτα τιτρᾶται ὀβελίσκῳ τὸ οὖς καὶ κρόκης ἐξαφθείσης κηρὸς περιπλασθεὶς τῷ Ἀνδρονί‐ κου σφραγιστηρίῳ ἐνσημαίνεται δακτυλίῳ.
10 Καὶ τὸ μὲν λοιπὸν σῶμα καταδικάζεται ῥιφῆναι βυθῷ, ἡ δὲ κεφαλὴ ἀποτμηθῆναι καὶ αὖθις Ἀνδρονίκῳ προσενεχθῆναι. καὶ πέρας εἰληφότος τοῦ ἐπιτάγματος, ἡ μὲν ἐν παραβύστῳ κατὰ τὴν λεγομένην Καταβατὴν διαφίεται, τὸ δὲ σκῆνος κεράμῳ μολιβδίνῳ ἐνειληθὲν τοῖς θαλαττίοις κόλ‐ ποις ἐκδίδοται, τῆς ἁλιάδος, ἥτις τὸν οἰκτρότατον τοῦτον φόρτον
15ἀνεῖχε, δυσὶν ἀναγομένης ἐνδόξοις ἀνδράσι μετὰ μολπῶν καὶ ᾠδῶν, δη‐ λαδὴ τῷ ἐπὶ τοῦ κανικλείου Ἰωάννῃ τῷ Καματηρῷ, ὃν καὶ ὕστερον ἀρχιποίμενα ἡ τῶν Βουλγάρων προεδρεύουσα ἔλαχε, καὶ Θεοδώρῳ τῷ
Χούμνῳ, ὃς τετίμητο χαρτουλάριος.274

Andron1,pt1

275

(1t)

ΒΑΣΙΛΕΙΑ
2tΑΝΔΡΟΝΙΚΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
3tΕΝ ΤΟΜΟΙΣ ΔΥΣΙ
4Καὶ οὕτω μὲν ἐξ ἀνθρώπων ὁ βασιλεὺς Ἀλέξιος ἐγεγένητο, ζήσας τὸν
5μὲν ἅπαντα χρόνον ἔτη μὴ ἀκραιφνῶς πεντεκαίδεκα, τρία δ’ ἐκ τούτων ἄρξας, οὐ καθ’ ἑαυτόν τε καὶ ἀμιγῶς, ἀλλὰ τὰ μὲν πρῶτα ὑπὸ μητρὶ τὴν ἀρχὴν διεξαγούσῃ παιδοκομούμενος, ἔπειτα ὑπὸ δυοῖν τυράννων τῶν πραγμάτων τῆς βασιλείας ἐπειλημμένων ὅσα καὶ ἥλιος ὑπὸ νέφους συσκιαζόμενος, ὥστε καὶ βασιλευομένῳ ἐῴκει μᾶλλον ἢ βασιλεύοντι,
10ἐκεῖνα ἐπιτάσσων καὶ δρῶν, ὅσα εἰσηγοῦντό οἱ οἱ ἀποστάται, μέχρι καὶ τοῦ δι’ ἀγχόνης τὸ πέρας δέξασθαι τῆς ζωῆς. Τῆς δὲ μυσαρᾶς πράξεως ταύτης οὕτω τετελεσμένης, οἰκτρῶς ἁρ‐ μόζεται Ἀνδρονίκῳ πρὸς συμβίωσιν Ἄννα ἡ τοῦ βασιλέως Ἀλεξίου μνηστή, θυγάτηρ οὖσα τοῦ τὴν ἀρχὴν τῶν Φράγγων διέποντος. καὶ
15οὐκ ᾐσχύνετο Κρονίων ἀπόζων ἀνεψιοῦ γυναικὶ μιλτοπαρήῳ καὶ τρυ‐ φερᾷ καὶ μήπω τὸ ἑνδέκατον ἔτος ἐξηνυκυίᾳ μέλλων ἀθεμίτως συγκατακλί‐
νεσθαι καὶ παραγκαλίζεσθαι ὁ πέπων τὴν ὀμφακίζουσαν, ὁ ὑπέρωρος275

Andron1,pt1

276

τὴν ἡλικίαν τὴν ὀρθοτίτθιον νεάνιδα, ὁ ῥικνὸς καὶ χαλαρὸς τὴν ῥοδοδάκ‐ τυλον καὶ δρόσον ἔρωτος στάζουσαν. Ἐπὶ δὲ τούτοις δευτέραν αἰτεῖται χάριν Ἀνδρόνικος τὸν τῶν αὐτοῦ θελήσεων πληρωτὴν πατριάρχην, τὸν Καματηρὸν λέγω Βασίλειον, καὶ
5τὴν τότε σύνοδον· ἡ δὲ ἦν τὸ λυθῆναι τοῦ ὅρκου Ἀνδρόνικον, ὃν εἶχεν ὀμωμοκὼς τῷ βασιλεῖ Μανουὴλ καὶ τῷ ἐκείνου ταλαιπώρῳ παιδί, καὶ τοὺς ἄλλους, ὅσοι παραβάται ὤφθησαν τῶν ὀμωμοσμένων. καὶ οἱ μέν, ὡς εἰ δεσμεῖν ἀδιαφόρως καὶ λύειν τὰ πάντα εἰλήφασι πρὸς θεοῦ, τόμους ἐξέθεντο παραυτίκα, δι’ ὧν ἀμνηστίαν τῶν ἠνομημένων ἐδίδοσαν
10ἁπαξάπασιν. ὁ δὲ ὡς θαυμαστήν τινα παρέχει τὴν ἀμοιβὴν τοῖς τῶν ἐπιταγμάτων αὐτοῦ πληρωταῖς· ἡ δὲ ἦν καὶ τῶν τότε μὲν αἰτηθέντων ῥᾳδία τερμάτωσις, ἃ μικρὰ δήπουθεν ἦσαν καὶ περὶ μικρῶν ὑφηγούμενα, τὸ δὲ μέγιστον τὸ συνεδρεύειν ἐκείνους αὐτῷ, σκιμποδίσκων παρατιθε‐ μένων καὶ παρεισφερομένων τῷ βασιλείῳ θρόνῳ κλισμῶν, ὃ καὶ οὐχ ἧτ‐
15τον εἰς γέλωτα τῶν ἑλομένων καὶ καταδεξαμένων ἀρχιερέων οὐκ ἐπὶ συχναῖς ἡμέραις συμβὰν ἤπερ φαντασίαν τιμῆς καὶ δόξης ἴνδαλμα ἐπὶ τὴν προτέραν ἐπανῆλθε συνήθειαν, καθὰ καὶ ξύλον ἐπικλινὲς βίᾳ πρὸς τὴν ἑτέραν ἕξιν μετενεχθέν. μᾶλλον μὲν οὖν καὶ ταύτης πολὺ παρεσπάσατο· ἵνα γὰρ μὴ δοκῇ Ἀνδρόνικος παλιμβολώτατος ἀνθρώπων καὶ ἀστασίαν
20ἤθους κἀπὶ τοῖς μικροτάτοις νοσῶν, τὸ εἰς ὄψιν ἐκείνῳ ἐλθεῖν οἱ ἀρχιερεῖς276

Andron1,pt1

277

οὗτοι οὐχ εὕρισκον εὐχερὲς ἐπὶ βήματος καθημένῳ λαμπροῦ. καὶ οἱ πρὸ μικροῦ τῇ συνεδρίᾳ τῇ βασιλικῇ σεμνυνόμενοι καὶ γέρας εἰληφέναι τοῦτο Δαυιτικῶς ὡς πιστοὶ τῆς γῆς βρενθυόμενοι τότε ὑπενόστουν ἐγκαλυπτό‐ μενοι καὶ ταλανίζοντες ἑαυτούς, οἷς θεοῦ ἀπέστησαν τὰ ἄλυτα λύοντες καὶ
5τὸν ἐμπαίκτην διακενῆς Ἀνδρόνικον θεραπεύοντες. Ὡς δὲ τὰ κατὰ τὴν ἀνάρρησιν Ἀνδρονίκου καὶ τὴν ἀναίρεσιν Ἀλεξίου τοῦ βασιλέως δῆλα ἦσαν Ἀλεξίῳ τε τῷ Βρανᾷ καὶ Ἀνδρονίκῳ τῷ Λα‐ παρδᾷ, τοῖς τῶν ταγμάτων στρατηγοῖς, ἅπερ ἀντεφέροντο κατὰ τὸν Νίσον καὶ τὴν Βρανίτζοβαν τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ πορθοῦντι
10τὰ ἐκεῖ πάντα καὶ ποιοῦντι κακῶς τοῖς ξίφεσιν, ἅτερος μὲν τῶν ἀρχηγῶν ὁ Λαπαρδᾶς ἀπειρητέαν κέκρικε τὴν ζωὴν καὶ τὴν εὐρυχανδῆ γένυν Ἀνδρονίκου διὰ παντὸς ὑπεβλέπετο καταχάσκειν ἔκτοτε μέλλουσαν καὶ αὐτοῦ, ὁ δέ γε Βρανᾶς ἀσμένως τὴν μετάθεσιν τῆς βασιλείας ὑπέφερεν ἤδη τῷ χορῷ ἐγγραφεὶς οἷς Ἀνδρόνικος ἐπέβλεπεν ἥμερον.
15 Πολλὰς οὖν ὁ Λαπαρδᾶς Ἀνδρόνικος ὁδοὺς τραπόμενος ἐνθυμήσεων καὶ κατὰ κύνα Λάκαιναν ἣν θευσεῖται ἰχνηλατήσας μίαν εὕρισκε σώζουσαν ἀτραπὸν τὸ τῆς ὄψεως καὶ ἐξουσίας ἀποπλάζεσθαι Ἀνδρονίκου. καὶ εἶχεν ἂν ἀπαθῆ κακῶν ἑαυτὸν διατηρήσας, εἰ τῇ βουλῇ ταύτῃ ἐπέμενε καὶ μὴ πρὸς πρᾶξιν ἑτέραν μετακεκύβευτο. ἐρασθεὶς δὲ κακῶς δράσειν Ἀν‐
20δρόνικον καὶ τῆς εἰς τὸν κύριον καὶ βασιλέα παρανομίας ἀμύνασθαι, θαρ‐ ρεῖ τὴν ἀπόστασιν· καὶ τὴν δυσμὴν ὁρῶν οὐ χωρήσουσαν αὐτόν, μήτε μὴν παραδεξομένην τὴν κατ’ Ἀνδρονίκου ὁρμὴν διὰ τὸν παρόντα καὶ συστρατηγοῦντα Βρανᾶν, τὴν ἕω φαντάζεται καὶ πρὸς ἐκείνην ἐκτείνει τοὺς ὀφθαλμοὺς καὶ ὡς συνηθεστέραν μὲν ἑαυτῷ ἄρξαντι πολλάκις κατ’
25αὐτὴν τὰς μεγίστας ἀρχὰς καὶ ὡς θερμὰ δὲ πρὸς ἀντιστασίαν οὐχ ἧττον
τρέφουσαν σώματα.277

Andron1,pt1

278

Ἀμέλει καὶ τῷ συνηγεμόνι κοινολογησάμενος καὶ πείσας Βρανᾶν μὲν κατὰ χώραν μένειν, αὐτὸς δὲ πρὸς τὸν πρεσβύτην ἅμα καὶ πρόσφατον αὐτοκράτορα παραγενέσθαι ὡς εἶχεν εὐθὺς ἐξώρμησε τὴν φήμην προ‐ φθάνων, ἣ καὶ τὰ ὑπὸ γὴν κρυπτόμενα διορᾷ καὶ τὰ γενησόμενα πολλάκις
5ὡς ἤδη γεγενημένα διατρανοῖ. καὶ γεγονὼς κατὰ τὴν Ὀρεστιάδα, εἴπῃ δ’ ἄν τις ἄλλος Ἀδριανούπολιν, ἀφ’ ἧς ὥρμητο, καὶ βραχύ τι ἐγκαρτε‐ ρήσας καὶ ὅσον ταῖς ἐκεῖ κατοικούσαις ἀδελφαῖς ὁραθῆναι καὶ συντάξα‐ σθαι τὰ ἀπόδημα ἔγνω μὴ περαιτέρω ἐλινύειν, ἀλλ’ ὡς ἐνὸν ἐπισπέρχειν τὴν ἐς ἕω περαίωσιν· ἤδη γὰρ ἡ φήμη ἀθυρόγλωττος ἦν καὶ ἐπὶ τριόδων
10καὶ πλατειῶν ἄκρων τε τειχέων καὶ δόμων εὐστόμει τὴν ἀπόδρασιν τοῦ ἀνδρὸς καὶ πολλαχῇ ἐτίθει διατοξεύσιμον. μιᾷ τοίνυν νυκτὶ πρὸς θάλασ‐ σαν κάτεισι καὶ ναυσὶν ἐμβὰς αὐτός τε καὶ οἱ σὺν αὐτῷ, αἳ κατὰ τὸ Ὑελο‐ καστέλλιον τούτου ἕνεκα ἡτοιμάσθησαν, ἐς τὴν περαίαν γίνεται. κἀν‐ τεῦθεν ἀναπνεύσας βραχὺ ἐκφυγεῖν τὸ διολέσθαι ᾤετο καὶ τὸ προβεβλῆ‐
15σθαι θοίνη τις ἑτοίμη ἢ ἐπιτράγημα πρόχειρον ταῖς γνάθοις τοῦ Ἀνδρονί‐ κου. ἦν δ’, ὡς ἔοικε, καὶ οὗτος τῇ προνοίᾳ ἐκ τῆς τῶν ζώντων βίβλου ἀπηλειμμένος καὶ βορὰ τῷ θηρὶ προδαιταλευθείς. Ἔνθεν τοι καὶ τοῦ θείου ἀντιπνεύσαντος ἐκείνων ταῖς χερσὶ θηρᾶται καὶ ἀναπέμπεται πρὸς Ἀνδρόνικον, ὑφ’ ὧν ἐλπίσιν ἐθάλπετο συντηρη‐
20θῆναι ἀδιαλώβητος, εὖ τε καὶ ὡς ἀρίστως πράξειν, καὶ χειρὶ καὶ ψυχῇ παντοίαν σύναρσιν καὶ ἄρηξιν εὕρασθαι πρὸς τὸ καταπαλαῖσαι Ἀν‐ δρόνικον. ἦσαν δὲ ταῦτα διανοίας οὐκ εὐτυχοῦς ἀναπλάσματα καὶ ὀνει‐ ρώδη, ὡς δέδεικται, φαντάσματα. γενόμενος γὰρ κατὰ τὸ Ἀτραμύττιον
συλλαμβάνεται παρά τινος Κεφαλᾶ, ἀνδρὸς μέγα δυναμένου τότε παρὰ278

Andron1,pt1

279

τῇ χώρᾳ καὶ πρωτιστεύοντος πιστοῦ τε τῷ τυραννοῦντι, ὡς ἔδειξε, καὶ παρακατατίθεται χερσὶν Ἀνδρονίκου σφάγιον εὐτρεπὲς καὶ ἱερεῖον ἀνα‐ κογχυλιαζόμενον πρὸς ἀναίρεσιν καὶ τὰς κόρας ἐκκόπτεται καὶ παραρ‐ ριπτεῖται τῇ τοῦ Παντεπόπτου μονῇ τὴν τῶν κατ’ αὐτὸν πραγμάτων
5φορὰν ὡς ἀγνώμονα ὀδυρόμενος· τὸν μὲν γὰρ ὑπὲρ καλλίστης αἰτίας τὸν τῆς ἀποστασίας ἀναρρῖψαι κύβον, τὴν δὲ οὐδὲ τὸ βραχύτατον γοῦν προσσχοῦσαν οἷς μετ’ εὐβουλίας ἐπέβαλε προσδέσθαι μερίδι τῇ χείρονι. Οὕτω κρύψας ἔχει θεὸς οὐ μόνον τὸν ἄμοχθον καὶ ἀνόδυρτον βίοτον,
10ἀλλὰ καὶ τὸ προαισθέσθαι τὸ μέλλον κακὸν καὶ τὸ προελέσθαι τὸ ἀκίν‐ δυνον ἐπιτήδευμα. καὶ οὗτος γὰρ ὁ ἀνὴρ ἐν πολλοῖς ὀφθεὶς στρατηγικώ‐ τατος αἰσχρὸν δουλεύειν οἰηθεὶς Ἀνδρονίκῳ μετὰ τὸν τοῦ βασιλέως Ἀλεξίου μόρον καὶ τὸν ἐκ τοῦ τυράννου προφθάνων θάνατον καὶ πρὸς φόνον ἑτοιμοτάτης ἀποξενῶν ἑαυτὸν φύσεως ἔλαθεν ὑπ’ ἐκείνου καταλαμ‐
15βανόμενος, ὃν ἔφευγεν, ἢ χερσὶν ἐμπίπτων, ἃς ἀπεδίδρασκεν, ἢ τὸν ἐξόπισθεν καταλήψεσθαι προσδοκώμενον ὡς ἐπιδιώκοντα κατὰ στόμα προσυπαντῶντα εὑρίσκων καὶ ἐνώπιον συμπλεκόμενον καὶ συνέχοντα. Καὶ ὁ μὲν μετ’ οὐ πολύν τινα χρόνον τοῦ βίου θανάτῳ ἀπάγεται· ὁ δ’ Ἀνδρόνικος οὕτω τῇ ἀποστασίᾳ τοῦ ἀνδρὸς τούτου κατεπτοήθη,
20ὡς παρ’ ὅλην τὴν ἐκείνου φυγὴν τὴν οἰκείαν ὡς ἤδη ἐφεστῶσαν φαντάζε‐ σθαι καταστροφήν· ἐδεδίει γὰρ ὡς περὶ τὰς μάχας ὀξύρροπον καὶ λήματος ἀνδρείου μέτοχον. ἀμέλει καὶ μὴ προχωροῦσαν ὁρῶν τὴν δι’ ἐπιδιώξεως ἢ μεθ’ ὅπλων τούτου καταπολέμησιν πρὸς τὴν διὰ γραμμάτων μεθαρ‐ μόζεται πανουργίαν καὶ τὸν τρόπον καινὸν ὁ σοφιστὴς ἀνεπλάσατο.
25βασιλικὰ γὰρ ξυνθέμενος γράμματα ἐκπέμπει ταῦτα πρὸς τοὺς τῶν ἑῴων ἐπαρχιῶν πρωτεύοντας· ἐλάλουν δὲ πονηρίαν ἀληθῶς τὰ γραφό‐ μενα, καὶ διετείνοντο, ὁμιλοῦντα ἔχοντα τὸν Ἀνδρόνικον, παρ’ αὐτοῦ σταλῆναι κατὰ τὴν Ἀσίαν τὸν Λαπαρδᾶν καὶ πᾶν, ὅπερ ἂν διαπράξηται
κατ’ οἰκονομίας ἄγνωστον τοῖς πολλοῖς τρόπον, ὑπὲρ τῆς αὐτοῦ βασι‐279

Andron1,pt1

280

λείας μέλλειν τοῦτο πραχθήσεσθαι, καὶ ἐνῆγε πάντας εἰς τὴν τούτου ἀνεν‐ δοίαστον παραδοχήν. ἦν δὲ ὁ σκοπὸς Ἀνδρονίκῳ, ἐντεῦθεν ἐγκόψαι τὴν ὁρμὴν τῶν πολλῶν ὑφορωμένων, ἐφ’ ὅτῳ δὴ αὐτὸς μὲν ὁ Λαπαρδᾶς κατ’ Ἀνδρονίκου ἐξῆρκε τὸ φρόνημα καὶ ὡς ἀντίφρων τὰς τῶν ἀνδρῶν στίχας
5ἐπιπορεύεται, ὁ δ’ Ἀνδρόνικος τῷ ἀποστάτῃ τὴν πίστιν ἐπιμαρτύρεται καὶ ὡς παρ’ αὐτοῦ πεμφθέντα τὸν πεφευγότα δέξασθαι διορίζεται. καὶ τί μὲν ἂν τὰ καινοφανῆ ταῦτα ἔδρασάν τε καὶ ἴσχυσαν γράμματα, ἡ ὀξεῖα τοῦ ἀνδρὸς κατάσχεσις οὐ παρῆκε διαγνωσθῆναι. Τότε δὲ καὶ τὴν πτοίαν ταύτην παρὰ δόξαν Ἀνδρόνικος ἀποκρουσά‐
10μενος ἰάνθη τὸ ψυχίδιον ὡσεί τε περὶ σταχύεσσιν ἐέρση· καὶ τῆς πόλεως ἔξεισι καὶ ὁμαλαῖς κινήσεσι καὶ σταθμοῖς βραχέσι καταλαμβάνει τὰ Κύψελλα καὶ τοῖς ἐκεῖσε κυνηγεσίοις ἐνευφρανθεὶς κατὰ τὴν πατρῴαν ἀφικνεῖται μονὴν τὴν ἐν τῇ Βήρᾳ διακειμένην καὶ τῷ τοῦ φύσαντος ἐφίσταται μνήματι μετὰ δορυφορίας καὶ δόξης βασιλικῆς, ἧς κἀκεῖνος πά‐
15λαι ποτὲ ἐρῶν οὐκ ἐφίκετο, ἐπεὶ καὶ τὸ βασιλειᾶν πατρόθεν Ἀνδρόνικος ὡς κλῆρον καταβὰν διεδέξατο. καὶ κατ’ ἐκείνας τὰς ἡμέρας σχάσας τὸ κολάζειν ἐπὶ βραχύ, ὡς Ἁλκυονίδας πρὸς πολλῶν ὀνομάζεσθαι, μετὰ μικρὸν ἐπάνεισιν εἰς τὰ βασίλεια, τῶν γενεθλίων ἐπιστάντων Χριστοῦ. Καὶ ἁμίλλαις ἵππων καὶ θεωρείοις προσσχών, ἔαρος ὑποφαίνοντος
20τὸ στρατιωτικὸν ἅπαν συνήθροισεν, ὅσον τε ἑσπέριον καὶ τοῦ ἑῴου ὁπόσον οὐκ ἀφηνίασε· καὶ αὐτὸς μὲν τὴν εὐθὺ τῆς πόλεως Νικαίας ἵεται, τὸν δὲ Βρανᾶν Ἀλέξιον ἐκ τῶν κατὰ Βρανίτζοβαν ἐπανεληλυθότα μερῶν ἐκπέμπει μετὰ στρατιᾶς ἱκανῆς τοῖς περὶ τὸ Λοπάδιον ἀντιταξόμενον· ἤδη γὰρ καὶ οὗτοι τοῖς ὁμόροις Νικαεῦσί τε καὶ Προυσαεῦσιν ἐς τὸ αὐτὸ
25ἥκοντες ἀπέστησαν φρόνημα. καὶ ὡς εὐρόησεν αὐτῷ ἡ στρατήγησις280

Andron1,pt1

281

καὶ τέλος τῷ πολέμῳ ἐπέθηκε δεξιώτατον, ἄρας ἐκεῖθεν πρὸς τὴν Νίκαιαν παραγίνεται καὶ συμμίγνυσιν Ἀνδρονίκῳ, καὶ περὶ ἓν στρατόπεδον ἀμ‐ φοτέρων συνδραμόντων τῶν στρατευμάτων, ἔγνω προσβαλεῖν τῇ πόλει Ἀνδρόνικος. οἱ γὰρ ἔνδον οὐκ ἀπόντος μόνον Ἀνδρονίκου ἐφρονημα‐
5τίζοντο, ἀλλὰ καὶ παρόντα ἐξουθένουν καὶ ὅπλοις ἠμύνοντο τῶν τειχῶν προεκφαινόμενοι καὶ λόγοις ἀσχήμοσιν ἔπληττον μηδενὸς φειδόμενοι καὶ βλήματος καὶ ῥήματος. καὶ ἦσαν αἱ μὲν πύλαι τῆς πόλεως μεμυκυῖαι καὶ ὀχεῦσιν ἀραρότως ἐνηρμοσμέναι, αἱ δὲ γλῶσσαι, ὅσα καὶ πυλῶν τῶν χειλέων διαιρομένων καὶ ὡς ἐκ θωρακίων τῶν ὀδόντων ἐκπίπτουσαι,
10βολίδας αἰσχρορρημοσύνης ἠκόντιζον ἐς Ἀνδρόνικον. ὁ δὲ τοιούτῳ βλήματι καιρίως πληττόμενος πῦρ ἀπέπνει θυμοῦ ἐκπυρηνίζων ἆσθμα Τυφώνειον, οἷα μηδὲ στέγειν ἔχων τὸν ἔνδον τάραχον, ἐπεὶ καὶ πόλις ἡ Νίκαια αὐχεῖ μὲν καὶ τὸ ἐκ κραταιῶν τειχῶν ἀνάλωτον ἢ δυσάλωτον γοῦν ἐκ πλίνθου ᾠκοδομημένη πᾶσα ὀπτῆς· τότε δὲ καὶ στρατιωτῶν
15εἰς αὐτὴν εἰσρυέντων, ὁπόσοι ἀπεστύγουν Ἀνδρόνικον, καὶ τοῦ Ἀγγέ‐ λου δὲ Ἰσαακίου, ὃς μετ’ Ἀνδρόνικον Ῥωμαίων ἐκράτησε τῆς τυραννί‐ δος παραλύσας Ἀνδρόνικον, καὶ τοῦ Καντακουζηνοῦ Θεοδώρου καὶ Περσῶν ἐκ προσκλήσεως εἰσδεδεγμένων ἔνδοθεν, οὐκ ἀγαθὰ τοῖς πορθοῦσι τὰ τοῦ πολιορκεῖν ἐφαντάζετο.
20 Πλείστας οὖν ἡμέρας παριππεύσας Ἀνδρόνικος οὐδὲν ἤνυεν, ἀλλ’ ἄντικρυς ἐῴκει ὄρεσιν ἀποτόμοις προσφερόμενος ἢ πετρῶν ῥαχίαις συμ‐ πλεκόμενος παραβόλως καὶ πρὸς †ἄρβυλα† καὶ τείχη διαμιλλώμενος Σεμιράμεια ἢ βέλεμνα πέμπων πρὸς οὐρανόν. οἱ γὰρ ἔνδον ἐκθύμως ἐμάχοντο καὶ ὅπλοις μὲν τὰς δι’ ὅπλων ἀπεκρούοντο προσβολάς, μηχα‐
25νῶν δὲ κατασκευαῖς ἀπηχρείουν τέλεον τὰ τῶν πετρῶν ἀφετήρια, ἅπερ ὁ
βαθύνους Ἀνδρόνικος ἐτεκταίνετο τειχομάχια ἱστῶν βελοστάσιά τε καὶ281

Andron1,pt1

282

ὀρυκτῆρας ἐπιτεχνώμενος καὶ εἴ τι ἕτερον διαλύειν ἔχει περίβολον πόλεως ἐργαζόμενος καὶ φιλοτιμούμενος πρὸς τοὺς παρόντας ὡς πολὺ τὸ κατὰ τὰς πόλεων ἁλώσεις ἐνδέξιον ηὔχησεν. ὁ μὲν γὰρ ἐπήγνυε τὰς ἑλεπόλεις καὶ τὴν σφενδόνην περιειργάζετο τὸν λύγον τε καὶ τὸν στρόφαλον καὶ
5τὸν τειχεσιπλήτην κριὸν σιδήρῳ ἐφράγνυεν, οἱ δὲ τοτὲ μὲν ἀπὸ πυλίδων ἀδήλων ἐκθρώσκοντες τῆς πόλεως πυρὶ παρεδίδοσαν καὶ χερσὶ κατέσπων τὰ μηχανήματα, τοτὲ δὲ προσαγόμενα τείχεσι δι’ ἑτέρων ὁμοίων ὀργά‐ νων ὡσεὶ καὶ ἀράχνης διέλυον νήματα, ὥστε καὶ Ἀνδρόνικος εἰς κενὸν σχάζοντα ὁρῶν τὰ ἑαυτοῦ διαβούλια ἐννοεῖ τι ἀπάνθρωπον καὶ ὀλίγοις
10τῶν πρότερον καταπραχθὲν πολιορκοῦσί τε καὶ πολιορκουμένοις ἔξωθεν. Τὴν γὰρ Ἰσαακίου τοῦ Ἀγγέλου μητέρα τὴν Εὐφροσύνην ἐκ Βυζαν‐ τίου ἀνακομίσας νῦν μὲν ὡς πρόβλημα προυτίθει τῶν ἑλεπόλεων, νῦν δὲ τῷ κριῷ ἐπαναβάλλων ὡς ἐν ὀχήματι προσῆγεν οὕτω τῷ τείχει τὰ μηχανήματα. τῷ τοι καὶ ἦν δακρύειν ἐν ταὐτῷ καὶ θαυμάζειν, δακρύειν
15μὲν διὰ τὸ τοῦ ὁράματος καινότροπον καὶ τὸ τοῦ θυμοῦ πάντα ῥᾷον ποιεῖν καὶ μηδεμίαν τῶν ξενακούστων καὶ τῆς ἀνθρωπίνης φύσεως ἀλ‐ λοτρίων ὑποστελλόμενον πρᾶξιν, ἐκπλήττεσθαι δέ, ὅπως οὐκ ἐτεθνήκει τῷ δέει τὸ γύναιον ἄνω τῶν μηχανημάτων καθήμενον καὶ τοῖς τείχεσι τῆς πόλεως προσαγόμενον· ὅτε καὶ πρώτως τεθέανται ἄνθρωποι σαρ‐
20κίον ἁπαλὸν καὶ τοῦτο γυναικεῖον ἔρυμα σιδήρου προβεβλημένον καὶ τὴν τάξιν ἐνηλλαγμένην καὶ μεταπηδῶσαν ἐς τὸ ἀνόμοιον, ὡς δέμας μὲν εὐπαθὲς ἀνθρώπινον τῶν ἀντιτύπων προεκκεῖσθαι μηχανημάτων εἰς ἀποσόβησιν τοῦ χαλκῷ ἐγχρίπτειν χαλκόν, σίδηρον δὲ περιστελλόμενον ἀνθρώπου σώματι. τοῖς δ’ ἐκ τῶν τειχῶν οὕτως ἀτεχνῶς τὰ βέλη ἐ‐
25φρένωτο, ὡς ἀφίεσθαι μὲν καθὰ καὶ πρότερον καὶ πλήττειν τοὺς ἐπιόντας καὶ καταπλήττειν, αὐτὴν δὲ τὴν εὐγενῆ γυναῖκα κακῶν ἀπαθεστάτην διατηρεῖν, ὡς εἴπερ χερσὶ καὶ νεύμασιν ἐξ ἑαυτῆς μετῆγε τὰ βέλεμνα, εἰς
δὲ τὰς τῶν ἀντιθέτων καρδίας αὐτὰ κατέπησσεν. οὐ μόνον τοίνυν ἐς282

Andron1,pt1

283

οὐδὲν χρήσιμον τὴν ἀπάνθρωπον ταύτην ἐπίνοιαν καταλήξασαν εἶδεν Ἀνδρόνικος, ἀλλὰ καὶ νυκτὸς ἐξιόντες οἱ Νικαεῖς τάς τε μηχανὰς πυρὶ παρέδοσαν καὶ τὴν γυναῖκα διὰ μηρίνθου ἀνιμήσαντο ἢ ὡς Ἅρπυιαι ἀνηρείψαντο, Ἀνδρόνικον δὲ ὡς Φινέα ἄλλον παρῆκαν κόπτεσθαι μὴ
5ἔχοντα ὃ πεινῶντι τῷ τοῦ θυμοῦ θηρὶ παραθήσεται. καὶ κλέος ἐντεῦθεν ἐπ’ ἀνδρείᾳ παρὰ τοῖς ἐναντίοις μέγα κτησάμενοι Νικαεῖς ἔτι μᾶλλον ἠρρενώθησαν τὰ φρονήματα καὶ τῆς μάχης ἥπτοντο εὐθαρσέστερον. Οὐκ ἀπὸ τῶν τειχῶν δὲ μόνον φαινόμενοι ἔργα γενναῖα ἐπεδείκνυντο καὶ Ἀνδρόνικον σκώμμασιν ἔπλυνον, μακελλάριον αὐτὸν ἀποκαλοῦντες
10καὶ κύνα φιλαίματον καὶ σαπρόγηρον καὶ κακὸν ἀθάνατον καὶ ἀνθρώπων Ἐριννὺν καὶ φιλογύνην καὶ Πρίηπον Τιθωνοῦ τε καὶ Κρόνου πολυετέστε‐ ρον καὶ εἴ τι αἴσχιστον ἄλλο πρᾶγμα καὶ ὄνομα, ἀλλὰ κἀκ τῶν ἐπάλξεων, ὡς εἴρηκε τὸ λέγειν, καταπηδῶντες διεξεχέοντο τῶν πυλῶν. Ἀνδρόνικος δὲ τῷ ὑπωχριῶντι τοῦ προσώπου καὶ τῷ μὴ κατὰ φύσιν τοῦ βλέμματος
15καὶ τῷ πολλάκις ὡς ἐν ἱστῷ ὑφαινούσης τῷ δακτύλῳ περιελίττειν τὸ κατα‐ κεχυμένον καὶ βοστρυχῶδες τῆς γενειάδος θυμομαχῶν προδήλως ἐδεί‐ κνυτο καὶ κατὰ τῶν Νικαέων δόλους ὑφαίνων. Λιμώττων δὲ ὡς κύων, Δαυιτικῶς εἰπεῖν, ἐκ τοῦ μὴ ἔχειν τὸν καταθοι‐ νηθησόμενον περιεκύκλου τὴν πόλιν καὶ ὡς ἠπορημένη ἄρκτος ἐπιπορευ‐
20όμενος κατεστέναζε τῶν ταγμάτων καὶ τοῖς ταξιάρχαις ἐπέπληττεν ὡς δήπου βλακευομένοις περὶ τὸν πόλεμον καὶ τὴν παράταξιν ὑπεκκλί‐
νουσι.283

Andron1,pt1

284

Τολμητίας δ’ ὢν ὁ Καντακουζηνὸς Θεόδωρος καὶ τῇ ἀκμῇ τῆς ἡλικίας ὅσα καὶ οἶνος ζέων νεωστὶ ληνοβατηθεὶς ἰδών ποτε τὸν βασιλέα Ἀνδρό‐ νικον τὴν πόλιν περιιόντα μετὰ ἴλης συχνῆς καὶ εὐίππων ταγμάτων, ἐνθουσιώδους πλησθεὶς ὁρμήματος καὶ διὰ τῶν ἑῴων πυλῶν ἀνακλιθεισῶν
5ὡς εἶχεν εὐθὺς ἐκθορῶν, ἐφεπομένων αὐτῷ καί τινων εὐαρίθμων, κατ’ Ἀνδρονίκου τιταίνει τὸ δόρυ διὰ τῶν προμάχων χωρῶν. σφοδροτέραν δὲ ποιούμενος τὴν ἐπέλασιν καὶ συνεχῶς κεντρίζων τὸν ἵππον καὶ βιάζων ἄντικρυς ἵπτασθαι, οὐχὶ φέρεσθαι, ὡς ἡ φύσις τοὺς πόδας ἐπτέρωσεν, ἔλαθεν ἑαυτὸν ἀπολωλεκώς· τοῦ γὰρ ἵππου κενεμβατήσαντος κἀν‐
10τεῦθεν ἐπὶ γόνυ κλιθέντος, τῆς ἕδρας ἀποβάλλεται ἐπὶ βρεχμὸν κατώκαρα πεσὼν καὶ τῶν μυῶν τῶν νωτιαίων παθόντων κακῶς ἔκειτο ὀλιγοδρα‐ νέων σκοτοδίνης ὑποπλησθείς. κἀντεῦθεν ἐπιδραμόντες ξιφήρεις τῶν ἐξ Ἀνδρονίκου συχνοὶ ἀποδειροτομοῦσι τὸν Θεόδωρον, εἰσὶ δ’ οἳ καὶ τὸν λοιπὸν ἐκρεανόμουν Θεόδωρον Ἀνδρονίκῳ δρῶντες τὰ καταθύμια. μετὰ
15μικρὸν δὲ καὶ τοῖς οἰκήτορσι τῆς Κωνσταντίνου ἡ τοῦ Καντακουζηνοῦ προσάγεται κεφαλὴ κοντῷ μετέωρος ταῖς ἀγυιαῖς τῆς πόλεως ἐμπομ‐ πεύουσα. Οἱ Νικαεῖς τοίνυν τὸν θαρσαλέον πολεμιστὴν καὶ ἄμαχον πρόμαχον ἀποβαλόντες οὐ μικρῶς, ὡς εἰκός, ἐπωδύραντο τοῦτον πεσόντα καὶ
20ἀθυμότερον διετέθησαν. βλέψαντες δὲ πρὸς τὸν Ἰσαάκιον Ἄγγελον ἤθελον ὑπείκειν τούτῳ καὶ ὡς σφῶν αὐτῶν προσφέρεσθαι ἀρχηγῷ. οὗτος δὲ τὴν γνώμην ὑπόνωθρος ὢν καὶ κατ’ Αἰνείαν τοῦ μάχεσθαι ἀφιστάμε‐ νος, ὡς ἔοικε, τὸ μέλλον εἰδὼς καὶ τὴν ἀποκειμένην αὐτῷ βασιλείαν ὡς ἐκεῖνος τὴν τοῦ γένους εὔκλειαν φανταζόμενος οὐ περὶ πολλοῦ τὸν ἡγε‐
25μόνα ἐτίθετο. Ἀμέλει τοι τὸ στρατιωτικὸν ὑπεκλυόμενον κατὰ βραχὺ τοῦ προθύ‐ μου ἐς ξυμβάσεις ἤθελε χωρεῖν καὶ τὸ γενναῖον ἐκεῖνο λῆμα καὶ ἐνθεάζον ἀπέσβεστο τέλεον. σύνοδοι γοῦν κατὰ φατρίας γινόμεναι εἶχον ἐκτρα‐
γῳδούμενα καὶ οἷον πρὸ ὀφθαλμῶν παριστάμενα ὅσα οἱ πολιορκηθέντες284

Andron1,pt1

285

δεινότατα πάσχουσι. καὶ τὴν Ἀνδρονίκου δὲ κατὰ νοῦν ἀπήνειαν φέρον‐ τες καὶ τὰς διὰ παντοδαπῶν βασάνων ἀναπεμπάζοντες κακώσεις ταῖς φρεσίν, ὅσας πείσονται πολέμου νόμῳ ἁλούσης τῆς πόλεως, κατέπτησσον ὡς λαγώδια, ἀπεναντίας τῷ Καινεῖ πεπονθότες· ὁ μὲν γὰρ ἐκ γυναικὸς
5εἰς ἄνδρα, ὡς ὁ μῦθος βούλεται, ἥρμοστο, οἱ δὲ ἐξ ἀνδρῶν εἰς μαλακότητα γυναικείαν ἐξενευρίσθησαν, μηδενὸς ὄντος τοῦ διὰ τῆς οἰκείας θερμῆς ὁρ‐ μῆς εἰς ἔργα ἀρετῆς ἀναθάλποντος, ἀλλὰ πάντων μετὰ τὸν τοῦ Καντα‐ κουζηνοῦ μόρον συννεκρωθέντων οἷον τὸ θάρσος καὶ τὸ περὶ τὰς μάχας ἀποθεμένων πρόθυμον.
10 Ἃ πάντα κατανοήσας ὁ τότε τῆς Νικαίας ἀρχιερεὺς Νικόλαος τὴν ἀνάγκην ἐς τὸ φιλότιμον διατίθησι. καὶ δὴ τὸν λαὸν ἐκκλησιάσας ὑπο‐ τίθησιν ἐνδοῦναι τῷ καιρῷ καὶ τοῖς πράγμασι καί, ἕως ἡ πόλις τοῖς κύ‐ μασι τῆς μάχης ἀβάπτιστος, ἐγχειρίσαι φέροντας Ἀνδρονίκῳ· ὁρᾶν γὰρ Ἀνδρόνικον μὴ ἄν ποτε κεναῖς, ὅ φασιν, ἐπαναζεύξοντα χερσίν, ὅτι
15μηδ’ ἑπόμενά εἰσιν αὐτῷ τὰ ἀνθέλκοντα καὶ ἀντιπερισπῶντα ἑτέρωθι, καὶ αὐτοὺς δὲ κατὰ μικρὸν καὶ τῆς φυλακῆς ἀφισταμένους τῆς πόλεως καὶ πρὸς τὸ τῆς εἰρήνης οἰκουρὸν ἀπονεύοντας. καὶ ὡς εὗρε πάντας ἀγαθὴν τὴν παραίφασιν οἰομένους καὶ ἀμφοτέραις τοῦ ἐκ ταύτης καλοῦ περιδρατ‐ τομένους, τὴν ἱερὰν ἐρέαν ἐνδὺς καὶ ἀνὰ χεῖρας τὰ θεῖα δεξάμενος λόγια ἕπε‐
20σθαί οἱ τοὺς ζακόρους κελεύει καὶ τὸ λοιπὸν τῆς πόλεως πλήρωμα, ὡς μηδὲ γυναῖκας ἢ νηπιάχους ἀπολειφθῆναι τῆς ἐξελεύσεως, πάντας γυμ‐ νιτεύοντας ὅπλου παντός, κλάδους ἱκετηρίους σείοντας, ἀκαλυφεῖς τὴν κάραν, ἀκρηπιδώτους τοὺς πόδας, τὰς χεῖρας λελυμένους τῶν ἱματίων, κατὰ μηδὲν τὸν ὡς ἀληθῶς ἱκέσιον ψευδομένους, ἀλλὰ καὶ σχήμασιν
25ἐλεεινοῖς καὶ ὑφειμένοις φθέγμασιν ἐπισπωμένους τὸν οἰκτιζόμενον. Καὶ οἱ μὲν οὕτω τῆς πόλεως ἐξεχύθησαν, ὁ βασιλεὺς δ’ Ἀνδρόνικος τῷ τῆς θέας ἀέλπτῳ καταπλαγεὶς πολλάκις τοὺς ὀφθαλμοὺς εἰς ἀκριβῆ τῶν θεωμένων διεσάλευεν ὅρασιν· ἀτεχνῶς γὰρ ὄναρ ἐδόκει βλέπειν τὰ
τότε τελούμενα. ἐπεὶ δὲ ἀληθῆ τὴν ὄψιν καὶ πρὸς μηδὲν πλανῶσαν εἶχε285

Andron1,pt1

286

καταμαθών, τὸ τοῖς βασιλεῦσι προσῆκον ἐλευθέριον φρόνημα καὶ τὸ τῆς γνώμης ἀκαπήλευτον παρωσάμενος ὑπονοθεύει τὸν ἔλεον ὁ ἀσύντακτος καὶ τὴν λεοντῆν οὐκ ἔχων τῷ τέως ἀνακαλύπτειν τὴν ἀλωπεκῆν ὑποδύε‐ ται. καὶ τοίνυν οὐ μόνον τὸν ἀσμένως προσδεχόμενον πλάττεται, ἀλλὰ
5καὶ μικροῦ κατήχθη πρὸς δάκρυα, τοῦτο δὴ τὸ ἀρχαῖον Ἀνδρονίκῳ τῆς ἀληθείας συσκίασμα. Πλὴν οὐκ ἐπὶ πολὺ τὸ δρᾶμα ὑποκρινάμενος, ἀλλὰ μετὰ καιρὸν ἀπο‐ δὺς ὡς ῥάκια τὰ ἁπαλὰ καὶ ὑπὲρ ἔλαιον λεῖα ῥήματα, ἐμφανῶς τοῖς Νικαεῦσιν ὑπέδειξε καὶ μάλιστα τοῖς κατ’ ἀξίωσιν καὶ γένους σεμνότητα
10ὑπερέχουσιν, οἵαν ὁ γέρων ἐπιγουνίδα τρέφει ὀργῆς καὶ ὅσον τὸν με‐ τόπισθεν ὑποτύφων κότον καὶ τὸ ἐχθραντικὸν καὶ μνησίκακον εἰς καιρὸν ἐταμιούλκει τὴν ἀνταπόδοσιν. πολλοὺς τοίνυν τῆς πατρίδος μετανάστας εἰργάσατο, τινὲς δ’ ἀπὸ τῶν τειχῶν κύμβαχοι καταρριφέντες οἰκτρότατον ὑπέμειναν θάνατον.
15 Τότε δὲ τοὺς Πέρσας ἀνασκολοπίσας κύκλῳ τῆς πόλεως καὶ τὸν Ἄγ‐ γελον Ἰσαάκιον ἐπαινέσας οἷς ἔδρασε καὶ οἷς εἴρηκε, μὴ μόνον τοὺς ὀδόντας εἰς ὅπλα καὶ βέλη 〈οὐ〉 μεταποιήσας ἐπ’ ἴσης τῷ Καντακουζηνῷ Θεοδώρῳ, ἀλλὰ κἀκείνῳ ἐπιπλήξας πολλάκις κατὰ χριστοῦ Κυρίου θρασυστομοῦντι καὶ ὡς ἐκ κουλεοῦ τοῦ στόματος μάχαιραν ὀξεῖαν τὴν
20γλῶτταν ἕλκοντι, καὶ χρηστῶν ἐμπλήσας προσδοκιῶν, τὸ δ’ ἀληθέστε‐ ρον εἰπεῖν, τὸν ἑαυτοῦ φονέα καὶ τῆς ἀρχῆς παραλύσοντα τρέφων κατὰ θεῖον καὶ περιθάλπων εἰς τὸν τῇ προνοίᾳ δοκοῦντα καιρόν, ἐκεῖνον μὲν ὀπίσω ἀποπέμπει πρὸς τὸ Βυζάντιον, αὐτὸς δὲ πρὸς τὸ τῶν Προυσαέων
μεταβαίνει πόλισμα μετὰ τῶν ἐφεπομένων αὐτῷ στρατιωτικῶν τάξεων.286

Andron1,pt1

287

Καὶ δὴ κατὰ τὸ πρὸς μεσημβρίαν μέρος τῆς πόλεως βαλὼν χάρακα, καθ’ ὃ δὴ καὶ προσιτὸν ἐδόκει τὸ τεῖχος διὰ τὸ τοῦ χώρου ἰσόπεδον, μὴ ὡς ἡ λοιπὴ πόλις εἰς πετρῆεν καὶ περιφερὲς αἰρόμενον γήλοφον καὶ ἀπό‐ τομον προφαινόμενον, τῇ ἑξῆς ἔχεται τοῦ πολιορκεῖν. καὶ αἱ μὲν μηχαναὶ
5καὶ οἱ ἄνδρες οὐκ ἀεργῶς εἶχον, ἀλλ’ ἔδρων τὸ πρόσφορον· αὐτὸς δὲ Ἀνδρόνικος ῥέων τῷ λέγειν ἀτράκτους βελῶν πετησίμους τιθεὶς λόγοις πτερόεσσιν ἐπηφίει κατὰ τῆς πόλεως. ἦσαν δὲ ἃ ἐδήλου τὰ φερόμενα ἐκεῖνα διαέρια γράμματα μεταβολῆς παραίφασις καὶ ἀμνηστία κακῶν, εἰ αὐτὸν μὲν εἴσω προσδέξονται τὰς πύλας ἀναπετάσαντες, Θεόδωρον δὲ τὸν
10Ἄγγελον καὶ τὸν ἀγοραῖον Λαχανᾶν καὶ τὸν ἀσύνετον Συνέσιον, ἵνα ταῖς αὐτοῦ ἐκείνου χρησαίμην λέξεσι, καὶ οἳ τούτοις ὁμόφρονες συσχόντες καταπροδώσουσι. καὶ τοῦτο ἐφ’ ἱκαναῖς ἐποίει ἡμέραις. οὐδὲ γὰρ ὁ κατὰ Προῦσαν συγκροτούμενος πόλεμος τοῦ κατὰ Νίκαιαν συστάντος τὸ ἔλατ‐ τον ἀπεφέρετο κατά τε ἀλκὴν ἀνδρῶν συμπλεκομένων τοῖς βασιλείοις
15τάγμασι καὶ μῖσος τὸ ἐς Ἀνδρόνικον, ὃ καὶ τοῦ πολέμου αἴτιον ἦν. καὶ αὐτὴ δὲ ἡ πόλις ἡ Προῦσα καλλίπυργος ἅπασα καὶ ἐχυρὸν περιβεβλη‐ μένη περίβολον καὶ τοῦτον ἀμφίδυμον κατὰ τὸ κλίμα τὸ νότιον. ἐν ᾧ καὶ ἐκδρομαὶ πολλάκις τῆς ἡμέρας γινόμεναι συνῆπτον πρὸς ἄλληλα τὰ στρατεύματα καὶ ἔπιπτον ἐξ ἀμφοτέρων συχνοί.
20 Ἐπεὶ δὲ ἔδει καὶ τὴν πόλιν ταύτην ὑποκύψαι τῷ Ἀνδρονίκῳ καὶ τοὺς πλείστους τῶν ἐν αὐτῇ χειρωθέντας παθεῖν τὰ ἀνήκεστα, τοῦ τείχους τι ἀπελεπίσθη συνεχῶς τῇ ἑλεπόλει δρυπτόμενον. πρὸς δὲ τούτῳ καὶ τὸ κατ’ ἐκεῖνο τὸ μέρος προσεπίκτισμα καὶ ἱμάντωμα τοῦ παλαιοῦ περιβόλου καταβληθὲν φαντασίαν τοῖς ἔνδον παρέσχετο τοῦ τὸ τεῖχος ἅπαν, ὁπό‐
25σον ἡ ἑλέπολις ἔτυπτεν, ἐπὶ γόνυ κλιθῆναι κατασεισθέν. θροῦς οὖν ἐπὶ τῷ γενομένῳ ἄσημος αἴρεται καὶ δέος τὰς ἁπάντων ἐκταράττει ψυχάς. ὅθεν μὴ περιεργασθέντος τοῦ κακοῦ, ἀλλ’ ὅλων καὶ πρὸς μόνον τῶν ἐκτι‐
ναχθέντων λίθων τὸν δοῦπον ἐναποψυξάντων τῷ δέει μικροῦ, ἔρημα μὲν287

Andron1,pt1

288

τὰ τείχη τῶν προφυλακούντων εἰάθησαν, αἱ δ’ ἀγυιαὶ εἶχον ἁλιζομένους ὡς ἐπ’ ἀμηχάνοις τοὺς ὑποκαταβάντας ἐκ τῶν τειχῶν. καὶ τὸ ἐντεῦθεν ἄνετος μὲν τοῖς πολεμίοις ἡ διὰ πυλῶν καὶ τείχους κλιμάκων ἐπενηνεγμέ‐ νων εἰς τὴν πόλιν εἴσοδος, αὐτοῖς δὲ τοῖς Προυσαεῦσι καταλαμβανομέ‐
5νοις ἀνηλεὴς ἀναίρεσις καὶ τῶν προσόντων διαρπαγὴ καὶ τῶν βοσκημά‐ των κατακοπή, ἃ κατὰ πώεα καὶ ὅλα βουκόλια εἰσηλάθησαν, ὡς ἔχοιεν ᾧ τραφήσονται οἱ ἐντός, ἐπιτεινομένης τῆς πολιορκίας. καὶ τότε μὲν ἐν τοιούτοις ἦσαν δεινοῖς τὰ τελούμενα. Ἐπεὶ δὲ καὶ Ἀνδρόνικος εἰσεληλύθει τὸ πόλισμα καὶ ἐνηυλίσατο
10ἔνδοθεν, οὔθ’ ὡς βασιλεὺς πραῢς καὶ σώζων ὑπηκόοις οὖσι πάλαι καὶ αὖθις ἐσομένοις, κἂν πρὸς καιρὸν ἀπέστησαν, τοῖς Προυσαεῦσιν ἐχρή‐ σατο, οὔθ’ ὡς ἁπλῶς ἄνθρωπος ὁμοφυέσιν ἀνδράσιν ἡμέρως προσ‐ ενήνεκται, ἀλλ’ ὡς ἀρχικὸς θὴρ ἀπόσιτος ἱκανῶς ἀσηκάστοις ἐμπε‐ σὼν καὶ ἀποιμάντοις θρέμμασι τοῦ μὲν αὐχένα κατέαξεν, ἄλλου δ’
15ἐλάφυξεν ἔγκατα καὶ ἄλλως ἔθετο χειρίστως ἕτερον, τὰ δὲ λοιπὰ κρημνοῖς καὶ ὄρεσι καὶ βαράθροις διασπαρέντα παρέπεμψεν, οὕτω καὶ τότε Ἀν‐ δρόνικος, μὴ προηγησαμένης ὁμολογίας τε καὶ σπονδῆς μετὰ τοῦ τῶν Προυσαέων πληρώματος ἢ ἑκουσίας προβάσης παραδοχῆς, ἀλλὰ πο‐ λέμῳ ἡλωκυίας τῆς πόλεως, πλείστους ὅτι μάλιστα διέφθειρε καὶ ἠφάνισεν
20εἰς πολυειδεῖς καὶ πολυτρόπους κολάσεις τὸ τοῦ θυμοῦ καταμερίσας ἀλλό‐ κοτον. Τὸν μὲν γὰρ Θεόδωρον τὸν Ἄγγελον, ἠΐθεον ὄντα καὶ τὸν ἴουλον πρώτως χνοάζοντα, τίθησιν ἐξ ὀμμάτων καὶ ὄνῳ ἀναβληθέντα καὶ τῶν Ῥωμαϊκῶν ὅρων ὑπερέκεινα ἀπαχθέντα εἶτα κελεύει διαφιέναι, ἵν’ ὅπῃ
25τὸ ὑποζύγιον ὁρμῴη μονάζων πλάζοιτο. καὶ τάχ’ ἂν θηρίοις ἐγεγόνει288

Andron1,pt1

289

κατάβρωμα, ὃ καὶ ὁ τὴν τιμωρίαν ταύτην ἐκείνῳ ἐπιθεὶς Ἀνδρόνικος προεσκέψατο, εἰ μὴ Τοῦρκοι ἐγκύρσαντες ᾠκτείρησάν τε καὶ κατὰ τὰς σκηνὰς αὐτῶν ἀπαγαγόντες θεραπείας ἠξίωσαν. τὸν δὲ Συνέσιον Λέοντα καὶ τὸν Λαχανᾶν Μανουὴλ καὶ συχνοὺς ἄλλους τοῖς τῶν παραπεφυκό‐
5των τῇ Προύσῃ δένδρων ἀκρέμοσιν ἀπεκρέμασε, τὸν δέκατον τετραπλῶς ἀποσώζοντας ἀριθμόν. πολλαπλασίοσι δ’ ἑτέρους καθυποβεβλήκει ποι‐ ναῖς· ὧν μὲν γὰρ χεῖρας ἀπέτεμεν, ὧν δὲ δακτύλους ὡς ἀμπέλων περιέ‐ κειρε κλάδους, τινῶν δὲ πόδας ἀφῄρηκε. πολλοὶ δὲ χειρῶν καὶ ὀφθαλμῶν ὑπέστησαν στέρησιν· ἦσαν δ’ οἳ καὶ ὀφθαλμὸν δεξιὸν καὶ πόδα εὐώνυ‐
10μον ἐζημίωντο καὶ αὖ τοὐναντίον ἐπεπόνθεισαν ἕτεροι. Καὶ οὕτως ἀπανθρώπως τὸ ἐν ῥώμῃ σώματος καλλιστεῦον καὶ στρα‐ τιωτικῇ ἐξαίρετον ἐμπειρίᾳ τὴν οἰκείαν ζημιώσας βασιλείαν Ἀνδρόνικος μεταίρει πρὸς τὸ Λοπάδιον. κἀκεῖ τὰ ὅμοια δράσας καὶ τὸν ἐπίσκοπον ἕνα στερήσας τῶν ὀφθαλμῶν ὡς μὴ κατὰ τῶν ἐκ τῆς ποίμνης ἐκείνου
15ἀγανακτοῦντα στασιωτῶν, ἀλλὰ πράως οὕτω καὶ ὁμαλῶς τὴν κατ’ Ἀνδρονίκου φορὰν ἐκείνων προσιέμενον καὶ ἀνεπεγκλήτως θεώμενον, ἐπάνεισιν εἰς τὰ βασίλεια τοιούτοις γεγανωμένος τροπαιουχήμασι, τὰς τῶν Προυσαέων ἡμερίδας καταλιπών, αἳ περιπλέγδην τὰ δένδρα ἀνέτρεχον, βαρυνομένας τοῖς τῶν κρεμασθέντων σώμασιν ὡς ἄλλοις
20βότρυσι καὶ μηδένα τῶν ἀνασκολοπισθέντων ἀφεὶς ὡς ληνοῖς δοθῆναι τοῖς σήμασιν, οὓς καὶ τερσήνας ἥλιος ἀνέμοις περιφέρεσθαι ἀνῆκε κατὰ τὰ ἐν σικυηλάτοις ὑπὸ τῶν ὀπωροφυλάκων αἰωρούμενα φάσματα. Εἰς δὲ τὴν πόλιν ἐπανιὼν καὶ παρὰ τοῦ δήμου φωναῖς εὐφήμοις δεξιωθεὶς καὶ ταῖς τῶν κολάκων προσλαλιαῖς, οὓς ἀεὶ παρατρέφουσι τὰ
25ἀνάκτορα, τὸ μεγαλόφρον πλεῖον κτησάμενος εἰς θεωρεῖα καὶ ἁμίλλας ἵπ‐
πων, θερείας οὔσης τῆς ὥρας, ἐτράπετο, ὅτε καί τινων ἐκ τῶν κατὰ τὸ289

Andron1,pt1

290

βασιλικὸν ἑδρίασμα δρυφάκτων καταβληθέντων καὶ περὶ τοὺς ἓξ ἄνδρας ἀνῃρηκότων καὶ τοῦ θεατρομανοῦς ὄχλου ἐπὶ τῷ συμβάντι διαθροηθέν‐ τος, ὥρμησε τοῦ θώκου ἐξαναστῆναι καὶ μεταχωρῆσαι πρὸς τὰ βασίλεια τῷ δέει ἀλλοιωθεὶς καὶ τοὺς δορυφόρους συνηθροικώς, εἰ μὴ τὸ περὶ ἐκεῖνον
5εὔνουν ἱκέτευσαν ἀποστῆναι ὡς ἀτόπου τοῦ τοιούτου βουλεύματος καὶ ἐμπέδως ἱζάνειν παρέπεισαν ὡς αὐτίκα, εἰ ἐξανασταίη, ἀπολούμενον, τοῦ δήμου συσπειραθέντος εἰς ἓν καὶ κατ’ ἐκείνου καὶ τῶν ὅσοι περὶ αὐτὸν ἐφορμήσαντος. μικρόν τι γοῦν ἐπιμείνας τὸν ἱππικὸν μόνον καὶ γυμνικὸν τετέλεκεν ἄεθλον, τῶν δ’ ἐπεισοδίων θεαμάτων ἀπέσχετο τέλεον, ἐν οἷς
10διαχέουσι τὸ θεώμενον οἱ διὰ μηρίνθων εἰς ὕψος ἀναρριχώμενοι καὶ ὑπὸ μικρῷ καὶ λεπτῷ τῷ συνέχοντι καλωδίῳ ἐπορχούμενοι διαέριοι, ἔτι δὲ οἱ πτηνόποδες λαγίναι καὶ κύνες αἱ θηρευτικαί, φιλοτοιούτους ἀποδει‐ κνύντα τοὺς ἀήθεις θεατροβάμονας. καὶ ταῦτα μὲν ὧδέ πῃ ἐφέρετο. Ἦν δέ τις ἀνήρ, τοὔνομα Ἰσαάκιος, γένους ἄριστα ἥκων, ἕτερος παρὰ
15τὸν Ἄγγελον Ἰσαάκιον, θυγατρὸς παῖς Ἰσαακίου τοῦ σεβαστοκράτο‐ ρος, ὃν ὁ λόγος τῆς ἱστορίας ἁπτόμενος κασίγνητον τοῦ βασιλέως εἴρηκε Μανουήλ. οὗτος δὴ ὁ Ἰσαάκιος παρὰ τοῦ πρὸς πάππου θείου καὶ βασι‐ λέως τοῦ Κομνηνοῦ Μανουὴλ τὰ κατ’ Ἀρμενίαν διέπειν λαχὼν καὶ ἄρχειν Ταρσοῦ καὶ στρατηγεῖν ὁπόσα τοῖς ἐκεῖ προσκεκλήρωται συρρήγνυσι
20μετὰ τῶν διαφόρων Ἀρμενίων πόλεμον καὶ ἁλοὺς ἐν φρουρᾷ καθείργνυται (φθάνει δὲ θανὼν καὶ ὁ βασιλεὺς Μανουήλ), καὶ τοῦτο ἐς ἡλίους πολλούς. ὀψὲ δὲ πρὸς τῶν Ἱεροσολυμιτῶν λυθείς, οὓς Φρερίους φασίν, ἔσχεν εὔθετον τὴν πρὸς πατρίδα ἐπάνοδον, Ἀνδρονίκου συναραμένου πρὸς τὰ λύτρα, ὑποθημοσύνῃ Θεοδώρας, ᾗπερ ὁ μέν, ὡς πολλάκις εἴπομεν, ἐπλησίαζεν,
25ὁ δ’ Ἰσαάκιος οὗτος ἀδελφιδοῦς ἦν. ἐνῆγον δὲ Ἀνδρόνικον εἰς τὸ προσ‐ δέξασθαι τὸν Ἰσαάκιον καὶ τῆς χρονίου κατοικτεῖραι ἀποδημίας ὁ Μακρο‐ δούκας Κωνσταντῖνος τῇ πρὸς μητρὸς Ἰσαακίου θείᾳ συνευναζόμενος καὶ Ἀνδρόνικος ὁ Δούκας συνήθης ὢν ἐκ παίδων Ἰσαακίῳ καὶ κατὰ γένος
αὐτῷ προσεγγίζων.290

Andron1,pt1

291

Οὗτος τοίνυν ὁ Ἰσαάκιος Ἀνδρονίκῳ οὐχ ὑπείκειν ἐθέλων καὶ τὴν πατρίδα ὡς ἐν ἄστρασι φανταζόμενος καὶ συγγενείας ἢ ἐρατεινῆς ὁμηλι‐ κίας οὐδένα λόγον τιθέμενος, τυραννίδος δ’ ἐρῶν καὶ ἀρχῆς ἔφεσιν τρέφων, οὐ μὴν ὑποκύπτειν ἀνεχόμενος ἄρχουσιν, ἐφοδίοις χρῆται καὶ συνερίθοις
5τοῖς πεμφθεῖσιν αὐτῷ ἐκ Βυζαντίου χρήμασιν εἰς τὸ κακοβούλως ἀρχὴν ἑαυτῷ μνηστεύσασθαι. τοίνυν μετὰ χειρὸς συχνῆς καταπλεύσας ἐς Κύπρον τὰ μὲν πρῶτα τὸν ἔννομον καὶ πρὸς βασιλέως ἀπεσταλμένον δυνάστην ὑπεζωγράφει βασιλικὰ ὑποδεικνύων τοῖς Κυπρίοις γράμματα, ἅπερ αὐτὸς συνέθετο, καὶ διαταγὰς ἀναγινώσκων αὐτοκρατορικὰς ἐπι‐
10πλάστους τὸ ποιητέον δῆθεν ὑποτιθεμένας ἐκείνῳ καὶ τἆλλα διαπρατ‐ τόμενος, ὅσα οἱ ἀφ’ ἑτέρων ἄρχειν ταχθέντες πρὸς ἀνάγκης ποιεῖν ἔχουσι· μετ’ οὐ πολὺ δὲ τὸν τυραννοῦντα παραγυμνώσας καὶ ἣν ἔτρεφεν ἀπήνειαν ἐκκαλύψας ἀπανθρώπως τοῖς ἐκεῖ προσφέρεται. Καὶ τοσοῦτον ἐς τὸ τοῦ ἤθους ἀκαμπὲς καὶ ἀμείλικτον Ἀνδρόνικον ὑπερ‐
15έβαλεν, ὅσον οὗτος τοὺς πώποτε διαβοήτους ἀνεπιεικεῖς κατὰ διάμετρον ὑπερήλασεν. οὐ γὰρ διέλιπεν, ἐξ ὅτου περ ἀσφαλῶς ἤδη ἄρχειν ᾤετο, μυρία ἄττα ἀνόσια ἐπὶ τοῖς οἰκήτορσι τῆς νήσου ἐργαζόμενος. φόνοις τε γὰρ καθ’ ὥραν ἀναιτίοις ἐχραίνετο καὶ δηλήμων σωμάτων ἀνθρωπίνων ἐγίνετο ποινὰς ἐπάγων καὶ τιμωρίας οἷά τι συμφορῶν ὄργανον, ὁπόσαι
20κατῆγον εἰς θάνατον. καὶ κοίταις δὲ ἀθεμίτοις καὶ φθοραῖς παρθένων ὁ παναισχὴς καὶ ἐξάγιστος ἠκολάσταινεν οὐσίας τε ἁπάσης τοὺς εὐδαίμο‐ νας πρώην οἴκους ἀνυπευθύνως ἐστέρησε καὶ τοὺς χθές τε καὶ πρότριτα περιβλεπομένους αὐτόχθονας καὶ κατὰ τὸ πολυκτῆμον τῷ Ἰὼβ ἀντερί‐ ζοντας διαφῆκεν ἀγυρτεύειν λιμώττοντας καὶ γυμνιτεύοντας, καθ’ ὅσων
25τέως οὐκ ἐχρήσατο τῷ ξίφει ὁ ἀκρόχολος. Φεῦ, φεῦ, ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται. εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα. ἐφύτευσας αὐτοὺς καὶ ἐρρίζωσαν· ἐτεκνοποίησαν καὶ ἐποίη‐
σαν καρπόν. ταῦτα δή, ἃ καὶ προφήτης ἀπολογεῖται πρὸς Κύριον λαλῶν291

Andron1,pt1

292

κρίματα. οἷα γὰρ ἡ τότε γενεὰ ἐξέφυσε κώνεια πρὸς οὐδὲν ἕτερον ἁδρυν‐ θέντα ἢ θάνατον τοῖς προσφερομένοις καὶ τῶν πλείστων ἀπώλειαν πόλεων, ὧν τῆς ἀρχῆς παναθέσμως ἐπέβησαν. Ταῦτα ὡς εἰς ἀκοὴν ἐλήλυθεν Ἀνδρονίκῳ, οὐκ ἦν ὁπωσοῦν καθεκτός,
5ἀλλ’ ὁρῶν αὐτῷ ἐπερχόμενον ὃν πάλαι φόβον πεφόβητο (ἦν γὰρ ὑφορώμενος τὸ ἰῶτα ὡς τὴν αὐτοῦ παραλῦσον ἀρχήν), ἐξήτει τρόπον, δι’ οὗ ἂν συλληφθῇ Ἰσαάκιος καὶ γενηθῇ ἐξ ἀνθρώπων ὁ ἐκείνῳ προσδό‐ κιμος ὄλεθρος· ἐδεδίει γὰρ μήπως Κυπρόθεν καταπλεύσας καθελεῖ τοῦτον τῆς τυραννίδος, εἰδὼς ὡς ἀσμένως προσδεχθήσεται παρὰ πάντων, ἐπεὶ
10καὶ τὸ πόρρω κακὸν τοῦ ἐν χερσὶν ἀλυπότερον καὶ τοῦ θλίβοντος ἄρτι κουφότερόν ἐστι τὸ ἐλπιζόμενον χείριστον· ἀγαπητῶς γὰρ παρα‐ κερδαίνειν ἐοίκαμεν ἄνθρωποι καὶ τὴν βραχεῖαν τοῦ ἀλγοῦντος ἄνεσιν. Μὴ ἔχων δ’ ὅπως τὸν ἀπόντα ἐχθρὸν χειρώσηται, ἐπὶ τοὺς ἐγγὺς τρέπει τὸν θυμόν, ταὐτόν τι δρῶν, ὃ καὶ κύνες πολλάκις ποιεῖν εἰώθασι·
15τοῦ γὰρ βάλλοντος ἀφιστάμενοι τοῦτον μὲν ἀμύνουσιν ὑλακαῖς, τῷ δ’ ἀφεθέντι λίθῳ τοὺς ὀδόντας ἐγχρίπτουσιν. ἀμέλει καὶ ὑπὸ κρίσιν ἤγαγε τόν τε θεῖον ἐκείνου τὸν Μακροδούκαν Κωνσταντῖνον καὶ τὸν Δούκαν Ἀνδρόνικον, οἳ ξυνέθεντο οὐκ ἀχρεῖον Ἀνδρονίκῳ τὰ ἐς πίστιν ὀφθῆναι τὸν Ἰσαάκιον λυθέντα καὶ πρὸς τὴν πατρίδα ἐπαναζεύξαντα. μετ’ οὐ
20πολλὰς δ’ ἡμέρας καὶ καθοσιώσεσιν οὗτοι ὑπάγονται, καίπερ τῶν τῆς μερίδος ὄντες Ἀνδρονίκου οἱ μέγ’ ἔξοχοι πάντων καὶ τῆς ἑταιρείας οἱ κράτιστοι, εἴγε ὁ μὲν Μακροδούκας ἐκτὸς τῶν ἄλλων φιλοφροσυνῶν, αἷς ἐπιμελῶς Ἀνδρόνικον ἐθεράπευε, καὶ ἀδελφῇ τῆς Θεοδώρας κατὰ συνά‐ φειαν συνήρχετο γαμικήν, ἣν ὁ λόγος πλειστάκις ἱστόρηκε γινώσκειν
25ἀθεμίτως Ἀνδρόνικον, ὁ δὲ Δούκας Ἀνδρόνικος, καταπύγων ὢν καὶ γλοϊὸς
καὶ τὴν ἀναίδειαν ἐπὶ τοῦ προσώπου προβεβλημένος, καὶ αὐτοῦ δὴ292

Andron1,pt1

293

Ἀνδρονίκου ἐν τοῖς ὑπὲρ Ἀνδρονίκου προμηθέστερος εἶναι ἐπλάττετο, ὅτι καὶ ὁ μέν τινος ἐκπερονᾶν ὀφθαλμοὺς ἀπεφαίνετο, ὁ δὲ Δούκας οὗτος Ἀνδρόνικος, ὡς εἰ διδακτὸς ἦν τοῦ ἀρχῆθεν ἀνθρωποκτόνου καὶ ταῖς τῶν μερόπων χαίροντος συμφοραῖς, καὶ χειρῶν προσεψηφίζετο στέρησιν ἢ
5ἀνασκολόπισιν ἐγνωμάτευε, βλασφημῶν ἐν πολλοῖς Ἀνδρόνικον καὶ λίαν ἀναιδῶς καθαπτόμενος ἐκείνου ὡς μὴ καταλλήλους τοῖς πταίσμασι τὰς κολάσεις ἐπάγοντος. Ἐπιστάσης τοίνυν τῆς λαμπροτάτης καὶ εὐσήμου ἡμέρας, καθ’ ἣν ἡ μετὰ τοῦ προσλήμματος εἰς οὐρανοὺς ἄνοδος τοῦ Κυρίου καὶ θεοῦ καὶ
10σωτῆρος ἡμῶν ἑορτάζεται, ἀθροισμὸς ἐκ προσκλήσεως γίνεται τῶν περὶ τὴν βασίλειον ἁπάντων αὐλήν· καὶ ἦν διὰ τοῦτο τοῖς ἐκ παντὸς ἔθνους καὶ γένους συνδρομὴ καὶ ὁρμὴ ἔνθα ὁ βασιλεὺς ἐνηυλίζετο· ἦν δὲ τότε σκηνούμενος κατὰ τὸ ἔξω λεγόμενον Φιλοπάτιον. ὥσπερ δὲ παλινῳ‐ δίαν οἱ συνερχόμενοι ᾄδοντες ἢ ἐν τῷ ἄλλην τρέχειν ἑτέραν βαδίζοντες
15εἶχον τὸ κατάντημα τῆς ὁδοῦ περὶ τὰ λεγόμενα τοῦ Μαγγάνη παλάτια, ἃ καὶ αὐτὰ κατὰ τὸ ἐντὸς Φιλοπάτιον ᾠκοδόμηντο, ἐσύστερον δ’ Ἀν‐ δρόνικος κατηδάφισε. καὶ ἐπεὶ πολυάνθρωπος ἦν ἡ συνέλευσις, πάνυ μέντοι πολυάνθρωπος, καὶ ἀπῆν οὐδείς, ὃν παρεῖναι ἐχρῆν, ἐξάγονται παρὰ δόξαν τῶν συνειλεγμένων ὁ Δούκας τε καὶ ὁ Μακροδούκας ἐκ τῶν
20ἐκεῖ που ἐπιπέδων οἰκημάτων καὶ πρὸς τὴν αὔλειον ὡς κατάκριτοι θριαμ‐ βεύονται. Καὶ οἱ μὲν ὡς ὑπὸ δίκην ἀχθησόμενοι ἢ τὸν βασιλέα ὀψόμενοι τῶν ὑπερῴων ἐκκύψοντα διεσκευάζοντο ἄνω τὰ ὄμματα αἴροντες καὶ τὼ χεῖρε πρὸς τὸ τοῦ σχήματος σεμνὸν περιβάλλοντες· ὁ δὲ Ἁγιοχριστοφο‐
25ρίτης Στέφανος, ὃν καὶ Ἀντιχριστοφορίτην οἱ τότε ὠνόμαζον ἄνθρωποι293

Andron1,pt1

294

ἐς τὸ κατάλληλον τῶν ἔργων τὴν κλῆσιν μετάγοντες (ἦν γὰρ ὁ τῷ ὄντι ἀναιδέστατος τῶν Ἀνδρονίκου ὑπηρετῶν καὶ πάσης ἀνοσιουργίας ἀνά‐ μεστος), λίθον ἄρας χειροπληθῆ καὶ τοῦ Μακροδούκα στοχασάμενος, τοῦ καὶ προφερεστάτου κατὰ κῆδος βασιλικὸν καὶ τὸ γεραρὸν τῆς ἡλικίας
5καὶ τὴν τοῦ πλούτου βαθύτητα, παρῄνει πᾶσιν ὡς ἐς παράδειγμα αὐτὸν ἀφορᾶν περιβλεπόμενος ἅπασαν τὴν ὁμήγυριν καὶ τὸν μὴ λαϊβολοῦντα ἐρεσχελῶν καὶ ὡς ἄπιστον ἐς βασιλέα κακολογῶν καὶ τὴν αὐτὴν κατα‐ δίκην μετὰ μικρὸν ὑποστῆναι μέλλοντα. Ἦραν οὖν διὰ τὴν ἀπειλὴν ταύτην ὁ ἀθροισμὸς ξύμπας χερμάδια
10καὶ κατέβαλον τῶν ἀνθρώπων, ἐλεεινὸν καὶ ἄπιστον μετὰ τὸ πάθος θέαμα, ὡς ἀρθῆναι τοὺς λίθους ἐς κολωνόν. ἔτι δ’ ἐμπνέοντας τοὺς ἄνδρας ἀράμενοί τινες, οἷς τὰ τῆς ὑπηρεσίας ταύτης ἐπετέτραπτο, καὶ τάπησιν ἐνειλήσαντες, ὑφ’ ὧν αἱ τοῖς ἡμιόνοις ἀνατιθέμεναι στρωματοθῆκαι σκέπονται, τὸν μὲν ἐς τὴν περαίαν, ἣ τοῖς Ἰουδαίοις εἰς ταφὴν ἀπο‐
15τέτμηται, ἄγουσι, τὸν δὲ Μακροδούκαν κατὰ τὴν ἀντίπορθμον τῇ μονῇ τῶν Μαγγάνων ἀποκομίζουσι λοφώδη ἀκτὴν καὶ ἀνασκολοπίζονται ἀμφότεροι. Καὶ τότε πρώτως οἱ τῆς Κωνσταντίνου πολῖται τεθέανται τὰ καὶ ἀκοαῖς αὐταῖς δυσπαράδεκτα· καὶ ὧν ἀφηγουμένων πρότερον ἔβυον τοὺς
20ἀκουστικοὺς πόρους, τηνικάδε τοῖς ὀφθαλμοῖς προκειμένων ἀπωλοφύρον‐ το. καὶ τὸ πραχθὲν ἀναλογιζόμενοι ἀμηχανίᾳ συνείχοντο καὶ διπλῆν ἐπὶ τοῖς γινομένοις δίκην ὑφίσταντο· καὶ τῶν ξυμφυλετῶν γὰρ ἐδάμαζον αὐτοὺς τὰ παθήματα καὶ εἰς αὐτοὺς ὅσον οὔπω προσπελάζειν τὸν κίν‐ δυνον φανταζόμενοι χρονιωτέραν εἶχον τὴν βάσανον τῶν ἐν μέσοις ἤδη
25ἐνσχεθέντων τοῖς ἀχθεινοῖς, καθ’ ὅσον οἱ μὲν τῆς πονηρᾶς ἐλπίδος ὑπέ‐ ληγον, ἤδη τοῦ κακοῦ ἐπιστάντος, ὃ πάλαι κατὰ νοῦν ἔστρεφον, τοῖς δὲ τὸ προορᾶν ἀεὶ τὸ δεινὸν καὶ τὸ οἴεσθαι τὸ μέλλον ὡς ἐφεστὼς καὶ νυκτὸς ἀφῄρει τὸν ὕπνον καὶ ἡμέρας πλέον βασάνου πάσης ἐπέπληττε
τὴν συνείδησιν. τὸ δὲ καινότατον, οὐ μόνον ταῦτ’ ἔπασχον ὁπόσοι τὸ294

Andron1,pt1

295

ἔνδον εἶχον κριτήριον ὑποθρᾶττον ὡς οὐκ ἀγαθὰ τῷ Ἀνδρονίκῳ εὔχον‐ ται καὶ βουλεύονται, ἀλλὰ καὶ οἷς ἐκεῖνος προσέκειτο καὶ ἀεί τινος μετεδί‐ δου χρηστοῦ· τὸ γὰρ ἐς ἅπαντας ἄπιστον ἦθος καὶ τὸ τῆς γνώμης παλίμ‐ βολον ὑφορώμενοι, ἔτι δὲ τὸ πρὸς κόλασιν ἑτοιμότατον δεδιττόμενοι,
5οὐδ’ οὗτοι τὸ τοῦ κινδύνου ὀξὺ σφῶν αὐτῶν ἀπετρέποντο. Ἀλλὰ γὰρ μηδὲ τοῦτο παραδραμέτω ὁ λόγος. αἰτοῦνταί τινες Ἀν‐ δρόνικον, οἷς μετῆν παρρησίας, τὰ τῶν κρεμασθέντων καθαιρεθῆναι σώ‐ ματα. ὁ δὲ ὡς ὁ Πιλᾶτος ἐπὶ τοῦ θεανθρώπου Χριστοῦ ἠρώτησεν, εἰ πά‐ λαι ἀπέθανον· καὶ γνοὺς ἐκ τῶν ἀναρτησάντων κακοὺς κακῶς κατα‐
10στρέψαι τὸν βίον, συμπαθείας εἶπε τοὺς ἄνδρας καταξιοῦν καὶ ἐπεδάκρυσε τούτῳ τῷ ῥήματι, ἰσχυροτέραν φάμενος εἶναι τῆς οἰκείας ὁρμῆς καὶ προ‐ θέσεως τὴν τῶν νόμων αὐστηρίαν καὶ αὐθεντίαν καὶ τὴν τῶν δικαστῶν ἀπόφασιν ὑπερκεῖσθαι τῆς αὐτοῦ προαιρέσεως. Ὢ δάκρυον τοῖς πάλαι μὲν καὶ ἡμῖν ἐν συνοχῇ ψυχῆς ὡς ἐκ νέφους
15ὄμβρος τῆς καρδίας ἐπιψεκαζόμενον. ὢ λύπης σφοδροτέρας σύμβολον καὶ τῶν ἔνδον πιεζόντων τεκμήριον ἀναμφήριστον, ἐνίοτε δὲ καὶ ὑπὸ χαρᾶς συλλειβόμενον καὶ ἀποσταζόμενον ὡς ἐξ ἀμάρας τῶν ὀφθαλμῶν, παρ’ Ἀνδρονίκῳ δὲ μὴ ταὐτὸ σθένον, ἀλλ’ ἑτέραν φύσιν λαχὸν καὶ τεκ‐ μαίρεσθαι παρέχον ὄλεθρον ἐν τῷ ἀμαρεύεσθαι. ὢ πόσων ἔσβεσας κόρας
20θερμότερον προχεθέν. ὢ πόσους εἰς ᾅδου παρέσυρας πέταυρον λάβρον ἐπιρρυέν. ὢ πόσους κατέκλυσας. ὢ οἵους ἄνδρας εἰς τύμβον παρέ‐ πεμψας εἰς τὰ ὕστατα νίπτρα παραληφθὲν ἢ ὡς χοὴ ἐπιτάφιος καὶ λοιβή τις λοίσθη ἐκκενωθέν. Καὶ ὧδε μὲν ἐξ ἀνθρώπων ἔθετο τὸν Μακροδούκαν Κωνσταντῖνον καὶ
25τὸν Δούκαν Ἀνδρόνικον κἀπὶ τοιούτοις οὗτοι Ἀνδρόνικον εἴδοσαν ἀντι‐295

Andron1,pt1

296

μετροῦντα σφίσι τῆς εὐνοίας τὰ ὀφειλήματα. μετ’ οὐ πολὺ δὲ καὶ τοὺς Σεβαστειανοὺς ὁμαίμονας, δυάζοντας τὸν ἀριθμόν, ἐς τὴν ἀντιπέραν ἀναρ‐ τᾷ τοῦ πορθμοῦ, ὃς κικλήσκεται Πέραμα, διὰ τὸ δῆθεν ἐπιβουλεύειν αὐτοῦ τῇ ζωῇ.
5 Ἀλλ’ ἐν τούτοις μὲν καὶ παραπλησίοις ἄλλοις οὐκ ὀλίγοις καὶ χείρο‐ σιν ἀεὶ ἐνηυκαίρει Ἀνδρόνικος. ὁ δ’ ἐκ Κομνηνῶν Ἀλέξιος, ὃς ἐπὶ τοῦ κεράσματος ἐτέτακτο τῷ βασιλεῖ Μανουὴλ ἐκ τῆς αὐτοῦ φύτλης γεγενη‐ μένος (ἐκ γὰρ ἀδελφόπαιδος προελήλυθεν), ὑπερορίαν ἐς τοὺς Σκύθας Ἀνδρονίκῳ κατακριθεὶς κἀκεῖθεν φυγὰς γενόμενος, εἴποι ἄν τις ὄφις πετό‐
10μενος, εἰς Σικελίαν κατέλυσε καὶ τῷ ταύτης τυραννεύοντι Γιλιέλμῳ εἰς ὄψιν ἐλθὼν καὶ ἑαυτὸν ὅστις εἴη καταφανῆ θέμενος, σὺν αὐτῷ δὲ καὶ ὁ ἐκ τῆς Φιλίππου ἐπαρχίας ὁρμώμενος Μαλεῗνος, ἀνὴρ οὐ τὸ γένος ἐπίσημος, οὐ τὴν τύχην λαμπρός, οὐ γνώριμος τὸ ἐπιτήδευμα, ὃν συνέλαβον ἄμφω χόλον καὶ ὤδινον ἐπὶ πλεῖστον κατ’ Ἀνδρονίκου, ὁ μὲν καὶ δι‐
15καίως ἴσως ἐπεγκαλῶν, ὁ δὲ Μαλεῗνος τῷ Κομνηνῷ χαριζόμενος καὶ δο‐ κεῖν τις εἶναι τῶν αἰδοῦς ἀξίων παρὰ τοῖς οὐκ εἰδόσι πραγματευόμενος, τοῦτον κατὰ τῆς πατρίδος ἀπέτεκον, ἐκεῖνα μὴ πρὸς οὖς τοῦ ῥηγός, ἀλλ’ ἐπὶ πολλῶν εὐπαρακλήτως λαλήσαντες ἐν τῷ μικροῦ τῶν ἐκείνου ποδῶν θωπευτικῶς τὰ πέλματα καταψᾶν καὶ κυνηδὸν ταῖς ἑαυτῶν γλώτταις
20περιλιχμάζειν, οὐχ ὅσοις κακῶς παθεῖν Ἀνδρόνικος ἤμελλεν, ἀλλ’ οἷς ὡς ἐπὶ θήραμα πρόχειρον τὴν ἅλωσιν τῶν Ῥωμαϊκῶν χωρῶν διερεθίσειν εἶχον τὸν τῶν Σικελῶν τύραννον. Ὁ δὲ τοῖς τούτων λόγοις ἀναρριπισθείς, καὶ ἄλλως ἔχων ἀναφέρειν
τὰ ἐπᾳδόμενα ἐς τὸ σύμφωνόν τε καὶ ταὐτοδύναμον οἷς καὶ παρὰ ταὐτο‐296

Andron1,pt1

297

γενῶν ἐκείνῳ Λατίνων πολλάκις ἀκήκοε, πάλαι μὲν ἐπὶ μισθῷ συνόντων Ῥωμαίοις καὶ τὴν αὐτοκρατορικὴν ἐκτριβόντων αὔλειον, τότε δὲ διασπα‐ ρέντων ἄλλων ἄλλοσε διὰ τὸν παρά σφισιν ἀτεράμονα καὶ ἄτεγκτον Ἀν‐ δρόνικον καὶ τὸ ἐξ αὐτοῦ ἀκηδές, τάς τε οὔσας πολεμικὰς δυνάμεις ἐς τὸ
5ἐπικρατὲς διατίθησι καὶ τὸ ξενολογικὸν ἐκ πολλῶν ὁπλιτῶν ἀποκρίνας καὶ ἁδροῖς ἐπάρας μισθώμασι καὶ μείζοσι φυσήσας τοῖς ἐπαγγέλμασιν ἐς χιλιάδας τὴν ἵππον καταριθμεῖ. καὶ τὴν μὲν πεζὴν στρατιὰν ἐς Ἐπίδα‐ μνον διαβιβάσας καὶ ταύτην αὐτοβοεὶ κατασχών, τὴν δὲ ναυτικὴν δύνα‐ μιν εὐθυπλοήσασαν σχὼν ἐς τὰ τῆς Θεσσαλονίκης ἐπίνεια, τὰς ἐν τῷ
10μεταξὺ χώρας ὁμολογίᾳ αἱρεῖ. Ὁμοῦ δὲ τῶν στρατευμάτων κατά τε γῆν κατά τε θάλατταν τὴν λαμπρὰν ἐν πόλεσι Θεσσαλονίκην διαλαβόντων καὶ διαζωσάντων μίτρᾳ Ἄρεος, ἑάλω αὕτη πολιορκίᾳ καὶ εἴσω μεθ’ ἡμέρας δέχεται τὸ πολέμιον, οὔκουν διὰ τὸ τῶν ἔνδον ἀμυνομένων ἀπάλαμνόν τε καὶ ἀπειρόμαχον,
15τὴν δὲ προδοσίαν μᾶλλον τοῦ στρατηγοῦντος Δαυὶδ τοῦ ἐκ Κομνηνῶν. οὗτος γὰρ ἐς οὐδὲν χρήσιμος τοῖς Θεσσαλονικεῦσιν ὀφθείς, δεξιώτατος δὲ μόνον γενόμενος ἀεὶ δεδιέναι Ἀνδρόνικον καὶ τρόπον ἐπιζητεῖν, δι’ οὗ‐ περ τὰς ἀάπτους ἐκείνου χεῖρας διαφευξεῖται, δέον κῦμα θαλάσσης ὑπελ‐ θεῖν ἢ κατὰ πετρῶν ἠλιβάτων βαλεῖν ἑαυτὸν ἢ ὄρεσι καὶ σπηλαίοις εὑ‐
20ρέσθαι ἀποκρυβὴν ἢ κατὰ προφήτην φυγάδα κήτει θαλαττίῳ καταποθῆ‐
ναι, ὁ δὲ τοιοῦτον μὲν οὐδέν τι ποιεῖν ἐπεβάλετο, ἐπὶ κακῇ δὲ μοίρᾳ τὴν297

Andron1,pt1

298

τῶν Θεσσαλονικέων χειρίζων ἀρχὴν καὶ τὴν ἀρχηγίαν ὁ καὶ γυναικῶν θηλύτερος καὶ τῶν ἐλάφων δειλότερος οὐκ εὐκλεῶς κληρωσάμενος ἔλαθε τοὺς συλληψομένους αὐτόν τε καὶ τὴν πόλιν Θεσσαλονίκην καὶ πόρρω‐ θεν ὄντας μεταπεμπόμενος ἄντικρυς καὶ ἑαυτὸν ἐκείνοις ἐγχείριον ἑκούσιον
5ζώγρημα θέσθαι διὰ παντὸς μελετῶν. Οὐκοῦν καὶ τοῦ τῆς μάχης ἐνστάντος καιροῦ καὶ παντοίων ὅπλων καὶ μηχανῶν κινουμένων κατὰ τῆς πόλεως, θεατὴς τῶν πολεμίων μάλιστα ἦν αὐτός, οὐκ ἀντίπαλος· οὔτε γὰρ δι’ ὅλης τῆς πολιορκίας ὤφθη ἐπεκδρα‐ μών, καίπερ διανιστώντων αὐτὸν οὐ μετρίων πρὸς τοῦτο οἳ τῆς πό‐
10λεως προησπίζοντο, οὔτε δράσειν οὕτως αὐτοῖς ἐνέδωκεν, ἀλλ’ ἦγχε τὸ τῶν πολιτῶν πρόθυμον οἷα καὶ σκυλάκων γενναῖον ὅρμημα θηρατὴς ἀχρειότατος. τοίνυν οὐδενὶ τῶν ἁπάντων ὦπτο πανοπλίαν ἀμφιασά‐ μενος, ἀλλ’ ἀπεῖχε κράνους καὶ θώρακος καὶ κνημίδων καὶ θυρεοῦ κατὰ τὰς ἐσκιατραφημένας τῶν γυναικῶν καὶ μηδὲν εἰδυίας πλέον γυναικω‐
15νίτιδος καὶ περιῄει τὴν πόλιν ἡμιόνῳ ἔποχος μετ’ ἀναξυρίδος συνε‐ πτυγμένης ὀπισθίῳ δεσμεύματι καὶ πεδίλων κομψῶν ἐστιγμένων χρυσῷ ἐς αὐτὸν ἀποληγόντων ἀστράγαλον. τῶν δὲ μηχανημάτων τὰ τείχη τυπτόντων καὶ βαλλόντων τοὺς λίθους ἔραζε, αὐτὸς εἰς γέλωτα εἶχε τὰ τῶν ἀφιεμένων πετρῶν ῥοιζήματα καὶ τὰ τοῦ περιβόλου ἐν τῷ πλήτ‐
20τεσθαι μυκήματα· κἀν τῷ ἐρείπεσθαι ῥήγματα „ἐνωτίζεσθε γοῦν“ ἔφασκε τοῖς ἐκείνῳ συνοῦσι φαύλοις ἀνδραρίοις, ὑπὸ ἁψῖδα ἰσχυρὰν τοῦ τείχους παραβυόμενος „τὰ τῆς γραίας μυκήματα“ ὁ τιθηνοῦ εἰσέτι δεό‐ μενος· ἐκάλει δ’ οὕτω τὴν μεγίστην τῶν ἑλεπόλεων, ὑφ’ ἧς ἠχρειοῦτο τὸ τεῖχος τῆς πόλεως, τῶν λίθων ἐκπηδώντων τῆς ἁρμογῆς.
25 Τοιοῦτον τοίνυν προδότην ἡ Θεσσαλονικέων τῷ τότε δυστυχῶς κλη‐ ρωσαμένη φύλακα καὶ κυβερνήτην λαχοῦσα τὸν καταποντιστὴν καὶ
ἰατῆρα τὸν φαρμακέα ἐπ’ ὀλίγον ἀντισχοῦσα τοῖς ἐχθροῖς ὑπέκυψε.298

Andron1,pt1

299

Τὰ δ’ ἐπὶ τούτοις γεγενημένα ἄλλη τίς ἐστιν Ἰλιὰς καὶ τραγικὰς ὑπερ‐ βαίνουσι συμφοράς· ἅπας γὰρ οἶκος τῶν ἐνόντων ἠρήμωτο, οὐδ’ ἦν οἰκία τις σώζουσα, οὐ στενωπὸς τῶν ἀναιρούντων λυτρούμενος, οὐ κατά‐ δυσις ἐπὶ πολὺ ἀποκρύπτουσα. ἀλλ’ οὐδὲ σχῆμα ἠλεεῖτο ἐλεεινόν, οὐδ’
5ἐδυσωπεῖτο δυσώπησις, ἀλλὰ διὰ πάντων ἐχώρει τὸ ξίφος καὶ θυμοῦ λῆξις ἦν ἡ ἀπάγουσα τοῦ βίου πληγή. κενὴ δὲ καὶ ἡ κατὰ τοὺς ἱεροὺς νεὼς συνδρομὴ τῶν πολλῶν ἐδείκνυτο καὶ ματαία ἡ ἐπὶ ταῖς θείαις εἰκα‐ σίαις πεποίθησις. οἱ γὰρ βάρβαροι καὶ θεῖα καὶ ἀνθρώπινα συγχέοντες πράγματα τιμᾶν οὐκ ᾔδεσαν τὰ θεοῦ, οὔτε ἀσυλίαν παρεῖχον τοῖς ἐς τὰ
10τεμένη προστρέχουσιν· ἀλλ’ ὃ ἦν ἐπὶ τοῖς κοινοῖς δόμοις κατάντημα, τὸ μαχαίρᾳ δηλονότι παραυτίκα πεσεῖν ἢ γοῦν τῆς οὐσίας πάσης ψιλωθέντα τινὰ διαφίεσθαι, ὃ παρὰ τοῖς πορθηταῖς ἐς μεγίστην εὐποιΐαν συνελογίζε‐ το, τοῦτο καὶ οἱ ἐν τοῖς νεῲς καταφεύγοντες πέρας εὕρισκον, ἵνα μὴ προσ‐ θείην καί τι βαρυσυμφορώτερον ἕτερον, τὸ ἐκθλίβειν ἐκεῖσε κακῶς τὴν
15ψυχὴν τῇ τῶν μυριάδων συνδρομῇ τε καὶ συμπιλήσει, αἳ τοὺς θείους δόμους εἰσέδυσαν· κἀν τοῖς ἱεροῖς γὰρ μεθ’ ὅπλων ἐπεισπηδῶντες οἱ ἐναντίοι τὸν ἐν ποσὶν ἀνῄρουν ἀεὶ καὶ ὡς θύματα τοὺς καταλαμβανομέ‐ νους ἀνηλεῶς ἐκεράϊζον. Πῶς δὲ ἀνθρώπων ἤμελλον φείδεσθαι οἱ τοῖς θείοις ἐμπαροινοῦντες
20καὶ μηδ’ ὅλως θεοῦ ἐμπαζόμενοι; ἀλλ’ οὐ τοσοῦτον καινόν, εἰ τὰ τῷ θεῷ ἀνατεθειμένα ἱεροσύλουν καὶ χερσὶ βεβήλοις καὶ ὀφθαλμοῖς κυνέοις ἥπτοντο τῶν ἀψαύστων καὶ τοῖς μὴ θεατοῖς ἐνητένιζον, ὅσον δὴ ἀνόσιον, εἰ τὰς παναγεῖς Χριστοῦ εἰκόνας καὶ τῶν αὐτοῦ θεραπόντων ἠδάφιζον, καὶ τούτων κατεπεμβαίνοντες, εἴ τις μὲν κόσμος ἐξ ὕλης προσῆν τιμαλφοῦς,
25τοῦτον ἀφῄρουν ἐκσπῶντες ὡς ἔτυχεν, αὐτὰς δ’ εἰς τὰς τριόδους ἐξέφερον τοῖς παροδεύουσιν ἐσομένας εἰς καταπάτημα, ἢ τῷ τῆς διαίτης πυρὶ παρ‐ εδίδοσαν. ἀνοσιώτατον δὲ μάλιστα καὶ ὠσὶ δυσήκουστον τῶν πιστῶν,
εἴ τινες ἦσαν, οἳ τῆς θυωροῦ καὶ ἀγγέλοις αὐτοῖς δυσθεάτου ἄνωθεν299

Andron1,pt1

300

ἀνιόντες τραπέζης ἐπ’ αὐτῆς ὠρχοῦντο μεταφερόμενοι ἀσχημόνως καί τινα βαρβαρικὰ ἀπηχῆ ᾀσμάτια πάτρια ἔψαλλον, εἶτα τὴν αἰδῶ ἀνα‐ καλύψαντες καὶ τὸν ποδεῶνα τοῦ τῆς κοιλίας ἀσκοῦ ῥέειν ἀνέντες ἐνούρουν κύκλῳ κατὰ τὸ ἅγιον ἔδαφος, περιρραντήρια ταῦτα τελοῦντες δαίμοσι
5καὶ λουτρὰ θερμὰ τοῖς ἀλάστορσι σχεδιάζοντες, οἷς οὗτοι μετὰ κάματον διανήχονται, ὃν διήνεγκαν ἀνθρώποις συμφορὰς μηχανώμενοι καὶ δεινὰ διαθλοῦντες ἀνήκεστα. Ἐπεὶ δέ ποτε τὰ δεινὰ δόξαν τοῦ λῆξαι εἴληφε καὶ εἰς ἀνοχὴν ἀπεῖδεν ὁ πόλεμος, μέσον ὀφθέντων οἵπερ εἰς ἀρχηγοὺς τῶν Σικελῶν ὑπερανεστή‐
10κεσαν καὶ τὴν τῶν πολλῶν ἐπισχόντων ὁρμὴν εἰς ἀναίρεσιν, ὧν ἅτερος ἔφιππος σιδήρῳ κατάφρακτος τὸν τοῦ μυροβλύτου μάρτυρος εἰσέδυ νεὼν καὶ τοὺς μὲν τῷ πλατεῖ παίων τοῦ ξίφους, τοὺς δὲ καὶ εἰς ἀληθὲς τραῦμα πλήττων ἴσχυσε μόλις τὴν τοῦ κακοῦ στῆσαι φοράν, οὐδ’ οὕτω τὰ ἑξῆς ὡς ἐν κακοῖς μέτρια τοῖς Θεσσαλονικεῦσιν ἐφάνησαν, ἀλλὰ τὸ μὲν
15ἐς ᾅδου κατάγεσθαι τοὺς πολιορκηθέντας ἡ μετὰ τὴν ἅλωσιν εὐθὺς ἡμέρα κατέπαυσε, τὰ δ’ ἐπισυμβαίνοντα ἄλλως ὀδυνηρὰ πρὸς τὸ αὐτὸ τῆς ζωῆς τέρμα μυριαχῶς τοὺς τλήμονας κατήπειγον καὶ βέλτιον τὸ θανεῖν ἐποίουν ὑπὲρ τὸ ζῆν, ὥστε, τὸ τοῦ τλησιπόνου Ἰώβ, πολλοὶ δεό‐ μενοι τελευτῆς οὐκ ἐτύγχανον.
20 Καὶ πᾶς μὲν γὰρ ἕτερος πολέμῳ τὸ ἀντίπαλον χειρωσάμενος κακῶς αὐτῷ κέχρηται καὶ ἀνελεημόνως προσφέρεται καὶ ὅσα ἡ ἐκ τῆς νίκης ὑπεροψία ὑποτίθησι διαπράττεται, Λατῖνος δὲ πορθήσας τὸ ἀντιπῖπτον καὶ ὑποχείριον ἐργασάμενος ἀνύποιστόν ἐστι μάλιστα κακὸν καὶ λόγῳ ἀπεριήγητον· εἰ δὲ καὶ Ῥωμαῖος εἴη ὁ συλληφθεὶς καὶ οὗτος καθαρεύων
25γλώττης Ἰταλιώτιδος καὶ τοσοῦτον τοῦ ἑτεροφύλου ἔθνους ἀποξενού‐ μενος, ὡς μηδὲ κατὰ τὴν σωματικὴν περιβολὴν βραχύ τι γοῦν Λατίνοις ἐπικοινωνεῖν, εἴη ἂν οὗτος ἐστυγημένος θεῷ καὶ τῆς ὀργῆς Κυρίου ἀμιγῆ
κατακριθεὶς πιεῖν τὴν κύλικα καὶ τὸ ποτήριον ἀκέραστον προσενέγκα‐300

Andron1,pt1

301

σθαι. ποία γὰρ θανατηφόρος ἔχιδνα ἢ πτερνοφύλαξ ὄφις ὀλέθριος ἢ ταυροφόντης λέων τὰ τῶν βρωμάτων ἕωλα παρορῶν, θερμῆς δ’ ἔτι τῆς θήρας ἐμφορούμενος, οὕτως ἂν ἐλυμήνατο ὡς ἀπανθρωπία Λατίνη ζω‐ γρήσασα; οὐκ ἐπικλᾶται λιταῖς, οὐ θηλύνεται δάκρυσιν, οὐχ αἱμύλοις
5ἱλαρύνεται φθέγμασι. κἂν ᾄσῃ τις χάριεν, κλαγγὴ τοῦτο ἰκτίνων ἢ κρωγμὸς κορώνης λογίζεται. εἰ δ’ οὕτως εἴη θελκτήριον ὡς καὶ πέτρας αἱρεῖν, ὁποῖα τὰ Ὀρφαϊκὰ κρούματα, εἰς κενὸν μὲν καὶ οὕτως ὁ φορμίζων ἐψάλαξε καὶ μάτην ἀείδειν ἀνεβάλετο λιγυρόν· εἰ δέ που καὶ ἁλοίη τῇ ἀοιδῇ ὁ βάρβαρος, ἀλλ’ εἰς κύκνειον ᾆσμα τελευταῖόν τε καὶ φιλότιμον ἡ
10ἀμείλικτος τοῦτο ψυχὴ μεθιστᾷ αὖ πάλιν κατεργαζομένη θάνατον καὶ μένουσα πάλιν ὡς πρότερον ἄθελκτος ἢ ὥσπερ ἄκμων ἀνήλατος πρὸς πᾶσαν ἱκετείαν ἀνένδοτος. μόνῳ οἱ τοῦ γένους τούτου τῷ θυμῷ χα‐ ρίζεσθαι ἴσασι, καὶ οἷς οὗτος ἐπιτάσσει ὀργίλως ὑπενδιδόναι πεφύκασι. Τί δ’ ἂν κακὸν εἴη παρεικὼς ἀτέλεστον ἀνὴρ μισορρώμαιος καὶ το‐
15σαύτην ἀποθησαυρίσας ἐν ἑαυτῷ καθ’ Ἕλληνος ἀνδρὸς τὴν ἀπέχθειαν, ὁποίαν οὐδ’ ὄφις αὐτὸς ὁ ἀρχαῖος τοῦ ἀνθρωπίνου γένους ἐπίβουλος συνειληφὼς πάλαι ἀπέτεκεν, ἐπεὶ καὶ παραδείσῳ μὲν ἄντικρυς παρὰ τοῖς καταρατοτάτοις Λατίνοις εἰκάζεται ἣν ἡμεῖς ἐλάχομεν οἰκεῖν καὶ ἀποκαρ‐ πεύεσθαι, καὶ δυσέρωτες ὄντες τῶν παρ’ ἡμῖν ἀγαθῶν κακογνωμονοῦσιν
20ἀεὶ περὶ τὸ ἡμέτερον γένος καὶ κακῶν εἰσι τέκτονες διὰ παντός. κἂν φι‐ λεῖν πλάττωνται, τὸν καιρὸν ὑποδυόμενοι, μισοῦσιν ὡς ἔχθιστοι· κἂν ὁ λόγος αὐτοῖς εὐπροσήγορος καὶ ὑπὲρ ἔλαιον ῥέων ἀψοφητὶ ἁπαλύνη‐ ται, ἀλλὰ βολίδες εἰσὶ καὶ οὕτως αὐτοὶ καὶ μαχαίρας ἀμφιστόμου τομώ‐ τεροι. οὕτω μέσον ἡμῶν καὶ αὐτῶν χάσμα διαφορᾶς ἐστήρικται μέγιστον
25καὶ ταῖς γνώμαις ἀσυναφεῖς ἐσμεν καὶ κατὰ διάμετρον ἀφεστήκαμεν, εἰ καὶ σώμασι συναπτόμεθα καὶ τὴν αὐτὴν πολλάκις κληρούμεθα οἴκησιν. ὅθεν καὶ αὐτοὶ μὲν ὑψαυχενοῦντες ὡς τὰ πολλὰ καὶ τὸ τοῦ σχήματος ἐξ
ὑπερηφανίας ὑποκρινόμενοι ὄρθιον ὡς πτέρναν φιλοῦσι τηρεῖν καὶ πε‐301

Andron1,pt1

302

ριεργάζεσθαι τὸ λεῖον τοῦ ἤθους ἡμῶν καὶ ὑποκαταβαῖνον χαμαὶ διὰ τὸ τοῦ φρονήματος μέτριον, ἡμεῖς δὲ τὸ ἐκείνων ὑπέροφρυ καὶ τὸ κομπηρὸν καὶ σεμνὸν καὶ τὴν κόρυζαν οἷά τινα κεφαλὴν ἄνω ὑποβλεπόμενοι τείνου‐ σαν ἐπ’ αὐτῆς τὴν πορείαν τιθέμεθα φλῶντες ἐς δεῦρο τῇ δυνάμει Χρι‐
5στοῦ τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων ἐξουσίαν βραβεύοντος καὶ τὸ μηδὲν ἐντεῦθεν παθεῖν ἢ καὶ ἠδικῆσθαι παρέχοντος. Καὶ οὕτω μέν, ἵνα καθ’ εἱρμὸν αὖθις προΐῃ τὸ λέγειν, ὁ Σικελικὸς στρα‐ τὸς τῆς πόλεως Θεσσαλονίκης ἔνδον γενόμενος ὅσα καὶ οἷα μὴ θεῷ φίλα τετέλεκε κατὰ τὴν ἕκτην ἡμέραν τοῦ Αὐγούστου μηνὸς τῆς τρίτης
10ἐπινεμήσεως τοῦ ἑξαχιλιοστοῦ ἑξακοσιοστοῦ ἐνενηκοστοῦ τρίτου ἔτους τῆς τειχομαχίας ἀρξάμενος καὶ συμπεράνας ταύτην ἀβλαβῶς ἑαυτῷ πάντῃ κατὰ τὴν πέμπτην καὶ δεκάτην τοῦ αὐτοῦ μηνός. Οὐ μόνον τοίνυν, ὡς ἐλέγομεν, τοῦ πολέμου ἐνισταμένου τὰ τῶν ὅλων πεπόνθασιν οἱ Θεσσαλονικεῖς χείριστα, ἀλλὰ καὶ τούτου λήξαντος
15οὐκ ἔρρεψεν ἡ τύχη πρὸς τὸ φιλάνθρωπον, οὐδ’ ἐνεῖδον αὐτοῖς οἱ αἰχμα‐ λωτεύσαντες ἥμερον. οὐ γὰρ οἰκιῶν μόνον τοὺς δεσπότας ἐξήλασαν καὶ τῶν κειμηλιουμένων ἐντὸς ἀπεστέρησαν αὐτοὶ ταῦτα ἰδιωσάμενοι, ἀλλὰ καὶ τὰ ἱμάτια προσαφείλοντο μηδὲ τῶν ἐσχάτων ὑποδυτῶν ἀποσχόμενοι τῶν κρυπτόντων, ἃ ἡ φύσις ὡς ἀσχήμονα καλύπτειν ἐπέταξε, μήτε μὴν
20τρύφους τοῖς δεσπόταις μεταδιδόντες, ὧν αὐτοί περ εἰς τοὺς κόπους εἰσε‐ ληλύθεσαν, ἀλλ’ οἴκοι μὲν οἱ ἀλλότριοι καθήμενοι κατεσπάθων τὰ ἐνόντα καὶ ὁσημέραι ἐκώμαζον, τοὺς δὲ συγκεκομικότας εἰς τὰς σηπίας εἴων ἐπὶ τῶν τριόδων πλάζεσθαι νήστιδας, χαμαιεύνας, γυμνόποδας καὶ ἀχίτωνας, ὡς κλίνην μὲν ἔχειν τοὺς πρότερον εὐπαρύφους τὸ δάπεδον, στέγην τὸν
25οὐρανόν, τὴν δὲ κοπρίαν θαλπωρὸν δέμνιον. ὃ δὲ χεῖρον τῶν ἀφηγουμέ‐ νων καὶ ἕως αὐτῆς δάκνον ψυχῆς, οὐκ ἐξῆν τοῖς πρώην δεσπόταις παρεισ‐
ιέναι τὸν οἶκον αὐτοῖς, ἀλλ’ εἴ τις τοῦτο εἰργάσατό ποτε ἢ μόνον πρού‐302

Andron1,pt1

303

κυψεν ἔνδοθι, αὐτίκα ὡς ὑπὸ Σκύλλης ἀρχαίου κακοῦ τῶν ἐντὸς αὐτῆς ἀφηρπάζετο καὶ καθιστάμενος εἰς λόγους καὶ πολλάκις τὸ αἴτιον διερω‐ τώμενος τοῦ ἐκεῖσε παραβαλεῖν ἢ ὄμμα τοῖς ἔσω βαλεῖν ἢ τὸν οὐδὸν τῆς αὐλείου πατῆσαι πολλὰς ἐδαίρετο καὶ χρήματα παρέχειν κατηναγκάζετο,
5ἃ ἐκεῖσέ που ὑπωπτεύετο κατακρύψαι καὶ οἷς τὴν καρδίαν δῆθεν ἐκχέων καὶ οἷον συμβεβυσμένην αὐχῶν περιπαπταίνειν προήχθη τὸ οἴκημα δε‐ διώς, μὴ σεσύληνται, καὶ σπεύδων μαθεῖν, εἰ οὐκ ἔλαθε τὸ μέρος τῆς οἰκίας τοὺς πολεμίους καθ’ ὃ ταῦτα ἐγκέκρυπται, ἐπιμελέστερον περὶ τὴν αὐτῶν διατεθέντας ἀνεύρεσιν ἢ αὐτὸς ἀσφαλέστερον, ὡς εἴησαν ἀφανῆ.
10καὶ διδοὺς οὖν τις πολλάκις ὅπερ συνέστειλε τὴν ἐκ τοῦ δώματος αὐτοῦ προορώμενος ἄπαρσιν οὐδ’ οὕτως ἠλλοτριοῦτο τῶν μαστιγώσεων, ἀλ‐ λὰ πλείους αὐτῷ ἐνετείνοντο αἱ πληγαὶ καὶ πολυειδέστεροι αἱ βάσανοι ἐπήγοντο, ἵνα καὶ πλείω τὰ ἀποθησαυρισθέντα ἐκφήνειε. καὶ μὴ παρ‐ έχων δέ τις ἕτερος, ἀλλὰ πένεσθαι καὶ νῦν ὡς πρώην διατεινόμενος καὶ
15φάσκων ὡς πόθος πατρῴου οἰκήματος ἢ πολλαῖς ὑπ’ αὐτοῦ δαπάναις ἀνεγερθέντος παρενεγκὼν τῆς προκειμένης ὁδοῦ καὶ ἄκοντα ἐπεσπάσατο, θεατὴν ἅμα καὶ θρηνητὴν τοῦ οἰκείου ποτὲ κτήματος ἀναδείξας, οὐδ’ οὕτως εἶχε τὸν ἐλεοῦντά τε καὶ λυτρούμενον, ἀλλὰ στρεβλούμενοί τε καὶ αἰκιζόμενοι, κἀκ τοῦ ποδὸς ἀπαιωρούμενοι καὶ ἀχυρμιᾷ κάτωθεν ὑποβε‐
20βλημένῃ καὶ ἀναπτομένῳ πυρὶ καπνιζόμενοι, τό τε στόμα μινθούμενοι καὶ τὰς πλευρὰς κεντούμενοι βέλεσι καὶ μυρίας ἄλλας κολάσεις ὑφιστάμενοι ἢ ἐν τῷ ταῦτα πάσχειν ἐξέρρησσον τὴν ψυχήν, ἢ ἡμιθνῆτες ἑλκόμενοι τοῦ ποδὸς ὥσπερ τι τῆς οἰκίας ἐξεφέροντο ἀποσάρωμα κἀν ταῖς πλατείαις προύκειντο αἴθριοι.
25Τί δέ; ἀλλὰ τοιούτοις μὲν φιλοφρονήμασιν ἐδεξιοῦντο τοὺς πάλαι τῶν
δόμων κυρίους οἱ Σικελοὶ καὶ ἐθεράπευον, τοὺς δὲ λοιπούς, ὅσοι τὰς αὐ‐303

Andron1,pt1

304

τῶν οἰκίας παρέτρεχον ὅσα καὶ ᾅδου στόμια ἢ λαβύρινθον Κρητικὸν ἢ Καιάδα Λακωνικόν, ἡμέρως προσίεντο καὶ μετόχους ἐποίουν φιλανθρω‐ πίας ἡστινοσοῦν; οὐμενοῦν οὐδαμῶς. ποῦ γὰρ τοιοῦτόν τι παρ’ ἐκείνοις, ἀγριωτέροις οὖσι θηρῶν καὶ ὅλως ἠγνοηκόσι, τί ἐστιν ἔλεος, καὶ ταῖς ἀν‐
5θρωπίναις συμφοραῖς ἐπιχαίρουσι; καὶ κύνες μὲν ἔστιν ὅπῃ τῶν ἐπικατα‐ λαμβανομένων ἀπέσχοντο, οὐδ’ ὀδοῦσιν αὐτοὺς παρελύπησαν, ἀλλ’ οἷς τὸ γόνυ ὤκλασαν οἱ καταδιωκόμενοι παρῆκαν τὸ ὑλακτεῖν καὶ εἰς μάτην αὐτοῖς ἑκοῦσιν ὥσπερ ἀπετελεύτησε τὸ χανεῖν· οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ οἰκτείρειν οὓς τῶν ὄντων ἐστέρησαν καὶ ὧν τὰς οὐσίας κατεδαπάνων
10μετὰ πορνῶν, ἃς καὶ περὶ πλείστου ἐτίθεσαν εἰς τὰς αὐτῶν τροχιὰς ἐκ‐ κλίνοντες καὶ ὑφ’ ὧν μικροῦ καὶ κονδυλιζόμενοι ἔφερον οἱ πᾶσαν τὴν Ῥω‐ μαίων κομπάζοντες καταλήψεσθαι ὡς ἔρημον νοσσιὰν καὶ συλλαβεῖν ὡς ἐγκαταλελειμένα ᾠά, ὥστε καὶ εἰς γέλων τὴν γυμνιτείαν ἐτίθεσαν τῶν πολλῶν καὶ ἀτάκτῳ καγχασμῷ συνεβράσσοντο, ἡνίκα ἄν τις παρῄει
15ἐκτεταριχευμένος ἀπαστίᾳ, ᾠδηκὼς τὴν γαστέρα, τὴν ὄψιν ὕπωχρος καὶ νεκρώδης ἐκ τοῦ λαχάνοις ἐνευωχεῖσθαι καὶ μόνοις ἐνεορτάζειν βότρυσιν ἐκ τῶν ἐκεῖ που ἀμπελώνων σὺν δέει συλλεγομένοις. οὕτω δ’ ᾤκτειρον τοὺς διερρωγόσι περιβλήμασι κεχρημένους καὶ περιστέλλοντας ψιάθῳ ἃ κρύπτειν χρεὼν μέρη τοῦ σώματος καὶ ταῖς τῶν σχοίνων ἐκφύσεσιν εἰς
20πλέγμα συνεστραμμέναις τὴν κεφαλὴν συσκιάζοντας, ὡς μετὰ μειδιάματος καὶ σεσηρότος σχήματος ἐν τῷ κατὰ τὴν πορείαν συναντᾶν ἀλλήλοις ἀμφοτέραις λάζεσθαι τῶν γενείων καὶ τοῦ τῆς κεφαλῆς τριχώματος ἅ‐ πτεσθαι καὶ ταῦτα μὲν λέγειν εἶναι κακά, ἐς τὸ λάσιον καὶ καθειμένον τοῦ
πώγωνος ἀποσκώπτοντας, τὴν δὲ κεφαλὴν δεῖσθαι τοῦ ἀποθριχθῆναι304

Andron1,pt1

305

κατ’ αὐτοὺς περιτρόχαλα. ἔστι δ’ ὅτε καὶ μετὰ δοράτων μειλίνων ἔφιπ‐ ποι τὴν ἀγορὰν διιόντες ἐς τοὺς κατ’ ὄψιν ταλαιπώρους τὸ δόρυ κραδαί‐ νοντες ἀνέτρεπον. εἰ δὲ καὶ ἰλὺς ἢ βόρβορος ἐγγύς που παρέκειτο, κατ’ ἐκεῖνο τὸ μέρος τῆς λεωφόρου, αὐτοὺς ἐνέβαλλον ὡς οὐκ ἀποτελεστικὸν
5ἀγαθοῦ τινος συνάντημα ἐκτρεπόμενοί τε καὶ μυσαττόμενοι ἢ τὴν αὐτὴν ἐκείνοις δυσανασχετοῦντες πορεύεσθαι. ἐσθίουσι δέ ποτε Ῥωμαίοις ἄρ‐ τον ὀλυρίτην ἤ τι ἕτερον ἐδώδιμον, ὁπόσα συνιστᾶν σῶμα τὸ ἀνθρώπι‐ νον ἔχουσιν, ἐφιστάμενοι ἀνέτρεπον τὰ τρυβλία ἐμπαίζοντες καὶ τὴν τράπεζαν λάξαντες συνέχεον τὴν ἑστίασιν καὶ οὐκ εἴων κατὰ καιρὸν τὸν
10τῆς ὀδύνης ἄρτον προσίεσθαι ἢ τὴν κύλικα προσενέγκασθαι ἐκτροπίαν οἶνον κιρνῶσαν ἢ ἐξ ὕδατος λακκαίου δεξιουμένην καὶ τὸ δίψος παύου‐ σαν. οἱ δ’ ἀναιδείας πληρέστατοι καὶ γελοιασταὶ καὶ τὸ θεῖον δεδιότες μηδ’ ὁπωσοῦν κατακύπτοντες ἐς ἱκανὸν καὶ τὰς πυγὰς καὶ ὅσα περι‐ στέλλουσιν ἄνθρωποι τῇ ἀνελκύσει τῶν ἐσθήτων ἀπογυμνοῦντες τὸν
15πρωκτὸν ἐς αὐτοὺς ἔτρεπον καὶ τῶν σιτίων γινόμενοι ἔγγιστα ἀπέπερδον δριμύτερον γαλῆς οἱ ἀβέλτεροι. ἔστι δ’ ὅτε καὶ τὰ τῆς γαστρὸς λύματα ὡς διὰ σίφωνος τῆς ἕδρας ἀκοντίζοντες ἔχραινον τὰ ὄψα καὶ κατὰ τῶν προσώπων ἐνίους ἐμόλυνον. ἐνούρουν τε τοῖς φρέασι καὶ ἐξ αὐτῶν ἐσέ‐ πειτα τὸ ποτὸν ἀνιμώμενοι προσεφέροντο. καὶ τὸ αὐτὸ παρ’ αὐτοῖς
20ποτήριον ὡς ἀμὶς καὶ οἰνοχόη πρὸς ἄμφω ἦν ἐπιτήδειον· μὴ πρότερον βαπτιζόμενον τόν τε καταποθησόμενον οἶνον καὶ τὸ ὕδωρ εἰσεδέχετο καὶ ἔστεγεν ὁμοίως τὸ ἐκ τοῦ σωματικοῦ κρουνοῦ ἀποχεόμενον περίττωμα. Οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀπογεγραμμένους ἐν πρωτοτόκοις θεράποντας θεοῦ οὕτω τιμᾶν ᾔδεσαν καὶ τοῖς δι’ αὐτῶν τελουμένοις προσεῖχον θαύ‐
25μασι καὶ ἐξεπλήττοντο τὰ ἐξαίσια καὶ καινὰ θεάματα, δι’ ὧν δοξάζει Χριστὸς τοὺς αὐτὸν τοῖς οἰκείοις ἐνδοξάσαντας μέλεσιν, ὥστε καὶ τὸ ἐκ
τῆς σοροῦ τοῦ ἐν θαύμασι καὶ μάρτυσι διαβοήτου Δημητρίου ἀναδιδό‐305

Andron1,pt1

306

μενον μῦρον καδδίοις καὶ λέβησιν ἀρυόμενοι ταῖς τῶν ἰχθύων λοπάσιν ἐνέχεον καὶ τὸ τοῦ ποδὸς σκύτος ταῖς μυραλοιφαῖς ἐλίπαινον καὶ πρὸς τὰς λοιπὰς ὑπηρεσίας, ὅσας παρὸν τὸ ἔλαιον διατίθησι, χύδην καὶ ἀσώτως ἐκέχρηντο. τὸ δὲ ὡς ἀπὸ πηγῆς προϊὸν ἀκενώτου ἢ ἐξ ἀβύσσου ἀνα‐
5βάλλον ἐπέρρεε πλησμιώτερον καὶ ὑπερεξεχεῖτο καινοπρεπῶς, ὡς καὶ τοὺς βαρβάρους αὐτοὺς διὰ θαύματος τίθεσθαι τὸ ὁρώμενον καὶ τὴν χάριν ἐκπεπλῆχθαι τοῦ μάρτυρος, ἣν θεόθεν εἴληχεν. Εἰ δὲ καιρὸς ὑμνῳδίας ὁμηγυρέας ἐτίθει κατὰ τοὺς νεὼς τοὺς Ῥω‐ μαίους, οὐδὲ τότε σφῶν ἀπείχοντο οἱ ἀπαίδευτοι τοῦ στρατεύματος,
10ἀλλὰ προσιόντες ὡς συνεκκλησιάσωνται Ῥωμαίοις καὶ συνθύσωσι θεῷ θυσίαν αἰνέσεως, τοῦ μὲν τοιοῦτόν τι ποιεῖν ἀφίσταντο, λαλαγοῦντες δὲ πρὸς ἑαυτοὺς καὶ ταῖς ἀσήμοις βοαῖς διαρρηγνύμενοι ἢ καί τινας τῶν Ῥωμαίων διά τι συμπεσὸν πρὸς βίαν ἄγχοντες καὶ πράγματα παρέχον‐ τες συνέχεον τὸν ὕμνον, καὶ ἦσαν οἱ ψάλλοντες ἄντικρυς ἐπὶ γῆς ἀλλο‐
15τρίας ᾄδοντες καὶ οὐχ ὡς ἐφεστῶτες τεμένει θεοῦ. πολλοὶ δὲ καὶ ἀντᾴ‐ δοντες τοῖς ἀλαλάζουσι Κυρίῳ ᾄσματα ἠφίεσαν πορνικὰ καὶ κυνηδὸν ὑλακτοῦντες ἐνέκοπτον τὴν ᾠδὴν καὶ ὑπερεφώνουν τὸν εἰς θεὸν ἱκετήριον. Καὶ τοιαῦτα μέν, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, οἱ Θεσσαλονικεῖς πο‐ λιορκηθέντες ἔπασχον, ἃ καὶ εἰς ἰδικήν τινες ἀπέτεμον συγγραφὴν καὶ τὴν
20ἱστορίαν ἐς τὸ πολύστιχον ἐφακέλωσαν. ἐπεὶ δὲ ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν διέκυψεν οὐρανόθεν καὶ οὐδένα τῶν αἰχμαλωτευ‐ σάντων ἑώρακε συνιέντα ἢ ἐκζητοῦντα θεόν, ἀλλὰ πάντας ἀχρειωθέντας καὶ πρὸς ἔργα ἐκκλίναντας ἄθεσμα, ἔγνωκεν αὐτοὺς μὲν ἐκμυκτηριεῖν
ἐκτρῖψαί τε καὶ ταράξαι τῷ οἰκείῳ θυμῷ, τὴν δὲ τοῦ οἰκείου λαοῦ κα‐306

Andron1,pt1

307

τοικτίσασθαι κάκωσιν καὶ τούτοις ἐλευθερίαν βραβεύσειν ἐν τῷ προσχεῖν ἀκηδιῶντι πνεύματι καὶ καρδιῶν μὴ ἐξουθενῶσαι σύντριμμα. κολοβοῖ τοίνυν, ὡς οἶμαι, διὰ τοὺς ἐκλεκτοὺς τὴν χρονικὴν τῶν ἀπευκταίων πα‐ ράτασιν, καὶ ὅσα τοῖς Βαβυλωνίοις διηπειλήκει πρότερον οὐκ ἐλεήσασι
5τὴν Σιὼν καὶ τοὺς υἱοὺς αὐτῆς τοὺς τρυφεροὺς καὶ τὰς θυγατέρας ἐν ἀπαγωγῇ καὶ αἰχμαλωσίᾳ, ταῦτα καὶ αὐτοῖς ἐν ἀκαρεῖ ἐπήνεγκε· καὶ ἐνδοξάζεται Κύριος ὡς οὐδέποτε ἐφ’ οἷς τὸ τηνικάδε καιροῦ τὸ οἰκεῖον ἔλεος ἐθαυμάστωσε, μαρτυρικοῖς, ὡς ἔοικεν, ἐπικαμφθεὶς λιτασμοῖς καὶ εὐχῆς ἐπακουὸς γενόμενος τοῦ τῆς Θεσσαλονικέων ἀρχιερέως·
10 Ἦν δ’ οὗτος ὁ πολὺς ἐν λόγῳ καὶ ἀρετῇ διαβεβοημένος ἁπανταχῇ Εὐστάθιος, ᾧ καὶ τὸ ἀπὸ συνέσεως μὲν ἐπιπρεπὲς ἀξιέπαινον καὶ ἡ πολυ‐ πειρία θαυμαστή τις καὶ ἀξιάγαστος, τὸ δὲ παρὰ πολὺ τῶν ἄλλων ἐν λόγοις κρατεῖν καὶ σοφίας πάσης, ὁπόση τε ἡμετέρα καὶ ὅση τῶν θύρα‐ θεν, κρατῆρα εἶναι περιχειλῆ τὸ οἰκειότατον ἐκείνῳ καὶ ἐξαίρετον ἦν χαρα‐
15κτήρισμα. οὗτος γὰρ συγκακουχεῖσθαι τῷ οἰκείῳ ποιμνίῳ ἑλόμενος μᾶλλον ἢ τοὺς μισθωτοὺς ἐζηλωκέναι, οἳ τῶν λύκων ἐρχομένων ἐῶντες τὰ θρέμματα ἐκδιδράσκουσιν, ἐξὸν μεταναστεῦσαι τῆς πόλεως, ἔτι τῶν πολεμίων προσδοκωμένων μηδὲ περικαθισάντων αὐτήν, τοῦτο μὲν οὐδα‐ μῶς ἐδικαίωσεν, εἴπερ αὐτοῦ συμπαραμεμενηκότος πλεῖστοι σώζεσθαι
20ἤμελλον, ἐνειρχθεὶς δὲ τῇ πόλει ἑκὼν οὐκ ἐπαύσατο συνδιαφέρων τὰ ἀλ‐ γεινὰ τοῖς πάσχουσιν, ὡς μὲν τῷ καθ’ αὑτὸν ὑποδείγματι συμπείθων, ὡς δὲ παραινῶν, ὅσα καὶ πατρὸς ἡμέρου δήγματα τὰ τοῦ θεοῦ καθυποφέρειν πλήγματα καὶ τὴν ἐκ τοῦ πατάξαντος προσμένειν αὖθις ἴασιν. „εἰ γὰρ καὶ οἶδέ“ φησι „πατάσσειν πολλάκις, ἀλλὰ καὶ ἰᾶσθαι πλειστάκις φιλεῖ,
25καὶ μάλιστα εἰ πράως φέρει τις καὶ εὐχαρίστως τὰ λυπηρὰ καὶ μὴ πρὸς τὸ307

Andron1,pt1

308

δριμὺ τούτων καὶ βάλλον τὴν αἴσθησιν ἀηδιζόμενος ἀποστόργως ἔχει πρὸς τὸν ἐπάγοντα καὶ καταστενάζει μὲν τῆς προνοίας, κριμάτων δὲ βά‐ θος ἀποσείεται θεϊκῶν, οἷα τῷ Κυρίῳ ἐξομολογεῖσθαι μεμαθηκὼς ἐν μόνῳ τῷ ἀγαθύνεσθαι καὶ ὅταν ἐξ οὐρίας φερόμενον τὸ τοῦ βίου ἀκάτιον δια‐
5κομίζῃ ἀναυαγήτως ἐκείνῳ καὶ ῥεῖα καὶ κούφως τὰ ἐφετά, ὡς αἱ νῆες μακρόθεν τὰ ἀγώγιμα.“ Οὐκοῦν καὶ τοῖς στρατηγοῖς ὀπτανόμενος, οὓς κόντους εἴπῃ τις ἂν Λατίνῃ διαλέκτῳ χρώμενος, ἐμετρίαζε τὰ χείρω τοῖς πεπονθόσιν ἐπιτά‐ γματα ἐκεῖθεν χορηγὰ κομίζων ἀνέσεως καὶ πᾶν ἕτερον πρυτανεῦον αὐ‐
10τοῖς παράκλησιν—τάχα γὰρ καὶ πέτρας ἀγελάστου ὁ ἐκείνου λόγος καθίκετο—καὶ δι’ αἰδοῦς καὶ μόνον ὀφθεὶς τοῖς ἀλλοφύλοις ἤγετο καὶ θώ‐ κων ὑπεξίσταντο καὶ ἡδέως αὐτοῦ ἤκουον καὶ πρὸς τὸ πραότερον καὶ χρηστότερον ἦθος μετεποιοῦντο οἷα τραῦμα φλεγμαῖνον χειρὶ κούφῃ καταλεαινόμενον ὕδατι. εἰ γὰρ καὶ ἦσαν οὗτοι ἀγχινεφεῖς μικροῦ αἰρό‐
15μενοι γαμψώνυχες ὄρνιθες καὶ βαρεῖς ἐπεποτῶντο τοῖς ὑπὸ χεῖρα τηνι‐ καῦτα Ῥωμαίοις, μετοικεσίαν αὐτοῖς εἰς Σικελίαν ἐπαπειλούμενοι, ἀλλ’ οὖν ἐκεῖνος τοὺς τῷ δέει περιβαμβαίνοντας καὶ δεινότερα τῶν ἐνεστώτων τὰ ἐσέπειτα ὑφορωμένους κακὰ ἐπισυνῆγέ τε καὶ διέθαλπεν, καθὰ καὶ ὄρ‐ νις ὑπὸ τὰς ἑαυτῆς περισυστέλλει πτέρυγας τὰ νεόττια, καὶ τὸ τοῦ θυμοῦ
20Μερραῖον τῶν κρατούντων μετήμειβε ποιοῦ τοῦ πικράζοντος ὥσπερ Μωσαϊκὸν ξύλον μέσος προσλαμβανόμενος. Ὁποῖος δὲ ὁ τρόπος τῆς ἐλευθερίας καὶ διὰ μέσου τίνος τὸ θεῖον του‐ τονὶ ἐκαινούργησε, τὸν οἰκεῖον ἀναμεινάτω καιρόν. Τὸ δὲ λέγειν ἐπανίτω πάλιν ὅθεν ἐκβέβηκε καὶ διδόσθω τὰ τοῦ βασι‐
25λέως Ἀνδρονίκου τῷ ἱστορεῖν.308

Andron1,pt1

309

Εἶχε μὲν οὖν ἐπὶ ξύλου ἀναρτήσας τοὺς κασιγνήτους Σεβαστειανοὺς ὡς εἰς τυραννίδα δῆθεν ἐπαίροντας καὶ αὐτοῦ καθαίρεσιν τὸν Κομνηνὸν Ἀλέξιον. οὗτός ἐστιν ὁ ἐκ παρανόμων τῆς ἀνεψιᾶς Θεοδώρας περιπλο‐ κῶν τῷ βασιλεῖ ἀποτεχθεὶς Μανουὴλ καὶ γαμικῶς συναφθεὶς τῇ ἐξ
5ὁμοίων φυείσῃ σπερμάτων θυγατρὶ τοῦ Ἀνδρονίκου Εἰρήνῃ. βραχέος γοῦν διαλιπόντος καιροῦ καὶ αὐτὸν συνειληφὼς τὸν Ἀλέξιον εἱρκτῇ πα‐ ραδίδωσιν, ἔπειτα τοὺς ὀφθαλμοὺς διαλωβησάμενος ἐς τὴν Χηλὴν ὑπερ‐ όριον τίθησι· πολίχνιον δέ ἐστιν αὕτη πάραλον, ἀγχοτάτω τοῦ Ποντίου ᾠκισμένον στόματος, ἔνθα καὶ πυργίον εἰσδέχεται τὸν Ἀλέξιον
10τούτου ἕνεκα δομηθέν. καὶ τὴν θυγατέρα Εἰρήνην ἀποστυγεῖ καὶ ποιεῖ‐ ται ἀπὸ προσώπου Ἀνδρόνικος, ὅτι ὁ μὲν μὴ ἀχθεσθῆναι μηδὲ κόψασθαι ὁπωσοῦν ἐπέταξεν ἐπὶ τῷ ταύτης ἀνδρί, εἰ φιλοπάτωρ ἐστὶ θυγάτηρ καὶ ὑπεραλγεῖ τοῦ φυτεύσαντος, μᾶλλον μὲν οὖν καὶ ἀποστυγῆσαι τὸν σύλ‐ λεκτρον καὶ τὸ πρώην φίλτρον μετενεγκεῖν εἰς μῖσος ἀντίρροπον, ἡ δὲ
15ἐθρήνησεν, ὡς εἰκός, οὐκ ἀποστέρξασα τὸν ὁμόκοιτον καὶ δυσείμων ἀποθριξαμένη τεθέαται. Ἀλλ’ οὕτω μὲν ἐξάπινα διέστη τὰ τῆς θαυμαστῆς ταύτης καὶ μεγα‐ ληγορουμένης γαμικῆς συναφῆς ὑπὸ τῶν καταρατοτάτων κολάκων καὶ τῶν ἀντιφθεγγομένων νόμοις δικασπόλων, οἳ τὴν κάμηλον καταπίνοντες
20διύλιζον τὸν κώνωπα, ὑφ’ ἧς καὶ τὰ χρονίως ἀπορραγέντα συνελθεῖν αὖθις προεφοιβάζετο τὴν ἕω τε προσπλακῆναι τῇ δύσει καὶ παλαιὰν ἐκπολέμωσιν ἀποτρίψασθαι καὶ ἔθνη ὥσπερ τὰς γλώττας οὕτω καὶ τὰς γνώμας Ῥωμαίοις ἀνόμοια τὸ σύμπνουν ἀσπάσασθαι καὶ τὸν ταὐτισμὸν τῶν ἠθῶν τῆς προτέρας καινοπρεπῶς ἀλλάξασθαι διαστάσεως, ὡς συγ‐
25κοπῆναι τὰς ζιβύνας εἰς ἄροτρα καὶ συμβοσκηθῆναι ἄρνας τοῖς λέουσιν.309

Andron1,pt1

310

εὐνομίαι τε πόλεων ἐμεγαλύνοντο καὶ τῶν ἐκφορίων τῆς γῆς ἐπίδοσις διαρκὴς καὶ παράλογος ἔκφυσις, ὡς ὄχνας μὲν προενεγκεῖν τὴν ῥάμνον, τὴν δὲ συκῆν ἀσταχύων φρίσσειν ἀνθέρικας, ἢ γοῦν ὡς ἐν τῇ μίξει Διὸς καὶ Ἥρας οἱ ποιηταί φασιν, ὑποστρωννύεσθαι μὲν λωτὸν ἑρσήεντα, κρό‐
5κον δ’ ἀναφύεσθαι καὶ ἀνατέλλειν ὑάκινθον. Ὄντως οἱ λογοποιοὶ τῶν τοιούτων ἐμωράνθησαν προδηλότατα καὶ φάσκοντες εἶναι σοφοὶ καὶ προβλεπτικοὶ τῶν ἐσομένων καὶ προειδότες τὰ ἔμπροσθεν οὐδὲ τὰ ἐν ποσὶν ὁρῶντες ἠλέγχοντο, ἀλλὰ κατὰ τὴν προ‐ φητικὴν ἀρὰν βλέποντες οὐκ ἔβλεπον οὐδ’ ἀΐοντες ἠνωτίζοντο. ἢ ἑώρων
10μὲν ἀσφαλῶς καὶ ᾔδεσαν ἀκριβῶς καταποντισμοῦ φθεγγόμενοι ῥήματα καὶ εἰς ὅπλα καὶ βέλη τοὺς ἑαυτῶν ὀδόντας μεταγομφοῦντες, χαριτο‐ γλωττοῦντες δ’ ὅμως καὶ πρὸς ἀργύριον λαλοῦντες καὶ βοῦν ἐπὶ γλώτ‐ της φέροντες καὶ τὸ ἀνθρωπάρεσκον κατὰ κράτος μεταδιώκοντες, ὁποίους οὐ δέον βόσκουσι τὰ ἀνάκτορα τῶν κακῶν ἐπαινέτας, τὸ δὲ καλὸν γνῶναι
15μὴ θέλοντας, ἐπιμελῶς ἐνέκειντο πρὸς τὰ πονηρὰ καὶ ἐπευδόκουν ἐκείνοις, οἷς ἔχαιρεν ὁ κρατῶν, οὐ μὴν ὁ δι’ οὗ βασιλεῖς ἠρέσκετο βασιλεύουσιν. Οὐ μόνον δὲ ἀπανθρώπως οὕτω καὶ ἀνεπιεικῶς διέθετο Ἀνδρόνικος τὸν Ἀλέξιον, ἀλλὰ καὶ ὅσοι περ τῶν ὑπηρετῶν ἐκείνῳ λόγιμοι συλλαβὼν εἶχεν ἐμφρούρους. μετ’ οὐ πολὺ δὲ κἀκ τούτων ἀριστίνδην οὐκ ὀλίγους
20συνειληφὼς τῶν ὄψεων ἀπεστέρησεν. ἕνα δ’ ἀπολαβών, ὃς ἐν ὑπογρα‐ φεῦσι τῷ Ἀλεξίῳ ἠρίθμητο, τοὐπίκλην Μάμαλος, ἐς θοίνην ἐταμίευσε πύματον. οὕτω δ’ αὐτὴν ἐδαίτρευσε καὶ καρυκείας μετέδωκε πλείονος, ὡς ἀξίαν εἶναι μὴ ἄλλον εὐτυχήσειν δαιταλευτὴν ἢ μόνον Ἀνδρόνικον καὶ τραπέζαις Ἐριννύων καὶ Τελχίνων φθονερῶν ἑστιάσεσι μὴ ἀπᾴδειν
25τὸ παράθεμα καὶ οἷον οὐδέπω τις ὀψοποιὸς μαγγανεύσας αὐτοὺς εἱ‐
στίακε. τὸ δὲ ἦν πυρὶ παραδοθῆναι τὸν ἄνθρωπον κατὰ τὸ Ἱππικόν.310

Andron1,pt1

311

Ἀμέλει τοι καὶ τὸ μὲν ἀνῆπτο καὶ διεχεῖτο ἡ φλὸξ ἐπὶ τοῦ ἀέρος πολὺ κατὰ τὴν τοῦ σταδίου σφενδόνην ἐπ’ ἴσης τῇ Χαλδαϊκῇ ἐκείνῃ καμίνῳ, ἣν ἀνέκαυσε νάφθα καὶ κληματὶς ὑπερῇρεν εἰς ἑπταπλάσιον, ὁ δὲ παρ‐ ῆκτο σχοινόδετος καὶ γυμνός, ὁποῖος πρώτως προσεῖπε τὸν ἥλιον τῆς
5μητρικῆς νηδύος ἐκθορών. παραστησάμενοι οὖν ὡς ἱερεῖον τὸν μείρακα οἱ καμινευταί, ὑπηνήτην ὄντα τὸ πρῶτον καὶ ἰούλῳ τὰς παρειὰς στεφόμε‐ νον, ἐνώθουν μετὰ καμάκων μηκίστων ἐς τὸ μεσαίτατον τοῦ πυρός. ὁ δὲ προσομιλῶν τῇ καμίνῳ καὶ ἀλγυνόμενος, φιλοψυχῶν δὲ καὶ ὡς ἄνθρω‐ πος, ἴσως δὲ καὶ ὡς φευξεῖται διανοούμενος τὸν ἤδη ἀνυπεξάλυκτον θάνα‐
10τον, νῦν μὲν ἐμπίπτων ἀντέβαινε ταῖς διακοντίσεσι μετριωτέρας κρίνων τὰς ἐκ τούτων ὀδύνας τῆς τοῦ πυρὸς ἐρωῆς καὶ τοῦ ἐπ’ ἀνθράκων ἁπλώ‐ ματος, νῦν δὲ τοῖς ἐμπυρευταῖς εἰς τὸ τῆς φλογὸς μεσαίτατον ἐμβαλλόμε‐ νος καὶ ὑπὸ τῆς πυρᾶς διειλημμένος κατὰ τοὺς τῶν ὄφεων ἀκοντίας τῆς καμίνου ἐξετινάσσετο τὸν περὶ ψυχῆς τρέχων καὶ ὑπὲρ τὸ Θετταλὸν
15διαλλόμενος πήδημα. καὶ τοῦτο ἐφ’ ἱκανὸν γινόμενον εἰς δάκρυα ἐκίνει τοὺς θεατάς. ὀψὲ δὲ καμὼν ἐξυπτίασε, τὸ δὲ πῦρ λάβρον τὰς ἐκείνου σάρκας περιχυθὲν ἐν βραχεῖ συνετέλεσε, κνίσσα δ’ ἐς οὐρανὸν ἀνιοῦσα τὸν κύκλῳ διέφθειρεν ἀέρα καὶ ἦν τὸ τῆς λιγνύος ἀποφερόμενον ῥισὶν ἀνθρώ‐ πων ἐκεῖ που προσπελαζόντων ἀπρόσιτον.
20 Ὢ πυρσὸς ἐκεῖνος ἀνήμερος. ὢ ἀσπάσιον δαίμοσιν ὁλοκαύτωμα. ὢ ἱερεῖον Τελχίνων. ὢ ἀλαστόρων ὁλόκληρος προσφορά. ὢ οὐκ εὐωδίας ὀσμή, ἣν ὀσφραίνεται Κύριος, ἀλλ’ Ἐριννύων χορὸς καὶ κακοεργὸς Ἀν‐ δρόνικος, ὃς βουθυτεῖν ἀκούων τοὺς πάλαι καὶ κνίσσαις θεραπεύειν τὸ προσκυνούμενον τὴν αὐτὴν δραμεῖν οὐκ ἠνέσχετο, ἀλλὰ νηλεεστέραν τρέ‐
25φων ψυχὴν τῶν πώποτε ἀνεπιεικεστάτων ἀνδρῶν ἀνθρωποθυτεῖν κακῶς311

Andron1,pt1

312

ἐπεβάλετο. τίς Καμβύσης μαινόμενος ἢ ἀπηνὴς Ταρκύνιος ἢ Ἔχετος καὶ Φάλαρις ἄγριοι καὶ θηριώδεις τοιαῦτα εἰργάσαντο; ἢ τίνες Ταυ‐ ροσκύθαι ξενοκτονίαν νενομικότες, ὧν τὰ ἤθη ὁ πολυπλανὴς οὗτος ἀνε‐ μάξατο γέρων, οὕτως ἐπέθεντο καὶ διεχειρίσαντο.
5 Ποιῶν δὲ τὴν τιμωρίαν οὐκ ἀναιτίατον, ἀλλά τι προϋφεστὼς ἐπισυ‐ ρομένην ἔγκλημα, βίβλους τινὰς συγκατέκαυσε τῷ Μαμάλῳ, διεξιούσας δῆθεν περὶ βασιλέων ἀρξόντων εἰς τοὐπιόν, ἃς τῷ Ἀλεξίῳ ὑπαναγινώ‐ σκων Μάμαλος ἐνάγειν τοῦτον εἰς τὸ βασιλειᾶν ἐμυθίζετο. Οὕτω δ’ ἐπὶ τοῖς πραττομένοις τούτοις ὑστεροβουλίᾳ ἐβάλλετο ἢ
10τοῦ τὰ αὐτὰ καὶ αὖθις δρᾶν ἀπήγετο, ὡς καὶ τὸν Δισύπατον Γεώρ‐ γιον (ἦν δ’ οὗτος ἐκ τοῦ τῶν ἀναγνωστῶν τάγματος, οἳ τὸν Μέγαν ἀμφιπονοῦνται Νεὼν) εἱρκτῇ συνειληφέναι, παθηνάμενον μόνον ἐφ’ οἷς κακῶς ἐποίει Ἀνδρόνικος καὶ κακῶς εἰπόντα Ἀνδρόνικον, καὶ ὀβελίσκοις ἐμπεῖραι διαμπερὲς μελετᾶν καὶ ἐπ’ ἀνθράκων ὀπτηθέντα τῇ τούτου
15παρεισενεγκεῖν γαμετῇ. καὶ ἦν ἂν ὁ πιμελώδης Δισύπατος κατὰ δελφά‐ κιον διαπειρόμενος καὶ πυρρακίζων τὴν ἐπιδερμίδα καὶ ὡς ὄψον ἐπὶ κα‐ νοῦ τιθέμενος καὶ τοῖς κατ’ οἶκον εἰσαγόμενος καὶ τῇ ὁμευνέτιδι προτιθέ‐ μενος (οὐκ οἶδα ἐφ’ ὅτου, πολυχανδοῦς δὲ δήπουθεν), εἰ μὴ ὁ τῆς γαμε‐ τῆς τούτῳ πατὴρ ὁ Μοναστηριώτης Λέων ἀνεσείραζεν Ἀνδρόνικον τῆς
20ὁρμῆς καὶ ἦγχε καὶ κατεῖχε τοῦ ἐγχειρήματος, ὅσα καὶ λέων κνώδαλα312

Andron1,pt1

313

ἐκφοβῶν, καθ’ ὧν τὰ ἁνδάνοντα τοῖς τότε πράγμασιν ἐξηρεύγετο, στόμα τῆς συγκλήτου πρὸς Ἀνδρονίκου καλούμενος, καὶ φῆμαι δὲ ἤδη πάν‐ τοθεν λύουσαι τὸ πτερὸν τοὺς μὲν Σικελοὺς ἀπήγγελλον Ἐπίδαμνον παραστήσασθαι, ἐς δὲ Θεσσαλονίκην ἀμαχητὶ καὶ εὐθυώρως πορεύε‐
5σθαι, Ἀνδρόνικον δ’ ἐξέκρουον τῶν φρενῶν ὑποθράττουσαι καὶ τῶν ἀνθρωπίνων κολάσεων τὸ σύντονον ὑπεχάλων ἐπὶ βραχύ. Φρουρᾷ τοίνυν συνισχημένος Δισύπατος τὰς χεῖρας πρὸς τὸ θεῖον ἀνέ‐ τεινεν, οὐ κατὰ Δαυὶδ ἐπευχόμενος καὶ λέγων „ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου“ ἢ τὸ τοῦ Ἰωνᾶ φθεγ‐
10γόμενος „ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;“ ἀλλ’ „ἀπάλειψόν με τῆς μνήμης τοῦ Ἀνδρονίκου, καὶ εἴην παρ’ ἐκείνῳ ἐνι‐ αυτὸν ἐξ ἐνιαυτοῦ καὶ μῆνας ἐκ μηνῶν καὶ ἡμέρας ἐξ ἡμερῶν ἄϊστος ἄπυ‐ στος καὶ τῆς τῶν ζώντων βίβλου, ἕως Ἀνδρόνικος βιῴη, ἀλλοτριούμενος.“ καὶ θεὸς ἦν ἀληθῶς ὁ ἐκ χειρὸς Ἀνδρονίκου Δισύπατον ἐξελόμενος.
15 Ὅπως δὲ ἠπίστατο τιμᾶν Ἀνδρόνικος τοὺς τῆς ἐκείνου θεραπείας ἐξεχομένους καὶ διαπύρους τῶν αὐτοῦ θελημάτων ἐραστὰς καὶ πληρω‐ τάς, ἐδήλωσε μὲν καὶ ἐξ ὧν ἀπανθρώπως τοῦ βίου ἐξήγαγε τὸν Μακρο‐
δούκαν Κωνσταντῖνον καὶ τὸν Δούκαν Ἀνδρόνικον, ὧν, ὡς εἴρηται, τὸν313

Andron1,pt1

314

μὲν τῷ τῶν πανυπερσεβάστων ὑπεξῆρε σεμνώματι, τὸν δὲ Δούκαν υἱωσά‐ μενος τοῖς πάνυ φιλουμένοις ἐνέγραφε, σαφῶς δὲ τὸ τῆς γνώμης ἄστατον καθυπέδειξε καὶ τὸ μὴ βεβηκὸς εἰς εὔνοιαν ἐν οἷς προσέθετο καὶ τὸν Τρίψυ‐ χον ἐκπηρῶσαι Κωνσταντῖνον, ἄνδρα πολυάρατον χρῆμα παρ’ ἐκείνῳ
5καὶ πάγχρηστον ἐν ταῖς τῆς τυραννίδος καθυπουργήσεσι καὶ τοσοῦτον ὑπερηγαπηκότα Ἀνδρόνικον καὶ θερμῶς αὐτῷ προσεσχηκότα, ὡς ὑπερελάσαι πάντας μικροῦ, ὁπόσοι τὰ Ἀνδρονίκου ἐπρέσβευον. παρὰ τοσοῦτον γὰρ εἴργετο τὸ ἐκ διαμέτρου νῖκος μονώτατος ἀποφέρεσθαι Τρίψυχος, παρ’ ὅσον εἶχε συμπτερυσσόμενον αὐτῷ καὶ πρὸς τὸ ὑπερ‐
10βάλλον τῆς προθυμίας ἀνθαμιλλώμενον τὸν Ἁγιοχριστοφορίτην Στέφα‐ νον καὶ τὸ μονάζον τοῦ βραβείου δυάζοντα, οἷς κἀκείνῳ τῆς ἀπηνείας ἐπλέκετο στέφανος. Ἦν δὲ ἡ αἰτία τοῦ σβεσθῆναι τὰς κόρας Τρίψυχον βραχεῖά τις παρα‐ λύπησις καὶ ἀξία παροραθῆναι μᾶλλον ἢ πεσεῖν ὑπ’ ἐξέτασιν καὶ κολά‐
15σαι τὸν παρειπόντα, καὶ ταῦτα φιλούμενον πολὺ καὶ φιλοῦντα οὐκ ἔλασσον. ἀλλ’ ἐπεὶ καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον ἐδίδοσαν ἄνθρωποι ἐπὶ τῶν Ἀνδρονίκου καιρῶν, κατὰ τοῦτο καὶ ὁ ἐξεταστὴς τῶν τοιούτων Τρίψυχος καὶ πολλοὺς βασάνοις ὑποβαλὼν καὶ τῆς οὐσίας πάσης ἀποψι‐ λώσας, ὅτι καὶ γογγυσμοῦ ῥῆμα κατ’ Ἀνδρονίκου ἀπέπτυσαν ἢ ἐγκα‐
20τάλειμμα πονηροῦ ἐνθυμίου παρ’ ἑαυτοῖς ὑπελίποντο, τοῖς ὁμοίοις καὶ αὐτὸς ἀνηλεῶς περιπέπτωκε τῇ ἀνομίᾳ τῆς οἰκείας πτέρνης περιληφθεὶς καὶ ᾧ μέτρῳ πολλάκις μεμέτρηκε, σεσαγμένῳ καὶ πεπιεσμένῳ καὶ ὑπερ‐ εκχυνομένῳ, τούτῳ ἀντιμετρηθεὶς καὶ εἰς ὃν ὤρυξε βόθρον τῷ πλησίον πολλάκις, ἐπὶ τοῦτον (ὡς αἰνῶ σε, δίκη) χαριέντως ἐμπεπτωκὼς καὶ ἐφ’
25ἑαυτὸν λίθον κυλίσας, ὃν ἀνώχλισε πλειστάκις κατὰ τῶν ἔγγιστα. Τῷ τοι κατειπόντος αὐτοῦ πρὸς Ἀνδρόνικον τῶν γνησιωτάτων
τινὸς ὡς ἶσα τοῖς οὐκ εὐηργετημένοις μηδ’ εὖ παθοῦσιν ὑπ’ Ἀνδρονίκου314

Andron1,pt1

315

ὑποτονθορύζει κατ’ Ἀνδρονίκου καὶ Τρίψυχος, ὁ τόσαις εὐποιΐαις πε‐ ριαντλούμενος καὶ τὰ τῶν ἀξιωμάτων ὑπέρογκα κτώμενος κἀν ταῖς βασι‐ λείοις ἀκούων ἐπιστολαῖς ἠγαπημένος υἱὸς καὶ κνιπὸς ἄνθρωπος καὶ ἐν ταῖς νῦν ἡμέραις δυσεύρετος, ὁ πολύολβος, ὁ εὐπάρυφος, ἐπαθήνατο τὴν
5ψυχὴν Ἀνδρόνικος καὶ ἀπιστίαν καταγνοὺς ὅλων ἐπὶ συννοίας εἱστήκει, πρὸς ὀργὴν ὑπὸ τῶν λεχθέντων ἀναρριπιζόμενος καὶ εἰς θυμοῦ ἐπιφρίσ‐ σων κλυδώνιον. ἐπεὶ δὲ ὁ προσαγγέλλων ἑώρα τὸ ἀναθαλπόμενον τοῦ θυμοῦ καὶ ἑτέρας ἐπιδεὲς δριμυτέρων ῥημάτων ἐπιφορᾶς, ὡς ἂν οὕτω λάβρον γεγονὸς μεταρσιωθείη αἰθέριον, ἢ τὸ αἱμωπὸν ἐκεῖνο τῆς ὀργιλό‐
10τητος πέλαγος καταιγιδώδη θέλον πνοὴν ἐς τὸ διανοιγῆναι εἰς χάσμα καὶ κατακρύψαι ὡς ἕτερον τριστάτην Αἰγύπτιον τὸν ἄθλιον Τρίψυχον, φησὶ πρὸς Ἀνδρόνικον ὡς „καὶ τὸν υἱὸν καὶ διάδοχον τῆς σῆς βασι‐ λείας καὶ κληρονόμον ἔννομον τῆς ἀρχῆς, τὸν κάλλιστον καὶ ἀσπασιώ‐ τατον ἅπασιν Ἰωάννην, διασύρων οὐ παύεται Τρίψυχος ἀπόπληκτα
15φθεγγόμενος ῥήματα καὶ βδέλυγμα τοῦτον ἀναγορεύων θείῳ τόπῳ τῷ τὴς αὐτοκρατορίας ἐνιδρυθησόμενον,“ καί ποτε παριέναι μὲν τὸν βασι‐ λέα Ἰωάννην ὑπὸ πλείστων εὐφημούμενον καὶ προπεμπόμενον, τὸν δὲ Τρίψυχον ἐπεγγελῶντά οἱ δυσφημεῖν καὶ Ζιντζιφίτζην ἀποκαλεῖν, καὶ μέγα στενάξαντα εἰπεῖν „ὢ δυστυχὴς Ῥωμαίων ἀρχή, οἷός σοι ὁ αὐτο‐
20κράτωρ ἐλπίζεται.“ ἦν δὲ ὁ Ζιντζιφίτζης ἀνδράριον εἰδεχθέστατον, ταῖς τῶν σταδιοδρόμων ἵππων ἀμφιπεριστρεφόμενον ἄντυξι, καὶ τὰ πλείω μὲν τῶν μελῶν ἀνάρμοστον καὶ βραχὺ τὸ δέμας καὶ εὔσαρκον, εὐτράπε‐ λον δὲ ἄλλως καὶ δεινὸν ἐς ταμιεῖα πλῆξαι ψυχῆς ἁπαλυνομένοις βωμο‐
λοχίᾳ σκώμμασι καὶ ποιητικοῖς γέλωτος λόγοις διαχέουσι σκηνικώτερον.315

Andron1,pt1

316

Οὐκ ἐνεγκὼν τοίνυν τὰ λεγόμενα, ὡς δὲ βολίδας ἔνδον ἐν καρδίᾳ δεδεγμένος Ἀνδρόνικος, ἅτε λαῖλαψ τὰ προσόντα τῷ Τριψύχῳ διαφορεῖ καὶ εἱρκτῇ παραδοὺς ἀδέσμῳ εἶτα καὶ τοῦ τῶν ὀμμάτων φάους ἀποστε‐ ρεῖ. καὶ τοιοῦτο μὲν τὰ τῆς παραδυναστείας τῷ Τριψύχῳ πέρας εἰλή‐
5φασιν, ὡς ἐπ’ αὐτῷ ἄντικρυς ῥηθῆναί τε καὶ περατωθῆναι τὸ τοῦ Σολο‐ μῶντος ἐκεῖνο δοκεῖν, ὅ φησιν „εἰσὶν ὁδοὶ δοκοῦσαι μὲν ἀνδρὶ τὰ πρῶτα
ὀρθαί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς θάνατον.“316

Andron1,pt2

317

(1t)

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
2tΑΝΔΡΟΝΙΚΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
3 Ὁ δέ γε Σικελικὸς στρατὸς τριχῇ διαιρεθείς, ὁ μὲν τῇ Θεσσαλονίκῃ παρέμενε, τῶν δ’ αὖ μερίδων ἡ μὲν ἐσβάλλει κατὰ τὰς Σέρρας καὶ τὰ
5ἐκεῖσε πάντα χειροῦσθαι καὶ πορθεῖν ἔγνωκεν, ἡ δὲ ὡς διὰ λείας ὁδοῦ φερομένη καὶ μηδένα τὸν ἐς χεῖρας ἰόντα ἢ ἀντιπίπτοντα ἔχουσα ἐς αὐτὴν τὴν Μοσυνόπολιν κατεσκήνωσε καὶ τὸ κύκλῳ ὑποχείριον ἔθετο. Ἀνδρονίκῳ δὲ τὰ μὲν πρῶτα ἐμέλησε στεῖλαι τὸν φυλάξοντα τὴν Ἐπίδαμνον καὶ ἀφίκετο ἐκεῖσε ὁ Βρανᾶς Ἰωάννης· βραχεῖαι δὲ ἡμέραι,
10καὶ οἱ μὲν Ἰταλοὶ Ἐπιδάμνου ἐπέβησαν ὡσεὶ πτηνοὶ καὶ ἀέριοι μικροῦ τε θάτερον τῶν ποδῶν περιβάδην ἐκτείναντες ἀπραγμόνως τὰ τῶν περι‐ βόλων ὑπερέβησαν κρήδεμνα, ὁ δὲ Βρανᾶς εἰς Σικελίαν αἰχμάλωτος μετα‐ τίθεται. ἔπειτα δὲ τῷ διέπειν λαχόντι Θεσσαλονίκην Δαυὶδ ἐπέστελλε καὶ ἐπέτελλεν ἐπαγρυπνεῖν τῇ τῆς πόλεως φυλακῇ καὶ μὴ δεδιέναι τοὺς
15πεδιλορράφους Λατίνους, πηδᾶν δὲ καὶ δάκνειν καὶ κεντεῖν, ἵν’ αὐτὰς τὰς Ἀνδρονίκου παραθήσομαι λέξεις. καὶ ἐφ’ ὅτῳ μὲν Ἀνδρόνικος
οὑτωσὶ συνετίθει τὰ γραμμάτια, μόνος ὁ ἐκδιδοὺς ἐπιστάμενος ἦν Ἀν‐317

Andron1,pt2

318

δρόνικος· αὐτοῖς δὲ τοῖς φιλοσκώμμοσι πολίταις διὰ γέλωτος ἤγετο τὰ γραφόμενα, ἀντιφέρουσι ταῦτα καὶ ἀντιβάλλουσι πρὸς αἰσχρά τινα δημόσια ῥήματα, ἃ μὴ προφέρειν χρεών. Ἐπὶ δὲ τούτοις τὰς Ῥωμαϊκὰς δυνάμεις συνηθροικώς, ὅσαι τε ἑῷαι
5καὶ ὅσαι ἑσπέριαι, καὶ ταύτας εἰς τμήματα διελὼν τὸ μὲν τῷ βασιλεῖ καὶ υἱῷ Ἰωάννῃ ἐπέταξε περὶ τὴν Φιλίππου διατρίβοντι ἐπαρχίαν, τὸ δὲ τῷ χαρτουλαρίῳ παραδέδωκε Χούμνῳ, ἄλλο τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ἕτερον τῷ ἐκτομίᾳ Νικηφόρῳ, ὃς τιμήεις ἦν παρ’ Ἀνδρονίκῳ τῷ τοῦ παρακοιμωμένου κυδρούμενος ἀξιώματι. ἀλλὰ καὶ Ἀλέξιον ἐκπέπομφε
10τὸν Βρανᾶν μεθ’ ἑτέρου στρατεύματος. Πλὴν ὁ μὲν υἱὸς κυνηγεσίοις ἐνευπάθει κατὰ τὴν Φιλιππούπολιν ὅσα καὶ πυλῶν Γαδειρίδων κατάσχεσιν ἢ Διονυσίων στυλίδων καθαίρε‐ σιν τὴν τῆς Θεσσαλονίκης προνόμευσιν φανταζόμενος· οἱ δὲ λοιποὶ ταυ‐ τησὶ πολιορκουμένης ἐγγίσαι μὲν καὶ ἐπαρῆξαι οὐδ’ ὅλως ἐθάρρουν, πορ‐
15ρωτάτω δὲ σκηνούμενοι δι’ ὀπτήρων καὶ ταχυδρόμων κλεπτόντων τὴν εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἄφιξιν τὰ κατὰ Θεσσαλονίκην ἦσαν ἐνωτιζόμενοι. μόνος δ’ ἀπὸ πάντων ὁ Χοῦμνος Θεόδωρος ὑπέστη ἐγ‐ γύτερον προσελθεῖν, ὡς ἢ ἐπαμυνῶν Θεσσαλονικεῦσιν ἐν τῷ συμπλακῆ‐ ναι τοῖς διειληφόσι τὴν πόλιν στρατεύμασιν, ἢ καὶ παρελευσόμενος
20ἔσωθεν, εἰ καὶ τοῦτο ἐξείη. ἀλλὰ καὶ πρὸς ἄμφω διαμαρτὼν τοῦ σκοποῦ αἰσχίστως παλίμπους ἐφέρετο· οἱ γὰρ ἀμφ’ αὐτὸν μηδὲ μέτωπον κόρυ‐ θος τῶν ἐναντίων βλέψαι ὑπενεγκόντες τὰ νῶτα μετέβαλον καὶ ἀμετα‐ στρεπτὶ ἔφευγον, ἓν τοῦτο παρὰ τοὺς λοιποὺς ὁμοφύλους ἀνδρισάμενοι, τὸ γοῦν ἀεὶ μὴ ἐφησυχάζειν, ἀλλ’ οὓς οἱ πευθῆνες ἀνήγγελλον αὐτοῖς
25πολεμίους, τούτους αὐτοψεὶ κατιδεῖν καὶ ἔργοις αὐτοῖς διδαχθῆναι τὸ ἐν
μάχαις ὀξύρροπον τῶν ἀνδρῶν.318

Andron1,pt2

319

Ἐπεὶ δὲ ἑάλω ἡ λογίμη Θεσσαλονίκη καὶ ὁ διαμερισμός, ὥς μοι εἴρηται ἤδη, ξυνέβη τοῦ Σικελικοῦ στρατεύματος, ἄλλος δ’ ἂν εἶπέ τις ὡς κατὰ τὴν μυθικὴν Χίμαιραν συναπτόμενον πρότερον τὸ ἀντίπαλον, τότε διαιρεθέν, τὸ μὲν κράτιστον αὐτοῦ ὅσα καὶ λέων προηγούμενον
5εὐθὺ τῆς βασιλίδος ἵετο πόλεως, τὸ δὲ μέσον τὰ κατ’ Ἀμφίπολιν καὶ Σέρρας ἐνέμετο, τὸ δὲ λοιπόν, ὅσον δηλονότι ναυτικὸν καὶ ὡς ὄφις συρό‐ μενον ἐν τοῖς ὕδασιν, ἐτήρει τὴν προκαθεζομένην πόλιν τῶν Θετταλῶν, οὐδ’ οὕτως ὄντες ὁμοθυμαδὸν οἱ Ῥωμαῖοι καὶ βάλλοντες ἓν στρατήγιον ἑνί τινι γοῦν συμπλακῆναι ἀπεθάρρησαν τμήματι. ἀλλ’ οἱ μὲν κατειλη‐
10φότες τὴν Μοσυνόπολιν πολέμιοι καὶ περὶ τῆς περαιτέρω πορείας ἐσκέ‐ πτοντο μηδ’ ὀφθαλμοῖς ὁπλίτην Ῥωμαῖον ἐνοπτρισάμενοι, Ῥωμαῖοι δὲ τὰς τῶν ἐκεῖσε προκαταλαβόντες ὀρέων λαγόνας εἰς τὸ πεδίον οὐκ εἶχον ὑποκαταβῆναι καὶ δέξασθαι τὸ ἐπιὸν δυσμενές. ὅθεν ἐγνώκεσαν Ἰταλοὶ μηκέτ’ ἀναδύεσθαι, ἀλλ’ ὁμοῦ συσπειραθῆναι καὶ πρὸς ἓν κα‐
15τάντημα τὴν Κωνσταντίνου καλλίπολιν ἐπειχθῆναι καὶ ταυτηνὶ χειρώ‐ σασθαι. Οὕτω γὰρ αὐτοὺς ἐπῇρεν ὁ ἐκ Κομνηνῶν Ἀλέξιος, ὅς σφισι συνὼν καὶ μηδ’ ἐν μέρει ταττόμενος στρατηγοῦ ὅμως ἃ τελεσθῆναι οὐκ ἔμελλον φανταζόμενος ᾤετο ὁ ἀνούστατος καὶ μηδὲ προβατίων ἄρχειν ἐπάξιος
20ὑπὲρ ἐκείνου διαπονεῖσθαι τὸν ῥῆγα τῶν Σικελῶν, καὶ ὡς ἤδη ἐν τῷ βασι‐ λικῷ σχήματι καταστὰς καὶ ἀρχαιρεσιασθεὶς αὐτοκράτωρ ὁ Μελιτίδης ὠφρύωτο φάσκων καὶ διατεινόμενος πρὸς τὸ ἀλλόθρουν στράτευμα μὴ ἂν ὑποβεβηκέναι τὸν αὐτοῦ πόθον παρὰ τοῖς Κωνσταντινουπολίταις πρὸς τὸ μεγαλεῖον τοῦ βασιλέως καὶ πρὸς πατρὸς αὐτῷ θείου τοῦ Μα‐
25νουήλ, ἀλλ’ οὕτως ἡγεῖσθαι παρὰ Ῥωμαίοις ἀσπάσιος ὅσα καὶ ἡμερο‐319

Andron1,pt2

320

φαὴς ἥλιος καὶ κατὰ τὴν ἀέρος ὁλκὴν ἀπαραίτητον κρίνεσθαι ἀγαθόν. καὶ ταῦτα μὲν οὕτως. Αὐτὸς δὲ Ἀνδρόνικος τὰ τῆς πόλεως τείχη περιελθών, εἴ τι χρόνῳ ὑποσκάζον ἦν καὶ καμόν, ὑπερείδεσθαί τε τοῦτο καὶ ἐπισκευάζεσθαι
5προσετετάχει. καὶ ἦν ἔργον εὐθὺς τὸ ἐπιταττόμενον. κατηρείποντο οὖν ὅσα τῶν οἰκημάτων παραπεπηγότα τοῖς τείχεσιν ἔξωθεν εὐέφοδα τοῖς πολεμίοις ἐποίει τὰ ἔσωθεν καὶ νῆες μακραὶ περὶ τὰς ἑκατὸν ἐσάλευον κατὰ τὰς ἀκτὰς ἡτοιμασμέναι πρὸς ἔκπλοιαν, δεῆσαν ἐπιβοηθήσουσαι πόλεσι κακῶς διακειμέναις ὑπὸ τοῦ στόλου τῶν Σικελῶν καὶ τοῖς Κων‐
10σταντινουπολίταις ἀρήξουσαι (καὶ οὗτοι γὰρ ἐπιστῆναι ᾤοντο αὐτίκα μάλα τοὺς πολεμίους) καὶ διαληψόμεναι κατὰ καιρὸν τὸν ἐσέχοντα θαλάττιον κόλπον καὶ ποταμίου δίκην ὁλκοῦ τὴν κατὰ τὰς Βλαχέρνας ἠϊόνα προσκλύζοντα. Καὶ τὰς μὲν κοινὰς ἐς τοσόνδε διαθέμενος φροντίδας ἀνέπεσεν ὡς
15ἀρκούντως ἤδη καὶ ἀραρότως τὰ πρὸς ἀντιμάχησιν διοικήσας καὶ κα‐ ταπολέμησιν τῶν τοῖς Ῥωμαίοις ἐπιόντων ἐχθρῶν· ἀκηκοὼς δὲ ἁλῶναι Θεσσαλονίκην ἐς κακοποιΐαν τρέπεται τῶν προσγενῶν τοῦ Δαυίδ, ὃν φύλακα τῆς πόλεως ταύτης τὸ λέγειν ἤδη δεδήλωκε, καὶ συλλαβὼν τούτους καθείργνυσιν ἐν φρουραῖς. δημηγορῶν δὲ οὐδὲν μέγα τὸ συμ‐
20βὰν ἔλεγεν εἶναι, οὐδ’ ἄξιον ἐς κατόρθωμα σεμνολογεῖσθαι τοῖς Σικελοῖς· οὐ νῦν γὰρ πρώτως, ἀλλὰ καὶ πρώην πόλεων ἁλώσεις ἐπάγειν τὸν
χρόνον φιλεῖν καὶ νίκην ἐπαμείβεσθαι ἄνδρας. φήμαις δὲ βαλλόμενος ἀπευ‐320

Andron1,pt2

321

κταίαις ἄλλοτε ἄλλαις καὶ συχνάκις ἐφισταμένων τῶν ἀγγελλόντων ὡς νῦν μὲν οἱ ὑπεναντίοι Ἀμφίπολιν παρεστήσαντο, νῦν δὲ τὰς ἐφεξῆς ληϊσά‐ μενοι χώρας κατὰ τὴν Μοσυνόπολιν ἐναυλίζονται, καὶ τὰς τοιαύτας ἀγγελίας ὡς οὐδέπω δεινὰς ἀπεπέμπετο καὶ ἔλεγεν ὡς μετελεύσεται
5τοὺς ἐχθροὺς καὶ ἐξολοθρεύσειε τέλεον ὃν τρόπον οἱ θηραταὶ τοὺς μονα‐ στικοὺς τῶν συῶν. αὐτούς τε γὰρ κατὰ βραχὺ μεθισταμένους τῆς λό‐ χμης ἐγκλείεσθαι λιχνευομένους περὶ τὴν προκειμένην ἐδητύν, ἔνθα ὁ δόλος καὶ ἡ πάγη καττύεται, καὶ οὕτως ἐμπείρεσθαι δόρατι ἢ βαθεῖαν κατὰ τῶν σπλάγχνων δέχεσθαι τὴν πληγήν· καὶ τοὺς Ἰταλοὺς δὲ ὡσαύτως
10ἀφροντιστοῦντας, ὡς οὐκ ὄντος τινὸς ἀνθισταμένου, καὶ ἀεὶ προχωροῦν‐ τας τοῖς ἔμπροσθεν καὶ τῇ τῶν πλειόνων σκύλων ὑποσαινομένους ἐφέσει μέλλειν εἰς τὸν ἔσχατον καὶ ἀπρόοπτον ὄλεθρον ἐμπεσεῖσθαι καὶ ἐπὶ κορυφὴν αὐτῶν τὴν ἀδικίαν αὐτῶν καταβήσεσθαι. Ἦν δὲ ταῦτα οὐδὲν ἕτερον ἢ ἀνδρὸς τῇ φύσει τῶν πραγμάτων ἀντι‐
15μαχομένου προδήλως αἱμύλα προβλήματα καὶ πολιτείας ἤδη κατ’ αὐτοῦ φλεγμαινούσης μειλίγματα, οἷς οὐκ ἦν ἀρρενούμενος καὶ πᾶσαν μηχανὴν μετιών, ὅπως ἀποσοβήσειε τὸ ἀλλόγλωττον. καίπερ δὲ τοιούτων καὶ τοσούτων ἐφεστώτων κακῶν καὶ πάντων πείσεσθαι φανταζομένων τὰ οἰκτρότατα καὶ ὡς ἤδη παρόντων καὶ ἀνιώντων ὀδυρομένων, ὁ δὲ ὁμα‐
20λῶς ἔφερε τὰ ἀνύποιστα καὶ οἷον ἐπ’ ἀλλοτρίοις δεινοῖς τὸ φιλόσοφον ἐπεδείκνυτο, καὶ ταῦτα, εἴπερ τις, φίλαρχος ὢν καὶ δι’ ἔρωτα βασιλείας εἰς ἀπάνθρωπα ἤθη ἐκκυλισθεὶς καὶ τυράννους ὑπερελάσας τοὺς πώ‐ ποτε. Ἔνθεν τοι καὶ τῆς πόλεως πολλάκις ἀπανιστάμενος μετὰ χορείας
25ἑταιρίδων καὶ παλλακῶν ἐφιλοκρίνει τὰ τῶν τόπων ἐρημικώτερα καὶ οἷς ἡ τῶν ἀέρων ἐπλεόναζεν εὐκρασία καὶ θηρίων δίκην συναγκείαις ὀρῶν καὶ χλοεροῖς παραβυόμενος ἄλσεσιν ὡς ὄρνιθας κατοικιδίους ἀλεκτρυὼν ἢ αἶγας τράγος ἡγούμενος αἰπολίου ἢ καθάπερ ὁ Σεμέλης Διόνυσος τὰς Θυάδας, Σοβάδας, Μαινάδας, Βάκχας εἶχεν ἑπομένας τὰς ἐρωμένας
30μόνον οὐ νεβρίδα ἐξημμένος καὶ τὸν κροκωτὸν ἐνδυόμενος. καὶ ἦν κατὰ τακτὰς μὲν ἡμέρας ὡσεὶ διὰ παραπετάσματος ὀλίγοις τῶν ἐκ τῆς βασι‐ λείου αὐλῆς ὀπτανόμενος, καὶ τούτων οἵπερ ἐκείνῳ μάλιστα προσῳ‐
κείωντο, αὐλητρίσι δὲ καὶ ἑταιρίσιν ἀναπεταννὺς πᾶσαν πάροδον καὶ321

Andron1,pt2

322

πάντα καιρὸν εἰς ὁμιλίαν αὐταῖς χαριζόμενος. ἔχαιρέ τε κατὰ Σαρδανά‐ παλον ταῖς ἀνέσεσιν, ὃς τόσς’ ἔχειν, ὅσς’ ἔφαγε καὶ ὅσς’ ἐφύβρισε, τῷ ἐπιταφίῳ ἐνεκόλαπτεν ἐπιγράμματι. Ἐπικούρειός τε ἦν καὶ Χρυσίπ‐ πειος καὶ λαγνείαν δυστυχῶν πολύποδος ἵμερον ἐδίωκε καὶ φιλότητι
5μαργαίνων καὶ τὸν Ἡρακλέα μιμούμενος ἀτεχνῶς κατὰ τὴν τῶν πεν‐ τήκοντα καὶ μόνον τοῦ Θυέστου θυγατέρων φθοράν. οὐκ ἔχων δὲ τὴν ἴσην πρὸς τὸ ἀκολασταίνειν ἰσχύν, ὡς Ἰόλεων ἐκεῖνος κατὰ τῆς παλιμ‐ φυοῦς Ὕδρας συνέριθον, οὕτω καὶ οὗτος τὰ ὑπὸ γαστρὸς πρὸς συνουσίαν ἀλοιφαῖς καὶ περιττοῖς σκευάσμασιν ἀνερρώννυεν. ἤσθιε δὲ καὶ ζῶον
10Νειλῷον, κροκοδείλῳ πάνυ τι ἐμφερές, ἀπόσιτον μὲν τοῖς μὴ τὰ τοιαῦτα βρωτέα κρίνουσι, διερεθίζον δ’ ὅμως καὶ διανιστῶν ἐν ταῖς ὁμιλίαις πρὸς ἀπουσιασμόν. Κατὰ δὲ τὰ ἀρχεῖα γινόμενος ἀπὸ τῶν ἔξωθεν διατριβῶν τε καὶ διαχύ‐ σεων οὐκ ὀλίγον μὲν καὶ τὸ περὶ αὐτὸν εἶχε δορυφορικόν, καὶ τοῦτο ἐκ
15βαρβάρων ἰλῶν καὶ ἀνδρῶν λοιμῶν χαιρόντων ἀπαιδευσίᾳ καὶ τὰ πλεῖστα μηδ’ ἐπαϊόντων Ἑλληνίδος φωνῆς. καὶ τοὺς προκοίτους δὲ καὶ προφύλακας ἐξ ἀεὶ τοιούτων ἀναγώγων συνείληχεν ὁμηγύρεων. τελευ‐ τῶν δὲ καὶ κύνα κάρχαρον, οἷον καὶ λέουσιν ἀντιπλέκεσθαι καὶ ἄνδρα ἔφιππον ὁπλίτην κατενεγκεῖν ἔραζε, σύνοικον ἑαυτῷ πεποίητο· οἱ μὲν
20γὰρ σωματοφύλακες καὶ δορυφόροι ἄποθέν που τοῦ βασιλικοῦ κοιτῶνος νυκτὸς κατηυνάζοντο, ὁ δέ γε κύων πρὸς ταῖς θύραις ἐδέδετο, χαλκεόφω‐ νος ὢν καὶ πρὸς βραχεῖαν διαταραττόμενος ψόφησιν καὶ γινόμενος ὑλα‐ κόμωρος. Προϊὼν δὲ οὕτω κατετρύφα τῆς τῶν Κωνσταντινουπολιτῶν εὐηθείας
25καὶ ὡς ἀπὸ ῥινὸς ἑλκομένους ἐχλεύαζε καὶ πρὸς πᾶσαν τῶν κρατούντων θεραπείαν τε καὶ θωπείαν ἑτοίμως ἔχοντας ἐκωμῴδει, ὥστε καὶ τῶν παρ’
αὐτοῦ θηρωμένων ἐλάφων τὰ κέρατα, ὁπόσα εἰς ὕψος ἦρτο καὶ εἶχόν τι322

Andron1,pt2

323

θαύματος, ταῖς κατὰ τὴν ἀγορὰν ἁψῖσιν ἀνήρτα, τῷ μὲν δοκεῖν εἰς ἔν‐ δειξιν τοῦ μεγέθους τῶν παρ’ αὐτοῦ ἁλισκομένων ἀγρίων, τῷ δὲ ὄντι δια‐ μωκώμενος τὸ πολίτευμα καὶ διασύρων εἰς ἀκρασίαν τῶν γαμετῶν. Ὁπηνίκα δὲ κατὰ τὴν μεγαλόπολιν γένοιτο τῶν τῆς Προποντίδος
5τρυφηλῶν χωρίων καὶ περιττῶν ἀπανιστάμενος διαιτήσεων, οὐκ ἦν μὴ ἀποφράδα κρίνεσθαι τὴν τότε ἡμέραν· οὐ γὰρ δι’ ἄλλ’ ἄττα παρεῖναι ἐδόκει ἢ ὡς θύσων καὶ ἀπολέσων ὁπόσον ὡς ἐπίβουλον ὑπωπτεύετο. καὶ ἡ Ἀνδρονίκου ἐπιδημία τοῖς πολλοῖς ζημία καὶ δυσθυμία ἢ καὶ τοῦ βίου ἐκδημία καὶ ἔσχατον ἄλλο κακὸν συλλελόγιστο, ἐπειδήπερ ὁ ἀνὴρ
10ὡσεὶ καὶ γραμμὴν μονοδιάστατον καὶ μηκιζομένην εἰς τὸ λεπταλέον καὶ ἀπλατὲς ἐν τῷ ἐδαφίῳ τῆς ψυχῆς τὴν οἰκείαν καθάπαξ ὠμότητα προϋ‐ ποθεὶς καὶ πρὸς ταύτην ἅπαν ἀποστενῶν τὸ πραττόμενον ἀβίωτον ὅλως ἥγητο τὴν ἡμέραν, καθ’ ἣν οὐκ ἐκρεωβόρησέ τινα τῶν ἐν ὑπεροχαῖς ἢ λύχνους οὐκ ἔσβεσε σώματος ἢ ὁτουδήτινος οὐ καθήψατο φιλονείκως
15ἢ ἐπιτιμητικῷ βλέμματι καὶ Τιτανικῷ ἐμβριμήματι μὴ ἐξέστησε τοῦ φρονεῖν. παιδαγωγῷ γὰρ ἐμβριθεῖ ἐοικὼς θαμὰ τῶν μειρακίων κατα‐ φέροντι τὴν σκυτάλην εὐκαίρως ἀκαίρως ἐπέπληττεν ἐφιστάμενος καὶ πρὸς πᾶσαν ἀκοὴν ἐκείνῳ ἀνήδυντον παρωξύνετο. Κατηφιῶντες οὖν οἱ τότε ἄνθρωποι καὶ στυγνάζοντες ἐβίωσκον.
20οὐδ’ ὁ ὕπνος ἄφροντις τοῖς πολλοῖς καὶ ὀδυνῶν ἀδαὴς καὶ μαλακός, ἀλλ’ ὀφθαλμοῖς ἐφιζάνων ἄκροις ἀφίπτατο καὶ διεψευσμένος ἦν τὰ πολλὰ ἢ Ἀνδρονίκῳ διασοβούμενος ὄναρ πολλάκις ἐφισταμένῳ κακὸν ἢ ὅσους ὁ τραχὺς οὗτος καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος τὴν ὀργὴν τῆς οἰ‐
κείας ἀπηνείας ἔθετο πάρεργον. ὃ γὰρ ἐπὶ τῶν ἐσχάτων συμβήσεσθαι323

Andron1,pt2

324

ἡμερῶν ὁ θεάνθρωπος προηγόρευσε, δηλονότι ὅτι „ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλαμβάνεται καὶ ὁ ἕτερος ἀφίεται,“ τοῦτο ἀτεχνῶς κἀν ταῖς ἡμέραις ἐκείναις ἐγίνετο, ἑνός τινος τῶν συνεύνων ἐξάπινα συλ‐ λαμβανομένου καὶ ἀπαγομένου πρὸς σωματικὴν κάκωσιν.
5 Οὐδὲ γὰρ καὶ γυναῖκες ἀπῆσαν τοῦ μὴ ὑπὸ δίκην πίπτειν καὶ τὰ ἀπευκταῖα ὑφίστασθαι, ἀλλὰ καὶ τούτων οὐκ ὀλίγαι τὸ τῶν ὀφθαλμῶν ἀπώλεσαν φῶς καὶ λιμὸν καὶ φρουρὰν καὶ αἰκισμοὺς ὑπέστησαν σώμα‐ τος. καὶ πατὴρ ἠλόγει τέκνων καὶ υἱεῖς ὠλιγώρουν πατρός· καὶ διεμε‐ ρίζοντο πέντε ἐν οἴκῳ ἑνί, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί. πολλοὶ δὲ καὶ
10ὡς Σοδομιτικὸν ἐμπρησμὸν τὸν τοῦ Ἀνδρονίκου θυμὸν ἐκτρεπόμενοι φυγάδες ὅλῳ ποδὶ τῆς πατρίδος γεγόνασιν, οἳ καὶ εἶχον ἂν ἑαυτοὺς ἀπα‐ θεστάτους κακῶν, εἰ τὴν φυγὴν τῇ Ἀνδρονίκου ζωῇ συνεμέτρησαν. νῦν δὲ τῶν κατ’ οἶκον μεταποιούμενοι εἰς στήλην μὲν ἁλὸς κατὰ τὴν γυναῖκα Λὼτ οὐκ ἐπάγησαν, οὐδὲ νεκρὸς ἐγεγόνεισαν ἅλς, ἄλλως δὲ μωρανθέντες
15τὸ ζῆν κατέστρεψαν κακῶς. Οὕτω δ’ ὀργιλότητος ἔχων καὶ τραχὺ καὶ σκληρὸν τὸ ἦθος αὐχῶν καὶ ἀμετάθετος ὢν τὸ κολάζειν καὶ παίζων ἐν ταῖς τῶν πέλας συμφοραῖς καὶ κακώσεσι ταῖς τε καθαιρέσεσι τῶν ἄλλων τὴν ἰδίαν ἐπιτειχίζειν δοξάζων ἀρχὴν καὶ τοῖς ἑαυτοῦ παισὶν ἐπικρατύνειν τὴν βασιλείαν καὶ
20τὸ τῆς ψυχῆς ἐντεῦθεν αὔξων ἡδόμενον ὅμως καὶ ἀγαθῶν μετεῖχεν οὐκ ὀλίγων πράξεων, καὶ οὐ παντάπασι δήπουθεν πρὸς τὴν ἐναντίαν ἀπονενεύκει διάθεσιν σκηνοβατῶν τὰ ὀλέθρια, ἀλλ’ ἦν ὡς ἀπὸ ὄφεως σαρκῶν ἐκείνου πανάκειαν θηράσασθαι περιμάχητον καὶ σώζουσαν εὑρέσθαι ἀντίδοτον καὶ ὥσπερ ἐξ ἀκανθῶν τρυγῆσαι ῥόδον ἡδύπνοον ἢ
25γοῦν ἐξ ἑλλεβόρου καὶ κωνείου ψαρσὶ παραθέσθαι καὶ ὄρτυξιν ἡδεῖαν
ἑστίασιν, ἐπεὶ καὶ δωρεαῖς ἔθαλπε τῶν ὑπηκόων τοὺς ἐνδεεῖς, εἰ μόνον324

Andron1,pt2

325

ἐλπίδος τι διεφαίνετο ὡς ὁ αἰτῶν οὐκ ἀποστυγεῖ ἐκεῖνον παθαινόμενος τὴν ψυχὴν ἐφ’ οἷς κακοεργὸς δείκνυται. Καὶ τὴν τῶν μέγα δυναμένων πλεονεξίαν οὕτως ἐκόλασε καὶ χεῖρας τἀλλότρια διφώσας οὕτως συνέστειλεν, ὥστε βασιλεύοντος ἐκείνου αἱ
5πλείους ἐπαρχίαι πρὸς πληθυσμὸν ἐπέδωκαν τῶν οἰκούντων αὐτάς. ἕκαστος γὰρ κατὰ τὸ προφητικὸν παράγγελμα ἐπὶ τὴν σκιὰν τῶν δέν‐ δρων αὐτοῦ ἀνεκλίνετο καὶ τὸν τῆς ἀμπέλου καρπὸν συγκομίζων καὶ γῆς εἰσοικιζόμενος τὰ ἐκφόρια ἀσμένως ἤσθιε καὶ ἡδέως ἐκάθευδε, μὴ φορολόγου ἀπειλὴν δεδιττόμενος, μὴ πλεονέκτην εἰσπράκτορα κατὰ
10νοῦν στρέφων, μὴ τὸν ἐκφυλλίζοντα ὑποβλεπόμενος, μὴ τὸν καλαμώ‐ μενον φανταζόμενος, ἀλλὰ τὰ τοῦ Καίσαρος Καίσαρι ἀποδιδοὺς οὐδένα τὸν ἐπιδιπλοῦντα εἶχε τὸ κέρμα καὶ τὸν τὸ τάλαντον πολυπλασιάζοντα, ἔστι δ’ ὅτε καὶ τὸ χιτώνιον προσαπαιτοῦντα καὶ τὸ ψυχίδιον αὐτὸ πολ‐ λάκις ἀναχρέμψασθαι βιαίως ἐγκείμενον. ἦν γὰρ ἡ Ἀνδρονίκου ἐπίκλη‐
15σις οἷά τι ὀλέθριον καὶ διασκεδαστικὸν τῶν φορολόγων ἔπᾳσμα καὶ φαρ‐ μάκευμα καὶ δυσήκουστον φόβητρον τοῖς ὅσοι παρὰ τὰ διατεταγμένα εἰσέπραττον καὶ νάρκωσις καὶ πάρεσις χειρῶν, αἳ πρὸς μόνον ἀφεώρων πρότερον τὸ λαβεῖν. πολλοῖς δὲ καὶ τὸ ἐθελουσίως ἀποχαριζόμενον ἀπεπέμπετο, ὥσπερ σὴς ὑφορώμενον τῶν ἐκείνοις προσόντων ἢ ἑτέρα
20τις φθαρτικὴ δύναμις τὸ προσεγγίζον ἀπολλοῦσα. τὸ δὲ δὴ μεῖζον, καὶ ἁδροῖς ὀψωνίοις ἐνιαχοῦ ἐφοδιάζων τοὺς τὰς δημοσίους ἀναζωννυμένους ἀρχὰς καὶ ὅσα πείσονται δεινὰ τὰς αὐτοῦ παραβλεψάμενοι ἐντολὰς προ‐ αγγέλλων οὕτως ἐξέπεμπεν, οὐκ ὠνίους ταύτας τοῖς βουλομένοις προ‐ βάλλων καὶ τοῖς ἐκ τριόδων ἀποδιδοὺς ὁποιουδήτινος δόματος, ἀλλὰ
25δῶρον τὰς ἀρχαιρεσίας καὶ ἐπιλέγδην παρεχόμενος. ὅθεν οἱ πάλαι τῷ χρόνῳ παρασυρέντες καὶ τοῖς κοινοῖς πράγμασι νοσοῦσι κατενεχθέντες εἰς θάνατον, ὥσπερ ἀρχαγγέλου τινὸς εἰς τὰ ἐκείνων ὦτα περισαλπίσαν‐
τος, τὸν χρόνιον ἀπεσείσαντο κάρον καὶ τὴν παλαιὰν ἀπέθεντο νέκρω‐325

Andron1,pt2

326

σιν· καὶ καθὼς ἡ τοῦ Ἰεζεκιὴλ ὅρασις βούλεται, ὀστᾶ συνήγοντο πρὸς ὀστᾶ καὶ ἁρμονίαι πρὸς ἁρμονίας· καὶ ἐν βραχεῖ αἱ πλεῖσται τῶν πό‐ λεων ἀνεβίωσαν καὶ τὸ πρώην ἀπέλαβον εὔδαιμον. εἰ δὲ δεῖ τι καὶ τῶν τοῦ ψαλτῳδοῦ Δαυὶδ ἐνταῦθα προσεπαγαγεῖν, ἔθετο ἔρημον εἰς λίμνας
5ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. καὶ τὰς διασπορὰς ἐπι‐ συνῆξε τῶν τοῦ δημοσίου τελεστῶν ἐκ τοῦ παῦσαι τοὺς ἐκ τῶν πρακτό‐ ρων κονδυλισμοὺς καὶ συστεῖλαι εἰς ὡρισμένον τι ζήτημα τὰς ἐπαλλή‐ λους ἀπαιτήσεις, ὁπόσας οἱ δεινοὶ τῶν φόρων ἐφεῦρον συζητηταὶ καὶ εἰς ὄφλημα ἐκράτυναν ἐνιαύσιον, οἱ ἐν βρώσει ἄρτου τὸν ὑποπίπτοντα λεὼν
10κατεσθίοντες. Ἔθους δὲ ἀλογωτάτου παρὰ Ῥωμαίοις, ὡς ἔοικε, μόνοις ἰσχύοντος (τὸ δέ ἐστι τὸ τὰς χειμαζομένας ναῦς, ὑπὸ πνευμάτων καὶ φλοίσβῳ θαλατ‐ τίῳ ταλαντευούσας, μηδένα ἔχειν τὸν συναιρόμενον καθ’ οὓς ἂν λιμένας ἢ τόπους ἐκβράσσωνται κύμασιν ἐλαυνόμεναι, τοὐναντίον μὲν οὖν καὶ
15καταιγίδος χείρους ὁρᾶν τοὺς ἐκεῖσέ πῃ λαχόντας τὴν οἴκησιν, διασπῶν‐ τας καὶ ἀφαρπάζοντας ὁπόσα μὴ παρέσυρε θάλασσα) οὕτω τοι πρὸς τὴν τοιαύτην ἀτοπίαν πολὺς ἀντέπνευσε καὶ εἰς πραεῖαν αὔραν μετέβαλε τὴν τῶν πλοίων καταποντιστικὴν τῶν πλείστων ὁρμήν, ὡς ἀντὶ πολλῶν ἓν εἰς εὐφημίαν ἐκείνῳ τοῦτο τὸ ἔργον καὶ μόνον ἀρκεῖν. οἱ μὲν γὰρ περὶ τὸ
20βασίλειον βῆμα δυσίατον τὸ κακὸν ἢ τέλεον ἀμετάβλητον ὡς εἰς ἕξιν ἐληλυθὸς καὶ προκόψαν ἐπὶ τὸ χείριστον ᾤοντο· πολλοὺς μὲν γὰρ καὶ τῶν πρότερον αὐταρχησάντων Ῥωμαίων βουληθῆναι τὴν τοῦ ἔθους τούτου παῦσαι παραλογότητα καὶ φακέλους ἀπολῦσαι διαταγμάτων βασιλικῶν τὰ ἀνήκεστα διαπειλουμένων τοῖς ὁπλιζομένοις κατὰ πλοίων
25τῶν ναυαγῶν καὶ διαρπάζουσι τὰ ἔνδον αὐτῶν, ἐν γράμμασι δὲ μόνοις μεῖναι τὰ τοιαῦτα θεσπίσματα, οἷα κατὰ κλύδωνα τοῦ κακοῦ κορυφου‐ μένου καὶ μεταρσίως αἰρομένου καὶ τὸ βασιλικὸν ἀπαλείφοντος ἐρυθρό‐ δανον, ὡς γράφειν ἄντικρυς τοὺς γράφοντας δοκεῖν καθ’ ὑγρῶν καὶ
ὑποσημαίνεσθαι μάτην τὰ οἰκεῖα κελεύσματα.326

Andron1,pt2

327

Καὶ οἱ μὲν τοιαῦτα ἐφθέγγοντο, ὁ δὲ δριμέως τὸ περὶ ἐκεῖνον σύμπαν περιβλεψάμενος στενάξας εἶπε βαθὺ ὡς „οὐδὲν τοῖς βασιλεύσιν ἀδιόρθω‐ τον, οὐδ’ ἔστι τι τῶν πλημμελῶς γινομένων, ὃ τὴν ἰσχὺν αὐτῶν ὑπερ‐ πέπαικεν. ἐβλακεύοντο τοίνυν, ὡς ἔοικεν, οἱ πρότερον αὐτοκράτορες
5ἢ ἐπλάττοντο τὸν ἐπὶ τοῖς κακίστοις ἀχθόμενον. εἰ γὰρ ἀληθῶς ἠβού‐ λοντο στῆναί ποτε τὰ βιοφθόρα καὶ παρρησίαν ἄγειν ὁπόσα τὴν εὐνο‐ μίαν συνίστησι, παρηγκωνίσαντο ἂν τὸ ἐν τοῖς γράμμασιν ἐρυθρὸν καὶ τὸν χάρτην ὡς οὐδὲν ὀνησιφόρον παραβλεψάμενοι ἐβάλοντο ἂν κατὰ νοῦν, ὡς αἵμασι πενθοῦσιν, ἀλλ’ οὐχὶ δάκρυσιν ἐπιστένουσιν οἱ σπιλά‐
10δων καὶ ὑφάλων τραχυτέρους εὑρίσκοντες παρ’ οἷς αἱ νῆες αὐτῶν ἐκ‐ βράσσονται ὑπὸ κλύδωνος, καὶ κατ’ αὐτῶν ἐχρήσαντο ἂν τῷ ξίφει μὴ φορουμένῳ μάτην μηδὲ εἰκῇ καὶ ἔβαλον ἂν εἰς κεφαλὰς ἀνόμων θάνατον. νῦν δ’, ὡς πέπεισμαι, γράφοντες αὐτόχρημα πονηρίαν ἔγραφον κἀπὶ τοῖς ἄλλων κακοῖς οὐκ ἐπαινετῶς ἐπιδεικνύμενοι τὸ μακρόθυμον τοῖς
15πάσχουσι συνεπετίθεντο καὶ αὐτοὶ καὶ ἐπεκράτυνον μᾶλλον τὰ οὐκ ἐπαινετέα ἔθιμα, οἷς τὴν τούτων διόρθωσιν ἑκόντες ἐκπεριίσταντο.“ Ταῦτ’ εἰρηκὼς „ἄνδρες,“ προσεπῆγεν „οἳ καθ’ αἷμά μοι προσῳ‐ κείωσθε καὶ ὅσοις ἡ πρὸς ἐμὲ πίστις εὔνοιαν ἐπεβράβευσε, καὶ τὸ πε‐ ριεστηκὸς δὲ λοιπόν, ὅσον τε εἰς γερουσίαν ἐγκέκριται καὶ ὅσον ἐς τὸ
20ἄλλως ὑπουργικὸν τῇ βασιλείᾳ Ῥωμαίων ἀποκεκλήρωται, ἀκούσατέ μου, ἀκούσατε. φθέγξομαι γὰρ οὐχ ὅσαπερ ἀὴρ διαφορήσει ἀτέλεστα, ἀλλ’ ὁπόσα εἰ μὴ τὸν εἰκότα χρόνον ἐπ’ ἔργον ἐκβήσονται, τὸν μὲν τὸ ποιητέον ἐμὲ διακελευόμενον ἐκμήνωσιν εἰς ὀργήν, ἡ δὲ βαρεῖά τις καὶ δυσύποιστος ἐπενσκήψει τοῖς παρὰ τὰ διατεταγμένα μοι πράττουσι καὶ
25ἀρχικῶν οὐκ ἐμπαζομένοις ὅλως φωνῶν. χρεὼν μὲν οὖν καὶ τἆλλα τὰ κοινοβλαβῆ καὶ κηρεσιφόρα Ῥωμαίοις παύσασθαι καὶ ἔστωσαν εἰδότες οἱ τὸν πλεονέκτην βίον μεταδιώκοντες, ὡς εἰ μὴ λήξουσιν ἐθελονταὶ τῆς τῶν ἀλλοτρίων ἐφέσεως, καὶ τὰ οἰκεῖα προσαπολέσουσι καὶ τοῖς τῶν πενήτων ἐκφυσηθήσονται στεναγμοῖς, ὥσπερ ἐν σφοδρᾷ λαίλαπι χοῦς
30ἀπὸ προσώπου γῆς ἐκριπίζεται, μάλιστα δὲ τὸ ταῖς ναυσὶν ἐπιτίθεσθαι327

Andron1,pt2

328

καὶ διαρπάζειν τοὺς φόρτους, ἐνίοτε δὲ καὶ αὐτὰς κατατεμαχίζειν τε καὶ ἀπογομφοῦν. εἴ τις τοίνυν ὑμῶν ἀρχὴν ἐκ τοῦ ἡμετέρου κράτους χειρίζει, εἴ τις ἀκινήτων παραλίων κύριος, καταρτισάτω πρότερον ἑαυ‐ τόν, εἶτα καὶ τὸ ὑπήκοον εἰς δέος τὸ τοῦ θεοῦ καὶ τῆς ἐμῆς βασιλείας
5ὑποστολὴν καὶ αἰδῶ, ἢ μὴν ἐκ τῆς ψυχῆς ἐκζητηθήσεται πολλαπλάσιον τὸ ἀδίκημα τοῦ τὴν ἐπαρχίαν διέποντος ἢ τὸν ἀγρὸν κατέχοντος, κἂν εἴη αὐτὸς μὲν ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, οἱ δ’ ὑποδρηστεύοντες ἐκείνῳ τὴν ἄθεσμον πρᾶξιν ἀποτελέσωσι. λοιμοῦ γὰρ μαστιγουμένου κυρίου τὸ ὑπὸ χεῖρα νοῦν οἴσει· καὶ ὥσπερ ἐξομοιοῦσθαι τῷ ἄρχοντι
10φιλεῖ τὸ ἀρχόμενον προτέρῳ δρῶντι τὰ μὴ ἐπαινετὰ ἐφεπόμενον, οὕτω καὶ μαστιζομένῳ καὶ ἀναγκαστῶς μεταμανθάνοντι τὸ κοινῇ συνοῖσον ἐφέψεται τὸ ὑπήκοον κατὰ πόδας, ὅσα καὶ μητρὶ παῖς. Ἵνα δὲ εἰδῆτε καὶ τὸν τρόπον τῆς ἐκδικήσεως, ᾗ καθυποβληθήσεται ὁ τῆς ἐμῆς παρήκοος ἐντολῆς, ἐπὶ τοῦ ἱστοῦ ἀπαιωρηθήσεται τῆς νεώς,
15εἰ δὲ τοῦτον παρέσυρε φλοῖσβος θαλάττιος, ἐφ’ ὑψηλῆς ἀγχιάλου ἀνα‐ σκολοπισθήσεται σκοπιᾶς, μεγίστης τινὸς καὶ ἰθυτενοῦς ἐκ τῶν ἐκεῖσέ που ὀρέων ἀποτμηθείσης δοκοῦ, ἵν’ οὕτω καὶ τοῖς κατὰ τὰ ἀχανῆ ναυτιλλο‐ μένοις πελάγη περίοπτος ἔσοιτο ὡς λαῖφος ἐν κεραίᾳ προφαινόμενος καὶ ναυαγὸς ἐν γῇ δεικύμενος καὶ εἰς σύμβολον παραλαμβανόμενος τοῦ μὴ
20προβῆναι καὶ εἰσέτι θραῦσιν νηῶν καὶ τῶν ἐνόντων αὐταῖς προνόμευσιν, καθὰ καὶ θεὸς ἐν ἀέρι τὸ ἑαυτοῦ τόξον ἐνέτεινεν εἰς σημεῖον τοῦ μηκέτι ἔσεσθαι ὕδωρ εἰς κατακλυσμόν.“ Καὶ ὁ μὲν φάμενος ταῦτα πρὸς ἑτέροις εἶχε τὸν νοῦν, τὸν ἄγαν χα‐ ρακτηρίζων παθαινόμενον καὶ εἰκάζων τὸν μηδ’ ὅλως παραδεξόμενον
25τῶν δοξάντων μεταποίησιν ἢ ῥοπὴν φιλάνθρωπον ἐφ’ οἷς ἀπεφήνατο· οἱ δ’ ἀκηκοότες ἀπολιθωθέντες τῷ δέει μικροῦ (πείρᾳ γὰρ ᾔδεσαν ὡς οὐκ οἶδε παίζειν Ἀνδρόνικος, οὐδ’ ἄλλα μὲν ἐν τοῖς τοιούτοις φθέγγεσθαι, ἄλλα δὲ κεύθειν ἐν ταῖς φρεσίν), ὀψὲ καὶ μόλις ἐν τῷ καθεστῶτι γενόμενοι,
ἐπιστολὰς γράψαντες διὰ ταχυδρόμων ἐξέπεμψαν τοῖς τῶν σφετέρων328

Andron1,pt2

329

ἐπιστάταις κτημάτων καὶ τοῖς ἀντ’ αὐτῶν διοικοῦσι δημοσίας ἀρχάς, πολλὰ τούτοις ἐπισκήπτοντες καὶ παράκλησιν πᾶσαν ἐπάγοντες, προσ‐ σχεῖν τε καὶ ἐπαγρυπνήσειν, μήπως ναυαγίῳ ἐγκύρσασα ναῦς ἐσεῖταί τι πεπονθυῖα δεινόν, εἰ δὲ δυνατόν, καὶ τοῖς ἀνέμοις αὐτοῖς ἐπιτιμᾶν ἢ κατὰ
5τὴν Αἰόλου μυθολογίαν ἀσκοῖς τὰ πνεύματα συλλαμβάνειν, ἵνα μὴ κα‐ ταιγίδας ἐγείρωσι καὶ τὴν ἅλμην διατινάσσωσιν. Ἀμέλει τοι ἐκ τοῦδε οὐκ ἦν ὁρᾶν πλοῖον, ὃ περιπεσὸν κλύδωνι παρά του τῶν ἁπάντων διηρπάγη τι τοῦ φόρτου ἢ μέρος τῶν καταστρωμά‐ των ἀφῄρητο ἢ καθῄρητο τὸν ἱστὸν ἢ ἄγκυραν ἀπεβάλετο ἢ τῶν ὅπλων
10τινὸς ἐστέρητο μέχρι καὶ μηρίνθου λεπτῆς, ἀλλὰ πνεύμασι τῇ χέρσῳ ἐκπτυόμενα ἢ χοιράσιν ἀρασσόμενα πέτραις ἢ προβόλοις καταρρηγνύ‐ μενα ὡσεὶ καὶ Χαρωνικὰ ψυχαγωγὰ ἀκάτια ἐκ στομίου ᾅδου ἀναγόμενα ὑπεβλέποντο ἀντιπαρερχόμενα ἢ ὡς νῆες θεωρίδες ἀμφιπεριείποντο καὶ μεθ’ ὑποστολῆς εἶχον ἀμφιπονούμενον αὐτὰς τὸν πολὺν καὶ λαώδη
15ὅμιλον καὶ τὸ χειρίζον τὰς ἀρχάς, μή πού τι κατὰ χέρσον ἀπολέσωσιν, ὃ μὴ κλύδων ἠφάντωσεν ἅλιος. καὶ ἦν ἀτεχνῶς γαλήνη διαγελῶσα ἐκ ζάλης καὶ δεξιᾶς ὄντως θειοτέρας ἀλλοίωσις τὸ ὁρώμενον. Οὗτος ἀνεκαίνισε μεγίσταις δαπάναις καὶ τὸν παλαιὸν ὑπόγειον ἀγωγόν, ὃς περὶ μέσην ἔξεισιν ἀγορὰν ὑετίζων κάτωθεν ὕδωρ οὐχ ἑστὼς
20καὶ νοσῶδες, ἀλλ’ ἥδιον ὡς πλανώμενον. καὶ τὸν ποταμὸν Ὑδράλην ἐπωχέτευσε τῷ αὐλῶνι τούτῳ τοῦ ὕδατος, οὗ περὶ τὰς πρώτας πηγὰς πύργον τε ἀνῳκοδόμησε καὶ οἰκήματα ἤγειρε πρὸς θερινὴν διαίτησιν ἐπιτήδεια. καὶ νῦν ἐκ τούτου ὑδρεύονται ὁπόσοι περὶ τὰς Βλαχέρνας καὶ ἔτι ἐνδοτέρω τὴν οἴκησιν ἔλαχον. οὐδὲ γὰρ ἅπαν τὸ ὑδροδοχεῖον ἐπε‐
25σκεύαστο, ἵνα καὶ κατὰ μέσην τὴν ἀγορὰν ἐκδίδωσι τὸ ὕδωρ διαυλω‐ νιζόμενον· ὁ γὰρ μίτος ἐκεῖνον ἐπιλέλοιπε τῆς ζωῆς. τοσοῦτον δ’ ἐμέ‐ λησε τοῖς μετ’ ἐκεῖνον ἄρξασιν, ὅσοι τέως ἐς δεῦρο ἀνάσσουσι, πέρας
ἐπιθεῖναι τῷ κοινωφελεῖ τούτῳ ἔργῳ, ὥστε καὶ ὁ τοῦτον μεταστήσας329

Andron1,pt2

330

τῆς ἀρχῆς ἅμα καὶ τῆς ζωῆς Ἰσαάκιος τόν τε πύργον κατήρειψε καὶ τὰς χαριεστάτας οἰκήσεις κατέβαλε, φθονῶν ὥσπερ Ἀνδρονίκῳ τῆς καλ‐ λίστης ταυτησὶ πράξεως. Ἀναποιῶν δὲ καὶ τὰς πραιτωρίας ἀρχὰς ἄνδρας λογίμους καὶ τῶν
5ἀπὸ τῆς βουλῆς ἀρίστους αὐταῖς ἦν ἐφιστῶν. ἀλλὰ καὶ ἁδροτάτοις ἐπαίρων φιλοδωρήμασι τεθραμμένους εἴποι ἄν τις ταῖς εὐποιΐαις ἐξέπεμ‐ πε, προμηθούμενος ἐντεῦθεν τοῦ ἀνεπαχθῶς ταῖς πόλεσι στέλλεσθαι καὶ τοῦ σφᾶς ἐπιμόνως προσανέχειν τῷ ἐλέῳ καὶ τῇ κρίσει τῶν ταπεινῶν οἱ δὲ διαρκῶς τῶν ἐπιτηδείων ἔχοντες (ἀνὰ τεσσαράκοντα γὰρ καὶ ἀνὰ
10ὀγδοήκοντα νομίσματος ἀργυρέου μνᾶς ἀπεφέροντο) ὥσπερ ἱερῶν χρη‐ μάτων ἐφείδοντο ἃ παρά τινων καὶ αὐθαιρέτως σφίσι παρείχοντο ἀνθ’ ὧν ἐκ χειρὸς δυνάστου ἐρρύσθησαν ἤ τινος ἄλλως ἀγαθοῦ μετέλαβον. ὅθεν διὰ βραχέος εἰς πληθυσμὸν αἱ πόλεις ἐπέδωκαν ἥ τε γῆ τὰ ἐκφόρια κατὰ ἑκατοστύας ἀνέδωκε καὶ ὀλίγου τὰ πρὸς τὸ ζῆν ἀπεδίδοτο.
15 Ἦν δὲ καὶ τοῖς κατειπεῖν ἔχουσι τῶν χειροδικῶν εὐέντευκτος καὶ πρόσωπα μὴ λαμβάνων οὐκ ᾖρεν ἀπὸ τοῦ δικαίου τὸ δίκαιον ἐπ’ ἴσης τε τῷ τὴν τύχην χθαμαλῷ τὸν καὶ γένει καὶ πλούτῳ σεμνὸν παράγων ἐπὶ τὸ κρίνεσθαι ἀμφοτέρων νουνεχόντως κατηκροᾶτο καὶ ἐπέπληττεν ἱκανῶς καὶ δίκην ἐπετίθει ἀνάλογον τῷ γαύρῳ καὶ ἀδοξοῦντι μετὰ πένητος
20κρίνεσθαι, εἰ πεφώραται ἀδικῶν ἢ ἐκθλίβων καὶ τύπτων πυγμῇ τὸν ἔγ‐ γιστα. Ποτὲ οὖν καιροῦ περιέστησαν αὐτὸν ἐξ ἀγροικίας τινὲς καταβοῶντες τοῦ Δαδιβρηνοῦ Θεοδώρου ὡς καταλύσαντος παρ’ αὐτοῖς ἐν τῷ ἐφο‐ δεύειν καὶ πορισαμένου μὲν ὅσων ἐσπάνιζεν αὐτὸς καὶ ἡ ὑπηρεσία αὐτοῦ
25ἅπασα καὶ τὰ ὀχήματα ξύμπαντα, μηδὲν δ’ ἀπόδομα καταθεμένου ἐν τῷ μεθίστασθαι. ἔστι δ’ ὁ Δαδιβρηνὸς οὗτος, ὃν ὁ λόγος ἐδήλωσεν ἄνωθεν ὑπηρετῆσαι μεθ’ ἑτέρων τῇ τοῦ βασιλέως Ἀλεξίου πνιγμονῇ. δικάσας
οὖν μετὰ τῶν ἀγροτέρων ἐκεῖνον καὶ ἀληθείας εὑρὼν ἐχόμενα τὰ λεγό‐330

Andron1,pt2

331

μενα αὐτὸν μὲν δι’ ἀλλακτῶν ἐπαίδευσε δώδεκα, τὴν δὲ τῶν ἀναλωμάτων τιμὴν ἐς τὸ πολλαπλάσιον ἐκέλευσε καταθέσθαι τοῖς ἐπὶ τῶν χρυσώνων τῶν βασιλικῶν. Τοσοῦτον δ’ ἀπεῖχε τὴν τότε καὶ νῦν περὶ δογμάτων θείων κρατοῦ‐
5σαν κατάστασιν ἐπαινεῖν ἢ περὶ θεοῦ τι λέγειν καὶ ἀκούειν ἀεὶ καινότερον ἤθελε, καὶ ταῦτα τῆς ἡμετέρας σοφίας οὐκ ἄκρῳ λιχανῷ γεγευμένος, ὥστε καὶ τῷ Νέων Πατρῶν Εὐθυμίῳ (μέγας δ’ ἐν λόγοις οὗτος ἦν ὁ ἀνὴρ) καὶ τῷ Κιννάμῳ Ἰωάννῃ οὐ μόνον ἐπέπληξεν ἐντὸς τῆς βασιλείου σκηνῆς κατὰ τὸ Λοπάδιον διαλεγομένοις περὶ τῆς τοῦ „ὁ πατήρ μου μείζων μού
10ἐστι“ τοῦ θεανθρώπου φωνῆς, ἀλλὰ καὶ κατὰ τοῦ Ῥυνδακοῦ ποταμοῦ ἀκοντίσειν χαλεπήνας ἠπείλησεν, εἰ μὴ παύσαιντο ποιούμενοι περὶ θεοῦ τὴν διάλεξιν. καὶ μὴν κἀκεῖνό γε σημεῖον τοῦ μὴ πάμπαν ἐκτεθηριῶσθαι Ἀνδρόνικον· τοῦ γὰρ λόγου λόγον τιθέμενος οὐ πόρρω τῆς ἁλουργίδος τοὺς πατέρας λόγων ἐτίθετο, ἀλλ’ ἐγγὺς ἄγων τοῦ θρόνου καὶ δωρεαῖς
15διαθάλπων συχναῖς καὶ τιμῆς οὔκουν ἐλαχίστης μεταδιδοὺς ἐδείκνυ ἑαυτὸν καὶ φιλοσοφίαν οὐρανοβάμονα ὡς μέγα τι χρῆμα πλείστου τιμώ‐ μενον καὶ σοφιστὴν ἐγκωμιάζοντα καλλιρρήμονα καὶ τοὺς νομοτριβεῖς
ἄνδρας περὶ πλείστου μάλα τιθέμενον.331

Andron1,pt2

332

Τὴν δέ οἱ τοῦ σκήνους κατάθεσιν ἐς τὸν νεὼν τῶν ἁγίων τεσσαρά‐ κοντα μαρτύρων βουληθεὶς ποιήσασθαι ὡς κάλλει κάλλιστον καὶ μεγέθει μέγιστον καὶ περὶ τὸ καίριον καὶ μέσον ἀνεγηγερμένον τῆς πόλεως ἅπαν‐ τα φιλοτίμως τὰ πεπονηκότα μέρη τοῦ τεμένους ὑπέλαβε καὶ τὸ ἀπο‐
5σβεσθὲν ἀνέθαλψεν ἀγλαόμορφον τήν τε τοῦ σωτῆρος ἡμῶν εἰκόνα Χρι‐ στοῦ, δι’ ἧς ὁμιλῆσαί ποτε τῷ βασιλεῖ Μαυρικίῳ λόγος αἱρεῖ, πολυτελῆ περιέβαλε κόσμον καὶ τὴν πορφυρᾶν μεγίστην πλυνόν, ἧς τοῖς χείλεσι φρικώδεις δύο ἀμφελίττονται δράκοντες εἰς ὁλκοὺς λορδούμενοι, θαῦμα ἰδέσθαι, ἐκ τοῦ κατὰ τὸ μέγα παλάτιον κηπίου περὶ τὴν αὔλειον μετή‐
10νεγκε τοῦ νεὼ κἀκεῖσε τὰ τῆς ὁμευνέτιδος αὐτοῦ μετακεκόμικε λείψανα ἐκ τῆς τοῦ Ἀγκουρίου μονῆς, ἔνθα πρώην ἐτέθαπτο. ἔξωθεν δὲ περὶ τὰς ἀρκτῴας καὶ κατ’ ἀγορὰν τετραμμένας τοῦ νεὼ πύλας ἐπὶ μεγάλου πίνα‐ κος ἀνέστησεν ἑαυτόν, οὐκ ἐσταλμένον βασιλικῶς οὐδὲ χρυσοφοροῦντα ὡς ἄνακτα, ἀλλά τινα πόλυτλαν ἐργατικὸν ἐκ καλαίνου βαφῆς, ἐνδεδυ‐
15μένον ἀμπεχόνην ἐς γλουτὸν ἀμφισχιδῆ καταβαίνουσαν καὶ λευκαῖς κρηπῖσι περιστελλόμενον τοὺς πόδας ἀναβαινούσαις εἰς γόνατα καὶ δρέπανον περικαμπὲς κατέχοντα τῇ χειρί, βριθὺ καὶ μέγα καὶ στιβαρόν, συμμάρπτον τῷ ἐπικλινεῖ σχήματι καὶ σαγηνεῦον ἐντὸς ἀγαλματίαν μειρακίσκον ἕως φάρυγγος καὶ ὤμων προφαινόμενον, ἐκεῖνα διὰ τῆς εἰ‐
20κόνος τοὺς παροδεύοντας μυῶν ἀτεχνῶς καὶ διδάσκων στηλῶν καὶ κύρ‐ βεων πασῶν ὑψηλότερον καὶ τιθεὶς τοῖς βουλομένοις ὑπόψια, ἅπερ εἶχεν ἐπὶ τῶν ἔργων ἠνομηκώς, τὸν κληρονόμον ἀπεκτονὼς καὶ τὴν ἀρχὴν ἅμα καὶ τὴν ἄκοιτιν ἐκείνου ἑαυτῷ μνηστευσάμενος. Ἀλλὰ καὶ ἐπὶ κίονος κατὰ τὸ χαλκοῦν μετέωρον τετράπλευρον, ἐν ᾧ
25γυμνοὶ περιβλημάτων μηλοβολοῦσιν ἀλλήλους Ἔρωτες, ὃ Ἀνεμοδού‐ λιον κέκληται, ἑαυτὸν ἀναστήσειν ἐμελέτα χαλκοῦν, καίπερ τὰς εἰκόνας τῆς βασιλίδος Ξένης τῆς τοῦ βασιλέως Ἀλεξίου μητρός, ἣν διὰ πνιγ‐
μονῆς τοῦ ζῆν ἀπεξένωσε, πρὸς γεραιτάτην καὶ ῥικνὴν μεταζωγραφῶν332

Andron1,pt2

333

μορφὴν τὸν ἐκ τῶν παριόντων καὶ θεωμένων τὸ λαμπρὸν ἐκεῖνο καὶ περι‐ καλλέστατον εἶδος καὶ τοῦ θαυμάζεσθαι ἀξιώτατον ὑποβλεπόμενος ἔλεον, τὰς δὲ πλείους καὶ ἀπαλείφειν ἐνδοὺς τοῖς θέλουσι καὶ μετεγγράφειν αὐτὸν ἐν σχήματι βασιλικῷ τῇ Ἀλεξίου μνηστῇ συνιστάμενον ἢ καὶ καθ’
5ἑαυτὸν ἰδίᾳ τυπούμενον. Ἐπὶ πᾶσιν ἀνεγείρας κατὰ τὸν νεὼν τῶν Τεσσαράκοντα μαρτύρων πολυτελῆ οἰκήματα ἑαυτῷ ἀφώρισεν εἰς ἐνοίκησιν, ἡνίκα ἂν ἀφίκοιτο πρὸς τὸ τέμενος. μὴ ἔχων δ’ οὖν ἐκ τῶν προσφάτων καὶ νεαρῶν αὐτοῦ πράξεων καταπάττειν τοὺς δόμους τῷ τῶν χρωμάτων συγκερασμῷ ἢ
10ταῖς λεπταῖς καταποικίλλειν τῶν ψηφίδων συνθέσεσιν εἰς τὰ πρὸ τῆς βασιλείας ἔβλεψεν ἔργα· καὶ ἦν ἱππηλάσια καὶ κυνηγέσια ζωγραφού‐ μενα, κλωγμὸς πτηνῶν, θωϋσμὸς κυνῶν, ἐλαφηβολίαι καὶ λαγῶν θη‐ ρεύσεις καὶ χαυλιόδους σῦς διακοντιζόμενος καὶ ζοῦμπρος διελαυνόμενος δόρατι (ζῶον δὲ οὗτος τὸ μέγεθος ὑπὲρ ἄρκτον θυμικὴν καὶ πάρδαλιν
15στικτήν, κατὰ τοὺς Ταυροσκύθας φυόμενον μάλιστα καὶ τρεφόμενον) καὶ βίος ἀγροικικὸς καὶ σκηνήτης καὶ ἑστίασις ἐκ τῶν θηρευομένων σχέδιος καὶ αὐτὸς Ἀνδρόνικος μιστύλλων αὐτοχειρὶ κρέας ἐλάφειον ἢ κάπρου μονάζοντος καὶ ὀπτῶν περιφραδέως πυρί, καὶ τοιαῦθ’ ἕτερα, ὁπόσα τεκμηριάζειν ἔχουσι βίοτον ἀνδρὸς πεποιθότος ἐπὶ τόξῳ καὶ ῥομφαίᾳ
20καὶ ἵπποις ὠκύποσι φεύγοντός τε τὴν ἐνεγκαμένην δι’ οἰκείαν ἀβελτη‐ ρίαν ἢ ἀρετήν. Ὁ δ’ Ἀνδρόνικος καὶ εἰς Δαυὶδ ἀνῆγε τὰ ἑαυτοῦ καὶ κατ’ ἐκεῖνον ἔλεγε καὶ αὐτὸς τὰ τοῦ φθόνου ἐκδιδράσκειν πάλαι θήρατρα καὶ πρὸς τὴν ἀλλοτρίαν πολλάκις μετασκευάσασθαι. ὑπεξαίρων δ’ ἔσθ’ ὅπῃ τὰ
25ἑαυτοῦ τὸν μὲν καθίσαι τῶν ὁρίων τῆς Παλαιστίνης ἄποθεν βραχὺ κατὰ τὴν Σικελὰν ἔλεγε καὶ συγκόπτειν τὸν Ἀμαληκίτην μαχαίρᾳ καὶ γλίσχρως ἀποζῆν, ὥστε καὶ τὸν Νάβαλ ἀπεκτονὼς ἦν ἄν, ὅτι μὴ οὐκ εἶχεν ἀνὰ
χεῖρας τὸ αἰτηθέν, ἑαυτὸν δὲ δι’ ἐθνῶν τῶν ἁπάντων σχεδὸν διιέναι καὶ333

Andron1,pt2

334

ἐπὶ πᾶσι τὸ τοῦ Χριστοῦ βαστάσαι καὶ κηρῦξαι ἀποστολικῶς ὄνομα τιμῶν τε τῶν ἀνωτάτω μεταλαχεῖν δι’ ὧν διήρχετο καὶ προπεμπόμενον ἀπανίστασθαι. καὶ ταῦτα μὲν διεξῄει μετὰ πειθανάγκης ἱκανῆς, ὁποῖος ἐκεῖνος, καὶ μάλιστα ἢν ἀνδράσιν ὡμίλει λόγου καὶ σοφίας μετέχουσιν,
5ἔτι τῶν πραγμάτων γαληνιώντων καὶ ἠρεμαίαν ἐχόντων κατάστασιν. Τὰ δὲ τελευτῶν αὐτῷ μελετώμενα, ἤδη δὲ καὶ ἀρχὴν λαμβάνοντα γίνεσθαι, ἐσχάτης ἦν ἀπονοίας ἀποκυήματα καὶ παρεληλακότα πᾶσαν ἀπανθρωπίας ὑπερβολήν. ὁρῶν γὰρ τὰ μὲν τῆς ὑπ’ ἐκεῖνον ἀρχῆς σμικρυνόμενα, τοὺς δὲ πολεμίους κατὰ τοὺς ἐξ ὄμβρων πλήθοντας πο‐
10ταμοὺς καὶ τὰς ὄχθας ὑπερανιόντας τὰ ἐν ποσὶν ἐξερημοῦντας καὶ κατα‐ κλύζοντας, κατὰ βραχύ τε τὴν πολιτείαν ἐλευθεροστομοῦσαν καὶ πρὸς ἀποστασίαν ὑποκινουμένην, οἷς μὴ φροντιδοκοπεῖται ὑπὲρ αὐτῶν, ἀλλ’ ὡς εἰς κάρωμα ὕπνου κατενεχθεὶς οὔθ’ ὁρᾶν οὔτ’ ἀΐειν ἔχει τὰ ὑπὸ τῶν ἐπιστρατευσάντων ἐθνῶν ἀνομούμενα, ὠδίνησέ τε πόνον καὶ ἀνο‐
15μίαν ἀπέτεκεν. ἡ δὲ ἦν τὸ μὴ μόνον ὅσους συνείληφεν ἐν φρουραῖς θα‐ νάτῳ ὑποδικάσαι καὶ οὓς μὲν μαχαίραις ἀνελεῖν, οὓς δὲ θαλάσσης ἀκον‐ τίσαι βυθῷ, ὧν δὲ ἀκινάκαις ἀναρρῆξαι τὰς γαστέρας καὶ ἄλλους ἄλλως ὑπεξαγαγεῖν τοῦ βιοῦν, ἀλλὰ καὶ κατὰ τῶν συναπτομένων τούτοις πρὸς γένος ἠκονηκέναι τὸ ξίφος· „τί γάρ“ φησιν „ὄνειαρ, εἰ κόρσης τεμνομένης
20μιᾶς, πλείονα φυήσονται κάρηνα, τοῖς δὲ οὐκ ἐπάγει τις τὸν σίδηρον σίζοντα; ἐπαινετέος ἐν τούτῳ μάλιστα ὁ ἡμίθεος καὶ ἥρως Ἡρακλῆς, ὅτι τὸν Ἰόλεων ἐπικάοντα εἶχε καὶ τὸ τῆς Ὕδρας παλιμφυὲς ἀφανίζοντα.“ Ἔνθεν τοι καὶ ἐκκλησιάσας τὸ φίλον σύστημα καὶ τῶν δικαστῶν ὁπόσοι χρημάτων ὤνιοι καὶ τὴν βασιλικὴν περιπαπταίνοντες τράπεζαν
25καθάπερ οἱ γῦπες τὰ θνησιμαῖα, ἐκτραγῳδεῖ ὁπόσα ἐπονηρεύσαντο Ἰτα‐ λοὶ καὶ οἵοις κακοῖς περιβάλλουσιν ἐπαρχίας τὰς ἑσπερίας καὶ ἃς παρ‐ εστήσαντο πόλεις νόμῳ πολέμου· καὶ ἦν οὐκ ἄλλοις τὴν αἰτίαν τού‐
των ἀνατιθείς, ἀλλ’ οἵπερ ἐκείνῳ ἀντίφρονες ὁπόσοι τε τούτοις καθ’334

Andron1,pt2

335

αἷμα καὶ εὔνοιαν προσῳκείωντο. τούτους γὰρ τὴν Ἀνδρονίκου διψᾶν ἀπώλειαν καὶ πάντα κάλων κινεῖν, εἴ πως τῆς ἀρχῆς ἐκσφαιρισθείη Ἀν‐ δρόνικος καὶ πεσεῖται πτῶμα παγχάλεπον. μὴ ἔχοντας δ’ οὖν ὅμως διὰ συνάρσεως ὁμογενῶν δοῦναι τὴν ἔφεσιν πέρατι ἀλλοτρίαν καὶ ὑπερόριον
5εἰσενεγκεῖν στρατιὰν καὶ ταὐτὸν ἄντικρυς δρᾶν τῷ τῶν ἀκρίδων ἔθνει, αἳ τὸ πῦρ ἐκδιδράσκουσαι τοῖς ὕδασιν ἀποπνίγονται. „ἀλλ’ οὐ μὰ τὸ γῆρας τοῦτό“ φησι „χαιρήσουσιν οἱ φίλεχθροι καὶ πολεμοχαρεῖς Ἀν‐ δρονίκῳ, ἀλλ’ ὃ παθεῖν Ἀνδρόνικον γλίχονται, τοῦτ’ αὐτοὶ πρὸς Ἀν‐ δρονίκου πείσονται. εἰ δὲ τὸ μόρσιμον εἰς ᾅδου δώματα ἐφέλκεται τὸν Ἀν‐
10δρόνικον, αὐτοὶ καθηγήσονται καὶ ὑπανοίξουσι πρότερον τὴν ὁδόν· εἶθ’ οὕτως ἐπιπορευσεῖται Ἀνδρόνικος.“ Ταῦτ’ εἰπὼν καὶ τὸ τοῦ Παύλου παραφάμενος „ὥστε οὐχ ὃ θέλω δράσαιμι ἀγαθόν, ἀλλ’ ὃ οὐ θέλω κακόν, τοῦτο καὶ διαπράξομαι, ἀν‐ τιστρατευομένων μοι τῶν ἐναντίων καὶ αἰχμαλωτιζόντων εἰς τὰ παρὰ
15προαίρεσιν“ θεραπείαν ἐζήτησε τοῦ κακοῦ. ἀράντων δὲ τὴν φωνὴν τῶν ἐκ τῆς φατρίας ἐκείνου πάντων καὶ μέγα κραξάντων αἴρειν αὐτοὺς ἐκ τῆς γῆς καὶ φείσασθαι μηδενὸς κυροῦται ἡ τῶν ὅλων ἀφάντωσις, ὅσους τε εἶχε συνειληφὼς ἐν φρουραῖς καὶ ὅσοι τὴν ὑπερορίαν κατεκρίθησαν, καὶ τὸ θεραπευτικὸν τούτων καὶ συγγενές. καὶ δὴ τόμος εὐθὺς ἐδέχετο τὰ
20ὑποτυπούμενα, ὑπαγορεύοντος τοῦ πρωτασηκρῆτις, ἀμφιπονουμένου τοῦ ἐπὶ τῶν δεήσεων, τοῦ δὲ πρωτονοταρίου τοῦ δρόμου ταῖς φωναῖς
ἀλαλάζοντος. τὰ δὲ ὀνόματα τούτων καὶ νῦν παρείσθω μοι καὶ τῶν335

Andron1,pt2

336

καθεξῆς ὁμοίως συμπραττόντων, ὅσοι τὸν περὶ τοῦ κενοῦ δοξαρίου τρέχοντες ὠρακίων τότε καὶ ὠρρώδουν Ἀνδρόνικον· ὧν πρωτοστάτης ἦν καὶ ταξίαρχος ὁ Ἁγιοχριστοφορίτης Στέφανος, τῷ τοῦ φθέγματος βροντώδει καταδουπῶν τὰ ἀνάκτορα καὶ καθά τι ῥεῦμα ποτάμιον ὀξὺ
5καχλάζων καὶ παρασύρων τὸ δοκοῦν Ἀνδρονίκῳ ὑπεύθυνον. Εἶχε δὲ τὰ ὑπομνηματιζόμενα οὑτωσί πως τῆς φροιμιάσεως· „Θεόθεν κινηθέντες καὶ οὐκ ἐξ ὁρισμοῦ τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως ψηφηφοροῦμεν καὶ ἀποφαινόμεθα συνοῖσον εἶναι κοινῇ καὶ ἰδίᾳ λυσιτελὲς Ἀνδρονίκῳ τῷ σωτῆρι Ῥωμαίων ἄρδην
10ἀπολωλέναι οἵπερ ὡς αὐθάδεις καὶ στασιώδεις συλληφθέντες φυλακαῖς ἐνείργνυνται ἢ τὴν ἀλλοτρίαν οἰκεῖν ἀφωρίσθησαν, συσχεθῆναι δὲ καὶ τοὺς τούτοις προσήκοντας καὶ καθ’ αἷμα συναπτομένους καὶ θανάτῳ πάντας ὑποβληθῆναι· οὕτω γὰρ ἂν καὶ Ἀνδρόνικον γένοιτο, τὸν ἀγαθῇ τύχῃ Ῥωμαίων τὰ τῆς βασιλείας σκῆπτρα διέποντα, βραχύ τι
15γοῦν ἀναπνεῦσαι, ταῖς κοιναῖς φροντίσι βαλλόμενον καὶ τὰς τῶν ἐπι‐ βούλων κακογνωμοσύνας ὑποβλεπόμενον, καὶ αὐτοὺς δὲ τοὺς ἀλλοεθνεῖς Σικελιώτας ᾆσαί ποτε παλινῳδίαν, μηδένα ἔτι τὸν αὐτοῖς ὑφηγούμενον ἔχοντας ὁπόσα χρῆναι κατὰ Ῥωμαίων ποιεῖν. πάντες γὰρ οὗτοι συσχεθέντες καὶ τοὺς ὀφθαλμοὺς ἐξορυχθέντες ἀμεταθέτως ἔχουσι τῆς
20κακονοίας καὶ οὐδείς ἐστι τοῦ λοιποῦ τρόπος ὁ σωφρονίσων αὐτούς, μόνη δὲ ἡ τοῦ ζῆν ὑπολείπεται στέρησις, ἣν ὡς τελευταίαν καὶ σώτειραν ἄγκυραν δεῖ ἡμᾶς ἐπιχαλᾶν τοῖς κακόφροσιν, οἳ τοσοῦτόν εἰσι φρενοβλα‐ βεῖς τε καὶ ἀποτρόπαιοι, ὡς πρὸς κέντρα λακτίζειν καὶ μὴ συνιέναι ὅλως ὡς καθ’ ἑαυτῶν οἱ λασιόκωφοι τὴν μάχαιραν θήγουσιν.“
25Οὕτω μὲν οὖν καὶ τοιαῦτα, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, διεξῄει τὸ
ἄθεσμον ἐκεῖνο θέσπισμα, ἐφεξῆς δ’ ὁ τῶν συλληφθησομένων καὶ τε‐336

Andron1,pt2

337

θνηξομένων κατάλογος ἦν. ὑπεδηλοῦτο δὲ καὶ ὁ τρόπος, καθ’ ὃν ἀποθνή‐ σκειν ἕκαστος ἤμελλον. Ἐγὼ γοῦν καὶ τὰς ἄλλας μὲν τῶν ἀνδρῶν τουτωνὶ πράξεις διὰ θαύ‐ ματος τίθεμαι καὶ ἀνοσίας παντάπασιν ἥγημαι, τὴν δὲ νῦν ἀφηγουμένην
5καὶ λίαν ὑπερεκπέπληγμαι καὶ θαυμάζω, πρὸς τί περατωθησόμενον ταύ‐ την ἐκύρωσαν ἢ πῶς ποτε κρίνοντες τὴν ἑαυτῶν μιαιφονίαν προσῆπτον θεῷ καὶ κίνησιν θεόθεν ἀνερυθριάστως ὠνόμαζον ἣν ὁ ἀρχῆθεν ἀνθρω‐ ποκτόνος σκέψιν αὐτοῖς ὑφηγήσατο, ἐξὸν ἑτέρως προοιμιάζεσθαι καὶ μὴ ἀναιδῶς οὕτω καὶ ἀπεριβομβήτως φθέγγεσθαι, μηδὲ γυμνῇ κεφαλῇ
10τὸ θεῖον συκοφαντεῖν ὡς χαῖρον αἵμασιν, ὃ πρώτως εἰς τὸ εἶναι τὸν ἄνθρωπον ἔκτισε μὴ πεποιηκὸς θάνατον καὶ οὗ ἐνώπιον φωνὴ αἵματος Ἄβελ βοᾷ καὶ ὃ διαρρήδην κέκραγε μὴ βούλεσθαι τὸν τοῦ ἁμαρτωλοῦ θάνατον ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆσαι. Καὶ οἱ μὲν οὕτω παντὸς ἀπώλειαν καταψηφισάμενοι τὸν σύλλογον
15διέλυσαν· Ἀνδρόνικος δὲ τὰς ἐπὶ ταῖς πράξεσι ταύταις ταῖς μυσαραῖς ἐκτιθεμένας δικαστικὰς ψήφους ἀνὰ χεῖρας δεχόμενος ἐφύλαττεν ἐν φω‐ ριαμῷ ἀσφαλῶς, οὐκ οἶδ’ ὅ τι διανοούμενος, οἶμαι τὸ ἐσόμενον προσκο‐ πούμενος καὶ δεδιὼς φόβον, ὃς ἐπῆλθεν αὐτῷ μετέπειτα. συσχεθεὶς γὰρ καὶ λόγους ὧν διεπράξατο παρὰ τῶν συνεληλυθότων εἰσπραττόμενος
20ἑαυτὸν ἀπηλλοτρίου τῶν γενομένων, ἐφ’ οἷς τινας παρελύπησεν ἢ κα‐ κώσεσι σωματικαῖς καθυπέβαλε, καὶ τοὺς μὲν δικαστὰς ἔφασκε καὶ τὴν γερουσίαν ἀποφαίνεσθαι τὰς τιμωρίας, ἃς ὑπέστησαν καὶ ὁποίας πε‐ πόνθασιν οἱ προσκεκρουκότες αὐτῷ πρὸ τῆς ἀρχῆς καὶ κατὰ τὴν βασι‐ λείαν αὐτήν, αὐτὸν δὲ ταῖς ἐκείνων γνώμαις ὑπηρετεῖν (μηδὲ γὰρ εἰκῇ
25φορεῖν τὴν μάχαιραν) καὶ χρᾶν τὴν χεῖρα εἰς πέρας ὧν ἀπεφαίνοντο. Τότε δ’ οὖν τὴν ἐξενεχθεῖσαν ψῆφον πληροῦν ἐπεβάλετο, πρὸς ἣν ὁ υἱὸς αὐτοῦ ὁ σεβαστοκράτωρ ἀπεπήδησε Μανουήλ, εἰπὼν μηδαμῶς συντίθεσθαι πράξει, ἥτις μὴ καθ’ ὁρισμὸν τελεῖται βασιλικόν, ὡς οἱ
θεσπίζοντες προαναβάλλονται, καὶ ἄλλως δὲ μὴ ἀνασχέσθαι ὁπωσοῦν337

Andron1,pt2

338

ποτε ἀπόφασιν οἰκειώσασθαι ὑπὸ κρίμα θανάτου τιθεῖσαν σχεδὸν τὸ Πανρώμαιον καὶ μὴ μόνον ἀφανίζουσαν ὁπόσοι Ῥωμαίων προήλθοσαν, ἀλλὰ καὶ τῶν ἐξ ἔθνους οὐχὶ βραχεῖς διαφθείρουσαν· εἰς γὰρ ἄπειρον ἀποτελευτήσειν τὴν τελευτήν, τοῦ μὲν διὰ τόνδε συλλαμβανομένου τε
5καὶ ἀναιρουμένου, κἀκείνου μὴ ἀπόλιδος εὑρισκομένου μηδὲ φυέντος ἀπὸ δρυός, ἀλλ’ ἐκ πατρὸς καὶ μητρός, ἢ καὶ ἐξ ἀγχιστείας τὸ συναπτόμενον εἰς γένος καὶ τὸ φίλιον ἀναφαίνοντος. Καὶ δὴ ἀπὸ διαταγμάτων βασιλικῶν, ἀρχὴν δεξαμένων τὸ δικαστι‐ κὸν τοῦτο γνωμάτευμα, ἤμελλον ὡς πρόβατα σφαγῆς εἰς ἓν συνάγεσθαι
10ἄθροισμα οἱ ἐν διαφόροις ἐπαρχίαις ἐκτοπισθέντες καὶ οἱ ταῖς ὁπουδή‐ ποτε καθειργνύμενοι φυλακαῖς, ὥστ’ ὑφίστασθαι ἕκαστον θάνατον, εἰς ὃν ἀφώριστο, εἰ μὴ κατὰ τὸν προφήτην εἰπεῖν τὴν οἰκείαν μάχαιραν ἐπέβαλεν ὁ θεὸς ἐπὶ τὸν ἀποστάτην δράκοντα, τὸν σκολιόν, τὸν ἐν τοῖς ὕδασιν ὑποφεύγοντα τῇ καθύγρῳ ταύτῃ, ὡς ἔδειξε, βιοτῇ καὶ μηδὲν
15ὑπὲρ τὰ ὁρώμενα καὶ βίον τὸν ἡδονικὸν φανταζόμενον. Συνέβη δέ τι καὶ ἕτερον εἰς τὴν τοσαύτην αὐτὸν ἐκτραχηλίσαν ἀνο‐ σιότητα. ὁρῶν γὰρ ἁπανταχόθεν στενά οἱ τὰ πράγματα καὶ τοὺς ἐκ Σικελίας ὅσον οὐδέπω κατὰ κεφαλῆς αὐτῷ ἐπιστησομένους καὶ ὡς ἑκατογκέφαλον Τυφῶνα καταπιέσοντας, τοὺς δ’ ἐντὸς τὸν αὐτοῦ θάνα‐
20τον διψῶντας ἐπισκοπήν τε ἡγουμένους θεοῦ καὶ λύσιν δοξάζοντας τῶν κακῶν τὴν αὐτοῦ ἀνάλυσιν ἐκ τοῦ σώματος, καὶ τὴν ἀπὸ τοῦ θείου δὲ ὑφορώμενος ἐγκατάλειψιν, οἷς πολυτρόπως τὸ ὑπερέχον ἐδάμασε, καὶ
ταῦτα διατεινόμενος ἐκ τῆς αὐλῆς εἶναι Χριστοῦ καὶ τὸ αὐτὸ γένος τοῖς338

Andron1,pt2

339

ἐκθλιβομένοις λαχών, πρὸς τὴν διὰ θωπείας εἴτε καὶ θεραπείας τῶν ἐνα‐ γῶν δαιμόνων πρόγνωσιν τῶν μελλόντων ὁρμᾷ, καθὰ καὶ ὁ παλαιὸς ἐκεῖνος Σαοὺλ εἰς τὰς ἐγγαστριμύθους ὕστερον ἔβλεψεν, ἃς ἐδίωκε πρότε‐ ρον τὸ θεῖον ἑαυτῷ ἱλεούμενος.
5 Καὶ δὴ τὴν θυτικὴν καταργηθεῖσαν πάλαι ὁρῶν καὶ τὴν διὰ ταύτης δήλωσιν τῶν ἐσομένων τεθνηκυῖαν καὶ ἄφαντον ἤδη παντάπασιν, ὡσαύ‐ τως καὶ τὴν δι’ ὀρνίθων περιεργίας πάλαι ἀποπτᾶσαν ἐξ ὁρίων Ῥωμαϊ‐ κῶν ἐνυπνιασμούς τε καὶ κληδονισμούς, μόνους δὲ τοὺς διὰ πλυνῶν καὶ λεκανίδων φενακομάντεις περιλειπομένους καὶ τοὺς ὅσοι τὰς τῶν ἄστρων
10θέσεις περισκοπεύουσιν, οὐχ ἧττον πλανῶντες ἤπερ πλανώμενοι, τὴν μὲν ἀστρονομίαν τῷ τέως ὡς συνηθεστέραν καὶ ἀξυμφανῶς τὰ μέλλοντα ὑπεμφαίνουσαν ὑπερέθετο, ὅλον δ’ ἐφίησιν ἑαυτὸν οἵπερ ὡς εἰπεῖν ἐν ὕδασι τεκμαίρονται τὰ ἄδηλα καὶ ὡς οἷά τινας ἀκτῖνας ἡλίου παραυ‐ γαζούσας ἰνδάλματά τινα τῶν ἐσομένων παρυφιστῶσιν ἐνθένδε.
15 Αὐτὸς μὲν οὖν παρεῖναι τοῖς τελουμένοις ἀπείπατο, ἐκκλίνων, ὡς ἔοικε, τὴν κωτίλον φήμην, ἣ τὰ ἐν κρυπτῷ δρώμενα διορᾷ καὶ τίθησι τοῖς ἅπασιν ἔκφορα, ἀνατίθησι δὲ τὴν μυσαρὰν ταύτην νυκτεργασίαν τῷ Ἁγιοχριστοφορίτῃ Στεφάνῳ, οὗ πολλάκις ἐμνήσθημεν. ὁ δὲ τὸν Σὴθ παραλαβών, ἐκ βούπαιδος τετελεσμένον τὰ τοιαδὶ καὶ τούτων ἕνεκεν
20ἐκκοπέντα τὰς κόρας παρὰ τοῦ βασιλέως Μανουήλ, ὡς ἐν τοῖς περὶ ἐκείνου λόγοις εἰρήκαμεν, ἐρώτησιν τίθησι δι’ ὧν ἔδρασεν (ὅσα ἐμοὶ μὲν γνῶναί τε καὶ εἰπεῖν οὐχ ἡδύ, μαθεῖν δ’ ἑτέρωθεν ἔξεστι τοῖς βουλομέ‐
νοις) εἰδέναι, ὅς ἐστιν ὁ μετὰ τὸν βασιλέα ἄρξων Ἀνδρόνικον ἢ καὶ παρα‐339

Andron1,pt2

340

λύσων αὐτὸν τῆς ἀρχῆς. τὸ δὲ πονηρὸν ἀποκρίνεται πνεῦμα, ἢ μᾶλλον ἀμυδρῶς ὡς ἐν ὕδασι, καὶ τούτοις θολεροῖς, παραδείκνυσι τῶν πρώτων γραμμάτων τινὰ Ἰσαάκιον νοεῖν ὑπεμβάλλοντα, οὐχ ἅπαν ξυνθὲν τὸ ὄνομα, ἀλλὰ σίγμα προφῆναν ὁποῖον τὸ τῆς σελήνης ἡμίτομον, καὶ τού‐
5του ὄπισθεν προσδιατυπῶσαν ἰῶτα, εἰς τὸ ἀξυμφανὲς ἄγον ἐντεῦθεν τὸ μάντευμα καὶ οἷον τοῦ ἐσομένου προκέντημα, ἢ ἀληθεστέρως εἰπεῖν, ὃ μὴ ἀκριβῶς ἠπίστατο, τοῦτο τῇ ἀσαφείᾳ ὑπομελαῖνον τὸ πολυμερὲς τὴν κακίαν νυκτινόμον δαιμόνιον, τὸν τοῦ ψεύδους ἐκτρεπόμενον ἔλεγχον. ὥστε καὶ Ἀνδρόνικος Ἴσαυρον ὑπετόπασεν, ἐξ ὧν ἤκουσε, τὰ ὀφθέντα
10σημαίνειν· καὶ τοῦτον εἶναι ἰσχυρίζετο τὸν Κομνηνὸν Ἰσαάκιον, ὃς τῆς Κύπρου κατετυράννευσε καὶ ὃν ἐνήγετο ὑποπτεύειν ἐνδελεχῶς ὡς διάδοχον τῆς ἀρχῆς, ἐπειδὴ καὶ Ἰσαυρίας ἀπάρας εἰς Κύπρον ἀφίκετο, κακοεργὸς ὡς οὔπω τις ἕτερος καὶ φθοροποιὸς Τελχὶν καὶ θάλασσα πελα‐ γίζουσα συμφορὰς ἢ γοῦν Ἐριννὺς ἐπιμανεῖσα τοῖς πρώην εὐδαίμοσι τῆς
15νήσου ταύτης οἰκήτορσι· συμπαθητιῶ γὰρ ἐν ῥήμασι τοῖς ἐν πράγμασι πεπειραμένοις τοῦ κοινῇ συμπεσόντος ἐκείνοις κακοῦ. Ἀγασάμενος δ’ Ἀνδρόνικος τὸν χρησμὸν „μὴ ἐρώτα“ εἶπε „μόνον τὸν διαδεξόμενον, ἀλλὰ πρόσθες καὶ τὸν καιρόν.“ γενομένης οὖν καὶ περὶ τοῦ καιροῦ ἐρωτήσεως, ἐμπεσὸν καὶ ψοφῆσαν τῷ ὕδατι τὸ μερικὸν καὶ
20γεωχαρὲς πνεῦμα ἐφοίβασε δι’ ἐπᾳσμάτων, ὁποῖα μὴ ἐκφαίνειν χρεών, ὡς ἐντὸς τῶν ἡμερῶν τῆς ὑψώσεως τοῦ σταυροῦ. ἦν δὲ ἀρχόμενος ὁ Σεπτέμβριος μήν, ὅτε ταῦτα ἐγίνετο. ὡς δὲ ἠκηκόει καὶ τὰ περὶ τῆς δευτέρας Ἀνδρόνικος πεύσεως, ἀηδές τι καὶ διεψευσμένον μειδιάσας καὶ ἀτεχνῶς σαρδόνιον καὶ εἰπὼν ὡς λῆρος ὁ χρησμὸς οὗτος (ποῦ γὰρ δυ‐
25νήσεται Ἰσαάκιος Κυπρόθεν καταπλεῦσαι διὰ μετρίων πάνυ τουτωνὶ
ἡμερῶν καὶ καθελεῖν αὐτὸν τῆς ἀρχῆς;) οὐδ’ ὅλως προσέσχε τοῖς340

Andron1,pt2

341

εἰρημένοις. φήσαντος δὲ τοῦ Ἀποτυρᾶ Ἰωάννου (ἦν δ’ οὗτος κριτὴς τοῦ βήλου παρ’ Ἀνδρονίκου προβεβλημένος καὶ θερμὸς διὰ τοῦτο τῶν αὐτοῦ θελημάτων ὑπηρέτης) ὡς δεῖ συλληφθέντα ἐξ ἀνθρώπων γε‐ νέσθαι τὸν Ἰσαάκιον Ἄγγελον, μήπως εἰς τοῦτον ἀφορῶσι τὰ τοῦ
5μαντεύματος, αὐτοὶ δὲ τὰ πόρρωθεν φαντάζονται τὰ ἐν ποσὶν ὑπερβαί‐ νοντες, οὐδ’ οὕτω τῷ χρησμῳδήματι ἔθετο. τοὐναντίον μὲν οὖν καὶ μωκίαν κατέχεε τοῦ Ἀποτυρᾶ, εἰ τοιαῦτα ὅλως φαντάζεται Ἰσαακίου ἕνεκα τοῦ Ἀγγέλου, ἐξουθενῶν ἅμα ἐς μαλακότητα ἤθους τὸν ἄνδρα καὶ πρὸς οὐδὲν κατόρθωμα τοῦτον ἐνδέξιον εἶναι διατεινόμενος· ἤγγιζε γὰρ
10τὸ μόρσιμον καὶ ἦν τὸ θεῖον αὐτοῦ συνετώτερον. Πλὴν θερμουργὸς ὢν ὁ Ἁγιοχριστοφορίτης Στέφανος καὶ τοῦ κυ‐ ρίου βασιλέως παντοίως κηδόμενος τὸν Ἰσαάκιον προσέθετο συλλαβεῖν καὶ πρῶτα μὲν ἐνεῖρξαι φυλακῇ, εἶτα καὶ θανάτῳ ὑπαγαγεῖν, ᾧ ἂν Ἀν‐ δρόνικος δοκιμάσειεν. οὐκοῦν εἰς τὴν οἰκίαν Ἰσαακίου παραγενόμενος,
15ἐγγὺς οὖσαν τῆς μονῆς τῆς Περιβλέπτου, περὶ δείλην τῆς ἑνδεκάτης τοῦ Σεπτεμβρίου μηνὸς τοῦ ἑξακισχιλιοστοῦ ἑξακοσιοστοῦ ἐνενηκοστοῦ τε‐ τάρτου ἔτους, καὶ τὴν αὔλειον εἰσελθὼν ἐπέταττεν Ἰσαακίῳ κατελθεῖν καὶ ἕπεσθαί οἱ, ἔνθα ἂν προάγῃ. τοῦ δὲ ὡς εἰκὸς ἀναβαλλομένου, ὅτι καὶ μόνον ὀφθεὶς ἐκεῖνος κακὸν ἔσχατον συλλελόγιστο, ὁ δὲ καὶ βίαν προσ‐
20επῆγε καὶ τοῖς συνοῦσιν ἐπετίμα μὴ καὶ πρὸς τὴν πρώτην ἀναβολὴν ἁπτομένοις αὐτοῦ τῶν τριχῶν καὶ λαζομένοις ἐκ τοῦ γενείου καὶ ἀτί‐ μως τοῦ δωματίου κατάγουσι καὶ ἀπάγουσιν ἐπὶ κεφαλὴν ὠθούμενον καὶ τυπτόμενον εἰς ἣν ἂν αὐτὸς καθηγήσεται κάθειρξιν. Καὶ οἱ μὲν ὀπαδοὶ πρὸς τοῖς ἐπιτεταγμένοις ἦσαν· ὁ δ’ Ἰσαάκιος τὴν
25θήραν ἰδὼν ἄφυκτον καὶ ἀνυπεξάλυκτον τὴν σαγήνην, ἣν ἐφήπλωσεν ὁ ἐπελθὼν ἐκείνῳ ἀσπαλιεύς, καὶ ἤδη συνέχουσαν, οὐ δειλανδρεῖ οὔτε μὴν
φιλοψυχεῖ, ἀλλ’ ὡς τεθνηξόμενος προτίθεται μαχέσασθαι, εἴ πως οὐχὶ341

Andron1,pt2

342

τεθνήξεται, ἢ μᾶλλον μὴ ἔχων ἄνετα κροαίνειν ὡς ὁ ἀκοστήσας ἵππος Ὁμήρειος καὶ ποδὶ κατὰ πεδίων ἐλευθέρῳ φέρεσθαι (ἡ γὰρ ἅρπη ἤδη ἐτέτατο καὶ ἡ σύλληψις οὐκ ἦν δυσχερὴς) μιμεῖται τὸν πολεμιστήριον καὶ τὸ οὖς ἀναστήσας ὡς πρὸς σάλπιγγα ἠχοῦσαν τὸ ἐνυάλιον καὶ
5φρίξας κόμην τὴν ἐπαυχένιον καὶ φριμάξας ὁμόσε χωρεῖ καταφρονητὴς ξιφῶν, ὑπερόπτης Ἄρεος, ἀπειλῶν οὐδ’ ὁπωσοῦν ἐμπαζόμενος. Ἀμέλει καὶ ὡς εἶχε τὸ ξίφος σπασάμενος (εἶχε δὲ ἀπερικαλύπτως τῆς κεφαλῆς, τὸ δὲ σῶμα λωπίῳ διχρώμῳ συνεῖχε περὶ τὴν ἰξὺν καταβαί‐ νοντι, ἔκτοτε δὲ διαιρουμένῳ διχῇ) καὶ τὸν ἴππον ἀναβὰς τὴν χεῖρα
10ἀνατείνει ξιφήρη κατὰ τῆς τοῦ Ἁγιοχριστοφορίτου κεφαλῆς. ὁ δὲ τὴν Ἰσαακίου ὁρμὴν πτοηθεὶς ἐκξιφισαμένου καὶ θανατῶντος προδήλως με‐ ταστρέψας τὴν ἡμίονον, ᾗ ἔποχος ἦν, καὶ συχνὰ κεντρίζων τὴν ἡμί‐ κερκον τῆς ἐξόδου ἅπας γίνεται. ἀλλ’ οὔπω ἀκριβῶς τὴν πύλην διε‐ ληλύθει, καὶ Ἰσαάκιος καιρίαν κατάγει καὶ πλήττει κατὰ μέσον τὸ
15κρανίον τὸν δείλαιον. καὶ διχῇ διελὼν ἐκεῖνον μὲν ἐᾷ κύρμα προκεῖσθαι κυσίν, ὡς βόσκημα σφακελίζοντα καὶ τῷ ἰδίῳ παλυνόμενον αἵματι, αὐ‐ τὸς δὲ τῶν ἐκείνου ὀπαδῶν ὃν μὲν διαθροήσας καὶ γυμνῷ μόνῳ τῷ ξίφει, ἑτέρου δὲ τὸ ὠτίον ἀφελόμενος καὶ ἄλλον ἄλλοσε διαστήσας, ὡς ἐπὶ τὰ σφῶν ἕκαστον ἀπαλλάσσεσθαι, ὅλῳ ῥυτῆρι πρὸς τὸν Μέγαν ἵεται Νεὼν
20διὰ τῆς λεωφόρου μέσης καὶ τῆς ἀγορᾶς διιὼν καὶ πᾶσι διαπρυσίως. φθεγγόμενος ὡς διεχρήσατο τῇ σπάθῃ ταύτῃ (ἔτι γὰρ γυμνὴν ἔφερε τῇ χειρὶ) τὸν Ἁγιοχριστοφορίτην Στέφανον. Καὶ ὁ μὲν ὡς εἶχε τὸν θεῖον εἰσιὼν ναὸν ἄνεισι τὸν ἀνάσταθμον, ὃν οἱ φονεῖς ἀνερχόμενοι τὸ οἰκεῖον ἀνακεκαλυμμένως διατρανοῦσι πλημμέλημα
25τὴν ἐκ τῶν εἰσιόντων τε καὶ ἐξιόντων τὸ ἱερώτατον τέμενος αἰτοῦντες συγχώρησιν· τὸ δὲ πλῆθος τῆς πόλεως, ὃ μὲν αὐτοψεὶ τὸν Ἰσαάκιον θεασάμενον ἐς τὸν Μέγαν Νεὼν ἐπελαύνοντα, ὃ δὲ εἰς ἀκοὴν ὠτίου δεξά‐ μενον τὸ πραχθέν, συρρέει κατὰ χιλιοστύας αὐτίκα αὐτόν τε ὀψόμενον Ἰσαάκιον καὶ τὸ ἐπ’ αὐτῷ γενησόμενον ὀφθαλμοῖς ἐθέλον παραλαβεῖν·
30πάντες γὰρ ᾤοντο μὴ ἂν ἐπιδῦναι τὸν ἥλιον, καὶ Ἰσαάκιον συλληφθέντα342

Andron1,pt2

343

παρ’ Ἀνδρονίκου τίσειν δίκας τὰς ἀνηκέστους καὶ τιμωρίας καινὰς εἰς αὐτοῦ κάκωσιν ἐπινοηθῆναι παρὰ τοῦ κομψοῦ τὰ τοιαῦτα μαγγα‐ νευτοῦ. συμπαραγίνεται δέ οἱ καὶ τὴν αὐτὴν στάσιν ἀσπάζεται ὁ πρὸς πατρὸς Ἰσαακίῳ θεῖος, Ἰωάννης ὁ Δούκας, καὶ ὁ τούτου υἱὸς Ἰσαάκιος,
5οὐχ ὅτιπερ Ἰσαακίῳ ἦσαν συμμέτοχοι τῆς τοῦ Ἁγιοχριστοφορίτου σφαγῆς καὶ κοινωνοὶ τοῦ αἵματος τούτου, ἀλλ’ ὅτι παρεπομένην ᾔδεσαν ἐγγύῃ τὴν ἄτην, ἣν ὑπὲρ ἀλλήλων ἔδοσαν Ἀνδρονίκῳ, τὴν ἐς αὐτὸν κρατυνάμενοι πίστιν ἀναγκαστῶς. Ἀμέλει καὶ οἱ μὲν ὡς ὅσον οὐδέπω συλληφθησόμενοι καὶ πρὸ ὀφθαλ‐
10μῶν τὸν θάνατον ἔχοντες περιδεεῖς ἦσαν καὶ τοὺς ὀδόντας ἐκροτάλιζον ἀτεχνῶς καὶ τοὺς συνεισδραμόντας εἰς τὸ ἱερὸν ξύγκλυδας καὶ ἀεὶ ἐπεισρέ‐ οντας γλωττηματικώτερον ὁμιλοῦντες καθικέτευον συμπαραμεῖναι σφίσι καὶ ἐπαρήξειν, ὡς ἔχουσι, τὰ ἔσχατα πείσεσθαι κινδυνεύουσι. καὶ ἦσαν οἳ κατένευον πρὸς τὴν αἴτησιν καὶ ᾤκτειρον τῆς ἐνεστώσης τύχης τοὺς
15ἄνδρας. ἐπεὶ δὲ τῶν ἐκ τοῦ βασιλέως παρῆν οὐδεὶς ἀγανακτῶν ἐπὶ τοῖς γεγενημένοις τούτοις, οὐ τῶν γένει λαμπρῶν, οὐ τῶν Ἀνδρονίκῳ τη‐ ρούντων εὔνοιαν, οὐ πελεκυφόρος βάρβαρος, οὐχ οἱ τὰ ὑσγινοβαφῆ φο‐ ροῦντες ῥαβδοῦχοι, οὐ τῶν ἁπάντων τις ἕτερος, ἔτι μᾶλλον οἱ συλλεγέν‐ τες ἦσαν θρασεῖς καὶ λελυμένῃ καὶ ἀχαλίνῳ γλώττῃ ἐχρῶντο τῇ τῶν
20κωλυσόντων ἐρημίᾳ πτερούμενοι καὶ πᾶσαν βοήθειαν συνεισενεγκεῖν ἐπηγγέλλοντο. Ὅλην μὲν οὖν τὴν τότε νύκτα οὕτω παρίππευσεν Ἰσαάκιος, οὐ λόγον βασιλείας τιθέμενος, ἀλλὰ περὶ τοῦ μὴ κατατυθῆναι δεόμενος· ᾔδει γὰρ τὸν κρεωβόρον Ἀνδρόνικον ὡς βοῦν αὐτὸν ἱερεύσοντα ἢ μᾶλλον
25καὶ ὠμῶν τῶν αὐτοῦ σαρκίων ἀπογευσόμενον κατὰ Κύκλωπα. ἐκ δὲ τῆς
ἐπιμελοῦς ἱκετείας ἔσχε τινὰς τῶν συνειλεγμένων τὰς πύλας ἐπικλίναντας343

Andron1,pt2

344

τοῦ νεὼ καὶ φῶτα εἰσενέγκαντας καὶ τῷ καθ’ ἑαυτοὺς ὑποδείγματι τούτῳ πολλοὺς συμπείθοντας μὴ μεθίστασθαι οἴκαδε. πρωΐας δὲ γενομένης οὐκ ἦν ὅστις οὐ παρῆν οἰκήτωρ τῆς πόλεως, οὐδ’ ἐθεοκλύτει αὐτο‐ κρατορήσειν μὲν Ἰσαάκιον, Ἀνδρόνικον δὲ καθαιρεθῆναι τῆς βασιλείας
5καὶ συλληφθέντα παθεῖν ὁπόσα δέδρακε τῇ τῶν ὅλων σχεδὸν ἐπιβου‐ λεύων ζωῇ. Ἔτυχε μὲν οὖν τῷ τότε κατὰ θεῖον, ὡς ἔοικε, μὴ παρεῖναι τοῖς ἀρχείοις Ἀνδρόνικον, ἀλλ’ ἐς τὸ ἑῷον μέρος τοῦ ἀναπλεομένου τῆς Προποντίδος πορθμοῦ περὶ τὰ τοῦ Μηλουδίου κεκλημένα διατρίβειν βασίλεια. ἔνθεν
10τοι καὶ περὶ τὴν πρώτην φυλακὴν τῆς νυκτὸς τὸν τοῦ Ἁγιοχριστο‐ φορίτου θάνατον ἐνωτισάμενος τότε μὲν ἔμεινε κατὰ τόπον, μηδέν τι ἐπιτάξας ἕτερον ἢ γραμματίῳ βραχεῖ τοὺς μεγαλοπολίτας δεξιωσάμενος παύσασθαι παραινῶν τοῦ νεωτέροις ἐγχειρεῖν πράγμασιν, οὕτω πως ἀρχομένῳ „ὁ λαβὼν ἔλαβεν, ἡ δὲ δίκη ἐκόπη.“
15 Ἕωθεν δὲ ὅσοι τε Ἀνδρόνικον ἐθεράπευον καταστέλλειν ἐπειρῶντο τὸν ὄχλον κυμαινόμενον καὶ αὐτὸς Ἀνδρόνικος κατὰ τὸ μέγα παλάτιον παραγίνεται τριήρει βασιλικῇ. ἀλλ’ οὐδὲ μία τις ἦν ἀναστολὴ τῆς τοῦ λεὼ συρροῆς, οὔτ’ αὐτὸς Ἀνδρόνικος κατὰ τὸ ἀρχεῖον εἶναι ἀπαγγελλό‐ μενος ἐξέκρουσέ τινας τῆς ὁρμῆς. ἀλλ’ οὐδὲ ὁ εἰσηγούμενός τι ἕτερον
20παῦον τὴν συνδρομὴν εἰς ὦτα ἐῴκει λέγειν ἀκουόντων· πολλοὶ μὲν οὖν καὶ ἐγγὺς τοῦ τεθνάναι ἤλθοσαν μόνον ὑπογρύξαντες καὶ μὴ καλὸν ἔργον γίνεσθαι φάμενοι. ἀλλ’ ὡς ἐξ ἑνὸς συνθήματος ἅπαντες παγγενεί τε καὶ πανδημεὶ ἔθεον ἔνθους καὶ ἀτεχνῶς κορυβαντιῶντες εἰς τὸ τοῦ Λό‐ γου μέγιστον τέμενος ἀλλήλους παραθήγοντες, ἐρεσχελοῦντες τοὺς μὴ
25ταὐτοζήλους μήτε μὴν τὰς χεῖρας ὁπλίζοντας ὅπλῳ ὁτῳδή, ἀλλ’ ἀρ‐ γοὺς οὕτως ἑστῶτας καὶ θεωμένους τὰ παρ’ ἄλλων γινόμενα. οἱ δὲ λογι‐ κῶν μαθημάτων ἐν μεθέξει καὶ μέλος ἀπεκάλουν αὐτοὺς σεσηπὸς μὴ συμπάσχον τῷ λοιπῷ τῆς πολιτείας σώματι καὶ πληρώματι. Ἐπὶ τούτοις διαθλῶσι τὰς κλεῖς καὶ τοὺς ὀχέας τῶν δημοσίων
30φρουρῶν καὶ τοῖς φυλακίταις τιθέασι τὴν ἔξοδον ἄνετον, οὐ πᾶσιν οὖσι344

Andron1,pt2

345

κακούργοις, ἀλλὰ καὶ γένους μετειληχόσι λαμπροῦ, κακουχουμένοις δ’ ὅμως ἐν δεσμωτηρίοις διά τι συμπεσὸν βραχὺ ἁμάρτημα ἢ παράφθεγμα ἢ καὶ φίλου κακούργημα προβὰν ἐς Ἀνδρόνικον. τοῦτο δ’ ἔτι μάλιστα τὸ πλεῖον συναγήοχε τοῦ λαοῦ καὶ τοὺς κατ’ Ἀνδρονίκου τονθορύζοντας
5πρότερον καὶ ὀκνοῦντας τὴν πρᾶξιν ὡς κίνδυνον ὑποφαίνουσαν εἰς ἐναν‐ τίαν μοῖραν μετέστησεν ἀκραιφνῶς. ἦν οὖν ἐκ τοῦδε ἰδεῖν ξιφηφοροῦντας οὐκ ὀλίγους καὶ θυρεοφόρους καὶ πεφραγμένους θώραξιν οὐ βραχεῖς, τοὺς δὲ πλείστους ῥοπάλοις καὶ τοῖς ἐκ τῶν ἐργαστηρίων ξύλοις τὰς χεῖ‐ ρας ὁπλίσαντας. καὶ συναγωγῆς πλείστης λαοῦ μεθ’ ὁρμῆς τοιαύτης
10γεγενημένης βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ἀναγορεύεται Ἰσαάκιος, τινὸς τῶν νεωκόρων τὸ τοῦ μεγάλου Κωνσταντίνου στέφος, ὅπερ ἄνω‐ θεν ἀπῃώρητο τραπέζης τῆς μυστικῆς, κατενεγκόντος διὰ κλίμακος καὶ τῇ τοῦ Ἰσαακίου κεφαλῇ ἐφαρμόσαντος. Ἵνα δὲ μηδὲ τοῦτο εἴη ἀνιστόρητον καὶ ἀκοαῖς ἀπεριήχητον τῶν
15ἐσέπειτα, ὁ μὲν Ἰσαάκιος ἐδυσκόλαινε πρὸς τὴν στεφηφορίαν οὐχ ὡς ἔρω‐ τα μὴ τρέφων ἀρχῆς, ἀλλ’ ὡς ὑφορώμενος τὸ τοῦ πράγματος ἐργῶδές τε καὶ δυσέφικτον καὶ ὄναρ οὐχ ὕπαρ ἄντικρυς ἐπιτελεῖσθαί οἱ τὰ παρόντα οἰόμενος, ὑποβλεπόμενος δὲ καὶ τὴν Ἀνδρονίκου ὀργιλότητα καὶ μὴ ἐντεῦθεν ἐκμῆναι τοῦτον πλειόνως βουλόμενος. συνεστὼς δὲ ὁ δηλωθεὶς
20ἄνωθεν Δούκας τὸν πῖλον τῆς κεφαλῆς ἀφελόμενος ἑαυτῷ περιθέσθαι ἱκέτευε τὸ διάδημα, ἐψιλωμένον τριχῶν προδεικνὺς κρανίον καὶ τὴν φα‐ λάκραν ὡς πλησίφωτον σελήνην ὑπερφαίνουσαν. ὁ δ’ ὄχλος ἀπηναί‐ νοντο φάσκοντες μηκέτι γέροντα ἄρχειν βούλεσθαι ἢ βασιλεύειν ἐπ’ αὐτούς· πολλῶν γὰρ ἐμφορηθῆναι κακῶν ἐκ τοῦ πολιότριχος Ἀν‐
25δρονίκου καὶ δι’ αὐτὸν μισεῖν τε καὶ ἀποστρέφεσθαι πάντα σοροδαίμονα καὶ πολυετῆ ἄνθρωπον, καὶ μάλιστα εἰ καθειμένον ἔχει τὸ γένειον διχῇ
διῃρημένον καὶ μυουρίζον περὶ τὴν τελευτὴν τοῦ πώγωνος.345

Andron1,pt2

346

Οὕτω τοίνυν εἰς βασιλέα χρισθέντος Ἰσαακίου, συνέβη καὶ ἕτερόν τι ἀξιαφήγητον. ἵππων γὰρ χρυσοφαλάρων βασιλικῶν ἐκ τῆς περαίας κατὰ τὸν πόρον τῶν Κιονίων διαπορθμευομένων εἷς τοὺς πόδας ἀναβα‐ λὼν καὶ τυραννήσας τὸν ἱπποκόμον ἔθεε διὰ τῶν λεωφόρων καὶ συλλη‐
5φθεὶς εἰσάγεται Ἰσαακίῳ πρὸς ὄχησιν. Καὶ ὁ μὲν ἐκ τοῦ Μεγίστου Νεὼ ἀπαίρει συνεπόμενον ἔχων τὸν πα‐ τριάρχην Βασίλειον τὸν Καματηρόν, ἐπεὶ καὶ τοῦτον τὸ πλῆθος συμ‐ πράττειν καὶ συνεπευδοκεῖν τοῖς τελουμένοις ἄκοντα ἐπεσπάσατο· ὁ δ’ Ἀνδρόνικος κατὰ τὸ μέγα γεγονὼς ἀρχεῖον, ἐπεὶ ὁ συμμιγὴς θροῦς
10ἐκέντει αὐτοῦ τὰ ὦτα, μετὰ βραχὺ δὲ καὶ τὴν ὄψιν τῶν γινομένων εἶχε διδάσκαλον, ἐπέβαλε μὲν τῇ ἀντιμαχήσει τοῦ πλήθους καὶ τοὺς συνόν‐ τας συνεκρότει πρὸς πόλεμον, εὑρίσκων δὲ βραχεῖς ἐκ τούτων ἑτοιμοπει‐ θεῖς πρὸς τὸ ἐκείνου σκέμμα καὶ σύνθημα ηὐτούργει καὶ αὐτὸς ἐν τῷ μέρει τὸν πόλεμον, τόξον δοὺς τῇ χειρὶ κἀκ τῶν τοῦ μεγίστου πύργου δια‐
15σφάγων, ὃς κικλήσκεται Κεντηνάριον, ἀφιεὶς τοῖς ἐπιοῦσι βέλεμνα. γνοὺς δὲ ὡς μάτην ἀνηνύτοις ἐπιχειρεῖ διά τινος ὁμιλεῖν προάγεται τοῖς λαοῖς, ἀποτίθεσθαι λέγων τὴν βασιλείαν καὶ παραπέμπειν ταύτην πρὸς τὸν παῖδα τὸν Μανουήλ, πεποιθὼς ἐντεῦθεν καταστεῖλαι τὸν θόρυβον καὶ τὸν ἐπ’ ἀκμῆς καὶ παρὰ βραχὺ κίνδυνον ἀποκρούσασθαι. οἱ δὲ πλει‐
20όνως ἐπὶ τῷ ῥήματι τούτῳ ἐκτραχυνθέντες ὕβρεσιν αὐτὸν ἁπάσαις ἀπαισίοις ἔπλυνον καὶ ὃν ἔφασκε τῆς βασιλείας καταλιπεῖν κληρονόμον. Ἐπεὶ δὲ τὸ πλῆθος ἦν εἰσχυθὲν ἔσωθεν τῶν ἀνακτόρων, ἀνατραπεί‐ σης τῆς πύλης, ἥτις Καρέα λέγεται, τρέπεται πρὸς φυγὴν καὶ τὸ φοινικο‐ βαφὲς πέδιλον τοῦ ποδὸς ἀφελιξάμενος καὶ τὸ ἀρχαῖον αὐτῷ περιφύλαγ‐
25μα τὸν σταυρὸν ὁ θεοβλαβὴς ἀποτραχηλισάμενος ἐκεῖ που καὶ πῖλον βαρβαρικὸν τῇ κεφαλῇ περιθέμενος, ὃς ἐς ὀξὺ λήγων πυραμίδι εἴκασται, τὴν βασιλικὴν εἴσεισιν αὖθις τριήρη, δι’ ἧς ἐκ τοῦ Μηλουδίου πρὸς τὸ μέγα παλάτιον ἐσαφίκετο. καὶ γενόμενος αὖθις κατὰ τὸ αὐτὸ κατάντημα,
δύο ἐκ τῶν γυναικῶν προσλαβόμενος, Ἄνναν τὴν ἁρμοσθεῖσαν Ἀλεξίῳ346

Andron1,pt2

347

τῷ βασιλεῖ, ἐκείνου δὲ γενομένου ἐξ ἀνθρώπων ᾧ εἰρήκειμεν θανάτῳ γαμηθεῖσαν Ἀνδρονίκῳ, καὶ τὴν ἑταιρίδα Μαραπτικήν, ἧς ἐνεθουσία τῷ ἔρωτι καὶ προσπαθῶς εἶχεν Ἀνδρόνικος ὡς οὐδὲ πάλαι τῆς Λαμίας ὁ πολιορκητὴς Δημήτριος, ἣν Πτολεμαῖον καταγωνισάμενος ἐν Κύπρῳ
5ἔλαβε δορυάλωτον αὐλοῦσαν οὐκ εὐκαταφρονήτως, ἤλαυνε κατὰ κράτος ἣν προέθετο. ᾑρετίσατο δὲ τὴν ἐπὶ τοὺς Ταυροσκύθας πᾶσαν ἐπαρχίαν Ῥωμαϊκὴν καὶ τοπαρχίαν ἄλλην ἐθνικὴν ὡς ἐπίβουλον ἀθετήσας. Καὶ τοῦτον μὲν τὸν τρόπον Ἀνδρόνικος τῆς Ῥωμαϊκῆς ἀρχῆς ἀπεσφαίριστο, Ἰσαάκιος δὲ τῶν ἀρχείων εἴσω παρελθὼν καὶ βασιλεὺς
10αὐτοκράτωρ Ῥωμαίων ὑπὸ τῶν συνεληλυθότων ὄχλων αὖθις ἀναρ‐ ρηθεὶς στέλλει τοὺς ὀπίσω Ἀνδρονίκου καταδιώξοντας. τὸ δὲ τοῦ δήμου πολύ, ἐπειδὴ τὰ ἀνάκτορα ἄνετα ἐγεγόνεισαν καὶ οὐδεὶς ἦν ὁ κωλύσων αὐτοὺς ἢ ἀπάξων τοῦ δρᾶν οἷα καὶ ὅσα βούλοιντο, διαρπάζουσιν οὐ μόνον ὁπόσα χρήματα εὕραντο παρὰ τοῖς Χρυσιοπλυσίοις ἔτι τα‐
15μιευόμενα (ἦσαν δὲ ἄνευ τῶν μὴ κεκομμένων εἰς νόμισμα ὑλῶν χρυσίου κεντηνάρια δώδεκα, ἀργυρίου τριάκοντα καὶ τοῦ ἐκ χαλκοῦ κόμματος διακόσια), ἀλλὰ καὶ πᾶν ἕτερον, ὅπερ εἶχον αἱ χεῖρες ἑνός τινος μεταφέ‐ ρειν ῥᾳδίως ἢ καὶ πολλῶν συνερχομένων ὁμοῦ. ὅπλων δὲ μετήνεγκαν μυριάδας τὰς ὁπλοθήκας εἰσιόντες. προέβη δὲ τὰ τῆς ἁρπαγῆς καὶ εἰς
20τοὺς ἔνδον τῶν βασιλείων νεώς, ὥστε καὶ κόσμους ἀπορραγῆναι ἁγίων εἰκασιῶν καὶ αὐτὸ δὲ τὸ ἱερώτατον κλοποφορηθῆναι σκεῦος, οὗ ἔνδοθεν φήμη ἄνωθεν διαρρέει καὶ ἐς ἡμᾶς καταβαίνουσα τὸ τοῦ Κυρίου ἐπιστό‐ λιον συνεπτύχθαι, ὅπερ οἰκείαις χερσὶν ἐξέθετο πρὸς τὸν Αὔγαρον. Ἡμέρας οὖν συχνὰς τῷ μεγάλῳ παλατίῳ ἐνδιατρίψας ὁ βασιλεὺς
25Ἰσαάκιος πρὸς τὸ ἐν Βλαχέρναις ἀρχεῖον μεθίσταται, ἔνθα καὶ οἱ ἀγγέλ‐ λοντες ἐληλύθεσαν ἁλῶναι Ἀνδρόνικον. ἦν δὲ ὁ τρόπος τῆς αὐτοῦ συλ‐ λήψεως οὑτοσίν. ἀποδιδράσκων ἀφικνεῖται εἰς Χηλὴν ὀλίγους τῶν πρὸ
τῆς βασιλείας ὑπηρετῶν συνεπομένους ἔχων ἑαυτῷ καὶ τὰς δύο γυ‐347

Andron1,pt2

348

ναῖκας ἐπαγόμενος. ἰδόντες οὖν αὐτὸν οἱ ἐκεῖσε μηδὲν τεκμήριον περι‐ κείμενον τῶν κρατούντων, ἀλλ’ ὡς φυγάδα τὴν ἐπὶ τοὺς Ταυροσκύθας διαπλώϊσιν ἐπισπέρχοντα καὶ φεύγοντα μηδενὸς διώκοντος, συλλαβεῖν μὲν οὔτε ἐθάρρησαν, οὔτε ὁπωσοῦν ἐδικαίωσαν (τὸν γὰρ θῆρα καὶ γυμνὸν
5οὐδὲν ἔλαττον ἐδεδίεσαν καὶ πρὸς μόνην τὴν ἐκείνου θέαν κατέπτησσον), νῆα δὲ ἡτοιμάσαντο καὶ Ἀνδρόνικος μετὰ τῶν ὑπ’ αὐτὸν ἐμβέβηκεν εἰς αὐτήν. ὥσπερ δὲ καὶ θαλάσσης ἀγανακτούσης κατ’ Ἀνδρονίκου, ὅτι σώμασιν ἀθώοις τοὺς αὐτῆς κόλπους πολλάκις ἔχρανεν, ὀρθόν τε τὸ κῦμα ἵστατο καὶ εἰς χάσμα διίστατο καὶ καταπιεῖν αὐτὸν διανίστατο καὶ πρὸς
10χέρσον ἡ ναῦς ἐξεβράσσετο. καὶ τοῦτο πολλάκις γινόμενον ἐκόλουσε τὴν Ἀνδρονίκου περαίωσιν, ἕως οἱ καταληψόμενοι ἐπέστησαν. Οὕτω τοίνυν ὁ τάλας Ἀνδρόνικος συσχεθεὶς ἀκατίῳ παραρριπτεῖται μετὰ τῶν γυναικῶν δέσμιος. ἀλλ’ ἦν κἀν τῷ τότε καιρῷ Ἀνδρόνικος ὁ πολύμητις ἐκεῖνος καὶ περίφρων Ἀνδρόνικος. συνιδὼν γὰρ ὡς χεῖρες οὐκ
15εἰσίν, ὡς πόδες οὐκ εἰσίν, οὐδὲ πάρεστι ξίφος εἰς τὸ δρᾶσαί τι γενναῖον καὶ διαδρᾶσαι τοὺς συλλαβόντας, ὑποκρίνεται τραγῳδίαν δεξιοστροφή‐ σας τὸ τρίχορδον τῆς φθογγῆς καὶ θρηνῶδες ᾄδει τι μέλος καὶ περιπαθὲς ἀναβάλλεται, τὰς παλαιὰς πειθανάγκας ἀνατινάσσων καὶ περιτρέχων ὡς δεξιὸς μουσηγέτης εὐήχου ὀργάνου χορδάς, καὶ καταλέγει μελεάζων
20ὡς ἀηδόνες τὸ γένος ὡς ὑψηλόν, τὸ εὐγενὲς ὡς ὑπὲρ τοὺς πολλούς, τὴν προτέραν τύχην ὡς εὐτυχῆ, τὸν πάλαι βίοτον, κἂν πλάνης ἦν καὶ ἀνέ‐ στιος, μηδαμῶς ἀβίωτον, καὶ τὴν τότε κατασχοῦσαν αὐτὸν συμφορὰν ὡς λίαν οὖσαν οἰκτράν. ἀντᾳδούσας δ’ εἶχε καὶ τὸ μέλος γοερώτερον διασκευαζούσας οἷα σοφὰς τὰς γυναῖκας. καὶ ὁ μὲν ἦρχε τῶν θρηνημά‐
25των, αἱ δὲ ἀντῇδον αὐτῷ συνυπακούουσαι καὶ συμψάλλουσαι. Ἀλλ’ ἦν μάτην ταῦτα πάντα μετιὼν καὶ διακενῆς τεχνώμενος ὁ
πολυτροπώτατος· ἃ γὰρ ἀνόσια διεπράξατο ἔργα, ταῦτα ὡσεὶ κηρὸς348

Andron1,pt2

349

τὰς τῶν κατασχόντων αὐτὸν ἐπέβυσεν ἀκοάς, καὶ οὐδεὶς οὐδένα οἶ‐ κτος εἰσῄει, οὐδ’ ἐνήχησις ἦν ὧν κατὰ Σειρῆνας ἐμελῴδει γυναικωδῶς, εἴτ’ οὖν ὑπούλως καὶ δολερῶς, εἰπεῖν οἰκειότερον, καὶ τὸ μῶλυ τὸν Ἑρ‐ μῆν ἐπιλέλοιπε τοῦ θείου μηνίσαντος.
5 Εἶχε τοίνυν τοῦτον ἡ τοῦ Ἀνεμᾶ λεγομένη φρουρὰ δυσὶ παχείαις ἁλύσεσι τὸν ὑψιτενῆ βαρούμενον τράχηλον, ὑφ’ ὧν οἱ ἐν δεσμωτηρίοις σιτούμενοι λέοντες μετὰ σιδηρέων κλοιῶν συνέχονται, καὶ πέδαις τοὺς πόδας κακούμενον. ἐμφανισθεὶς δὲ οὕτως ἔχων καὶ παραστὰς Ἰσαακίῳ τῷ βασιλεῖ ὕβρεσι βάλλεται, κατὰ κόρρης ῥαπίζεται, τοὺς γλουτοὺς
10ἐπικρούεται, τὴν γένυν τίλλεται, τοὺς ὀδόντας ἐκριζοῦται, τὴν κεφαλὴν ψιλοῦται τριχῶν, εἰς κοινὸν ἐκδίδοται παίγνιον πᾶσι τοῖς συνελθοῦσιν, ἐμπαροινεῖται καὶ ὑπὸ γυναικῶν καὶ τύπτεται πυγμαῖς κατὰ στόματος, καὶ τούτων ὁπόσαι μάλιστα ἢ θανάτῳ ὑπ’ Ἀνδρονίκου ἀπεβάλοντο τοὺς συνεύνους ἢ τοὺς ὀφθαλμοὺς ἀπεσβεσμένους ἀπέλαβον. ἔπειτα τὴν
15δεξιὰν χεῖρα πελέκει ἀποκοπεὶς παραρριπτεῖται αὖθις τῇ αὐτῇ φυλακῇ, ἄσιτος, ἄποτος, ὑπ’ οὐδενὸς μεταλαγχάνων οἱασοῦν κομιδῆς. Μεθ’ ἡμέρας δέ τινας καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξορύττεται καὶ καθεσθεὶς ἐπὶ καμήλου ψωριώσης διὰ τῆς ἀγορᾶς θριαμβεύεται, κατὰ γε‐ ράνδρυον ἄφυλλον ᾠοῦ ψιλότερον ἀκαλυφές τε παντάπασι κρανίον
20προφαίνων καὶ βραχεῖ ῥακίῳ τὸ σῶμα σκεπόμενος, θέαμα ἐλεεινὸν καὶ πηγὰς ἐθέλον δακρύων ἡμέροις ὄμμασιν. ἀλλ’ οἱ εὐηθέστατοι καὶ ἀπαιδευτότατοι τῆς Κωνσταντίνου οἰκήτορες καὶ τούτων οἱ ἀλλαν‐ τοπῶλαι πλέον καὶ βυρσοδέψαι καὶ ὅσοι τοῖς καπηλείοις διημερεύουσι κἀκ τῶν καττυμάτων ἀποζῶσι γλίσχρως καὶ ταῖς ῥαφίσι τὸν ἄρτον
25στενῶς συλλέγουσι, κατ’ ἔθνεα συναθροισθέντες μυιῶν, αἳ τοὺς γαυλοὺς
ἀμφιπεριίπτανται ἔαρος καὶ περιχαίνουσι τὰ πιαλέα κισσύβια, μηδένα349

Andron1,pt2

350

λόγον θέμενοι, εἰ βασιλεὺς οὗτος πρὸ τρίτης καὶ βασιλείῳ διαδήματι περιδούμενος καὶ ὡς σωτὴρ ὑμνούμενος ὑπὸ πάντων ἀνευφημούμενός τε καὶ προσκυνούμενος καὶ ὡς φρικώδεσιν ὅρκοις τὴν εἰς αὐτὸν ἐνεπέδωσαν πίστιν καὶ εὔνοιαν, ἀλόγῳ δὲ θυμῷ καὶ παραλογωτέρῳ νοῒ φερόμενοι
5οὐδέν τι τῶν κακῶν ἐνέλιπον, ὃ μὴ εἰς Ἀνδρόνικον ἀνοσίως εἰργάσαντο. οἱ μὲν γὰρ κατὰ κεφαλῆς κορύναις αὐτὸν ἔπληττον, οἱ δὲ βολβίτοις τὰς ἐκείνου ῥῖνας ἐμόλυνον, ἄλλοι διὰ σπόγγων λύματα γαστέρων βοείων καὶ ἀνθρωπείων τῶν ὄψεων ἐκείνου κατέχεον. ἕτεροι αἰσχρορρημονοῦν‐ τες ἐκακολόγουν ἐς μητέρα καὶ τὸν λοιπὸν τῶν τοκέων. ἦσαν οἳ καὶ
10ὀβελίσκοις ἔπειρον αὐτοῦ τὰς πλευράς. οἱ δ’ ἀναιδέστεροι λιθολευστοῦν‐ τες κύνα ὠνόμαζον λυσσητῆρα. μία δέ τις πορνικὴ γυνὴ καὶ ἀκόλαστος κεράμιον θερμοῦ ὕδατος πλῆρες ἁρπασαμένη ἐξ ὀπτανείου τῶν ἐκείνου κατεκένωσε παρειῶν. καὶ οὐδεὶς ἦν, ὃς οὐκ ἦν ἐπ’ Ἀνδρονίκῳ κακοποιός. καὶ οὕτως ἀτίμως ἐπὶ τὸ θέατρον ἀπαχθεὶς μετὰ γελοιώδους θριάμβου
15καὶ τοῦ οἰκτροῦ ἐκείνου καὶ παιζομένου ἐπὶ καμήλου ὑψώματος καὶ ὅπερ ἄνωθεν κατέβη αὐτόχρημα ἐκ ποδῶν ἀναρτᾶται, τινῶν ἀναψάντων ἐκ φελλύρας καλώδιον, κατὰ τοὺς περὶ τὰς ἐπικλινεῖς τὸν τράχηλον ἐκ χαλκοῦ πεποιημένας λύκαινάν τε καὶ ὕαιναν ἱσταμένους δύο στυλίσκους καὶ λίθον ἐπικείμενον ἔχοντας.
20 Τοσαῦτα δὲ πεπονθὼς καὶ μυρία ἕτερα ὑποστάς, ὅσα ὁ λόγος παρέ‐ δραμεν, ὅμως ἀντεῖχεν ἔτι γενναίως πρὸς τὰς ἐπιφορὰς τῶν δεινῶν ἐρ‐ ρωμένος ὢν τὸ φρονεῖν. πρὸς δὲ τοὺς ἐπεισχεομένους καὶ βάλλοντας ἐπιστρεφόμενος ἄλλο μὲν οὐδὲν ἐφθέγγετο, εἰ μὴ τὸ „Κύριε ἐλέησον“ καὶ „ἵνα τί κάλαμον συντετριμμένον προσεπικλᾶτε“; ἀλλ’ οὐδὲ μετὰ τὴν
25ἐκ ποδῶν ἀπαιώρησιν οἱ ἀνούστατοι ὄχλοι τοῦ πολυπαθοῦς ἀπέσχοντο Ἀνδρονίκου ἢ φειδὼ τῶν ἐκείνου σαρκῶν ἔλαβον, ἀλλὰ περιελόντες τὸ χιτώνιον κακῶς ἐτίθουν τὰ παιδογόνα μόρια. ἀνόσιος δέ τις καὶ διὰ τοῦ φάρυγγος εἰς τὰ ἔγκατα ἐπίμηκες ξίφος ἔβαψε, τινὲς δὲ τῶν ἐκ τοῦ Λατινι‐
κοῦ γένους καὶ κατὰ τῆς ἐξέδρας ἀκινάκην ἀμφοτέραις ἐπήρεισαν καὶ πε‐350

Andron1,pt2

351

ριστάντες κατέφερον τὰ ξίφη, ὁποῖόν ἐστι τμητικώτερον ἀποπειρώμενοι καὶ τῇ τῆς χειρὸς κομπάζοντες δεξιότητι διὰ τὸ ἀξιόλογον τῆς πλη‐ γῆς. Καὶ μετὰ τοσαῦτα μογήματα καὶ παθήματα μόλις ἀπέρρηξε τὴν
5ζωήν, τὴν δεξιὰν χεῖρα μετ’ ὀδύνης ἐκτείνας καὶ περιαγαγὼν οὕτω τῷ στόματι, ὥστε καὶ τοῖς πολλοῖς ἔδοξεν ἐκμυζᾶν τοῦ ἐκ ταύτης ἔτι θερμοῦ ἀποστάζοντος αἵματος διὰ τὸ νεαρὸν τῆς τομῆς. Ἦρξε δ’ ἐνιαυτοὺς δύο καὶ ἕνα τῶν πραγμάτων κύριος ἐγεγόνει τηβέννης ἄνευ καὶ ἀρχικοῦ διαδήματος. ἦν δὲ τὴν τοῦ σώματος φυὴν
10εὐφυής, ἀγητὸς τὸ εἶδος, ὄρθιος ἀναβαίνων, τὴν ἡλικίαν ἡρωϊκὸς κἀν τῷ βαθεῖ γήρᾳ τὴν ὄψιν νεοειδὴς ὑγιεινότατός τε ἀνθρώπων, ὅτι μηδ’ ὀψοφάγος ἦν καὶ ἀκρατῶς ἔχων κοιλίας ὡς ζωροπότης καὶ τένθης, ἀλλὰ κατὰ τοὺς Ὁμηρικοὺς ἥρωας μάλιστα τοῖς ὀπτοῖς προσέκειτο τῷ πυρί, ὅθεν οὐδ’ ἐρυγγάνοντά τις αὐτὸν ἐθεάσατο. ἀλλ’ εἴ ποτε πλημ‐
15μελῶς εἶχε στομάχου, πανημερίῳ μόγῳ τε καὶ νηστείᾳ καὶ τὸ βραχέως ἐνοχλοῦν ἀπεκρούετο ψωμῷ ἄρτου καὶ οἴνου κεράσματι ἐπιμετρῶν τὴν θεραπείαν τοῦ σώματος. οὐκοῦν οὐδ’ ἀντιδότῳ ἐχρήσατο πώποτε, εἰ μὴ ἅπαξ ἐν τῇ βασιλείᾳ, καὶ τότε τῶν ἰατρῶν εἰς τοῦτο ἐποτρυ‐ νάντων ἄκοντα, φαμένων, εἰ καὶ μὴ δι’ ἐνσκήψασαν καχέκτησιν, ἀλλ’
20οὖν προφυλακῆς χάριν τὸ ἀνύσιμον χρεὼν προσενέγκασθαι φάρμακον. πιὼν τοίνυν τὸ καθάρσιον βράδιον καὶ περὶ δύνοντα ἥλιον ἀπεκένωσέ τι τοῦ ἐν φλεψὶ περιττώματος, ὥστε καὶ πρὸς τοὺς φάσκοντας τῶν ἑταίρων ἐπ’ αὐτῷ οἴεσθαι τοὺς πλείστους τὸ παλαίφατον λελέχθαι τοῦ‐ το χρησμῴδημα „δρεπανηφόρε, τετράμηνόν σε μένει“ ἐπιμειδιῶν ἔλεγε
25διεψεῦσθαι προδήλως· αὐτὸς γὰρ καὶ ἐνιαυτὸν ὅλον νοσηλείᾳ παντοίᾳ τοῦ σώματος διαρκέσειεν ἂν προσπαλαίων τῷ ῥωμαλέῳ πεποιθὼς τοῦ
σώματος καὶ φανταζόμενος, ὡς ἔοικεν, ὡς μαλακῷ θανάτῳ δαμήσεται καὶ351

Andron1,pt2

352

εἰρηνικῷ τέλει συμπερανεῖ τὴν ζωήν, τὴν δ’ ἐναντίαν τελευτὴν ἢ ἑκὼν ἀποπροσποιούμενος ἢ μὴ κατὰ νοῦν ὅλως βαλλόμενος. Καίτοι λόγος διαρρέων καὶ ἐς ἡμᾶς ἵκετο ὡς ἵππων ἀγομένης ἁμίλ‐ λης, ἐκτείνας τὴν χεῖρα Ἀνδρόνικος δακτύλῳ ὑπέδειξε τῷ ἐξαδέλφῳ καὶ
5βασιλεῖ Μανουὴλ τοὺς κίονας, ὧν μέσον αὐτὸς ἀνηρτήθη, εἰπὼν ὡς ἐκεῖσε μέλλει ποτὲ βασιλεὺς ἀπαιωρηθῆναι Ῥωμαίων κακῶς παθὼν ὑπὸ τοῦ τῆς πολιτείας πληρώματος· τὸν δὲ πρὸς τὴν Ἀνδρονίκου εἰσήγησιν ἀποκρίνασθαι, ἀλλ’ αὐτὸς τέως οὐκ ἐσεῖται ὁ τοῦτο πεισόμενος. Καὶ τοιοῦτο μὲν τέλος θανάτου κατείληφε τὸν Ἀνδρόνικον, ἐξάπινα
10εἰς ἐρήμωσιν ὡσεὶ καὶ ἐνύπνιον ἐξεγειρομένου γεγενημένον, καὶ ἐν τῇ πόλει τὴν οἰκείαν ἐξουθενωμένον εἰκόνα, εἴτε τὸν τοῦ προσώπου χαρα‐ κτῆρα βούλοιτό τις οὕτω νοεῖν, εἴτε τὰ ἐπὶ τῶν τοίχων καὶ σανίδων εἰκάσματα, ἐπεὶ καὶ ταῦτα ὁ πολὺς κατηχρειώκει λεὼς καὶ διεσκεδάκει πρὸς γῆν καὶ ἐλέπτυνεν, ὡς οὐδ’ οἱ περὶ Μωσέα πρότερον ἀφορισθέντες
15τὸ χωνευθὲν ἐν μέθῃ ταυρόκρανον. Μεθ’ ἡμέρας δέ τινας καθαιρεθεὶς τοῦ οἰκτροτάτου ἐκείνου ὑψώματος ὅσα καὶ πτῶμα θρέμματος ἐν μίᾳ τῶν τῆς ἱπποδρομίας ἁψίδων παραρ‐ ριπτεῖται. ἐσύστερον δέ τινες μερίδα τῷ ἐλέῳ διδόντες καὶ μὴ πάντα τῷ θυμῷ χαριζόμενοι ἐκεῖθεν τὸν Ἀνδρονίκου νεκρὸν ἀνελόμενοι παρά τινι
20κατωτάτω τόπῳ κατέθεντο περί που τὴν Ἐφόρου μονήν, ἣ κατὰ τὸ Ζεύξιππον ἵδρυται, ὃ καὶ εἰσέτι μὴ πάντῃ διαλυθὲν τῆς ἁρμονίας τοῖς βουλομένοις ὀπτάνεται. ὁ γὰρ ἀμεμφής, ὡς ᾤετο, τὰ πάντα καὶ δίκαιος Ἰσαάκιος οὐ κατένευσε καθαιρεθῆναι καὶ ταφῇ παραδοθῆναι Ἀνδρόνι‐ κον ἢ ἀπενεχθῆναι τὸν τούτου νεκρὸν εἰς τὸν τῶν ἁγίων τεσσαράκοντα
25νεών, ὃν Ἀνδρόνικος ἐπεποίησε φιλοτίμως καὶ λαμπροῖς ἠγλάϊσε κόσ‐ μοις καὶ ἀναθήμασι περιττοῖς κατεκάλλυνε καὶ ἐν ᾧ τὸν τοῦ σώματος χοῦν ἀποθησαυρίσαι προεμηθεύσατο. Ἐκλείπων δὲ ἦν τὴν ψυχὴν εἰς τὰς τοῦ θεοκήρυκος Παύλου ἐπιστολὰς
καὶ συνεχῶς τοῦ ἐκ τούτων ἀποστάζοντος ἐνεφορεῖτο μέλιτος καὶ ἄριστα352

Andron1,pt2

353

ἐπιστέλλων ἐκ τῆς αὐτῶν πειθανάγκης τὰ οἰκεῖα περιέβαλλεν ἐπιστόλια. ἀμέλει τοι καὶ ἀρχαίας χειρὸς εἰκόνα τοῦ πνευματορρήτορος Ταρσέως κόσμῳ λαμπρύνας τῷ ἐκ χρυσοῦ ἀνέθηκε τῷ ῥηθέντι ναῷ· ἡ δέ, τῆς Ἀνδρονίκου καταστροφῆς ἐγγιζούσης, τῶν ὀφθαλμῶν ἀπεστάλαττε
5δάκρυον. τοῦτο δ’ ἀκηκοὼς Ἀνδρόνικος στέλλει τοὺς ἀκριβωσομένους τὰ τῆς ἀκοῆς. ἦν δὲ μεθ’ ἑτέρων εἰς τοῦτο ἐπιλεγεὶς καὶ ὁ Ἁγιοχριστο‐ φορίτης Στέφανος, ὃς καὶ διὰ βαθμίδος ἀνελθὼν (ἦν γὰρ ἡ εἰκὼν μετέω‐ ρος) ἀπέψησεν ὑφάσματι ἀκηράτῳ τὰς τοῦ Παύλου κόρας. αἱ δὲ κατὰ τὰς διασμωμένας κρήνας ἔτι πλεῖον τὸ δάκρυον ἐξεκένουν. καὶ θαυμάσας
10ὃ ἑώρακεν Ἀνδρονίκῳ ἀπιὼν διηγήσατο. ὁ δὲ μέγ’ ὀχθήσας καὶ τὴν κάραν ὦδε κἀκεῖσε ταλαντεύσας ἐπέμυξε καὶ εἴρηκεν ἐπ’ αὐτῷ ἄρα δακρύειν ἐοικέναι τὸν Παῦλον καὶ κακὸν αὐτῷ χείριστον προσημαίνειν τὸ ἀγγελλόμενον· φιλεῖν γὰρ ἐκθύμως τὸν Παῦλον καὶ τῶν αὐτοῦ ῥημάτων ἄκρως ἐξέχεσθαι καὶ ἀντιφιλεῖσθαι δήπουθεν ὑπὸ Παύλου.
15 Ἵνα δὲ συνελὼν εἴπω τὸ πᾶν, εἰ τοῦ ἐντόνου τῆς ἀπηνείας ὑπεχάλα Ἀνδρόνικος, μηδ’ εὐθὺς ἐπῆγε τὸν καυτῆρα καὶ τὴν τομὴν ἀεὶ ῥανίσιν αἱμάτων προσδιαπλέκων καὶ διαχρώζων τὸ ἀμπεχόνιον τῷ ἀπαραίτη‐ τος εἶναι πρὸς κόλασιν, ὅπερ ἐκ τῶν ἐθνῶν, οἷς προσέμιξεν, ἀπεμάξατο πολυπλανέστατος ἀνθρώπων γενόμενος, ἦν ἂν οὐκ ἐλάχιστος ἐν τοῖς
20ἐκ Κομνηνῶν ἄρξασιν, ἵνα μὴ λέγω ὡς ἐν ἴσῃ τῇ στάθμῃ καὶ πάντῃ ἰσόρροπος, ἐπειδήπερ ἦν κἀκ τούτου συλλέγειν ἀνθρώπινα ἄττα μέ‐ γιστα ἀγαθά· οὐ γὰρ πάντῃ ἀπηνθρώπιστο, ἀλλὰ κατὰ τὰ διφυῆ ἀναπλαττόμενα μορφώματα θηριωδίας μετέχων καὶ βροτείῳ εἴδει ἐκέ‐ καστο.
25 Περὶ δ’ Ἀνδρονίκου καὶ ἕτεροι τὸ μέλλον αὐτῷ προφοιβάζοντες ἰαμβεῖοι στίχοι βίβλοις ἐμφέρονται καὶ στόμασι πολλῶν περιᾴδονται, σὺν ἄλλοις δὲ καὶ οὗτοί εἰσιν·
„αἴφνης δ’ ἀναστὰς ἐκ τόπου πλήρους πότου
ἀνὴρ πελιδνός, ἀγέρωχος τὸν τρόπον,
30στικτός, πολιός, ποικίλος χαμαιλέων,
ἐπεισπεσεῖται καὶ θερίσει καλάμην.353

Andron1,pt2

354

πλὴν ἀλλὰ καὐτὸς συνθερισθεὶς τῷ χρόνῳ ἐσύστερον τίσειεν ἀθλίως δίκας ὧν περ κακῶς ἔπραξεν ἐν βίῳ τάλας· ὁ γὰρ φέρων μάχαιραν οὐ φύγῃ ξίφοσ“.
5πλήρη δὲ πότου τόπον τὸ Οἴναιον ὑπεμφαίνουσιν, ὡς δηλοῖ καὶ τὸ τῆς χώρας προσώνυμον, ἐξ οὗπερ Ἀνδρόνικος ἀπάρας, ὡς ἤδη ἐρρέθη μοι,
πρὸς Κωνσταντινούπολιν παρεγένετο.354

Isaac2,pt1

355

(1t)

ΒΑΣΙΛΕΙΑ
2tΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ
3 Ἀπραγμόνως δ’ οὕτω τὴν βασιλείαν παραλαβὼν Ἰσαάκιος ὁ Ἄγ‐ γελος καὶ τῷ τοῦ Ἁγιοχριστοφορίτου αἵματι ὡς εἰπεῖν αὐτὴν ὠνησάμε‐
5νος ἐκ τοῦ μεγάλου παλατίου εἰς τὰ ἐν Βλαχέρναις ἀφικνεῖται ἀνάκτορα καὶ εἰς ἑαυτὸν οὐκ ὀρθῶς ἕλκων τὰ ἔπη καὶ ἀνὰ στόμα φέρων διὰ παντός, ἃ περὶ τοῦ βοοσχήμονος βασιλέως ἐκπεφώνηται καὶ διέξεισιν οὑτωσί·
„τὸ σχῆμα φαίνει τὸν τόπον καὶ τὸν τρόπον,
ὅθεν μολήσας, οἷος ὀφθείς μοι φίλος·
10πρώτας γὰρ ἔχεις ἀρετὰς ἄλλων πλέον καὶ σωφρονίζεις σωφρονῶν τοὺς φιλτάτους· ὅθεν τέτευχας χρηστοτάτου τοῦ τέλους μόνος ἀναχθεὶς ἐξ ἀνακτόρων κλέος καὶ τῷ νεκρῷ, κράτιστε, λιπὼν τὸ κράτος·
15
ὡς ἐν βραχεῖ γὰρ εὐτυχήσεις τὸ κράτοσ“ ἀρίστως τὸν δίκαιον ὑπεκρίνετο. τῷ ἐλέῳ τε γὰρ τῶν ἐνδεῶν ἤλειφε πλησμίως τὴν κεφαλὴν βασιλεύσας καὶ τῶν ταμιείων ἔνδον ὡμίλει τῷ ἐν τῷ κρυπτῷ βλέποντι πατρὶ θεῷ. ἀθροίσας δὲ καὶ τοὺς ἐν ἐξορίαις κακουχουμένους καὶ ὅσους Ἀνδρόνικος ἢ τῆς οὐσίας ἐψίλωσεν ἢ ἐς σῶμα
20διελωβήσατο εὖ ἐποίει ἱκανῶς οὐκ ἀποδιδοὺς μόνον, εἴ τι τῶν πάλαι355

Isaac2,pt1

356

προσόντων αὐτοῖς οὐκ ἠφάντωτο τῇ βασιλικῇ γάζῃ στεγόμενον ἢ παρ’ Ἀνδρονίκου βραβευθὲν ἑτέροις εἰσέτι περιελέλειπτο, ἀλλὰ κἀκ τῶν ἀρχικῶν θησαυρῶν προσπαρέχων καὶ φιλοτίμῳ χειρὶ δεξιούμενος. Ὃ καὶ τὸν κατὰ τῶν Ἰταλῶν κατεύθυνε πόλεμον, οἳ Θεσσαλίαν τε
5εἶχον ἤδη καὶ Ἀμφίπολιν παρεστήσαντο, καταθρασυνόμενοι ἀναίδην καὶ αὐτῆς τῆς περιωνύμου μεγαλοπόλεως καὶ μεγαλαυχοῦντες τῷ κατά τε γῆν κατά τε θάλασσαν αὐτὴν διαλαβεῖν ῥᾳόνως ὡς ἐρήμην καταλήψεσθαι νοσσιὰν καὶ σκυλεύσειν ἀταλαιπώρως βραχυημέρῳ πάνυ καιρῷ. οἱ γὰρ ἄνθρωποι τὴν Ἰσαακίου ἀρχὴν ὡς ἐκ χειμῶνος εἰς ἔαρ μετάβασιν ἢ γα‐
10λήνην ἀπὸ ζάλης θεασάμενοι σταθερὰν ἐκ τῶν ἁπανταχῇ Ῥωμαϊκῶν συνέρρεον χώρων, οὐ μόνον ὅσοι ὡπλίτευον, ἀλλὰ καὶ οἳ ἀπόμαχοί ποτε ἦσαν, καὶ αὐτοὶ δὲ οὐχ ἧττον ἠΐθεοι, οἱ μὲν ὀψόμενοι μόνον τὸν ἐλευθερω‐ τὴν Μωσῆν καὶ τὸν ἐπανάγοντα Ζοροβάβελ τὴν αἰχμαλωσίαν Σιών (οὕτω γὰρ αὐτοῖς ἐκρίνετο Ἰσαάκιος), οἱ δὲ ἀποληψόμενοι τὰ συνήθη
15τοῖς στρατευομένοις ὀψώνια, τινὲς δὲ καὶ στρατολογηθησόμενοι καὶ κατὰ τῶν Σικελῶν ἀνδρισόμενοι. Ὡς δὲ δήλη γέγονεν ἡ Ἀνδρονίκου καταστροφὴ τοῖς κατὰ τὴν Φιλίππου ἐπαρχίαν τῷ βασιλεῖ συναπάρασιν Ἰωάννῃ τῷ Ἀνδρονίκου παιδί, παραχρῆμα καὶ αὐτὸς συλληφθεὶς τὰς κόρας ἐκκόπτεται καὶ κα‐
20ταστρέφει τὴν ζωὴν ἐπωδύνως, ὑπομείνας παρακαλοῦντα καὶ μὴ εὑρών, καὶ συλλυπούμενον καὶ μὴ ἰδών. Καὶ ὁ ἀδελφὸς δέ οἱ ὡσαύτως Μανουὴλ συσχεθεὶς ἐκτυφλοῦται, κατὰ μηδὲν αὐτῷ ἐπαρκέσαντος τοῦ μηδ’ ὅλως τοῖς πατρικοῖς συντίθεσθαι ἀνομήμασι καὶ συνειδέναι τοῦτο ἀκριβέστατα οὐ μόνον τοὺς ἐν ἀγορᾷ
25στρεφομένους, ἀλλὰ καὶ αὐτὸν ἁπάντων μάλιστα Ἰσαάκιον, ὃς ἐστέρησε
τὸν ἄνδρα φωτός.356

Isaac2,pt1

357

Ἰδὼν δὲ Ἰσαάκιος τὴν ἐκ τῶν ἑῴων πόλεων συνδρομὴν τοῦ λεὼ ἱκανὴν συνάρασθαί οἱ κατὰ τῶν ἐκ Σικελίας ἐχθρῶν αὐτούς τε ἀσμένως εἰσῳκίζετο καὶ δωρεαῖς εὐφραίνων ὅση δύναμις καὶ ὁπλοδοτῶν εἰς τὸ μετὰ τοῦ Βρανᾶ στρατόπεδον ἐξαπέστελλε καὶ τοῖς λοιποῖς δὲ Ῥωμαϊ‐
5κοῖς τάγμασιν, ὁπόσα ἐθυραύλει τοῖς πολεμίοις ἀντιφερόμενα, ἔπεμψε τὰ βασιλικὰ σιτηρέσια καὶ ἔτι μᾶλλον πρὸς τὸν ἀγῶνα ἐπέρρωσε τὸν προ‐ κείμενον ποσωθέντα εἰς χρυσίου κεντηνάρια τεσσαράκοντα. Αὐτὸ μέντοι τὸ ἐκ Σικελίας ἀντίμαχον, μήπω τὰ κατ’ Ἀνδρόνικον ἐνωτισάμενον, εὐθαρσῶς τε τῆς εἰς τὰ πρόσω πορείας εἴχετο πέρας τῆς
10ὁδοιπορίας τὴν Κωνσταντίνου θέσθαι διανοούμενον· καὶ ὁ στόλος δὲ ἀναπλεύσας ταῖς νήσοις προσώκειλεν, αἳ ἄγχιστα τῆς πόλεως ἀμφιρ‐ ρέονται. ἀλλ’ ὁ τοὺς γίγαντας μὴ ἐν πλήθει ἰσχύος αὐτῶν καὶ ἅρμασι καὶ ἵπποις σώζεσθαι ἀφιεὶς καὶ τοῖς ταπεινοῖς χάριν ἐπισταλάττων, οὗτος τοὺς ὑψαύχενας ἔσφηλε, καὶ αὖθις ἀτεχνῶς καταβὰς οὐ συνέχεε μὲν τὰς
15γλώσσας αὐτῶν, εἰς δὲ τρισσούμενα τούτους καταδιεῖλε τμήματα. τὸ μὲν γὰρ τὴν τῶν Θετταλῶν προκαθημένην εἰάθη φρουρεῖν καὶ ἔμενε κατὰ χώραν μετὰ νηῶν ταχυναυτουσῶν, τὸ δὲ τὰς Σέρρας ἔκειρε περιιὸν ἀδεῶς, τὸ δὲ τρίτον τοῦ πρόσω ἐχόμενον οὐδ’ αὐτὸ καθαρῶς ἦν ἀδιαίρετον, ἀλλ’ ὃ μὲν Στρυμόνος ἔπινε καὶ ἐλούετο φθεῖρον τὰ κατ’ Ἀμφίπολιν, ὃ δὲ
20προπορευόμενον γεγηθὸς καὶ οἷον προαρπάζον τὴν εἰς τὴν βασιλεύου‐ σαν εἴσοδον κατὰ Μοσυνόπολιν ἐστρατοπεδεύετο. ἀεὶ δὲ νικῶντες καὶ μηδένα τὸν ἐς χεῖρας ἔχοντες ἐπιόντα ἀπερισκέπτους ἔδρων τὰς ἐκδρομὰς καὶ κατὰ ἴλας ἀποδιίσταντο καὶ ἄλλος ἄλλοθι, ὥσπερ ἑκάστῳ φίλον, ἀπεσκεδάννυντο, εἴ ποτε δεήσειεν ἐξιέναι τῆς Μοσυνοπόλεως ἐπὶ ληϊσμῷ
25καὶ τὰ ἐπιτήδεια εἰσενέγκασθαι.357

Isaac2,pt1

358

Φυλάξας τοίνυν ὁ στρατηγὸς τὰ παρὰ τῶν βαρβάρων ὧδέ πῃ γινό‐ μενα τὴν στρατιὰν ἐπάγει κατὰ καιρόν, μόλις πείσας ἀποστῆναι μικρὸν τῶν ὀρέων καὶ βαδίσαι ποτὲ καὶ πεδίον ἱππήλατον. καὶ ὡς ἤνυσάν τι χρηστὸν ἐκ πρώτης ὁρμῆς καὶ μοῖραν ἐτρέψαντο τῶν ἀντιπάλων, τὸν τῶν
5Μυρμιδόνων μῦθον ἔργοις αὐτοῖς ἐπιστώσαντο αἴφνης εἰς ἀγαθοὺς ἄνδρας μετατεθέντες καὶ ἀεὶ τὸν ὄπισθεν κτείνοντες. συνέβη δ’ ἐπιταθῆναι τὴν τῶν πολεμίων ἐπιδίωξιν καὶ κατὰ Μοσυνόπολιν αὐτήν. εὐτυχῶς δὲ καὶ τοῖς ἐφεξῆς προσπλακέντες ἐπιτίθενται καὶ τοῖς τοῦ πολίσματος ἔνδοθι. ἀμέλει καὶ τὰς πύλας παρὰ τῶν πολεμίων φρουρουμένας (ἤδη γὰρ φόβος
10καὶ φρικασμὸς αὐτοὺς περιεκέχυτο σώματος) παραδόντες πυρὶ εἰσπεπη‐ δηκότες ἔσωθεν ἐνειστιῶντο ταῖς σφαγαῖς ἐπὶ μακρὸν ἀπόσιτοι ὄντες καρυκευμάτων ἀρεϊκῶν. ὡς δ’ ἔφαγον πλοῦτον ἐθνῶν ἐνεπλήσθησάν τε καὶ ἐλιπάνθησαν τοῖς λαφυραγωγήμασι, καὶ κατὰ τῶν περὶ τὴν Ἀμ‐ φίπολιν ἐφρονηματίσθησαν ὡς ἕωλον τροφὴν τὴν πρότριτα νίκην ἀντι‐
15παρελθόντες. Ἀπῆραν οὖν ὡς παρεμβολὴ θεοῦ ἢ λεόντων στρατόπεδον τοῖς τῶν πολεμίων ἵπποις καὶ ὁπλισμοῖς φραξάμενοι κατὰ τῆς περὶ τὸν Στρυμόνα ἔτι σκηνουμένης λοιπῆς μερίδος τῶν ἀντιπάλων· ὅτε καὶ τοῦ κύβου τῶν πραγμάτων θεόθεν ἄλλως ῥιφέντος, οἱ μὲν πρώην ὑψαύχενες καὶ γαῦροι
20καὶ μικροῦ τοῖς δόρασιν ὄρη μετεωρίσειν καὶ μεταθήσειν κομπάζοντες, ὡς καταιβάτῃ πληγέντες ἢ βροντῆς ἤχῳ ἐξαισίας παρακοπέντες τὸν νοῦν τοῖς τῶν κατὰ Μοσυνόπολιν οἰκείων ἀπευκταίοις ἀκούσμασιν, ἀνεβάλ‐
λοντο τὴν μάχην καὶ ἐξετάσσοντο ῥᾳθύμως, οἱ δὲ Ῥωμαῖοι τὸ ταπεινὸν358

Isaac2,pt1

359

ἀποθέμενοι τοῦ φρονήματος ὡς εἰς θήραν ὀρνίθων χαμαιπετῶν ὑψινεφεῖς ἐξεποτῶντο ἀετιδεῖς καὶ ὤργων ἀπτέρῳ τάχει συμπλακῆναι ὑφ’ ὧν ἦσαν ἀπορνιθούμενοι πρότερον ὀνειδείοις ῥήμασιν. Ἐπεὶ δ’ εἰς ἕνα χῶρον συνήλθοσαν ἀμφότερα τὰ στρατεύματα (ἦν δὲ
5οὗτος ὁ τοῦ Δημητρίτζη λεγόμενος τόπος), τότε δὴ μᾶλλον οἱ Σικελοὶ καθυπέδειξαν ὃ πεπόνθασι δείλανδρον. συμβάσεων γὰρ ἐμέμνηντο καὶ τού‐ των ἕνεκα διεκηρυκεύοντο πρὸς Βρανᾶν. καὶ τὰ μὲν πρῶτα Ῥωμαίοις ἥνδανε τὰ αἰτούμενα· μετὰ βραχὺ δ’ οὐκέτ’ αὐτοὶ γεγονότες, ἀλλὰ δόλον εἶναι ὑποτοπάσαντες τὰ παρὰ τῶν ἀντιπάλων προβαλλόμενα,
10ἢ εἰ μὴ τοῦτο, δειλίαν γοῦν ἐκ τοῦ ἀναμφιλέκτου πρόδηλον, μὴ πολέμου ἀναμείναντες σύνθημα, μὴ σάλπιγγος ἠχὴν μήτε τι ἕτερον παράγγελμα τῶν ὅσα στρατηγοῖς εἴθισται ποιεῖν πρὸ τῶν συμπλοκῶν, προσβάλλουσι τοῖς πολεμίοις τὰ ξίφη γυμνώσαντες. οἱ δὲ μέχρι μέν τινος εὐθαρσῶς καὶ ἀνδρείως τὴν τῶν Ῥωμαίων ἐμβολὴν ἐδέξαντο καὶ καμπάς τινας καὶ
15ἑλίξεις ὁ πόλεμος ἔλαβε· τέλος δὲ πρὸς τὸ ὑπεράγαν ἔνθερμον τῆς Ῥω‐ μαϊκῆς ὁρμῆς ὑπενδόντες ἔκλιναν εἰς τροπὴν καὶ ἀκόσμως ἔφευγον. ὅθεν καταλαμβανόμενοι ἀνῃροῦντο, ἐζωγροῦντο, ὠθοῦντο κατὰ ποταμοῦ τοῦ Στρυμόνος, ἐλαφυραγωγοῦντο, ἐσκυλεύοντο. ἤγετο δὲ ἑβδόμη τοῦ Νοεμβρίου μηνὸς καὶ περὶ δείλην ἦν τῆς ἡμέρας, ὁπότε ταῦτα ἐγίνετο.
20 Συλλαμβάνονται δὲ καὶ οἱ δύο στρατηγοὶ τοῦ στρατεύματος, ὅ τε Ῥιτζάρδος ὁ τῆς γυναικὸς τοῦ Ταγκρὲ κασίγνητος, ὃς ἐναυάρχει τοῦ τῶν Σικελῶν ναυτικοῦ, καὶ ὁ Ἀλδουῗνος κόντος, γένους μὲν οὐ φὺς εὐγε‐ νοῦς καὶ λαμπροῦ, διὰ δὲ τὴν κατὰ πόλεμον δεξιότητα αἰδέσιμος ὢν τῷ ῥηγὶ καὶ τότε ὑπὲρ πάντας τὸ τῆς στρατηγίας ὑπεζωσμένος σέμνωμα·
25ὃς καὶ ταῖς προτέραις κατὰ Ῥωμαίων νίκαις μεγαλοπρεπευόμενος ἑαυτὸν ἐξωμοίου τῷ Ἀλεξάνδρῳ τῷ πάνυ τῷ Μακεδόνι, μόνον οὐκ ἐν στήθεσι
κατ’ ἐκεῖνον τρίχας δεικνὺς ῥάμφους καὶ πτερῶν εἰκασίαν ὑπεμφαινούσας,359

Isaac2,pt1

360

καὶ μείζω ἢ ἐκεῖνος ἔργα δι’ ἀκαριαίου καιροῦ καὶ ἀναιμωτὶ ὑπερηφα‐ νεύετο διαπράξασθαι. Ὅσοι δὲ τὸ τοῦ πολέμου διαταθὲν ἐξήλυξαν δίκτυον ἔκ τε τουτωνὶ τῶν ἰλῶν καὶ οἳ τὰ ἐν Σέρραις χωρία κατέτρεχον, εὐθὺ τῆς Θεσσαλονίκης
5ἵενται καὶ τῶν ἐκεῖσε μακρῶν ἐπιβάντες νηῶν, ὡς εἶχον εὐθὺς ἀπὸ τῆς φυγῆς, οὐκ εὔπλουν τὸν πλοῦν εὕρισκον· φοροὶ γὰρ εἰς τὴν αὐτῶν ἀφάνισιν ἀνεγερθεῖσαι λαίλαπες ἀποπλῆσαι τὸν μόρον αὐτοὺς εἰργάσαν‐ το, ὃν θεόθεν χερσαῖον ἐπικλωσθέντα μετὰ βραχὺ μετέθεντο κατὰ θάλατ‐ ταν. πολλοὶ δὲ μὴ ἐντυχόντες τριήρεσιν, ἐπικαταλαμβανόμενοι ἔτι κατὰ
10Θεσσαλονίκην ἀλύοντες πολυτρόπως ἐφθείροντο, καὶ μάλιστα ὑπὸ τῶν ἐπικούρων Ἀλανῶν. οὗτοι γὰρ ἀντίρροπα δρῶντες ὧν πεπόνθασιν, ἡνίκα Θεσσαλονίκη ἑάλωκεν, οὐ φειδώ τινος τῶν πολεμίων ἐλάμβανον, τὰς δ’ ἀμφόδους καὶ τὰ τῶν θείων σηκῶν πρόναα πτωμάτων ἐνέπλησαν. ἐπερόμενοι δὲ καὶ τοὺς συλλαμβανομένους Σικελοὺς „ποῦ ποτὲ ὁ ἀδελ‐
15φόσ“; (ὁ συμφυλέτης δηλαδὴ Ἀλανός, ὃν κατὰ τὴν ἅλωσιν οἵδε ἀπέκτει‐ ναν) ἐπῆγον ἅμα τῷ λόγῳ τὸ ξίφος. ἀλλὰ καὶ τοὺς προσρυομένους τε‐ μένεσιν ἀπέσφαττον „ποῦ ποτε ὁ παπᾶσ“; λέγοντες, ὅπερ ἔστιν οὓς ἀνῃρήκεσαν ἱερεῖς ἐκεῖνοι εἰσεφρηκότες ἔνδον τῶν ἱερῶν. Ὅτε καὶ τοιοῦτο καινόν τι ἐπισυνέβαινε· τοὺς γὰρ κύνας φασὶ κατὰ
20μὲν τὴν τῆς πόλεως ἅλωσιν μηδενὸς νεκριμαίου σώματος τῶν ἀναιρε‐ θέντων Ῥωμαίων ἅψασθαι ἢ ὅλως ὀδοῦσι σίνασθαι ἢ αἰκίσασθαι, τότε δὲ οὕτως ἐμμανῶς τοῖς πτώμασι τῶν πεσόντων Λατίνων προσφέρεσθαι καὶ κόρον οὐδένα μηδαμῶς εἰδέναι σαρκοβορίας, ὡς καὶ τυμβωρυχεῖν καὶ ἀνακαλύπτειν τὰ παραδοθέντα ταφῇ σώματα καὶ κύρμα ταῦτα ποιεῖν.
25 Ζωγρεῖται δὲ σὺν οἷς εἴπομεν δυσὶ στρατηγοῖς καὶ ὁ ἐκ Κομνηνῶν νοὸς ἔρημος καὶ φθόριμος Ἀλέξιος, ὁ τούτων πάντων αἴτιος τῶν κακῶν, καὶ τοῦ τῶν ὀφθαλμῶν φωτὸς στέρεται ὁ τῶν Χαρωνείων οἰκήσεων
ἄξιος.360

Isaac2,pt1

361

Ἦσαν δ’ οἳ καὶ πρὸς τὴν Ἐπίδαμνον ἀπεσώθησαν καὶ τοῖς ἐκεῖσε ὁμοφύλοις φρουροῖς τῆς πόλεως ὡς σπέρματα χιλιοστύων πολλῶν ἀγαπητῶς ἀπεδόθησαν· ἣν καὶ παντοίοις ὅπλοις ἀμυντηρίοις ὁ Σικελίας ῥὴξ κρατυνάμενος ὕστερον οὐκ ἀπεδίδου Ῥωμαίοις μετὰ τὴν τῶν οἰ‐
5κείων στρατευμάτων φθοράν, ἀλλ’ ἣν οὐκ ἔδει μετὰ ἧτταν καὶ αἰσχύνην περιφανῆ δόξαν ἑαυτῷ θηρώμενος κατεῖχε φρενοβλαβῶς. μετὰ βραχὺ δὲ πρὸς τὰς δαπάνας ἀπειρηκὼς ἑκόντως ἀπέσχετο. Καὶ ὁ μὲν χερσαῖος πόλεμος τοιοῦτον αἴσιον ἀπείληφε πέρας οὐδέ‐ ποτε ἐπὶ καρδίαν ἡμῶν τινος ἀνελθόν. ἀλλ’ ὁ πάντων κηδόμενος θεός,
10ὅτι πάντων δεσπόζει, καὶ μετὰ φειδοῦς πολλῆς διοικῶν τὰ ἀνθρώπινα καὶ ἐλεῶν τὰ πάντα, ὅτι πάντα δύναται, οὗτος εἰς ῥοπὴν πλάστιγγος ἐπαγαγὼν τὰ ἡμέτερα καὶ χρηστὴν ἐλπίδα πᾶσαν ἀπενεγκὼν ἡμᾶς παιδεύσας βραχέα τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι ἐμαστίγωσεν, οὐ στοιχείων μεθαρμοζομένων, οὐδὲ γῆς μὲν ἐξαγούσης πλῆθος σκνιπῶν,
15ποταμοῦ δὲ ἐξερευγομένου ἔνυδρα ζῶα βατράχους, οὐδὲ σφηκῶν ἀπο‐ στελλομένων προδρόμων τοῦ στρατοπέδου ἤ τινος ἑτέρου τῶν παλαιῶν ἐξαισίων, ἀλλὰ τῶν ἀναιρουμένων ἀποκτεινόντων τοὺς φονευτὰς τῷ ἐξαίφνης εἰς ἀποτόμους ὑπὸ θεοῦ μεταβληθῆναι πολεμιστάς, ἐπεὶ καὶ δειλόν τι πρᾶγμα ἡ πονηρία ἰδίῳ καταδικαζόμενον μάρτυρι, καὶ προσεί‐
20ληφεν ἀεὶ τὰ χαλεπὰ τῇ οἰκείᾳ συνειδήσει συνεχόμενον. Τί γὰρ καὶ εἶχον δεινὸν ἐπεγκαλεῖν Ῥωμαίοις οἱ Σικελοί, οὓς οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα πλεῖστον ἀφ’ ἡμῶν ἐξετόπισαν; ἀλλ’ εἴπερ ἔστι τῶν βαθυτέρων ἀνεπιπλήκτως ἅψασθαι κριμάτων θεοῦ, Κύ‐
ριος ἔπαισεν ἡμᾶς, ὅτι ἔγνωκεν ἁμαρτήματα ἡμῶν· ἀλλ’ ἐπειδήπερ ἦσαν361

Isaac2,pt1

362

ἰταμοὶ καὶ οὐκ ᾤκτειρον οἵτινες ἡμᾶς θεόθεν εἰλήφασιν εἰς μαστίγωσιν, οὐδ’ αὐτοὶ τοῦ τὸν ἔλεον θέλοντος καὶ ψωμίζοντος ἄρτον δακρύων καὶ ποτίζοντος ἐν δάκρυσιν ἐν μέτρῳ τὸν δίκαιον χόλον ἐξέφυγον, ἀλλ’ ὡς ἐκ δρυμοῦ λέων ἐμπίπτοντες καὶ ὡς λυκιδεῖς ὀλοθρεύοντες καὶ ὡς πάρδαλις
5ἐφαλλόμενοι, γεγένηνται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες καὶ κατεκυ‐ ριεύθησαν οἱ κυριεύσαντες καὶ κεκέρακεν αὐτοῖς Κύριος πνεῦμα πλανήσε‐ ως, δείξας ὡς καὶ αὐτοῖς ἦσαν κηλῖδες διὰ τὸ τοῦ τρόπου φονικὸν εἰς φοινικοῦν χρωζόμεναι καὶ νίτρων δεόμεναι. οὐκοῦν καὶ τὰ οἰκεῖα ὅρια ὑπερβαλόντες εἰσέδραμον τὰ ἡμέτερα, μαστιγοῦντες ἡμᾶς βραχέα καὶ
10μαστιγωθησόμενοι πλείονα. Καὶ τὴν μὲν ἵππον οὕτως ἡ δίκη μετῆλθεν. αἱ δὲ μακραὶ νῆες ὑπὲρ τὰς δὶς ἑκατὸν οὖσαι οὐδ’ αὗται κακῶν ἀπαθεῖς πρύμναν ἐκρούσαντο. ἀποβᾶσαι γὰρ κατὰ τὸν Ἀστακηνὸν κόλπον πολλοὺς ἀπεβάλοντο τῶν πλωτήρων, Ῥωμαϊκαῖς ἐγκύρσασαι στρατιαῖς, αἳ τὰς ἐνορμίσεις αὐτῶν
15ἀπεκώλυον ἀμφὶ τὰς ἀκτὰς ἑλισσόμεναι καὶ πᾶσαν ἄβατον ἐποίουν ἤπει‐ ρον· τὸ δὲ Σικελικὸν ναυτικόν, εἴ ποτε κατὰ χέρσον προύκυψεν ἢ ἀπο‐ βάθραν ἔβαλεν, εὐθὺς τοῖς βέλεσιν ὡς ὕδατος σταγόσι πάντοθεν κα‐ ταντλούμενον ὡς κέλυφος χελῶναι τὰ τῶν νηῶν ὑπέτρεχε καταστρώματα. τοσαύταις δὲ οὔσαις τὸν ἀριθμὸν ταῖς ναυσὶ αἱ ἡμέτεραι εἰσάπαξ ἑκατὸν
20συγκροτούμεναι μάχεσθαι ἀπεθάρρουν. καὶ οὐ τὸ ναυτικὸν ἐκαρδίωττε μόνον, ἀλλὰ καὶ πολλοὶ τῶν ἀστυπολιτῶν ταῖς ἁλιάσιν ἐμβάντες καὶ ὅτῳ τύχοι καθοπλισάμενοι τὸν πλοῦν ἐς τοὺς πολεμίους ἔσφυζον θέσθαι· οὐ συνεχωροῦντο δὲ πρὸς τοῦ βασιλέως καὶ τῶν συνδιασκεπτομένων αὐτῷ τὰ κοινά, οὐκ εἰς τὸ πρόθυμον τῶν ἡμετέρων ἀφορᾶν μόνον ἐχόν‐
25των, ἀλλὰ καὶ τὸ ὑπερπαῖον προορωμένων τῶν ἀντιμαχομένων νηῶν.
καὶ κατὰ τοῦτο περὶ τὴν τῶν Κιόνων ἠϊόνα αἱ τριήρεις σαλεύουσαι οὐ362

Isaac2,pt1

363

περαιτέρω προῄεσαν· ὁ δὲ τῶν ἐναντίων στόλος περὶ τὰς δεχεπτὰ τὴν κώπην σχάσας ἐν ταῖς νήσοις ἡμέρας ὡς οὐδένα πως ἑώρα τῶν ὁμοφύλων κατὰ χέρσον προσιόντα, οὐκ ἀγαθὴν εἰκάσας τὴν ἀναβολὴν μεθαρμόζε‐ ται πρὸς ἀπόπλοιαν. καὶ δὴ τὴν νῆσον τὴν Καλώνυμον πυρπολήσας
5καὶ ὅσα πάραλα κεῖται κατὰ κόλπον τὸν Ἑλλησπόντιον εἴχετο τοῦ οἴκαδε πλοῦ. φασὶ δὲ ὡς καὶ τούτων πολλαὶ αὔτανδροι τῷ βυθῷ κατέ‐ δυσαν ἀντιπνοίαις περιπεσοῦσαι καὶ καταιγιδώδεσιν ὁμιλήσασαι πνεύ‐ μασι. καὶ λιμὸς δὲ καὶ νόσος ἔστιν ἃς ἐξεκένωσε. Καὶ οὕτω μὲν οὐ μεῖον ἢ δέκα χιλιάδες μαχίμων ἀνδρῶν ἐν τοῖσδε τοῖς
10πολέμοις ἀπώλοντο, αὐτοὶ δὲ οἱ ζωγρηθέντες κατ’ ἀμφοτέρους τοὺς πολέ‐ μους ὑπὲρ τὰς τέσσαρας χιλιάδας ἀριθμούμενοι ταῖς δημοσίαις φυλακαῖς ἐγκαθείργνυνται. μὴ ἐκ βασιλικῶν δὲ ψωμιζόμενοι ταμιείων ἤ τινος τῶν ὅσα τὸ ζῆν συνίστησι μεταλαγχάνοντες ἄλλοθέν ποθεν, ἀλλ’ ἄρτῳ μόνῳ διαζῶντες, χορηγουμένῳ πρὸς τῶν θεοφιλῶς ἐπισκεπτομένων τοὺς
15ἐν εἱρκταῖς, κακῶς ἐφθείροντο, ὥσθ’ ὁ τὴν ἀρχὴν τῆς Σικελίας χειρίζων καὶ τὴν τότε κατὰ Ῥωμαίων κίνησιν θέμενος τοῦτο πυθόμενος διὰ γραμ‐ μάτων τῷ βασιλεῖ κατωνείδιζε τὸ ἀφίλοικτον ὡς ἐῶντι ἀφιλανθρώπως λιμῷ καὶ γυμνότη τι παραπόλλυσθαι τηλίκων καὶ τοσούτων στίχας ἀνδρῶν, ἐναργῶς μὲν ἀράντων ὅπλα κατὰ Ῥωμαίων νόμῳ πολέμου,
20Χριστιανῶν δ’ ὅμως ὄντων καί οἱ παραδεδομένων εἰς χεῖρας ὑπὸ θεοῦ.363

Isaac2,pt1

364

χρῆναι δ’ ἔλεγε τὸν νικῶντα ἢ πανωλεθρίαν εὐθὺς τῶν ζωγρηθέντων καταψηφίζεσθαι, εἰς θηρίου φύσιν ἐκ πολλοῦ τοῦ παραλόγου μεταμει‐ φθέντα καὶ τὸν ἀνθρώπινον νόμον παραβλεψάμενον, ἢ μὴ δοκιμάσαντα τοῦτο, συνειληφότα δὲ καὶ καθείρξαντα, τρύφος ἄρτου διαθρύπτειν
5ὀκτάβλωμον, εἰ περὶ τὴν διαρκῆ διαίτησιν κιμβικεύεται, ἀλλὰ μὴ τιμω‐ ρεῖν τοῦ διὰ ξίφους καὶ αὐτίκα μόρου μακρότερα λιμώττειν ἐῶντα καὶ παγετῷ καὶ κρυμῷ διαρρηγνύναι κακῶς τὴν ψυχὴν καὶ φόνου αἰτίαν ἐπάγεσθαι, εἰ καὶ μὴ τὰ στέρνα διατορεῖ δόρατι ἢ τὸ βέλος ἁρπαζόμενον τοῖς σπλάχνοις καὶ ἐμβαπτόμενον δείκνυσιν, ἐπεὶ μηδὲ διαφέρειν τὸ φο‐
10νεῦσαι καὶ φόνου παρασχεῖν πρόφασιν. βασιλεὺς δὲ ὠσὶν ἄκροις παρα‐ δεξάμενος τὰ γραφόμενα εἴασε τοὺς τάλανας ὡς πρότερον φθίνεσθαι, ὡς ἐν αὐτῷ ὄντος τοῦ ὅ τι ποτ’ ἂν αὐτοὺς βούλοιτο δρᾶσαι. σύνδυο οὖν καὶ σύντρεις πολλάκις τῆς ἡμέρας ἐκκομιζόμενοι νεκροταφίων ἄμοιροι καὶ ἄτερ τῶν τελευταίων λουτρῶν κατὰ τῶν πολυανδρίων ἐξετινάσσοντο
15καὶ καταδύσεων τῶν ὑπογείων. Καθίσας δ’ ὁ βασιλεὺς ἐπὶ δίφρου χρυσοκολλήτου καὶ περιδὺς τὴν λιθόστρωτον τήβενναν βῆμά τε πολυανθρωπότατον ἠθροικώς, ὡς εἴη μὴ τοῖς ἀλλοφώνοις μόνον ἀλλὰ καὶ Ῥωμαίοις ἐπιφοβώτατος, εἰσάγεσθαι κελεύει τοὺς τοῦ Σικελικοῦ στρατεύματος ἀρχηγούς, δηλαδὴ τὸν Ἀλ‐
20δουῗνον καὶ τὸν Ῥιτζάρδον. οἳ καὶ τὸ τῆς κεφαλῆς ἀποθέμενοι κάλυμμα καὶ δουλικωτέραν προσκύνησιν ἀπονείμαντες ἠρωτήθησαν παρὰ τοῦ βασιλέως, ὅπως αὐτόν, χριστὸν ὄντα Κυρίου, ἐκακολόγουν ἐν τοῖς πρὸς αὐτὸν γράμμασιν, οὐδὲν μὲν δικαίως ἔχοντος ἐπεγκαλεῖν, τῇ δ’ ἐνεστώσῃ τύχῃ παρὰ τὸ δέον χρωμένου καὶ κυδρουμένου καὶ τῷ ἡττῆσαι κατὰ
25κράτος τὸ πολέμιον φυσωμένου.364

Isaac2,pt1

365

Αὐτὸς μὲν γὰρ ὁ βασιλεὺς Ἰσαάκιος τὴν βασιλείαν ἄρτι παραλαβὼν πρέσβεις ἀποστείλας, ἔτι τῆς Λατίνης στρατιᾶς συνεστώσης, οὐδέν τι τῶν πρὸς διαλλαγὴν φερόντων τοῖς στρατηγοῦσιν ἐλάλησε, μήτε δώ‐ ροις ἀγάλλων, μήτ’ εὐνοίας ὑπαγόμενος πλάσμασιν, ἀλλ’ ἐπιστείλας
5ἀρχικώτερον καὶ πάσαις μὲν αἰτίαις πᾶσι δὲ βάλλων ἐγκλήμασιν ἐσο‐ βαρεύετο πρὸς ἄνδρας ἔτι νικῶντας κἀπὶ τοὺς ἑαυτῶν πόδας τιθέντας ἅπαν τὸ ἐν Ῥωμαίοις καὶ τὸ οἰκεῖον ἀνυμνῶν ἄντικρυς ξίφος καὶ μεγα‐ λύνων ὡς τμητικώτατον διηπειλεῖτο ἐφ’ οἷς ἔτι διηπορεῖτο ἐξολόθρευσιν αὐτῶν καὶ ἀπώλειαν, εἰ μὴ μεταβουλευσάμενοι παλίμποδες γένωνται,
10ὅθεν ἐξῄεσαν. Ὁ δ’ Ἀλδουῗνος ἀγέρωχος ὢν καὶ ἄλλως, ὡς ἔδειξε, τότε δὲ καὶ ταῖς ἐνεστώσαις τύχαις ὡς ἀσκὸς ἐξοιδούμενος, οὐκ ἐνεγκὼν τὰ ἐπεσταλμένα ἀμείβεται τὸν βασιλέα λόγοις κομψευτικοῖς. τό τε γὰρ ξίφος αὐτοῦ ἐκωμῴδησεν ὡς σκιατραφέσιν ὀξυνόμενον σώμασιν (ὑπῃνίττετο δὲ τὰ
15γραφόμενα τὸν τοῦ Ἁγιοχριστοφορίτου θάνατον), καὶ αὐτὸν δὲ τὸν Ἰσαάκιον ὡς ἀπάλαμνον ἐμωκᾶτο· μηδὲ γὰρ θυραυλῆσαί ποτε καὶ ἐπὶ θυρεοῦ ἀφυπνῶσαι ἢ μαρύλλης ἀνασχέσθαι κράνους καὶ μολυσμὸν ὑπενέγκειν θώρακος, ἀλλὰ καπνῷ γραμμάτων προσανέχειν ἐς γραμμα‐ τιστοῦ φοιτῶντα ἐξ ἁπαλῶν ἔτι ὀνύχων καὶ δέρριν ἐξημμένον περὶ ἀρι‐
20θμῷ διεξιοῦσαν πινακίδιόν τε καὶ γραφεῖον ἀνὰ χεῖρας ἔχοντα τὴν σκυτά‐ λην συχνὰ ὑποβλέπεσθαι καταφερομένην τῶν χειρῶν αὐτοῦ καὶ τῶν πυγῶν, καὶ ταύτης μόνης εἰδέναι καὶ δεδιέναι τὰ κροταλίσματα, ἀπειλὴν δ’ Ἄρεος ὑφίστασθαι μηδαμῶς, μηδὲ δοῦπον ἀκόντων ἐνηχηθῆναί ποτε. οὐ ταῦτα δὲ μόνον ἐπικερτομῶν ἔγραφεν, ἀλλὰ καὶ παραίφασιν εἰσῆγε
25καὶ ἐχθρὸς ὢν συμφράδμων ἐγίνετο. καὶ ἐνῆγεν ἀποθέμενον τὸ βασίλειον365

Isaac2,pt1

366

στεφάνωμα καὶ τὰ λοιπὰ τῆς ἀρχῆς ἀποβαλόμενον καὶ συμπτύξαντα σύμβολα τούτων μὲν ὑπεκστῆναι καὶ τηρεῖν τῷ νικῶντι καὶ κρείττονι, τὸν ἑαυτοῦ κύριον οὕτω τὸν ῥῆγα λέγων, αὐτὸν δὲ ὑποπεσεῖν καὶ περὶ τοῦ μόνον ζῆν ἐπανατείνεσθαι δέησιν.
5 Καὶ βασιλεὺς μὲν διὰ ταῦτα ὑπ’ εὐθύνην ἦγε τότε τοὺς στρατηγούς, μὴ φέρων τὸ τοῦ Δαυὶδ κατὰ νοῦν „ἡ γλῶσσα ἡμῶν παρ’ ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστι“; καὶ θανάτου ἐτίμα τὰ γεγραμμένα. Ὁ δὲ Ἀλδουῗνος οὐκ ἦν ἄρα μόνον δεινὸς ἐπιπλῆξαι τὴν τύχην ἔτι ἔχων ὑπερηφανευομένην, ἀλλὰ καὶ κολακεύειν ἤσκητο ἄκρως, πρὸς ὃ
10μόνον πᾶν ὅπλον καὶ πᾶσα μικροῦ μηχανὴ πέφυκεν ἀσθενέστερα, ἐν οἷς ἀπολελοιπὸς ἦν αὐτὸν τὸ εὐδαιμονεῖν· ἐξέκρουσε γὰρ τῆς ὀργῆς καὶ καθήδυνε τὸν βασιλέα ὑποσκυζόμενον, τὸ ξίφος αὐτοῦ μεγεθύνειν ἀρξά‐ μενος ὡς βασιλικὸν ὄντως καὶ τομόν, καὶ μὴ κουφολογίαν ἀνόνητον, ῥήματα δὲ ἀληθείας τὰ παρὰ βασιλέως τότε γραφέντα διετείνετο εἶναι
15καὶ ἀτεχνῶς ἐνσημανθέντα χειρὶ θεοῦ. ἀλλὰ καὶ ἑαυτὸν οὐκ ἀπόβλητον ἐδεῖτο ἡγεῖσθαι, εἰ δριμύτερα ἐπέστελλε· τὸ γὰρ τῶν ἐχθρῶν μῖσος καὶ ἡ φύσις οἶδεν ἀνέγκλητον. Πρὸς ἅπερ ἀπεσιώπησε βασιλεὺς μηδέν τι προσθεὶς ἕτερον, οὐκ οἶδ’ εἴτε τῇ κολακείᾳ ἐκθηλυνθείς, εἴτε τῇ ὑπερηγορίᾳ καταπεισθείς.
20 Καὶ αὐτοὶ μὲν ἐκεῖθεν ἐξήλθοσαν, καὶ γεγόνασιν αὖθις ἔμφρουροι. βασιλεὺς δ’ ἑτέραις προσσχὼν ὑποθέσεσι προσέθετο τοῖς παροῦσι διατρανώσασθαι καὶ τοῖς λοιποῖς δὲ πᾶσιν οὐκ εἶναι ὅλως ἀνήκοον ἤθελεν ὡς ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδένα ἐς τὸ σῶμα διαλωβήσεται, κἂν
ἔχθιστος ἀνδρῶν τις ἐσεῖται. κἂν τῇ αὐτοῦ βιοτῇ καὶ βασιλείᾳ ἐπιβου‐366

Isaac2,pt1

367

λεύων ἁλῷ. καὶ οἱ μὲν τὸ βασιλικὸν βῆμα τότε πληροῦντες ἐπευφήμη‐ σαν τοῖς λελαλημένοις τούτοις καὶ ἐπερρόθησαν ὡς μικροῦ φωνῆς ἀκη‐ κοότες θεοῦ, καὶ πᾶς ἐνηχηθεὶς τὸ ῥῆμα τουτὶ δώρημα θεοῦ τὸν βασιλέα τέλειον ἔλεγε, πρὸς τὴν τοῦ ἐπηγγελμένου ἐργωδίαν ὁρῶν καὶ τὸ τῆς
5πραότητος πολὺ ἐκπληττόμενος· μηδὲ γὰρ ἐξεῖναί τινι, καὶ μάλιστα βασι‐ λεύοντι, μοχθηρίαν φύσεως φέρειν ἀκίνητον πρὸς τὸ κρεῖττον ἢ δυσμετά‐ θετον, ἢ στέγειν ἄνθρωπον ἀποστατικὸν καὶ λῃστεύοντα τὴν ἀρχήν, κἂν ἀρετῆς μεταποιοῖτο μάλιστα καὶ μετὰ Δαυὶδ οὐκ ἀνταποδιδοίη τοῖς ἀνταποδιδοῦσι κακά, ἢ ψάλλων εἴη κατ’ ἐκεῖνον ἐν καιροῖς κινδυνώδεσιν
10„ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούσ“. Αὐτὸς μέντοι βασιλεὺς ἀντιφθεγγομένην προδήλως τῇ γλώττῃ καθυπέφηνε μετὰ βραχὺ τὴν προαίρεσιν, καὶ ὥσπερ ἐν τῷ λέγειν οὐ διεστείλατο, οὕτω κἀν τῷ πράττειν οὐ συνεστείλατο, ἀλλὰ μικροῦ
15διημιλλήθη Ἀνδρονίκῳ τὸ προσκεκρουκὸς σινόμενος, μὴ τὸ τοῦ Σολο‐ μῶντος ἐπῃνεκὼς ὅ φησιν „ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι“. Ὁ δέ γε τοῦ Ἰκονίου σουλτάν (ἦν δὲ εἰσέτι ὁ Κλιτζασθλάν, εὐγη‐ ρίαν ἄγων καὶ γεγονὼς ὑπὲρ ἔτη τὰ ἑβδομήκοντα) τὸν Ἀνδρονίκου
20ἐνωτισθεὶς θάνατον καὶ τὴν ἀνάρρησιν Ἰσαακίου πυθόμενος καταστο‐ χάζεται ἀρίστως ὅσα εἰκὸς ἐπὶ ταῖς τῶν βασιλέων τοιαῖσδε μεταθέσεσί τε καὶ παραλύσεσι γίνεσθαι, καὶ μᾶλλον εἰ πόλεμος ἀνθέλκει ἑσπέριος καὶ πο‐
λέμων ὁ κράτιστος· καὶ δὴ ἐσβολὴν ποιεῖται κατὰ τοῦ τῶν Θρᾳκησίων367

Isaac2,pt1

368

θέματος δι’ εὐίππου καὶ εὐόπλου πάνυ στρατιᾶς, τοῦ Σαμῆ ἀμηρᾶ στρατηγοῦντος. οὐκοῦν ἀνδρῶν κεκενωμένον εὑρὼν τὸ τοῦ Κελβιανοῦ κλίμα ὅπλα φέρειν εἰδότων (πάντες γὰρ ὡς χείμαρροι μετερρύησαν πρὸς τὸν νεωστὶ τὴν ἁλουργίδα ἐμπορπησάμενον Ἰσαάκιον) ἀνθρώπους τε
5πολλοὺς ἐχειρώσατο καὶ ζώων ἤλασεν ἀγέλας παντοδαπῶν καὶ ὠφε‐ λειῶν ἄλλων τὸ οἰκεῖον ἐνέπλησε στράτευμα. Ἠρεμησάντων δὲ καὶ τῶν ἑῴων ἐθνῶν ἄλλοις τε προσκαίροις φιλο‐ τιμήμασιν, ἀλλὰ δὴ καὶ ἐτησίων ἀπολήψεσι φόρων (οὕτω γὰρ οἱ ἐς ἡμᾶς ὑπερκαθήμενοι Ῥωμαίων μετιέναι ἴσασι τὸ ἀλλόφυλον, τὴν οἰκου‐
10ρίαν μεταδιώκοντες ὡς θαλαμηπόλοι νεάνιδες, αἳ περὶ τὴν ταλασίαν διαπονοῦνται), ἠθέλησεν ἐξ ἀλλοεθνοῦς γένους ἑαυτῷ μνηστεύσασθαι γαμετήν· ἣν γὰρ ἐνυμφεύσατο πρότερον θανάτῳ ἀπεβάλετο. καὶ δὴ κοινολογησάμενος διὰ πρέσβεων τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ μνηστεύεται εἰς γυναῖκα τὴν ἐκείνου θυγατέρα, τῆς δεκαετηρίδος οὔπω
15ἀκριβῶς ἁψαμένην. Τὰ δὲ γαμοδαίσια θύειν ἀπὸ χρημάτων δημοσίων σμικρολογούμενος ἀμισθὶ ταῦτα ἐκ τῶν οἰκείων συνέλεγε χώρων· καὶ ἔλαθε διὰ σμικροπρέ‐ πειαν καὶ ἄλλας μὲν πόλεις καλαμησάμενος, αἳ κατ’ Ἀγχίαλον συνῳκίζον‐ το, ἑαυτῷ δὲ μάλιστα καὶ Ῥωμαίοις ἐκπολεμώσας τοὺς κατὰ τὸν Αἷμον
20τὸ ὄρος βαρβάρους, οἳ Μυσοὶ πρότερον ὠνομάζοντο, νυνὶ δὲ Βλάχοι κικλήσκονται. Οὗτοι γὰρ ταῖς δυσχωρίαις πεποιθότες καὶ τοῖς φρουρίοις θρασυνό‐ μενοι, ἃ πλεῖστα τέ εἰσι καὶ ὀρθὰ κατ’ ἀποτόμους κείμενα πέτρας, καὶ ἄλ‐ λοτε μὲν κατὰ Ῥωμαίων ἐμεγαλαύχησαν, τότε δὲ πρόφασιν εὑρηκότες ὃ
25δὴ λέγεται Πάτροκλον τὴν τῶν οἰκείων θρεμμάτων ἀπαγωγὴν καὶ κά‐
κωσιν ἑαυτῶν ἐς ἀποστασίαν λαμπρὰν ἀνεσκίρτησαν.368

Isaac2,pt1

369

Ἦσαν δὲ οἱ τοῦ κακοῦ πρωτουργοὶ καὶ τὸ ἔθνος ὅλον ἀνασείσαντες Πέτρος τις καὶ Ἀσάν, ὁμογενεῖς καὶ ταὐτόσποροι, οἳ καὶ μὴ δρῶντες τὴν νεωτέρισιν ἀπροφάσιστον προσίασι βασιλεῖ, σκηνουμένῳ ἐν τοῖς Κυψέλ‐ λοις, αἰτούμενοι συστρατολογηθῆναι Ῥωμαίοις καὶ διὰ βασιλείου
5γράμματος σφίσι βραβευθῆναι χωρίον τι βραχυπρόσοδον κατὰ τὸν Αἷμον κείμενον· καὶ ἀποτυχόντες τοῦ αἰτήματος—ἦν γὰρ ἡ θεία ἐπικρα‐ τεστέρα κίνησις—ὑπετονθόρυζον ὡς οὐκ εἰσακουσθέντες, εἰκαίως δὲ καὶ τὴν αἴτησιν ἐπανατεινάμενοι παρέπτυσάν τι καὶ ῥῆμα θερμότερον τὴν ἀποστασίαν ἐμφαῖνον καὶ ὅσα ἐπανιόντες οἴκαδε δράσουσι, καὶ τούτων
10μάλιστα ὁ Ἀσὰν ὁ καὶ θρασύτερος καὶ ὠμότερος, ὃς καὶ τύπτεται κατὰ τῶν προσώπων ἐπιταγῇ τοῦ σεβαστοκράτορος Ἰωάννου, ἐπιπλη‐ χθεὶς εἰς ἀναίδειαν. Καὶ οἱ μὲν ἄπρακτοι οὕτως ἐπανῆλθον καὶ περιύβριστοι· ὅσα δὲ κατὰ Ῥωμαίων οἱ ἀνοσιουργοὶ οὗτοι καὶ μιαροὶ διεπράξαντο, τίς ἂν
15ἐφίκοιτο λόγος ἢ ποία διήγησις τοσαύτας κακῶν Ἰλιάδας συμπεριλήψε‐ ται; ἀλλὰ μήπω περὶ τούτων, τὸ δὲ λέγειν προβαινέτω μοι καθ’ εἱρμόν. Ἔτι τοῦ ἐκ Κομνηνῶν Ἰσαακίου τυραννεύοντος τῆς Κύπρου καὶ μήτε χρημάτων ὑποσχέσεσιν ἀποσχέσθαι ταύτης προτιθεμένου μήθ’ ὑποκλινομένου τῷ βασιλεῖ, οὔτε μὴν τὰ δεινὰ μετριάζοντος, ὅσα ἐκα‐
20κούργει κατὰ Κυπρίων ἀεὶ καινοτέρας κολάσεις ἐπινοῶν, ἔγνω κατ’ αὐτοῦ στόλον καταρτύσειν ὁ βασιλεύς. καὶ ἐπειδὴ μακραὶ νῆες ἡτοι‐ μάσθησαν ἑβδομήκοντα, ναύαρχοι ἀναδείκνυνται ὁ Κοντοστέφανος Ἰωάννης, οὐδοῦ ἐπιβὰς γήραος, καὶ ὁ Κομνηνὸς Ἀλέξιος, ὃς εἰ καὶ εὐῆλιξ ἦν καὶ ἀνδρεῖος καὶ τοῦ βασιλεύοντος ἐξανεψιός, ἀλλ’ ἐκκοπεὶς τὰς κόρας
25ὑπ’ Ἀνδρονίκου ἀχρεῖος πρὸς τῶν ὅλων εἰς τὴν τότε στρατήγησιν συλ‐
λελόγιστο καὶ τοῖς πολλοῖς ἀπαίσιος ἐκρίνετο οἰωνός.369

Isaac2,pt1

370

Καὶ δὴ ὁ μὲν ἐς Κύπρον πλοῦς ἀκίνδυνος καὶ τὸ πνεῦμα λίαν φορόν, ἠρέμα πως ἐμπῖπτον τοῖς λαίφεσι, τὰ δ’ ἐφεξῆς καὶ μετὰ τὸ προσσχεῖν εἰς τοὺς ἐκεῖσε λιμένας ἁπάσης ἀγριώτερα λαίλαπος· αὐτούς τε γὰρ ὁ τῆς Κύπρου κρατῶν Ἰσαάκιος συμβαλὼν ἐτροπώσατο καὶ ὁ τῶν τότε
5κατὰ θάλατταν πειρατῶν κράτιστος, ὁ Μεγαρείτης καλούμενος, ἐπαμύ‐ νων Ἰσαακίῳ ἀνωϊστὶ ἐπέθετο ταῖς ναυσὶ κεκενωμένας εὑρὼν τῶν ἀν‐ δρῶν εἰς τὸν χερσαῖον πόλεμον ἐξιόντων. οἱ δὲ τριηράρχαι οὐ μόνον οὐδέν τι γενναῖον ἴσχυσαν ἐκτελέσαι, ἀλλὰ καὶ χερσὶ τῶν ἐναντίων ἑάλωσαν εὐμαρῶς. καὶ αὐτοὺς μὲν τῷ Μεγαρείτῃ ἐκδίδωσιν Ἰσαάκιος ἐς
10ὅ τι βούλεται χρήσασθαι· καὶ εἶχε τούτους Σικελία καὶ ὁ ταύτης τύραν‐ νος, εἰς ὃν ὡς δεσπότην ὁ Μεγαρείτης ἀνέφερε τὰ ἑαυτοῦ. ὁ δ’ Ἰσαάκιος πολλοὺς μὲν τῶν Ῥωμαίων μετὰ τὴν ἧτταν τοῖς οἰκείοις κατέλεξε τέλεσι, πολλοὺς δὲ καὶ ἀγρίαις ποιναῖς καθυπέβαλεν, ὁποῖος οὗτος ἀπαραίτητος ὢν κολαστής, ἐν οἷς καὶ τὸν Ῥεντακηνὸν Βασίλειον πελέκει ἐκ τοῦ γόνα‐
15τος θάτερον τῶν ποδῶν ἐκτεμών. ἦν δὲ ὁ ἀνὴρ οὗτος ἄριστος τὰ πολέμια καὶ τῷ Ἰσαακίῳ τούτῳ ὡς Ἀχιλλεῖ ποτε Φοῖνιξ μύθων τε ῥητὴρ καὶ τῶν πολεμικῶν ἔργων διδάσκαλος πεφηνώς· ὀργιλώτατος δ’ ὢν ἀνθρώπων ὁ Ἰσαάκιος καὶ κατὰ λέβητα καχλάζων ἀεὶ τῷ θυμῷ παράφορά τε φθεγ‐ γόμενος ἐν τῷ χολᾶν καὶ τὴν κάτω γένυν τρομαλέαν δεικνύς, καὶ ἄλλως
20δὲ οὐχ ἱλαρὰ θρέπτρα ἐκτίνειν εἰδώς, τοιαύτῃ τιμωρίᾳ τὸν ἑαυτοῦ κα‐ θυποβάλλει παιδαγωγόν, τὸ δὲ ναυτικὸν πλῆθος ἔνθα οἱ πρὸς βουλῆς διαφῆκε πορεύεσθαι. οἳ καὶ ὡς ἐκ ναυαγίου μακροῦ χρόνιοι τὰ οἴκοι κατέλαβον, ὅσοι μὴ τριῶν ἑνί τινι κακῷ θαλάσσης καὶ λιμοῦ καὶ τελευ‐
τῆς ἀπεγένοντο.370

Isaac2,pt1

371

Τῶν δὲ Μυσῶν ἀποστασίαν νοσησάντων περιφανῆ καὶ ἀρχηγῶν τοῦ κακοῦ τοῦδε ὧν εἴρηκα γεγονότων, ἔξεισι βασιλεὺς κατ’ αὐτῶν. Χρὴ δὲ κἀκεῖνα μὴ παριδεῖν ἀνιστόρητα. οἱ Βλάχοι ὤκνουν τὰ πρῶτα καὶ ἀπεπήδων πρὸς τὴν ἀπόστασιν, εἰς ἣν ἐνήγοντο πρὸς τοῦ
5Πέτρου καὶ τοῦ Ἀσάν, τὸ τοῦ πράγματος μέγεθος ὑφορώμενοι. τῆς δὲ δειλίας ταύτης τοὺς ὁμογενεῖς ἀπάγοντες οἱ ταὐτόαιμοι εὐκτήριον ἐδεί‐ μαντο οἶκον ἐπ’ ὀνόματι Δημητρίου τοῦ καλλιμάρτυρος, εἰς ὃν πολλοὺς τῶν δαιμονολήπτων συνηθροικότες ἐξ ἑκατέρου γένους, αἱμωποὺς καὶ διαστρόφους τὰς κόρας, λυσιχαίτους, καὶ τἆλλα ἀκριβῶς διασώζοντας,
10ὁπόσα οἱ τοῖς δαίμοσι κάτοχοι διαπράττονται, τοιάδε τούτοις ἐνθου‐ σιῶσιν ὑπετίθουν φθέγγεσθαι, ὡς ὁ θεὸς τοῦ τῶν Βουλγάρων καὶ Βλάχων γένους ἐλευθερίαν εὐδόκησε καὶ τοῦ χρονίου ζυγοῦ ἐπένευσεν ἀπαυχένι‐ σιν, οὗ χάριν καὶ τὸν Χριστομάρτυρα Δημήτριον ἀπολιπεῖν μὲν τὴν Θεσσαλονικέων μητρόπολιν καὶ νεὼν τὸν ἐκεῖ καὶ τὰς παρὰ Ῥωμαίοις
15διατριβάς, ἐς δ’ αὐτοὺς ἀφικέσθαι ὡς ἐπαρήξοντα καὶ συλλήπτορα τοῦ ἔργου ἐσόμενον. ἀνακωχευόμενοι δὲ πρὸς βραχὺ οἱ παράφοροι οὗτοι καὶ αἴφνης τὸ πνεῦμα πλεῖον συλλέγοντες ἐπιληπτευόμενοι ἀνεσοβοῦντο καὶ ἐβόων ἐνθεαστικῶς καὶ διάτορον μὴ εἶναι τὸ ἀπὸ τοῦδε ἕδρας ἀκμήν, ἀλλ’ ὅπλα μετὰ χεῖρας λαβεῖν καὶ Ῥωμαίοις ὁμόσε χωρεῖν, τοὺς δέ γε
20συλλαμβανομένους κατὰ πόλεμον μὴ ζωγρεῖν, μὴ ζωογονεῖν, ἀλλ’ ἀποσφάττειν καὶ κατακαίνειν ἀνηλεῶς, μηδ’ ἐπὶ λύτροις ἀφιέναι, μηδ’ ἐπικάμπτεσθαι δεήσεσι, μηδὲ γονυκλισίαις θηλύνεσθαι, ἀλλ’ ὥσπερ τινὰς ἀδάμαντας πρὸς πᾶσαν ἀνενδότους εἶναι παράκλησιν καὶ φθείρειν πάντα
τὸν συλληφθέντα.371

Isaac2,pt1

372

Ὑπὸ θεοπρόπων οὖν τοιούτων ὅλον τὸ γένος ἐξομιληθέντες τῶν ὅπλων ἅπαντες γίνονται. καὶ ὡς αὐτίκα εὐημερήθη τούτοις τὰ τῆς ἀποστασίας, ἔτι μᾶλλον ἔθεντο τῇ ἐλευθερίᾳ σφῶν ἐπευδοκεῖν τὸν θεόν. καὶ μικρὸν ἡγησάμενοι τὸ καθ’ ἑαυτοὺς ἄνετον καὶ ἀπόλυτον καὶ κατὰ
5τῶν ἐκτὸς ἐμπλατύνονται τοῦ Ζυγοῦ. ἅτερος δὲ τῶν ὁμαιμόνων ὁ Πέτρος καὶ στεφανίσκῳ χρυσέῳ διαδεῖται τὴν κεφαλὴν καὶ τοῖς ποσὶν ὑπορράπ‐ τει καὶ περιτίθησι κοκκοβαφὲς πέδιλον. τῇ δὲ Πρισθλάβᾳ προσβαλόντες (πόλις δ’ αὕτη ὠγυγία ἐκ πλίνθου πᾶσα ὀπτῆς καὶ πλείστην τὴν πε‐ ρίμετρον ἔχουσα), ὡς οὐκ ἀκίνδυνον ἑώρων τὴν πολιόρκησιν, αὐτὴν
10μὲν ἀντιπαρέρχονται, τὸν δ’ Αἷμον ὑποκατέρχονται, καὶ Ῥωμαϊκαῖς ἐπικαταρραγέντες κωμοπόλεσιν ἀπροσδόκητοι πολλὰ μὲν σώματα Ῥω‐ μαίων ἐλεύθερα, πολλοὺς δὲ βόας καὶ ὑποζύγια καὶ τῶν ἄλλων βοσκημά‐ των χρῆμά τι οὐκ ἐλάχιστον διαρπάζουσιν. Ἔξεισι τοίνυν ὁ βασιλεὺς κατ’ αὐτῶν. οἱ δὲ τῶν δυσχωριῶν καὶ
15ἀπροσβάτων αὖθις ἐπιλαβόμενοι ἀντέσχον ἐπὶ πολύ. γνόφου δὲ παρὰ δόξαν ἀναβάντος ὑπὸ θεοῦ, ὃς σκότος τίθησι τὴν οἰκείαν ἀποκρυβήν, καὶ τὰ ὄρη καλύψαντος, ἃ ἐτήρουν οἱ βάρβαροι τὰς τῶν παρόδων στενὰς προλοχίσαντες, ἔλαθον Ῥωμαῖοι λάθρᾳ αὐτοῖς ἐπιστάντες καὶ διασκε‐ δάζουσιν οὕτω καταπλῆγας θέμενοι. καὶ οἱ μὲν ἀρχηγοὶ τοῦ κακοῦ καὶ
20τῆς στρατιᾶς, ὁ Πέτρος δηλαδὴ καὶ Ἀσάν, καὶ ὅσον περὶ αὐτοὺς ἑταιρι‐
κὸν ἀποστατικὸν κατὰ τὴν τῶν εὐαγγελικῶν χοίρων ἀγέλην ὡς εἰς372

Isaac2,pt1

373

θάλασσαν τὸν Ἴστρον ὥρμησαν καὶ τοῦτον διαπλωϊσάμενοι τοῖς ἐκ γειτόνων Σκύθαις προσέμιξαν· ὁ δὲ βασιλεὺς κατὰ πολλὴν τοῦ κωλύ‐ σοντος ἐρημίαν πᾶσαν τὴν Μυσίαν ἔχων περιελθεῖν καὶ φρουρὰς ἐπιστῆ‐ σαι ταῖς ἐκεῖσε πόλεσιν, αἳ πολλαὶ μέν εἰσι κατὰ τὸν Αἷμον, αἱ δὲ πλείους
5ἢ γοῦν ἅπασαι σχεδὸν ἐπὶ πετρῶν ἀποτόμων καὶ περινεφῶν γηλόφων πεπολισμέναι, τοιοῦτον μὲν οὐδέν τι καὶ διαπέπραχε, πυρὶ δὲ τὰς θη‐ μωνίας τῶν καρπῶν παραδοὺς καὶ τοῖς τῶν ὀφθέντων Βλάχων φενακι‐ σμοῖς ὑπαχθεὶς παλίμπους ἐκ τοῦ παραυτίκα γίνεται, ἔτι ὠδίνοντα τὰ ἐκεῖσε παρείς. ὅθεν εἰς πλατύτερον μᾶλλον κατὰ Ῥωμαίων ἐπῆρε τοὺς
10βαρβάρους μυκτῆρα καὶ πλειόνως ἠρρένωσεν. Ὁ μὲν γὰρ τὴν βασιλίδα καταλαβὼν ἐπὶ τοῖς κατωρθωμένοις ἦν βρενθυόμενος, καί τινα τῶν ἐπὶ τῷ δικάζειν (ἦν δὲ οὗτος ὁ Μοναστη‐ ριώτης Λέων) παθήνασθαι εἰπόντα τὴν τοῦ Βουλγαροκτόνου Βασιλείου ψυχήν, ὅτι τὸ τυπικὸν αὐτοῦ ἀπεσκοράκισε βασιλεὺς καὶ ὅσα ἐπὶ τῇ τοῦ
15Σωσθενίου μονῇ ἐκεῖνος διέθετο, καὶ κατὰ τοῦτο νεωτερίσαι τοὺς Βλάχους, ἐρεσχελῶν καὶ διασύρων οὐ καθυφῆκε βραχὺ ὡς δῆθεν σφαλέντα περὶ τὴν πρόρρησιν, φάσκων ὡς αὐτὸς αὖθις εἰς τὴν προτέραν ὑποταγὴν καὶ δουλείαν τοὺς ἀποστάτας συνέπεισέ τε καὶ ἐπανήγαγεν ἀκαριαίως οὕτως, ὡς οὐδὲ χρονίως ἐκεῖνος, καὶ μάτην αὐτὸν ὡς ἀπὸ δαφνηφάγου λαιμοῦ
20καὶ τρίποδος ἀπερεύγεσθαι τὰ τοῦ ψεύδους ὀδωδότα καὶ διάκενα θεο‐
πρόπια.373

Isaac2,pt1

374

Οἱ δὲ περὶ τὸν Ἀσὰν βάρβαροι τὸν Ἴστρον διαβάντες καὶ τοῖς Σκύ‐ θαις συμμίξαντες πλεῖστον ἐκεῖθεν συμμαχικόν, καθὼς ᾑροῦντο, στρατο‐ λογήσαντες ἐς τὴν πατρίδα Μυσίαν ἐπανῆκον. καὶ σεσαρωμένην ἀτεχνῶς εὑρόντες αὐτὴν καὶ Ῥωμαϊκοῦ κεκενωμένην στρατεύματος μετὰ
5κόμπου ἐπεισέφρησαν μείζονος οἷα λεγεῶνας πνευμάτων τὴν ἐκ Σκυθῶν ἐπαγόμενοι σύναρσιν. ὅθεν οὐδ’ ἠγάπων, εἰ τὰ ἑαυτῶν ἔχουσι σώζειν καὶ τὴν τῆς Μυσίας μόνην περιβαλοῦνται τοπάρχησιν, ἀλλ’ εἰ μὴ καὶ τὰ Ῥωμαίων μέγιστα βλάψουσι καὶ τὴν τῶν Μυσῶν καὶ τῶν Βουλγάρων δυναστείαν εἰς ἓν συνάψουσιν, ὡς πάλαι ποτὲ ἦν, οὐδαμῶς ἠνείχοντο.
10 Καὶ ἦν ἂν δισσούμενα τὰ καλά, εἴπερ αὐτὸς καὶ πάλιν ὁ βασιλεὺς κατὰ τῶν ἀποστάντων ἐξώρμησε. πλὴν ἀλλ’ αὐτὸς μὲν τὴν οἰκείαν ὁρμὴν εἰς ἕτερον καιρὸν ὑπερέθετο, τὴν δ’ ἀρχηγίαν τῷ πρὸς πατρὸς ἐνεχείρισε θείῳ τῷ σεβαστοκράτορι Ἰωάννῃ. ὁ δὲ οὐκ ἐπισφαλῶς, ἀλλ’ ὡς ἄγαν ἐπαινετῶς διακυβερνήσας τὴν στρατιὰν καὶ τοὺς πολεμίους ἐν τῷ συμ‐
15βαλεῖν λυπήσας οὐχὶ βραχέα, εἰς ὁμαιχμίαν συσπειραθέντας καὶ εἰς πεδία ὑποκαταβάντας ἱππήλατα, μετὰ μικρὸν τὸν στρατηγὸν ἀποζώννυται ὑποβλεπόμενος βασιλειᾶν. Διαδέχεται δὲ τὴν ἡγεμονίαν ὁ καῖσαρ Ἰωάννης ὁ Καντακουζηνός,
γαμβρὸς ὢν τοῦ βασιλέως ἐπ’ ἀδελφῇ. ἀνὴρ δ’ οὗτος πελώριος μὲν τὸ374

Isaac2,pt1

375

τοῦ σώματος μέγεθος καὶ τῷ θυμῷ γενναιότατος καὶ εὐρυφωνότατος καὶ ἐμπειρίαν περὶ τοὺς πολέμους πλουτῶν, σφαλλόμενος δ’ ἀεὶ ἐν τοῖς πλειστοῖς ἢ τοῖς ἅπασι διὰ θρασύτητα καὶ ἀγερωχίαν. ἀπέσβεστο δὲ καὶ τὰς κόρας· ὁ γὰρ Ἀνδρόνικος καὶ κατὰ τούτου τὸν πηρωτικὸν
5ἐπύρωσε σίδηρον. ἀμέλει καὶ τῶν βαρβάρων τῷ ὑπογυίῳ πταίσματι παιδευθέντων μὴ ἀφίστασθαι τῶν ὀρέων, ἐκτρέπεσθαι δὲ τὰ πεδινὰ ὡς αὐτοῖς ἀνάρσια, ὁ καῖσαρ τὸ περιεσκεμμένον τοῦ ἔργου δειλίαν εἶναι ὑποτοπάσας ἰχνηλάτει κατὰ κυνηγέτας ἐπιπορευόμενος καὶ κατεσκήνου, ὅπῃ παρήκοι, ἀχαράκωτος. νυκτὸς οὖν τῶν δυσμενῶν ἐπιθεμένων, αὐτός
10τε μόλις σῴζεται καὶ τὸ στράτευμα πολυτρόπως ἐκάκωσεν. οἱ μὲν γὰρ ἔτι εὐναζόμενοι καταλαμβανόμενοι ἀνῃροῦντο, οἱ δὲ μηδὲ τὰ ὅπλα περι‐ θέσθαι φθάσαντες ἐζωγροῦντο· ὅσοι δ’ ἴσχυσαν ἀποδρᾶναι ἄτερ ὅπλων συναλισθέντες περὶ τὸν καίσαρα πικρότερον αὐτὸν τῶν πολεμίων εὕ‐ ρισκον. οὐ γὰρ ἀνίει βάλλων ὕβρεσι καὶ διαβάλλων ὡς ἀπαλάμνους καὶ
15καταπροδόντας αὐτόν. ἀναμαχέσασθαι δὲ τὴν ἧτταν πειρώμενος ἐθω‐ ρακίσατο καὶ εἰς ἵππον θυμικὸν Ἀρράβιον ἀνεπήδησε καὶ δόρυ βριθὺ καὶ στιβαρὸν ἠγκωνίσατο. καὶ τοῦτο κατὰ τῶν πολεμίων ἰθύνων ἕπεσθαί οἱ παρῄνει ὁπόσον τῆς στρατιᾶς οὐκ ἠφάνισται, καίπερ τὰ ἐν ποσὶν
οὐκ ἔχων ὁρᾶν, μηδ’ ὅτι καταστρατοπεδεύεσθαι εἰδὼς τὸ διάφορον.375

Isaac2,pt1

376

κατατροπαιουχηθέντων δ’ οὕτω Ῥωμαίων τά τε σημεῖα ὑπὸ τῶν βαρ‐ βάρων ἐλήφθησαν καὶ οἱ μαλακοὶ δὲ χιτῶνες καὶ τὰ κομψὰ τοῦ καίσαρος χλανιδίσκια καθηρπάγησαν, ἃ καὶ οἱ περὶ τὸν Ἀσὰν καὶ τὸν Πέτρον περιδυσάμενοι καὶ τὰ σημεῖα προηγούμενα ἔχοντες αὖθις τῶν πεδινῶν
5ἔχονται. Καὶ τοῦ Καντακουζηνοῦ δὲ τὴν ἀρχὴν ἀποθεμένου, ὁ Βρανᾶς Ἀλέξιος ἀνερρήθη στρατηγός, βραχὺς μὲν τὴν ἡλικίαν, κολοσσιαῖος δὲ τὸ ὑπο‐ καθήμενον τῆς γνώμης καὶ τὸ πανοῦργον τοῦ φρονήματος καὶ τῶν τότε πάντων στρατηγικώτερος. ἀλλ’ οὗτος τὴν στρατιὰν παραλαβὼν οὐ
10θερμῶς, ἀλλὰ φυλακτικῶς τὴν οἰκείαν στρατηγίαν μετήρχετο, ἀεὶ τοῦ πρόσω βάδην ἐχόμενος καὶ τοῦ λυπεῖν μὲν τοὺς δυσμενεῖς προμηθούμε‐ νος, οὐχ ἧττον δὲ καὶ τοῦ οἰκείου ἀκινδύνου ἐπιμελόμενος. πολλὰς δὲ δυσχωρίας παρελθὼν αὐλίζεται κατὰ τὸν λεγόμενον Μέλανα Βουνὸν κἀκεῖσε χάρακα βάλλεται. καὶ ἦν χρηστόν τι ἐργάσασθαι προσδοκή‐
15σιμος. Ἔρωτι δὲ βασιλείας ληφθεὶς καὶ δεσπόζοντα ἔχειν τὸν Ἰσαάκιον
ἀδοξῶν ἢ ὅλως ὁρᾶν οὐκ ἀνεχόμενος βασιλεύοντα καὶ πάλαι μέν, οὔπω376

Isaac2,pt1

377

πρώην, ἑάλω βασιλειῶν, ἡνίκα ἐστρατήγει τὸν κατὰ τῶν ἐκ Σικελίας πόλεμον. ὅτε καὶ μὴ ἔχων εὐμαρῶς διὰ τῶν ὑπ’ αὐτὸν Ῥωμαικῶν δυνά‐ μεων ἣν ὤδινεν ἀποστασίαν ἐκρῆξαι εἰς φῶς πρῶτα μὲν εἰς ἑαυτὸν ὑπη‐ γάγετο τὸ ἐξ Ἀλαμανῶν συμμαχικόν· εἶτα, ὡς οὐκ ἀξιόχρεων ἑώρα
5τοῦτο πρὸς ἀρωγὴν τῷ περὶ βασιλείας ἐγχειρεῖν μέλλοντι, ἐκείνην ἔγνω τραπέσθαι, ἣν Ἰσαάκιος πορευσάμενος ἀπραγμόνως τὴν αὐταρχίαν ἐνεπορεύσατο. νύκτωρ γὰρ τὸν Μέγαν Νεὼν εἰσεληλυθὼς καὶ τῷ ἱερῷ προσρυεὶς ἀδύτῳ, ἔτι διατρίβειν ἐν τοῖς ἔξωθεν προσδοκώμενος, ἐδεῖτο τῶν εἰσιόντων ἐπαρήξειν αὐτῷ τὴν τοῦ βασιλέως ἄδικον ἐκκλίνοντι πρό‐
10θεσιν, μηδὲ γὰρ προσκεκρουκέναι οἱ ὁπωστιοῦν, προσεπάγων ἅμα τῇ ἱκετηρίᾳ καὶ ἀφήγησιν ὀχληρὰν ὧν ἐμεγαλούργησε τροπαίων, δὶς λέ‐ γων προσβαλεῖν τοῖς τῶν ἐναντίων στρατεύμασι καὶ μεγίσταις μάχαις καὶ ἀρίστοις στρατηγικοῖς μεθοδεύμασι τοσαυτάκις τούτους τροπώσα‐ σθαι. ὡς δ’ οὐ προυχώρει τηνικαῦτα τὰ ἑαυτοῦ διαβούλια, σπονδὰς ἐκ
15βασιλέως δεξάμενος τὴν μὲν ἔφεσιν καὶ πάλιν ἔτρεφε τὴν αὐτὴν κατέχων βίᾳ καὶ ἄγχων ὣς ἵππον ἐξήνιον τὸ ἐνδόμυχον φίλαρχον, τότε δὲ ὡς ξυρὸς ἀκόνης τῆς συνδρομῆς τῶν στρατευμάτων λαβόμενος ὑπέθηξεν
ἑαυτὸν πέρας ἐπιθεῖναι τοῖς πάλαι μελετωμένοις.377

Isaac2,pt1

378

Καὶ δὴ συμβούλοις εἰς τοῦτο χρησάμενος τοῖς ὅσοι κατὰ γένος ἐκείνῳ συνήπτοντο πατριώταις (ἐκ τῆς Ἀδριανοῦ δὲ ὥρμητο πόλεως), πολλοῖς οὖσι καὶ ἅπασι δυνατοῖς, τὸ ἐρυθρὸν ὑποδύεται πέδιλον· καὶ μεταβὰς ἐκεῖθεν εἰς τὴν πατρίδα καὶ πρὸς παντὸς ἀναγορευθεὶς τοῦ στρα‐
5τεύματος τὴν ἐς τὴν βασιλεύουσαν πόλιν στέλλεται καὶ περὶ τὸ ἔξω λε‐ γόμενον καταστρατοπεδεύεται Φιλοπάτιον. Περὶ δὲ δείλην μετὰ τῶν εὐοπλοτάτων δυνάμεων τῷ τείχει προσπε‐ λάσας τῆς πόλεως, ἵππῳ ἔποχος ὢν παρὰ τοσοῦτον μὴ παντὶ μέλανι, παρ’ ὅσον λευκαὶ τρίχες ἐς κύκλον σεληναίας περιαγόμεναι φυεῖσαι ἦσαν
10περὶ τὸ μέτωπον, τοῖς ἐπὶ τῶν τειχῶν βασιλικοῖς καὶ θεαταῖς τῶν δρω‐ μένων ἀστυπολίταις ἀπειλητὴς ἅμα καὶ παραινέτης ἐδείκνυτο. τὰ μὲν γὰρ αὐτοῦ φρονοῦντας εὖ παθεῖν ἔφασκεν, ὥσπερ καὶ εἰ διαπετάσαντες τὰς πύλας εἰσδέξονται, σωτῆρά τε καὶ εὐεργέτην εὑρήσουσι καὶ ὑπτίαις ἀγκάλαις αὐτοὺς προσδεχόμενον· εἰ δὲ διὰ τῆς θύρας εἰσιόντι καὶ μὴ
15ἀναβαίνειν ἀλλαχόθεν ἐθέλοντι ἀντιβαῖεν δήπου καὶ ἀντισταῖεν, πάντως κλέψας τὴν εἴσοδον καὶ λῃστεύσας τὴν βασιλείαν ἐκεῖνα ἀνεπεγκλήτως ἐργάσαιτο, ὁπόσα καὶ ὠμησταὶ θῆρες τοῦς ποιμένας παρωσάμενοι καὶ μὴ διὰ τῆς αὐλῆς τῶν προβάτων, ἀλλ’ ἑτέρωθεν εἴσω παρεισιόντες. ταῦτα καὶ τοιαῦθ’ ἕτερα μεγαλαυχήσας καὶ ἅμα παράταξιν ἐνδειξάμενος ὁποίας
20χρεία τοῖς ἑτοιμασθεῖσιν εἰς πόλεμον, πρὸς τὸ οἰκεῖον στρατόπεδον ὑπε‐ νόστησε. Τῇ δ’ ἐπιούσῃ ἄρτι τοῦ ἡλίου τὰ ἑῷα φαυσιβολοῦντος πρὸς τοῖς τείχεσιν αὖθις τῆς πόλεως γίνεται κἀπὶ ταῖς χερσαίαις πύλαις ἀντιτά‐
ξας τὴν στρατιάν, αἳ τοῦ Χαρσίου λέγονται, εἰς δεξιὸν καὶ εὐώνυμον κέ‐378

Isaac2,pt1

379

ρας αὐτὴν διαιρεῖ καὶ τὸ μέσον αὐτὸς ἐπέχων τῆς φάλαγγος ἐφίησι τοῖς ἐκχεομένοις τῆς πόλεως στρατοῖς συμπλέκεσθαι· οὐδὲ γὰρ μόνον ἐντὸς τῶν πυλῶν τῆς πόλεως τὸ ὑπερπονοῦν ἑαυτοῦ κατεμέρισε βασιλεύς, ἔστι δ’ ὃ καὶ τῶν τειχῶν ἄνωθεν ἐπέταξεν ἐφεστάναι, ἀλλὰ καὶ μέρος ἀποδιε‐
5λόμενος ἐπέτρεψεν ἐπεκθέειν ἔξωθεν ἑκαστάτω τῆς τάφρου καὶ τοῖς πολε‐ μίοις ὡς ἐνὸν ἀντιφέρεσθαι. εἰ δέ γε κάμωσιν ἐπιβρισάντων τῶν ἐναντίων, προσφύεσθαι παρῄνει τοῖς τείχεσιν, ὅπως οἱ τῶν πυργοβάρεων ἄνωθεν αὐτοῖς ἐπαμύνωσιν. ἕως μὲν οὖν σταθηρᾶς μεσημβρίας τοξασμοὶ καὶ ἀκροβολισμοὶ παρ’ ἑκατέρων ἐγίνοντο τῶν μερῶν· καὶ βραχύ τι μὲν
10ἄχρι τινὸς ἐκράτουν τῶν τοῦ βασιλέως οἱ τοῦ Βρανᾶ ὡς πολέμων ἔμπει‐ ροι, καὶ τούτων μάλιστα οἱ ἐκ τοῦ Λατινικοῦ πεζικοῦ συγκροτούμενοι στίφους, ἐπεὶ καὶ οἳ τοῖς ζῶσιν ἔτι συνεξητάζοντο ἐκ τοῦ ζωγρηθέντος Σικελικοῦ στρατεύματος, τούτους ὁ βασιλεὺς φρουρᾶς ἀνεὶς καὶ δεσμῶν καὶ ὁπλισμοῖς ὑπαγαγὼν πρὸς Βρανᾶν ἀπέστειλε, καὶ ἦσαν κρατίστη
15φάλαγξ περὶ αὐτὸν πεζικὴ ἱππικῷ θυρεῷ καὶ ξίφει ἐπιμήκει καὶ δόρατι ἐγχήρει φραττόμενοι. ἐπιβοηθήσαντος δὲ καὶ τοῦ κατά σφας ἱππεύοντος τάγματος, κατὰ κράτος οὕτω τοὺς ἐξ ἄστεος τρέπονται ὡς καὶ ἄκοντας τὴν τάφρον διαβῆναι καὶ προσφῦναι τοῖς τείχεσιν· ἐπήμυνον δὲ αὐτοῖς
οἱ τῶν τειχῶν ὑπερφαινόμενοι.379

Isaac2,pt1

380

Καὶ τὰ μὲν τῆς τόθ’ ἡμέρας ἐν τούτοις κατέληξεν· ἀνοχεύσας δ’ ἐφ’ ἡμέραις πέντε τὰς οἰκείας δυνάμεις ὁ τύραννος τῶν αὐτῶν καὶ πάλιν ἔχεται πόνων τοῖς περιβόλοις ἐπιστὰς τῆς πόλεως· ποιῶν δ’ ἐπίφοβον τοῖς ἀστικοῖς ἑαυτὸν καὶ διαστασιάζειν τοὺς ἔνδον πειρώμενος μοῖράν
5τινα τῆς ἑαυτοῦ στρατιᾶς παρελόμενος ἐκπέμπει κατὰ τὴν βόρειον ἀντί‐ πορθμον τῆς πόλεως πλευράν, ἥτις πόρος Βοὸς κληΐζεται, ἀφ’ ἧς κατα‐ φανής ἐστιν ἀκριβῶς ὁ μέχρι τῶν ἐν Βλαχέρναις ἀνακτόρων συρόμενος θαλάττιος ὁλκὸς καὶ ὅσα πρὸς ἄνεμον βορρᾶν ἐπινενεύκασι μέρη τῆς πό‐ λεως. καὶ οἵ γε τὸ ἐπιτετραμμένον τέλει διδόντες τοὺς ἐκεῖσέ πῃ μετεώρους
10γηλόφους ἀνιόντες τὰς σημαίας ἠνέμωσαν. ὁ δὲ ἥλιος τοῖς θώραξιν ἐμπί‐ πτων καὶ τοῖς τῶν στρατιωτῶν προσβάλλων θώραξι νεοσμήκτοις οὖσι καὶ λείοις ἐποίει ἀποπάλλεσθαι τούτων κατὰ καμπὴν καὶ ἐπάνοδον τῶν ἀκτίνων σελαγισμάτων ἐκπυρηνίσματα, ὡς καθ’ ὁμηγύρεις τὸν ἀστικὸν συλλέγεσθαι δῆμον εἰς τὰ ἀνεστηκότα τῆς πόλεως γήλοφα καὶ τὰ πρατ‐
15τόμενα θεᾶσθαι καὶ διὰ πλείστου τίθεσθαι θαύματος. Μετὰ δὲ τοῦτο καὶ τοὺς τῆς Προποντίδος οἰκήτορας εἰς ἑαυτοὺς ἐπεσπάσαντο, οἳ μάχης μὲν οὐ πάντες ἵστορες, κώπην δ’ ἐλαύνειν παμπληθεὶ ἄριστοι. ὅθεν τὰ πρὸς ἰχθύων ἄγραν παρ’ αὐτῶν ναυπη‐ γούμενα σκάφη εἰς πολεμιστηρίους συνεκρότησαν οὗτοι ναῦς, σανίσι
20παχείαις ἑκατέρωθεν αὐτὰ διειληφότες, καὶ οἱ μὲν σφενδόναις ὡπλίσαντο, οἱ δὲ τόξα καὶ γωρυτὸν ἀνέλαβον. καὶ οὕτως εἰς ἀρεϊκοὺς ἄνδρας ἐκ δικτυοπλόκων μετασκευασθέντες κατὰ τῶν βασιλικῶν ἰσχύουσι καὶ κραταιοῦνται τριηρέων, αἳ τὴν πόλιν περιιοῦσαι τὰς ἐκ τοῦ στρατεύμα‐ τος τοῦ Βρανᾶ νυκτερινὰς ἐφόδους ἐσκόπευον καὶ ἐτήρουν ἐπιμελῶς, μή
25πως τὴν διὰ τῶν χερσαίων πυλῶν πάροδον ὁ τύραννος ἀπογνοὺς διὰ
τῶν παρακτίων λάθοι ἔνδοθεν παρεισδύς. οἱ δ’ ἐπὶ τῶν μακρῶν νηῶν τὰ380

Isaac2,pt1

381

μὲν πρῶτα μαίνεσθαι ᾤοντο ἀτεχνῶς τοὺς τῶν ἰχθύων ἀγρευτάς, εἰ οὕτως ἐπὶ τῶν ἁλιάδων μόλις σαλεύοντες ἐγχρίψειν αὐτοῖς ἀπεθάρρη‐ σαν· ὡς δὲ καιρὸς ἐνειστήκει τοῦ βάλλειν καὶ βάλλεσθαι, αἱ μὲν μετὰ βυκάνων καὶ σαλπίγγων ἔξορμοι γίνονται, τὰ δὲ τῶν ἀσπαλιευτῶν
5πορθμεῖα σιγῇ, καὶ οἱ ἐπ’ αὐτῶν μένεα πνέοντες ἔτυπτον τὴν θάλασσαν ἐρετμοῖς καὶ συμβαλόντες ὑπερτεροῦσι τῶν ἀντιπάλων μεγίστων σκα‐ φῶν καὶ ταῖς τῆς πόλεως ᾐόσι συγκλείουσι. τὰ μὲν γὰρ διὰ τὸ μήκιστα εἶναι καὶ δυσδιέλικτα οὐκ ἐκ τοῦ αὐτίκα ἐκάκουν τὸ ἀνθιστάμενον, τὰ δὲ συμφορηδὸν ἐπιόντα καὶ πολλὰ μίαν τριήρη συμμίγδην περιιόντα, ἔκ τε
10πρύμνης καὶ πρώρας καὶ παρ’ ἑκάτερον τοῖχον μαχόμενα, ὡς ἐν στενο‐ πόρῳ πορθμῷ τὴν νίκην εἶχον ἐπινηχομένην αὐτοῖς καὶ λαμπρὸν ἀνί‐ στων τρόπαιον. Ἀλλ’ οὐκ ἐς πολὺ τὸ ἐκ τῆς ἥττης αἶσχος ὑπενεγκόντες οἱ τοῦ στόλου τοῦ βασιλέως παλίωξιν τῶν λεμβαδίων τιθέασι. τάχα δ’ ἂν καὶ τῷ
15ὑγρῷ πυρὶ τὰ πορθμεῖα ταῦτα ἠφάνισαν, εἰ μὴ ἐκ τοῦ σχεδὸν ἑστῶτες ἐπεβοήθησαν οἱ τοῦ Βρανᾶ ὁπλομάχοι ἐκ τῶν λόφων καταβάντες καὶ τὸν αἰγιαλὸν ἐπιπαριόντες ἕνεκα τοῦ ἐπαρήγειν τῷ ναυτικῷ. Ἰδὼν δὲ ὁ ἀποστάτης ὡς οὔτε κλέπτειν ἔχει τὴν πάροδον, οὔτε μὴν πολέμῳ ἢ πειθοῖ ἀνύσιμά οἱ τὰ μελετώμενα, ἄλλην τραπέσθαι διενοεῖτο·
20ἢ γὰρ λιμῷ τὴν βασιλίδα παραστήσασθαι πόλιν, μεγίστην ἐπιστήσας αὐτῇ καὶ κρατίστην ἑλέπολιν τὴν τῶν ἐδωδίμων ὑποσπάνισιν (ἤδη γὰρ ἡ ἑῴα τε καὶ ἑσπέριος ὑπὸ Ῥωμαίους λῆξις αὐτῷ προσεχώρησε) μηδε‐ μίαν ἐπισκήψας νῆα σιταγωγὸν καταίρειν εἰς τὸ Βυζάντιον, ἢ προσβα‐
λεῖν μετ’ ἀκμαιοτέρου στόλου καὶ πλείονος. ἐκεῖνα δ’ ἦν ἀνελίττων κατὰ381

Isaac2,pt1

382

νοῦν, ἃ μὴ τὸ θεῖον ἐπιτελῆ ποιήσειν κατένευεν. ὁ γὰρ βασιλεὺς ὁρῶν αὐτῷ προσκείμενον τὸ τῆς πόλεως πλήρωμα καὶ μὴ μόνον οὐκ ἀνεχόμενον βασιλεύειν Βρανᾶν, ἀλλὰ καὶ ἀναθέματι καθυποβάλλον αὐτόν, ἄνω τῶν τειχέων ἀναγαγὼν οἷά τι ἄμαχον ὀχύρωμα καὶ ἀνάλωτον χαράκωμα
5τὴν εἰκόνα τῆς θεομήτορος, ἥτις ἐκ τῆς τῶν Ὁδηγῶν μονῆς, καθ’ ἣν προσκεκλήρωται, Ὁδηγήτρια ἐπικέκληται, ἠρρενώθη μὲν καὶ οἴκοθεν πρὸς ἀντιμάχησιν κρίνας ἀλυσιτελῆ τὴν χρόνιον ἐντὸς τοῦ ἄστεος κά‐ θειρξιν καὶ ἀπευκταῖον δέ τι καινοποιήσουσαν, πλειόνως δ’ ὑπεῖξε ταῖς ἐπιπλήξεσι καίσαρος τοῦ Κορράδου.
10 Ἦν δὲ ὁ ἀνὴρ οὗτος τὸ μὲν γένος Ἰταλιώτης, πατρὸς δ’ ἐξέφυ τοῦ τὴν χώραν τῆς Μόντης Φεράντης κατέχοντος. τοσοῦτον δ’ ἐπ’ ἀνδρείᾳ καὶ συνέσει διέφερεν, ὥστε οὐ παρὰ Ῥωμαίοις μόνον ἦν περιώνυμος καὶ μά‐ λιστα τῷ βασιλεῖ Μανουὴλ ἐπιπόθητον ἄκουσμα ὡς φύσεως λαχὼν εὐ‐ κληρίαν καὶ διανοίας ὀξύτητα καὶ χειρῶν δραστηριότητα, ἀλλὰ καὶ παρὰ
15τοῖς ὁμογενέσιν αὐτῷ περικλέϊστος. οὗτός ἐστιν ὁ μεγίστοις φιλοδωρή‐ μασι παρὰ τοῦ βασιλέως Μανουὴλ ἐπαρθεὶς καὶ ἀντάρας χεῖρα τῷ τῆς Ἀλαμανίας ῥηγὶ καὶ μάχῃ τὸν ἐπίσκοπον Μαγέντζης νενικηκώς, καγκελά‐ ριον τοῦ ῥηγὸς ὄντα, κατὰ τὴν Ἰταλίαν ἐμβαλόντα μετὰ πλείστων δυνά‐ μεων, συνειληφώς τε αὐτὸν καὶ δεσμοῖς περιβαλὼν καὶ οὐκ ἄλλως ἀπολύ‐
20σειν ἰσχυριζόμενος, εἰ μὴ εἴη τοῦτο καὶ τῷ Ῥωμαίων βασιλεῖ προστα‐ χθέν. Τότε δὲ τοῦ βασιλέως Ἰσαακίου τὸν αὐτοῦ ὁμαίμονα Βονιφάτιον διὰ πρέσβεων μεταστελλομένου, ὡς κατὰ γάμον συναφθείη Θεοδώρᾳ τῇ αὐτοῦ κασιγνήτῳ, ἐπεὶ νύμφην ἐκεῖνος ἡρμόσατο καὶ ᾄσας εἶχε προσ‐
25εχῶς τὸν ὑμέναιον, οὗτος τὴν τοῦ βίου κοινωνὸν θανάτῳ ἀποβαλόμενος ὡς ἕρμαιον τοῖς πρέσβεσι κρίνεται καὶ τὸ πάρεργον τοῦ ἔργου μεῖζον κατὰ πολύ· ναὶ μὴν ὑποσχέσεσιν οἱ πρέσβεις μεγίσταις τὸν Κορράδον
κουφίσαντες σὺν αὐτῷ ἐπανέζευξαν. καὶ ὡς εἱστίακε τοὺς γάμους ὁ βασι‐382

Isaac2,pt1

383

λεύς, μετὰ μικρὸν δὲ ἡ τοῦ Βρανᾶ ἐπηκολούθησεν ἐπανάστασις, οὐ διέ‐ λιπε τὸ τοῦ βασιλέως διανιστῶν φρόνημα καὶ ταῖς χρηστοτέραις ἀνα‐ θάλπων ἐλπίσιν, ἀπεσβηκὸς ἤδη καὶ εἰς ἀγεννῆ καταβληθὲν χαλαρό‐ τητα, καὶ ὥσπερ ἀκόνη τῷ βασιλεῖ πρὸς τὸν τοῦ πολέμου ξυρὸν γινό‐
5μενος. Ἀμέλει καὶ βασιλεὺς μὲν τοὺς γυμνόποδας καὶ χαμαιεύνας τῶν μο‐ ναχῶν ἠθροικὼς καὶ ὅσοι κίοσι τῆς γῆς ὑπερήρθησαν καθελὼν ἐδεῖτο δι’ αὐτῶν τοῦ θεοῦ διασκεδασθῆναι τὸν ἐφεστῶτα ἐμφύλιον πόλεμον καὶ μὴ μεταβῆναι ἢ ἀποπτῆναι τὸ κράτος πρὸς ἕτερον, τῶν δὲ κατὰ πόλεμον
10ἠτημέλει παντάπασι τὰς ἐλπίδας ἁπάσας ἐπανάπτων τῇ παντευχίᾳ τοῦ Πνεύματος· ὁ δέ, ὡς ὁ καρκίνος τὴν πίνναν, πολλάκις τοῦτον διύπνιζε καὶ ὑπονύττων διανίστα, πείθων μὴ πάντα τοῖς ἀβίοις τούτοις θαρρεῖν, ἀλλ’ ἐν τῷ μέρει καὶ στρατῶν ἐπιμέλεσθαι καὶ φάλαγξιν ὁπλομάχοις κατὰ τοῦ ἀντάρτου χρήσασθαι, ὅπως εἴη μὴ μόνον διὰ τῶν δεξιῶν ὅπλων, τῶν
15συνάρσεων δηλαδὴ τῶν ἁγίων ἀνδρῶν, ἀλλὰ καὶ διὰ τῶν ἀριστερῶν τῶν κρατυνομένων ξίφει καὶ θώρακι τὸν ἀντικαθήμενον πολέμιον με‐ τερχόμενος, μηδὲ χρημάτων ὑποτιθεὶς φείδεσθαι, ἀλλὰ καὶ ταῦτα δια‐ σπείρειν εἰς στρατευμάτων συναγωγήν, ἐπεὶ καὶ ἄνευ τῶν καθ’ αἷμα τῷ βασιλεῖ συναπτομένων καὶ τῶν ὅσοι τὰς οἰκήσεις μὴ ἐκτὸς εἶχον τῆς πό‐
20λεως πάντες ὑπέκυψαν τῷ Βρανᾷ κἀκ τῶν ἔξωθεν οὐκ ἦν ἐπεισενέγκασθαι στρατιάν. Οἷς δὴ τοῦ καίσαρος λόγοις καθάπερ ἐνδελεχῶς βουπλῆγι τιτρώμε‐ νος ἀνένηψέ τε τοῦ κάρου καὶ τῆς ἀκηδίας μεθήρμοστο καὶ ἤρξατο συλ‐ λέγειν συμμαχικόν. μὴ εὐπορεῖν δὲ λέγων χρυσίνων ἐκ τῶν βασιλικῶν
25ταμιείων ἀργύρεα σκεύη ἀνελόμενος παρακατέθετο ταῦτα ταῖς χρυσίου εὐπορούσαις μοναῖς καὶ τὰ ἐκεῖθεν πορισθέντα χρήματα εἰς συλλογὴν
διέδωκε στρατιᾶς, κἂν ὕστερον μετὰ τὴν νίκην καὶ τὸ χρυσίον οὐκ ἀπέ‐383

Isaac2,pt1

384

δωκε καὶ τὰ παρακατατεθέντα ἀνείλετο. ἀμέλει καὶ ἐν βραχεῖ καιρῷ ὁ μὲν Κορράδος ἀπὸ τῶν κατὰ πόλιν συναγήοχε Λατίνων ἱππότας περὶ τοὺς δὶς ἑκατὸν καὶ πεντήκοντα, πάντας ἀρειμανίους, καὶ πεζοὺς πεντα‐ κοσίους. οὐκ ὀλίγοι δ’ ἐστρατολογήθησαν καὶ ἀπὸ Ἰσμαηλιτῶν καὶ τῶν
5ἑῴων Ἰβήρων, κατ’ ἐμπορίαν στειλαμένων τὴν εἰς τὴν βασιλίδα τῶν πόλεων. τὸ δὲ περὶ τὸν βασιλέα ἐπίσημον τῷ γένει καὶ ἄλλως περὶ τὴν βασίλειον αὐλαίαν εἱλούμενον περὶ τοὺς χιλίους ἠρίθμητο. τοσαύτην δ’ ὁ Κορράδος ὑπὲρ τοῦ κρατοῦντος εἰσηνέγκατο σπουδήν, ὥστε θεό‐ πεμπτον ἀγαθὸν κατὰ καιρὸν τῷ βασιλεῖ ἐπιστὰν τοῖς ἅπασιν ἐλογίζετο.
10 Ἔστι δ’ ὅτε τῷ βασιλεῖ ἐσθίοντι ἐπιστὰς „εἴθε οὕτωσ“ ὑποστενάξας εἴρηκε „τῶν κατὰ τὸν ἐφεστῶτα πόλεμον ἐπεμέλου, ὥσπερ γίνῃ τρεχέ‐ δειπνος, ἐπὶ τὰ προκείμενα βρώματα λιχνευόμενος καὶ ὅλην τὴν φροντίδα τοῖς παρακενουμένοις διαχαλῶν δαιτρεύμασιν“. ὁ δὲ ἐρυθριάσας ἐπὶ τῷ ῥήματι τούτῳ καὶ πυρωπότερος φανεὶς ἑαυτοῦ καὶ μειδιάσας βε‐
15βιασμένον ἐπελάβετο τῆς χλανίδος τοῦ καίσαρος καὶ διασεσοβηκὼς εἶπεν ὡς „κατὰ καιρόν, ὦ οὗτος, ἑστιασόμεθά τε καὶ μαχεσόμεθα“. Ἐγένοντο δὲ καὶ διοσημίαι τηνικαῦτα· ἡμέρας γὰρ ἀστέρες ἐφάνησαν καὶ ὁ ἀὴρ ταραχώδης ὤφθη καὶ περὶ τὸν ἥλιον πάθη τινὰ συμβεβήκασιν, ἅ φασιν ἅλωνας, ὡς μηδὲ τοῦτον καθαρὸν καὶ ἀθόλωτον, ἀλλ’ ὠχρότερον
20ἀποδισκεύειν τὸ φῶς. Τοσαύτην δ’, ὡς ἐνεδίδου τὰ πράγματα, συνηθροικὼς ὁ βασιλεὺς στρατιὰν ἔγνω μὴ ἀναδύεσθαι καὶ μέλλειν εἰσέτι καθήμενος ὑπωρόφιος, ἀλλ’ ἐν τῷ μέρει καὶ αὐτὸς ξιφήρης ὀφθῆναι τῷ ἀποστάτῃ. στὰς τοίνυν θωρακοφόρος εἴσω τοῦ περιβόλου τῆς πόλεως, ὃν ὁ βασιλεὺς ἀνήγειρε
25Μανουὴλ ἔρυμα τῶν ἐν Βλαχέρναις ἀρχείων, παρεθάρρυνε λόγοις τὸ συγ‐
γενὲς καὶ τὸ παρεστὼς ἐγγύθεν ὁπλιτικὸν τοιάδε παρακελευόμενος·384

Isaac2,pt1

385

„Κρεῖσσόν ἐστι δήπουθεν καὶ παρά γε θεῷ ἀνεπέγκλητον τοῦ ἐννό‐ μως κρατοῦντος προκινδυνεύειν τοὺς ὑπ’ ἀρχὴν ἢ γοῦν προσρέπειν ἀνδρὶ νεωτεριστῇ καὶ κατ’ ἀλλήλων ἐκπολεμώσαντι τὸ ὁμόγλωττον. εἰ δέ τινες εἶεν μετακυβευομένην ἔχοντες τὴν γνώμην καὶ ἀμφιτάλαντον ἢ
5προσκεχηνυῖαν ὅλην τῷ ἀποστάτῃ καὶ δυσερώτως αὐτοῦ ἐξέχονται, καὶ ὃν χθὲς ὡς δεσπότην δεσμόχειρες ἐθεράπευον, τοῦτον ἀθετοῦσι σήμερον, αἴτησιν ταύτην αὐτοὺς αἰτοῦμαι δικαιοτάτην, ἐπ’ οἴκου ἱζάνειν μηδενὶ ἐπαρήγοντας, ἕως ἂν πολέμῳ διακριθείη τὰ πράγματα καὶ τῷ νικῶντι πρὸς τοῖς ἄλλοις ὑποπεσοῦνται, ἢ μεταχωρεῖν ἐς τὸν ἀποστάτην ἐξ αὐτῆς
10καὶ πρὸ τῆσδε τῆς συμπλοκῆς κἀκείνου προπολεμεῖν τε καὶ προκινδυ‐ νεύειν, ὅπως καὶ χάριν εἴσεται πλείονα τροπαίοις ἀναδηθείς. ὡς τό γε ἐμοὶ μὲν προσκολλᾶσθαι καὶ χείλεσι τιμᾶν, ἑτέρῳ δὲ προσνενευκέναι καρ‐ δίᾳ κἀκείνῳ ἀπονέμειν ἅπαν τὸ πρόθυμον, οὐκ οἶδα εἴ τις καὶ ἐπαινέσεται ἢ ὅπως ζυγοστατηθείη παρὰ θεῷ, ὃς τὰς ἐπὶ στήθους ἐννοίας ἐξετάζει φι‐
15λοδικαίως. τὸ γὰρ ἔτι τούτων χεῖρον καὶ ἀναιδέστατον οὐδὲ βαλέσθαι προάγομαι κατὰ νοῦν, τουτέστι τὸν τοῦ πολέμου καιρὸν αὐτομολίας ἐργάζεσθαι πρὸς τὸν τύραννον καὶ κακὸν καὶ τοῖς ἐκλεκτοῖς ἀνδράσι προκεῖσθαι παράδειγμα εἰς τὸ συμμεθίστασθαί σφισι καὶ προσαπαίρειν εἰς ἕτερον, ὃ κἀπὶ τοῖς ἀγεληδὸν πετομένοις πτηνοῖς ὁρῶμεν γινόμενον·
20ἑνὸς γὰρ ἀναπτάντος καὶ τὰ λοιπὰ ῥοιζηδὸν συνανίπτανται καὶ τῇ τοῦ ἑτέρου καταπαύσει συστέλλουσιν ἅπαντα τὸ πτερόν.“ Ταῦτα δ’ ἐφθέγγετο δι’ ὑποψίας ἔχων τὸν πρὸς πατρὸς θεῖον τὸν σεβαστοκράτορα Ἰωάννην ὡς πάλαι τε τῷ Βρανᾷ συνήθη καὶ ὀλίγῳ πρότερον τῆς ἀποστασίας γάμον υἱοῦ θύσαντα μετὰ θυγατρὸς τοῦ
25Βρανᾶ. ἐφ’ οἷς καὶ ὅσοι μὲν ἐπλήρουν τὸν τότε σύλλογον οὐ μικρῶς ἐπαθήναντο, ὁ δὲ σεβαστοκράτωρ ἅπαν ἑαυτοῦ μεθιστῶν ὕποπτον πα‐ λαμναιοτάταις ἀραῖς τοὺς κατ’ οἶκον ἅπαντας ἑαυτοῦ καὶ ἑαυτὸν δὴ καθυπέβαλλεν, εἰ ὅλως ἐγνώκει ποτὲ τῷ Βρανᾷ προστεθήσεσθαι· μηδὲ γὰρ οὕτως εἶναι τοῦ καθήκοντος ἀδαὴς ἢ τὸν νοῦν ὑπὸ τοῦ γήρως ἀπο‐
30λωλεκέναι καὶ ἠλιθιάζειν παντάπασιν, ὡς ἀδελφόπαιδος βασιλέως καὶ ἀπὸ δόξης εἰς δόξαν μετεωρίσαντος τὸν ὕπαιθρον καὶ ἔπηλυν ἀνταλλάξα‐ σθαι δι’ ἀγχιστείαν παιδός, καὶ ὃν οὐκ ἴσησιν ἀκριβῶς, εἰ διανοήσαιτο
δήπουθεν ἐπ’ αὐτῷ καὶ δράσειε τὰ χρηστότερα.385

Isaac2,pt1

386

Ἐπεὶ δ’ ἐκάλει καιρὸς πρὸς παράταξιν καὶ ὁ ἀποστάτης ἐκτάσσειν τὰς οἰκείας δυνάμεις ἠγγέλλετο, ἀνακλίνονται μὲν αἱ πύλαι τῆς πόλεως, ἐκχέονται δὲ τὰ στρατεύματα. καὶ τὸ μὲν εὐώνυμον κέρας ὁ πρωτοστρά‐ τωρ ἐπεῖχε Μανουὴλ ὁ Καμύτζης, ὃς οὐκ ὀλίγα τῷ βασιλεῖ ἐχορήγησε
5χρήματα κατὰ τὴν τότε γενομένην τῶν ὁπλιτῶν ξενολόγησιν· ἔχθιστος γὰρ ὢν τῷ Βρανᾷ, μηδ’ ἀγαθαῖς ἐννοίαις βαλλόμενος, εἴπερ εἴη ἐπικρα‐ τέστερος ὁ Βρανᾶς, πᾶσαν τὴν οὐσίαν βασιλεῖ ἀνεκάλυψε καὶ ταύτης ὁπόσον βούλοιτο μέρος ἀποδάσασθαι συγκεχώρηκε, κρεῖσσον οἰηθεὶς ὑπὲρ βασιλέως φιλοῦντος καὶ προσγενοῦς καταπροέσθαι τὰ ὄντα ξύμ‐
10παντα καὶ πλείω νικῶντος μετ’ εὐχαριστίας ἀπολήψεσθαι, ἢ τὰ οἴκοι ἀλλοτρίῳ, καὶ τούτῳ ἀσπόνδῳ τε καὶ ἀγνώμονι, ταμιεύειν εἰς κατάγελων οἰκεῖον κἀκείνου ῥᾳστώνην ἄφθονον. τὸ δὲ δεξιὸν αὐτὸς διεῖπεν ὁ βασι‐ λεὺς Ἰσαάκιος, ἐν ᾧ συνείλεκτο ἅπαν εἴ τι κράτιστον καὶ ὅπλοις ἀριπρε‐ πέστατον, τὸ δὲ μέσον ὁ Κορράδος καῖσαρ μετὰ τῶν ἐπὶ μισθῷ ἀγηγερ‐
15μένων Λατίνων ἱππέων τε καὶ πεζῶν. Τοῦ δ’ ἀντιταξαμένου στρατοπέδου τὸ μὲν μέσον τῆς φάλαγγος, ἔνθα καὶ τὸ συγγενὲς καὶ φίλιον ἥλιστο τῷ Βρανᾷ καὶ εἴ τι τῶν συνακο‐ λουθησάντων ἐπίσημον τῷ γένει καὶ εὐθαρσές, αὐτὸς ἐπέχων ἦν ὁ Βρα‐ νᾶς, τὰ δ’ ἑκατέρωθεν ἱστάμενα τάγματα ἄλλοι τε στρατηγίας εἰδήμονες
20καὶ ὁ Σκύθης Ἐλπούμης. Μήπω μὲν οὖν μεσούσης ἡμέρας ἀκροβολισμοὶ ἑκατέρωθεν καὶ ἐμ‐ πηδήσεις κατ’ ἀλλήλων ἐγίνοντο παρ’ ἀμφοτέρων τῶν στρατευμάτων καὶ πεζικαὶ προβεβλημέναι δυνάμεις μάχης ἐξ ἀντιστάσεως ἥπτοντο. ἐπεὶ δ’ ὁ ἥλιος κατὰ κορυφὴν ἔφλεγε, τότε δὴ τὰ σημεῖα τῆς μάχης αἴρεται
25καὶ πρῶτος ὁ Κορράδος διακινεῖται, φοινικοβαφὲς μετὰ τῶν αὐτῷ συνόν‐ των τὸ τῶν ὅπλων ἔχων ἐπίσημον. αὐτὸς μέντοι ἄνευ θυρεοῦ τηνικαῦτα διηγωνίζετο, ἐκ δὲ λίνου πεποιημένον ὕφασμα οἴνῳ αὐστηρῷ ἱκανῶς ἡλισμένῳ διάβροχον πολλάκις περιπτυχθὲν δίκην θώρακος ἐνεδέδυτο. ἐς τοσοῦτον δ’ ἦν ἀντιτυπὲς ἁλσὶ καὶ οἴνῳ συμπιληθέν, ὡς καὶ βέλους
30εἶναι παντὸς στεγανώτερον· ἠριθμοῦντο δ’ ἐς ὀκτωκαίδεκα καὶ πλείω τὰ386

Isaac2,pt1

387

τοῦ ὑφάσματος συμπτύγματα. ποιήσας δὲ τὸ μεταίχμιον βραχύτερον αὖθις ἵσταται, καὶ ἐπεὶ οἱ μὲν πεζοὶ τὰς λόγχας ὡς πρὸς συμπλοκὴν ἀνέστησαν πυργηδὸν παραταξάμενοι (ἀσπὶς γὰρ ἀσπίδα καὶ κόρυς κόρυθα ἤρειδε καὶ οἱ θυρεοὶ ἀλλήλοις συνέμυον), οἱ δὲ ἱππεῖς τὰ δόρατα
5ἠγκωνίσαντο καὶ τὰ τῶν ποδῶν κέντρα τοῖς ἵπποις ἐνέπειραν, ἤδη δὲ καὶ τὸ τοῦ βασιλέως τάγμα ἐπηκολούθει, οὐδὲ τὴν πρώτην ἔμπτωσιν τοῦ περὶ τὸν Κορράδον ὁπλιτεύοντος πεζικοῦ, οὐδὲ τὴν ῥόθιον ἐπαγωγὴν τῶν ἱππέων οἱ κατὰ τὸν Βρανᾶν ὑπενεγκόντες τὰ νῶτα μεταβαλόντες διασκίδνανται· ἐπὶ δὲ τούτοις καὶ τὰ λοιπὰ διαθροηθέντα τάγματα
10τρέπονται πρὸς φυγήν. Αὐτὸς δ’ ὁ Βρανᾶς γεγωνὸς κεκραγὼς καὶ διάτορον „στῆτε Ῥωμαῖοι· πλείους γὰρ πρὸς ἐλάττονας μαχεσόμεθα καὶ πρῶτος ἔγωγε κατὰ τῶν ἐνωπίων ἐμβαλῶ πολεμίων“ καὶ ἅμα δρῶν ὃ ὑπετίθετο παλίνστροφον μὲν οὐδένα ποιήσειν ἴσχυσε, κατὰ δὲ τοῦ Κορράδου ἄτερ κόρυθος μαχο‐
15μένου τὸ δόρυ ἴθυνεν, οὐ καιρίως δ’ ἔβαλεν, ἀλλὰ τὸ μὲν τὸν τοῦ καίσαρος ὦμον παραξέσαν ἅλιον τῶν ἐκείνου χειρῶν ἐξερρύη, ὁ δὲ ἀμφοτέραις τοῦ οἰκείου ξυστοῦ λαβόμενος ἐμπήγνυσι τοῦτο τῇ παρειᾷ τοῦ Βρανᾶ καὶ σκοτοδίνης πίμπλησι καὶ κατακρημνίζει τοῦ ἵππου Βρανᾶν. τὸ δ’ ἀπὸ τοῦδε περιστάντες αὐτὸν οἱ δορυφόροι τοῦ καίσαρος καταδορα‐
20τίζουσι. φασὶ δὲ ὡς ἐν τῷ πρώτως ὑπὸ Κορράδου τρωθῆναι τὴν τε‐ λευτὴν πτοηθεὶς ἱκετηρίασε Βρανᾶς μὴ τεθνάναι, τὸν δὲ Κορράδον ἐκείνῳ μὴ χρῆναι δεδιέναι ἀποκρίνασθαι· οὐδὲ γὰρ ἀηδές τι πείσεται ἕτερον ἢ τὴν κεφαλὴν μόνον ἀποκοπήσεται. ὃ καὶ παραχρῆμα πέπονθεν. Ἀκόσμου δὲ τῆς φυγῆς γενομένης, ἕκαστος τὸν καθ’ αὑτὸν διώκων
25ἀνῄρει. τοῦτο δὲ ἀρχομένης συμβὰν τῆς τροπῆς οὐ περαιτέρω προβέ‐ βηκε· καὶ Ῥωμαῖοι γὰρ ὁμογενοῦς ἐφείδοντο αἵματος, καὶ αὐτοὶ δὲ οἱ διωκόμενοι τὸν περὶ ψυχῆς τρέχοντες μεθ’ ἁπάσης ὁρμῆς ἀπεδίδρασκον.
ἐσκύλευται οὖν ὁ χάραξ ὑπὸ τῶν νικώντων καὶ εἰς διαρπαγὴν ἐκκείμενος387

Isaac2,pt1

388

ἦν οὐ μόνον τοῖς τοῦ βασιλέως στρατεύμασιν, ἀλλὰ καὶ τοῖς ἐκχεομένοις ἀστυπολίταις. Ἀναιρεῖται δὲ κατὰ τοῦτον τὸν πόλεμον καὶ Κωνσταντῖνος ὁ Στηθά‐ τος περὶ τὸν βουβῶνα λόγχῃ τρωθείς, ἀνὴρ ἀγαθὸς καὶ μείλιχος, ὃς
5διέπων τὴν ἐπαρχίαν τῆς Ἀγχιάλου οὐχ ἑκόντως ἐπηκολούθησε τῷ Βρανᾷ, ἀλλ’ οὔτε τὸν προσλαβόμενον ὤνησέ τι, καθὼς καὶ προσεδοκᾶτο, Βρανᾶν καὶ ἑαυτὸν οὐκ ἐξέσωσε τοῦ μαχαίρᾳ πεσεῖν, τῶν τότε ἀστρολό‐ γων ὁ δοκιμώτατος ὤν· ἀλλά τι τὴν ἐκείνου γνῶσιν διαδραμόν, ὡς ἔοικε, λεπτεπίλεπτον ἡσυχῇ μένειν πέπεικεν ἐπὶ τῆς σκηνῆς καὶ ἐπιὸν
10οὐκ ἔδεισε τὸ πολέμιον. ἐλέγετο δὲ τῷ Βρανᾷ φοιβάζειν προρρητικῶς, ἐκ τῶν τῆς τέχνης ἐκβάσεων τεκμαιρόμενος, ὡς κατὰ τὴν ἡμέραν ἐκείνην τῆς πόλεως ἐντὸς εἰσελεύσεται καὶ θριαμβεύσει περιφανῶς. τοῦτο δὲ εἰ μὲν ἀληθῶς αὐτὸς εἴρηκεν ὁ Στηθάτος, ἀσφαλῶς οὐκ ἴσημι, ὅτι μηδ’ ἀψευδῶς τὰ πάντα ἡ φήμη μυθεύεται, ὁπόσα περιλάλητα τιθέναι φιλεῖ.
15ὅτι δέ, εἰ δῶμεν εἰπεῖν ὁπόσα ἡ φήμη ἐδίδαξεν, ἐπὶ κενῆς ἐτοξεύθησαν ὑπὸ τοῦ προφάντορος Στηθάτου, αὐτά, φησί, τὰ πράγματα ἔφαναν, εἰ μή τις τῇ οὐρανοσκόπῳ ἐπιστήμῃ προσκείμενος μὴ παντάπασι διεψεῦ‐ σθαι τουτονὶ διατείνοιτο καὶ τὰ τῆς τέχνης μὴ καθόλου διαπεσεῖν, εἰς τὴν τοῦ Βρανᾶ κεφαλὴν μετάγων τὰ προρρηθέντα καὶ τὸν ἕτερον αὐτοῦ τῶν
20ποδῶν, ἅπερ τῆς ἡμέρας ἐκείνης διὰ τῆς ἀγορᾶς ἐμπεπαρμένα κοντοῖς ἐνεπόμπευσαν, σὺν αὐτῇ δὲ καὶ κεφαλήν τινος ἀγοραίου, Ποιητοῦ λεγο‐ μένου, ἣν οὐδεμία πολεμία χεὶρ ἀφείλετο, αὐτὸς δὲ βασιλεὺς μετὰ τὴν λαμπρὰν ἐκείνην νίκην καὶ τὴν τῶν ἐναντίων καταπολέμησιν ἀποτμηθῆ‐ ναι προσέταξεν, οὐκ οἶδα ἐφ’ ὅτῳ συνοίσοντι ἢ κατορθώματι.
25 Καὶ τοιοῦτο μὲν ὁ τότε ἀγὼν εἴληφε πέρας, αὐτὸς δὲ ὁ βασιλεὺς τρα‐ πόμενος εἰς ἑστίασιν πᾶσαν τῶν ἀρχείων ἀνῆκε πύλην αὔλειον καὶ πα‐ ράθυρον προσκήνιον, ὥστε τοὺς βουλομένους εἰσιέναι καὶ θεᾶσθαι αὐ‐ τὸν τροπαιοῦχον. ἐν δὲ τῷ ἅπτεσθαι τῶν σιτανείων χανδὸν καὶ τὰς χεῖρας κινεῖν εἰς τὸν τῶν προκειμένων ἐδεστῶν πόλεμον, ἐπεισόδιόν τι οὐκ
30εὐπρεπὲς καὶ ἄθυρμα ἐπιδείπνιον τὴν τοῦ Βρανᾶ παρεισαχθῆναι κεκέλευκε388

Isaac2,pt1

389

κεφαλήν. ἡ δὲ ὡς εἰσῆκτο, ἐπ’ ἐδάφους ἔρριπτο, σεσηρυῖα καὶ μεμυκυῖα τὼ ὀφθαλμώ, ὧδέ τε κἀκεῖσε δίκην σφαίρας διαγομένη τε καὶ μεταγομένη διηκοντίζετο. ὕστερον δὲ καὶ τῇ αὐτοῦ γαμετῇ ἔνδον τῶν ἀνακτόρων καθειργμένῃ παρεισφέρεται καὶ ἀνέρεται αὕτη, εἰ σύνοιδεν, ὅτου ἐστὶν ἡ
5κεφαλή. ἡ δὲ τοὺς ὀφθαλμοὺς ἐπιβαλοῦσα τῷ οἰκτρῷ ἐκείνῳ καὶ ἀέλπτῳ θεάματι „οἶδά“ φησι „καὶ ταλανίζω ἐμαυτήν.“ ἦν γὰρ σώφρων ἡ γυνὴ καὶ τὴν ἐπιπρέπουσαν τῷ θήλει σιωπὴν τιθεμένη περὶ πολλοῦ, οὗ χάριν καὶ καλὴν ἐν γυναιξὶ κατωνόμαζεν ὁ πρὸς μητρὸς αὐτῇ θεῖος ὁ αὐτο‐ κράτωρ Μανουὴλ καὶ οἷόν τι τῶν ἐκ γένους ὀσφράδιον.
10 Τὰ δέ γε πρὸς ἀποστασίαν τῷ Βρανᾷ συναράμενα στρατεύματα, ὅλους ἀνέντα χαλινούς, τὰς ὁπουδήποτε φερούσας ἐτράπετο. καὶ οἱ μὲν ὄπισθεν ἑστῶτες τῶν προμάχων κατὰ τὸν καιρὸν τῆς συμπλοκῆς, ὡς ᾔσθον‐ το τῆς τροπῆς, ἁψάμενοι τῆς φυγῆς πρότεροι τοὺς κατόπιν ἐλαύνον‐ τας ὡς πολεμίους ὑφορώμενοι τὸν δρόμον, ὡς μὴ συλληφθεῖεν, ἐπέτεινον· οἱ
15δ’ ἐφεπόμενοι τὸ σύντονον εἰς φυγὴν τῶν προαγόντων ὡς πρᾶξιν ζη‐ λοῦντες σώζουσαν καὶ τὴν τῶν πολεμίων ἐπιδίωξιν δεδιττόμενοι ἐκεῖνα ηὔχοντο ἄντικρυς, τοὺς μὲν ἵππους μὴ ποσὶ κόπτειν τὸ δάπεδον, ἀλλ’ ἵπτασθαι κατὰ Πήγασον, αὐτοὺς δὲ ἀορασίᾳ καλύπτεσθαι, ὡς εἰ τὴν κυνέην Ἅιδου ὑπέδυσαν. ἦ πολλὴ τότε ἦν αὐτοῖς ἡ δείλανσις καὶ πᾶν
20ἐποίει καὶ πράττειν καὶ εὔχεσθαι. ἀλλὰ καὶ περὶ τὴν γέφυραν πλεῖστοι ἂν ἀπολισθόντες ὀλώλασιν, ἥτις κατὰ τὸ Δαφνούτιον περιάγεται, εἰ μή τις αὐτοὺς ἐπεπείκει καθυφεῖναι τῆς ὀξείας φυγῆς κατὰ κόσμον τε καὶ μὴ ἐπισφαλῶς διὰ τῆς ἁψῖδος ἰέναι, εἰς οὐρανὸν ἀνατείνας τὰς χεῖρας καὶ τὸ θεῖον ἐπομοσάμενος μηδένα κατ’ αὐτῶν ἐπιέναι πολέμιον ὄπισθεν, ἀλλὰ
25πάλαι μεταστραφέντας παύσασθαι τῆς καταδιώξεως. Ὅσοι μὲν οὖν τὴν τύχην ἦσαν φλαῦροι καὶ περιπέζιοι, οὗτοι ἀνε‐
παχθῶς καὶ ἀνεπεγκλήτως ἀφίκοντο οἴκαδε τὴν οἰκείαν παράβυστον389

Isaac2,pt1

390

σώζουσαν ἔχοντες καὶ μηδένα δεδιότες τὸν ἐπὶ τῷ κολάσαι ἀναδιφήσον‐ τα· οἱ δὲ τὸ γένος λαμπροὶ καὶ ἐπίσημοι δι’ ἡγεμονίαν ἢ ἀρχηγίαν, οὗτοι ἐς ἄθρουν ἁλισθέντες σύνταγμα διαπρεσβεύονται βασιλεῖ, συγγνώμην αἰτοῦντες, οἷς ἀπέστησαν ἀπ’ αὐτοῦ καὶ τῷ ἀποστάτῃ ἐπηκολούθησαν,
5καὶ παρὰ βασιλέως λαμβάνοντες τὸ ἀνέγκλητον ἀγαθοὶ καὶ πιστοὶ θερά‐ ποντες ἐς τὸ μέλλον ἔσεσθαι συνετίθεντο κἀκ τῶν ἔργων αὐτῶν ὑποδεῖξαι τὴν μετάνοιαν ἐφ’ οἷς ἐκ παρανοίας πεπαρῳνήκασι κατὰ τοῦ κυρίου βα‐ σιλέως ἐφοπλισάμενοι. εἰ δὲ βασιλεύς, φησί, τὸ τῆς ψυχῆς θυμούμενον πλουτῶν ἀμετάθετον οὐκ αὐτῆμαρ καταπέψει τὴν ὀργιλότητα ἢ γοῦν
10ἐσέπειτα στήσει τὰ ἡμαρτημένα σφίσιν αὐτοῖς, ὃν ὑπέτυφε κότον εἰς σπινθῆρας ἀναρριπίζων θυμοῦ, καὶ αὐτοὶ φευξοῦνται ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τὸν παρὰ τοῖς φιλεχθροῦσιν ἔθνεσι Ῥωμαίοις ζητήσου‐ σιν ἔσχατον σταθμὸν κἀκεῖνα Ῥωμαίους ἐργάσονται, ὅσα οἷς προσερρύη‐ σαν δρᾶν ὤφειλον, ἐπεὶ μηδὲ καινόν, εἰ διφῴη τις τὸν ἀντίπαλον καὶ κολα‐
15κεύει τουτονὶ ὡς φίλιον τὸν οἰκεῖον εὑρίσκων πολέμιον. Ταῦτα οἱ μὲν πρέσβεις ὑπετονθόρυσαν. βασιλεὺς δὲ πᾶσιν ἀμνη‐ στίαν ἐβράβευσε καὶ τοὺς προσιόντας εὐμενῶς προσδεχόμενος παρῄνει μετάμελον ἐπὶ τῇ παραβάσει τῶν πρὸς αὐτὸν ὀμωμοσμένων ἐνδείκνυ‐ σθαι καὶ ἀρχιερεῖ ὀπτάνεσθαι τῷ μεγάλῳ καὶ ζητεῖν ἐκεῖθεν λύσιν
20τοῦ ἀναθέματος, ᾧπερ αὐτοὺς οἱ τῆς πόλεως οἰκήτορες καθυπέβαλον ἄνωθεν ἑστῶτες τῶν πυργοβάρεων καὶ τὰ παρ’ αὐτῶν θεώμενοι δρώμενα. καὶ πολλοὶ τῷ πατριάρχῃ προσήλθοσαν, ὅσοις τέως εὐλαβείας μετῆν· οἱ δ’ ἄλλοι τῇ κατανεύσει τῆς κεφαλῆς τὸ πέρας τῆς παραιφάσεως συμ‐ μετρήσαντες ὡς λῆρον ἡγήσαντο τὴν εἰς τὸν Μέγαν Νεὼν ἄφιξίν τε καὶ
25ἐξαγόρευσιν. ἐῶ γὰρ λέγειν ὡς ἦσαν οἳ τῶν ἀτασθάλων μετὰ τὴν ἐκ προσώπου τοῦ βασιλέως ἐξέλευσιν διεχλεύαζον αὐτὸν καὶ ἐξεμυκτήριζον καὶ οὐ καινὸν ἔλεγον, εἰ θεῷ πρότερον κληρωθείς, ἐπεὶ καὶ τοῦτο προσ‐ διεβέβλητο, ἐκεῖνα καὶ αὐτοῖς ὑφηγεῖται νῦν, ὁπόσα δὴ καὶ ἐξ ἐφήβου δε‐ δίδακται. πολλοὶ δὲ καὶ τῷ Ἀσὰν καὶ τῷ Πέτρῳ προσερρύησαν· ἀλλὰ
30καὶ οὗτοι γράμμασι βασιλικοῖς μετὰ μικρὸν ἐπανήλθοσαν.390

Isaac2,pt1

391

Ἄλλο δ’ ἐπὶ τούτοις παρηκολούθησεν ἔργον παραλογώτατον. ὁ γὰρ βασιλεὺς πᾶσιν ἐνέδωκεν ἀτεχνῶς ἀστικοῖς τε καὶ ἀλλοχώροις διεκχεῖσθαι καὶ κακῶς δρᾶν ὁπόσοι πρὸς Βρανᾶν μετετάξαντο τῶν τε ἀγχοῦ τῆς πόλεως ἀγροτῶν καὶ τῶν τὴν Προποντίδα λαχόντων εἰς οἴκησιν. καὶ
5τὴν μὲν τῆς ἡμέρας ἐκείνης διάδοχον νύκτα, καθ’ ἣν Βρανᾶς κατηγώνιστο, ἐνίεται ταῖς οἰκίαις τῶν δυστήνων Προποντίων τὸ ὑγρὸν πῦρ, ὃ ἐπὶ τοῖς στέγουσιν ἀφυπνοῦν σκεύεσι κατὰ τῶν ἀστραπῶν ἐξαίφνης πρόεισι τὰ ἐξάλματα καὶ πιμπρᾷ καθ’ ὧν διεκπῖπτον ἀφίεται. τὸ δὲ λάβρον ἐμπε‐ σὸν τοῖς δρυφάκτοις ἐπυρπόλησεν ἅπαν οἰκοδόμημα, εἴτε τέμενος τοῦτο
10ἅγιον ἦν, εἴτε σεμνεῖον ἱερόν, εἴτε οἴκημα ἰδιωτικόν· καὶ τοῦ κακοῦ παρὰ πᾶσαν δόκησιν ἐπελθόντος οὐ μόνον τὰ μέλαθρα τὸ πῦρ ἐπενέμετο καὶ ἡ φλὸξ μικροῦ διεῖρπεν αἰθέριος, ἀλλὰ καὶ τὰς οὐσίας ἐπεβόσκετο τῶν ἀν‐ θρώπων, οὐδενὸς ἁρπάσαι τι καὶ μετενεγκεῖν ἔχοντος, εἰ μὴ ὅσα τῶν χρημάτων εὐάγκαλα.
15 Κατὰ δὲ τὴν μετ’ αὐτὴν ἕω ἔξεισιν ὡς ἐκ προσκλήσεως τὸ Λατινικὸν στῖφος, ὃ τῷ Κορράδῳ καίσαρι συνετέτακτο, καὶ τὸ ἀγελαῖον καὶ πτωχεῦον πλῆθος τῆς πόλεως καὶ τὰ πέριξ διαδραμόντες, οἱ μὲν ἔτι τὰ ὅπλα φέροντες, οἱ δ’ ἀμυντηρίῳ τῷ παρευρεθέντι χρώμενοι, τί μὲν οὐχ ἥρπασαν, τί δὲ χείριστον οὐκ εἰργάσαντο; οἰκήματα κατήρειψαν, τὸν
20ἔνδον πλοῦτον περιεβάλοντο, ἱερὰ ἀνηρεύνησαν φροντιστήρια, ἔπιπλα ἀφείλοντο παναγῆ, σκεύη τίμια ἐβεβήλωσαν, σεμνὴν μοναζόντων πολιὰν οὐκ ᾐδέσθησαν, ἀρετῆς, ἣν καὶ πολέμιος οἶδε τιμᾶν, ἠλόγησαν, καὶ ἵνα τὰ πολλὰ συντέμω, πᾶσαν κάκωσιν καθ’ ὧν ἐπῄεσαν ἐπεδείξαντο. πολλοὶ δὲ καί, ὅτι τῶν κατ’ οἶκον σκυλευομένων ὑπέμυξαν, θάνατον εὕ‐
25ραντο τὸ ζημίωμα. προύκοψε δ’ ἂν τὸ δεινὸν καὶ χρονιώτερον γεγονὸς ὤφθη περιαλγέστερον, εἰ μή τινες ἀνενεγκόντες βασιλεῖ τὰ τελούμενα καὶ βαρυαλγήσαντες, ὡς εἰκός, ὑπένυξαν πρὸς διόρθωσιν. καὶ στείλας
εὐθύς τινας τῶν κατ’ ἀξίωσιν καὶ γένος περιφανῶν ἀνέστειλέ τε τὰς τῶν391

Isaac2,pt1

392

ἀτάκτων ὁρμὰς καὶ κατέληξεν οὕτως ὀψέ ποτε τὰ εἰς μέγα μέρος ἀφανι‐ σμοῦ τῶν ἐκεῖσε τολμώμενα. Ἀλλ’ οὔπω ταῦτα διετεθρήνητο ἀκριβῶς ὁπόσοις τῶν ἀνθρώπων ψυχὴ φίλοικτος καὶ τὸ δάκρυον ταῖς τῶν πασχόντων ἀναπιδύει θερμότε‐
5ρον συμφοραῖς, καὶ τὸ τῆς πόλεως χειρωνακτικὸν καὶ ὅσον οὐ συνεπευ‐ δόκησε τοῖς λοιποῖς ἐπὶ τὰ ἱστορημένα ἤδη τῷ λέγειν μοι δεινὸν ἡγησά‐ μενοι, εἰ οὐχ ὅπως ἐλευθεροστομοῦσι Λατῖνοι καὶ βρενθύονται τῷ ὑπ’ αὐτῶν καταγωνισθῆναι Βρανᾶν, ἀλλὰ καὶ κατὰ τῶν ἀστυγειτόνων σφίσι Ῥωμαίων διαπεπράχασι τὰ ἀνύποιστα, κατὰ φάλαγγας ἀγειρό‐
10μενοι καὶ σπείρας χειμερίου δίκην χειμάρρου ταῖς τῶν Λατινικῶν γενῶν οἰκίαις προσρήγνυνται. αἵ τε οὖν ἄσημοι φωναὶ τὸν ἀέρα ἐγέμιζον, ὡς οὐδ’ εἰ κολοιῶν ἢ γεράνων ἢ ψάρων ἔθνεα κλαγγηδὸν ἐπτερύσσοντο ἢ ἐπέκλωζον θηρευταὶ καὶ ἐπεθώϋζον κυνηγέται, ἀλλήλους τε παρεκάλουν ἐπισπώμενοι τῶν χιτωνίων. οὐκ ἦν οὖν ἐκεῖ τις τῶν εἰσηγουμένων τὰ
15πρὸς εἰρήνην κατήκοος, ἀλλ’ ὡς ἀσπίδες τὰ ὦτα βύοντες πάντα παρέ‐ τρεχον σοφὸν φαρμακόν. Ἡγεμόνευε δὲ τῆς τότε τῶν ἀγοραίων συνδρομῆς οὐ μόνον θυμὸς ἄλογος, ἀλλὰ καὶ ὁ τῶν ἀλλοτρίων ἠρρένου ἔρως χρημάτων· ᾤοντο γὰρ ἐν βραχεῖ πόνῳ τοὺς Λατίνους ἐκστῆσαι τῶν οἰκημάτων καὶ διαρπά‐
20σαι ἅπαν ἀπραγματεύτως τὸ ἔνδον κειμηλιούμενον, ὥσπερ κατὰ τοὺς χρόνους Ἀνδρονίκου διαπεπράχασι. τοῖς δὲ εἰς τοὐναντίον τὰ τῶν ἐλπί‐ δων μετέστραπται· οἱ γὰρ διάφοροι, ὡς εἶδον τὴν ἐπ’ αὐτοὺς τῶν ξυγκλύδων σύρροιαν, τάς τε λεωφόρους περιεφράγμωσαν μεγίστοις σκόλοψιν, ὅσαι κατ’ αὐτοὺς ἦγον τὸ παροδεῦον, καὶ θωρακισθέντες
25βύζην ἐν τοῖς ὀχυρώμασιν ἔστησαν. ὁ δ’ ἀγελαῖος ὄχλος πολλάκις μὲν ὑπερβῆναι τὰ περισταυρώματα ὥρμησαν, οὐ μόνον δὲ τοῖς κατὰ σκοπὸν οὐκ ἔδοσαν πέρας, ἀλλὰ καὶ κακῶς ὑπὸ τῶν Λατίνων ἔπαθον·
ἀσιδήρωτοι γὰρ καὶ γυμνοὶ πρὸς ὡπλισμένους μαχόμενοι, οἱ πλεῖστοι392

Isaac2,pt1

393

δὲ καὶ οἰνόφλυγες ὄντες, τότε ὃ ἔδρων ἐγίνωσκον καὶ τὸν Ἐπιμηθέα τοῦ Προμηθέως καταδεέστερον ᾔδεσαν, ὁπότε βαλλόμενοι ἀπὸ τόξων ἢ πα‐ ρασταδὸν οὐταζόμενοι κατὰ γῆς ἔπιπτον. Καὶ τὴν μὲν δείλην ὅλην τῆς ἡμέρας ἐκείνης μέχρι καὶ ἐς βαθεῖαν ἑσπέ‐
5ραν οὕτω κατίσχυε τὸ δεινόν· ἡλίου δὲ τὸν ὁρίζοντα ὑπερβάντος μετὰ μείζονος Ῥωμαῖοι ῥύμης ὡς εἰς ἀγώνισμα δεύτερον συνηθροίζοντο πλεί‐ στους τοὺς μεθ’ ὅπλων προβεβλημένοι. ἀλλ’ οἵ τε συνελθόντες ἐκ βασι‐ λέως λόγιμοι ἄνδρες αὐτοὺς ἀνέστειλαν καὶ οἱ ἐκ τῆς Λατίνης φυλῆς κα‐ τασοφισάμενοι τοὺς εὐήθεις κατέσβεσαν τὸ πολὺ τῆς ὁρμῆς· συναγαγόν‐
10τες γὰρ τοὺς ἐν τῷ πολέμῳ καταλύσαντας τὸ ζῆν Ῥωμαίους καὶ μετὰ τὴν τῶν περιβλημάτων ἀφαίρεσιν δείξαντες ἐν χρῷ κουρίας ἐξέθεντο κατὰ τὴν αὔλειον σφῶν καὶ πλαστῶς ἐπ’ αὐτοῖς ὡς ἐφ’ ὁμογενέσι παθη‐ νάμενοι ὑπεδείκνυον τοῖς προσιοῦσιν ἐκ βασιλέως καὶ ἱκεσίαζον, μὴ ἀνα‐ σχέσθαι καὶ εἰσαῦθις συρραγῆναι πόλεμον καὶ δὶς αὐτοὺς πεπονθέναι
15ὁπόσα καὶ ὁρᾶν ἔχουσιν. οἱ δὲ πρὸς τὸν ἀποχειροβίοτον λαὸν ταῦτα δια‐ πορθμεύοντες κἀπὶ τοὺς τεθνεῶτας τείνειν τὰ ὄμματα πείθοντες, μηδ’ ἐπαινεῖν τὰ γινόμενα φάσκοντες ἴσχυσαν οὕτως ὀψέ ποτε μαλάξαι τοὺς σύρφακας, ὡς ἀποχωρῆσαι πρὸς τὸ οἰκεῖον ἕκαστον ἐπιτήδευμα. καὶ ἄλλως δὲ εἰπεῖν, μὴ τοῦ συνήθους ἡγεμόνος, τοῦ οἴνου φημί, αὐτοὺς
20θωρακίσαντος, μηδ’ ἀκριβέστερον σιδήρου πρὸς τὸν ἀγῶνα παραθήξαν‐ τος (πρώϊος γὰρ ἦν ὁ καιρός), διελύθησαν εὐμαρῶς ἀναμίλλητοι οὖς ὑποσχόντες εὐήκοον τῇ παραιφάσει τῶν διαλλακτήρων μεγίστων ἀν‐ δρῶν. εἰ γὰρ οἴνῳ προκατελήφθησαν οἱ καὶ ταπύρων οἰνοβαρέστεροι, ποία τις αὐτοὺς ἴυγξ ἢ τίνων τερετίσματα Σειρήνων πρὸς εἰρήνην ἂν
25μετερρύθμισαν ἢ πρὸς ἑτέραν εὐσχήμονα πρᾶξιν μετέθηκαν; ὧν γε καὶ ἄλλοι μὲν ὡς ὑπὸ μέθης διαρρεόντων οὐκ ὀλίγα ξυνέθεντο σκώμματα, ὁ δὲ Μένανδρος οὑτωσί πως ἐπιλαμβάνεται „μεθύσους τοὺς ἐμπόρους ποιεῖ
τὸ Βυζάντιον· ὅλην ἔπινον τὴν νύκτα“. καὶ ταῦτα μὲν ὧδέ πῃ ἐφέρετο.393

Isaac2,pt2

393

(1t)

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
2tΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ
3 Βασιλεὺς δὲ δισσεύει κατὰ Μυσῶν ὑστεροβουλίᾳ πληττόμενος, ὅτι μὴ κατὰ τὴν προτέραν αὐτοῦ ἐμβολὴν τὰ τῆς πολεμίας εὖ διέθετο γῆς,
5ἀλλ’ ἀναστὰς ᾤχετο ἐκεῖθεν, ὡς εἰ καὶ πολέμιοι ἐπέκειντο βάλλοντες, μήτε τοῖς φρουρίοις Ῥωμαίους ἐπιστήσας φύλακας, μήτε ὅμηρα λαβὼν τὰ τῶν βαρβάρων φίλτατα. καὶ τότε μὲν αὐτὸς μετὰ τῶν συνόντων οἱ ὀλίγων ἐξῄει τῆς πόλεως· ἠκηκόει γὰρ μηκέτι τοὺς Μυσοὺς τὰ ὄρη πε‐ ριπαπταίνειν καὶ τοὺς βουνούς, ἀλλ’ ὁπλιτικὸν ξενολογήσαντας Σκυθι‐
10κὸν ἐς τὰ τῆς Ἀγαθοπόλεως μέρη παρεμβαλεῖν καὶ ταῦτα κατὰ κράτος ληΐζεσθαι κακὰ ἐργαζομένους Τερμέρεια· τὸ δὲ λοιπὸν ἐκ προσκλήσεως συνήγετο στράτευμα. πρὸς γὰρ τὴν ἄελπτον καὶ ὀξεῖαν ἔφοδον τῶν βαρβάρων καὶ αὐτός τι τοιουτότροπον ἐμεθόδευσε, καὶ συστολὴν ἐν‐ τεῦθεν τοὺς ἐχθροὺς παθεῖν προμηθούμενος καὶ τοὺς οἰκείους μὴ ἀπαυ‐
15δήσειν ἐς τὴν παρὰ πόδας καὶ δευτέραν κατὰ τῶν Βλάχων ἐξόρμησιν, εἰ κατὰ τούτων πρῶτος αὖθις αὐτὸς τὰ ὅπλα ἤρατο καὶ τὸν ἵππον ἀνέβη τὸν πολεμιστήριον. Καὶ ὁ μὲν κατὰ τὸν Ταυρόκωμον γενόμενος (κτησείδιον δέ ἐστιν οὗτος οἰκούμενον κωμηδὸν καὶ μὴ πάνυ πόρρω τῆς Ἀδριανοῦ κείμενον)
20ἐπέμενε τὰς δυνάμεις συνελθεῖν, ἐπέσκηψε δὲ καὶ τὸν καίσαρα Κορράδον
μηδέν τι μελλήσαντα ἐξελθεῖν.394

Isaac2,pt2

394

Ὁ δὲ δυσχεραίνων προδήλως πρὸς ἣν εὕρατο ἐκ βασιλέως φιλοφρο‐ σύνην ὡς τῷ ἑαυτοῦ γένει ἀπᾴδουσαν καὶ τῷ βασιλείῳ κήδει ἀσύμφω‐ νον, ὁρῶν δὲ καὶ τὰς ὑπερηφάνους ἐλπίδας καταληγούσας ἐς μόνον τὸ μὴ τοῖς πολλοῖς ὁμόχρωμον ὑπόδημα τοῦ ποδὸς (τὸ τῶν καισάρων
5λέγω παράσημον), καὶ ἄλλως δὲ σταυροφορήσας οἴκοθεν καὶ τὴν ἐς Παλαιστίνην ὁδεῦσαι πάλαι προθέμενος, ἤδη κατασχεθεῖσαν ὑπὸ τῶν κατὰ τὴν Αἴγυπτον Σαρακηνῶν, καὶ πάρεργον ὁδοῦ τὴν μετὰ τῆς ἀδελ‐ φῆς τοῦ βασιλέως ἐπιτελέσας συνάφειαν, κατένευσε μὲν συνεξιέναι τῷ βασιλεῖ καὶ συνδιαθέσθαι τὸν προκείμενον πόλεμον, ὡς δ’ ἀντέκρουσε τὸ
10βεβουλεῦσθαι θεὸν κακοτυχεῖν Ῥωμαίους ὑπὸ Μυσῶν, ἐπ’ ἄλλοις τρέπει τὸν νοῦν. Νῆα γὰρ ἐξαρτύσας εὐπαγῆ τε καὶ νεογόμφωτον τὸν πλοῦν ἐς Πα‐ λαιστίνην ἔθετο καὶ τῇ Τύρῳ προσορμίσας καὶ παρὰ τῶν ἐκεῖσε ὁμο‐ γενῶν ὡς οἷά τις κρείττων ὁραθεὶς καὶ προσδεχθεὶς δύναμις τοῖς Σαρα‐
15κηνοῖς ἀντεφέρετο, Ἰόππην ἐπανασωσάμενος, ἣ νῦν Ἄκε λέγεται, καὶ ἑτέρας πόλεις τοῖς ὁμοφύλοις. ἀλλὰ γὰρ ὅτι καὶ τὰ ἐκεῖ πάσχειν κακῶς ἀφώριστο, ἄλλοι τε καλοὶ καὶ γενναῖοι ἀπώλοντο στρατηγοὶ τὴν κατὰ Χριστὸν ἑκόντως καὶ οἰκείοις ὀψωνίοις πορείαν στειλάμενοι, καὶ αὐτὸς δὲ ἀναιρεῖται ὑπὸ Χασισίου μικρόν τι ἐπιβιοὺς καὶ ὅσον πεῖραν τῆς αὐτοῦ
20ἀνδρείας τε καὶ φρονήσεως δοῦναι τοῖς Ἀγαρηνοῖς καὶ θαυμασθῆναι. Γένος δέ εἰσιν οἱ Χασίσιοι τοσαύτην λεγόμενον τηρεῖν τῷ ἄρχοντι σφῶν συστολὴν καὶ τῶν ἐντελλομένων πλήρωσιν, ὡς καὶ κατὰ κρημνῶν
ὠθεῖν ἑαυτοὺς ἐκείνου ἐπ’ ὀφρύσι μόνον νεύσαντος καὶ χορεύειν κατὰ395

Isaac2,pt2

395

ξιφῶν καὶ ὑδάτων καθάλλεσθαι καὶ κατὰ πυρὸς ἀκοντίζεσθαι. ἀμέλει τοι καὶ πρὸς οὓς ἂν ἐθέλωσιν οἱ τῶν Χασισίων ἐξουσιάζοντες ἀποστέλλουσι τούς σφας ἀναιρήσοντας· οἱ δὲ ὡς φίλιοι προσιόντες ἤ τι τῶν καθηκόντων εἰπεῖν ἔχοντες ἢ καὶ ὡς πρέσβεις ἐξ ἐθνῶν ἥκειν πλαττόμενοι πλήττουσι
5πολλάκις παραξιφιδίῳ καὶ θανατοῦσιν ἐνίους ὡς τοῖς κυρίοις αὐτῶν δια‐ φόρους, μὴ τὸ τοῦ πράγματος ἐργῶδες ἐν νῷ βαλλόμενοι ὅλως, μηδ’ ὅτι ἐκ τοῦ δήπουθεν ἀναιρεθήσονται γοῦν αὐτοί, καὶ μὴ τὸν ἑτέρου κα‐ ταπραξάμενοι θάνατον. Ἀλλ’ ὁ μὲν βασιλεὺς περὶ δισχιλίους ἐπιλέκτους ἀποκρίνας καὶ τού‐
10τοις ὅπλα καὶ ἵππους ὠκύποδας διαδοὺς ὥρμησεν ἐκ τοῦ Ταυροκώμου πρὸς τὸ πολέμιον, τὴν δ’ ἀποσκευὴν πᾶσαν καὶ τὸν ὑπηρετικὸν ὄχλον ἐς Ἀδριανούπολιν ἱκέσθαι διετετάχει· οἱ δὲ ἠγγέλλοντο παρὰ τῶν ὀπτήρων τὰ περὶ τὸν Λαρδέαν λεγόμενα κατατρέχειν καὶ πλείστους μὲν ἀπεκτονέναι, οὐκ ἐλάττους δὲ συνειληφέναι, καὶ ὡς ἐπαναζευγνύειν
15ἐγνώκασι πολλῶν ἐμπεπλησμένοι ὠφελειῶν. Ἐννύχιος τοίνυν ὑπὸ σάλπιγγι τὸν ἵππον ἀναβὰς ἐπορεύετο καὶ κα‐ τὰ τόπον Βαστέρνας λεγόμενον ἀφιγμένος διανέπαυεν ἐκεῖσε τὴν στρα‐ τιάν, μὴ ἐπιφαινομένων τῶν πολεμίων. Μετὰ δὲ τρεῖς ἡμέρας ἐκεῖθεν ἀπάρας τῆς εὐθὺ τῆς Βερόης ἐπορθρευ‐
20σάμενος ἥπτετο. ἀλλ’ οὔπω παρασάγγας παρῆλθε τέσσαρας, καί τις εὔζωνος ἐφίσταται ἀνὴρ τὸ τῆς ἀγγελίας ἔχων ἐπὶ τοῦ προσώπου κα‐ κὸν καὶ ἔλεγε τὸ πνεῦμα συχνάκις ἀνακαλούμενος ἀγχοῦ που μετ’ αἰχμα‐
λωσίας τὸ ἀντίπαλον ὑποστρέφειν, ἀνειμένην τὰ πλεῖστα τὴν πορείαν396

Isaac2,pt2

396

κατ’ ἄμφω ποιούμενον, ὅτι τε οὐδένα ἑώρακεν ἀντίμαχον καὶ ὡς ἔμ‐ φορτον πολλῶν ληϊσμῶν. αὐτίκα γοῦν εἰς ἡγεμόνας τὸ συνὸν αὐτῷ διελὼν στράτευμα καὶ σχῆμα παρατάξεως θέμενος ὥδευεν ἐκείνην καθ’ ἣν ὁδοιπορεῖν ἐλέγετο τὸ πολέμιον.
5 Ἐπεὶ δὲ εἴδομέν τε καὶ ἐθεάθημεν (συνειπόμην γὰρ καὶ αὐτὸς βασιλεῖ ὑπογραμματεύων), οἱ μὲν Σκύθαι καὶ Βλάχοι τὴν λείαν παραδόντες τισὶν ἐξ αὐτῶν μοίραις ἐκέλευσαν τὰς ἐπιτομωτέρας ἀναλέγεσθαι τῶν ὁδῶν καὶ τὴν πορείαν ἐπιτείνειν, ἕως ἂν ἐφάψωνται τῶν ὀρειαίων· οἱ δ’ ἄλλοι συστραφέντες ἐδέχοντο εὐπετῶς τοὺς κατ’ αὐτῶν ἱππαζομένους Ῥω‐
10μαίους καὶ τὸν πάτριον αὐτοῖς καὶ ἐθάδα τρόπον μαχόμενοι ἐπιόντες ἠφίεσαν βέλεμνα καὶ δόρασι προσεπλέκοντο, μετὰ βραχὺ δ’ αὖ μεταβα‐ λόντες τὴν ὁρμὴν εἰς φυγὴν καὶ καταδιώκειν ὀπίσω αὐτῶν ὡς φυγάδων τὸ ἀνθιστάμενον ἐρεθίζοντες, αὖθις ὡς οὐδὲ πτηνὰ τὸν ἀέρα τέμνοντα τὰ νῶτα εἰς τὴν τῶν ὄψεων μεταθέμενοι χώραν ἐνώπιοι τοῖς ἐπιοῦσιν
15ἐμάχοντο καὶ πολλῷ γενναιότερον συνεπλέκοντο. καὶ τοῦτο πολλάκις πεποιηκότες, ὡς ἤδη τῶν Ῥωμαίων ἦσαν ἐπικρατέστεροι, οὐκέτ’ ἐμέμνηντο τῶν ἑλίξεων, ἀλλὰ τὰ ξίφη γυμνώσαντες καί τινα βοὴν κατα‐ πληκτικωτάτην ἐκρήξαντες μικροῦ καὶ ἐννοήματος τάχιον Ῥωμαίοις ἐνέπεσον καὶ τὸν μαχόμενον ὁμοίως καὶ τὸν δειλαινόμενον καταλαμβάνον‐
20τες ἐξεθέριζον. Καὶ τάχ’ ἂν τὴν τότε ἡμέραν οἱ Σκύθαι μέγα κλέος ἀράμενοι ἐνε‐ καυχήσαντο καθ’ ἡμῶν καὶ λαῷ ἄφρονι ὄνειδος παρεδόθημεν, εἰ μὴ αὐτὸς ἐπεβοήθησε βασιλεὺς ἔτι τὴν περὶ αὐτὸν ἔχων ἀκραιφνῆ φάλαγγα, αἵ τε σάλπιγγες ἐπίτορον ἀλαλάξασαι καὶ αἱ χαλκόστομοι κώδωνες
25διηχήσασαι τά τε τῶν δρακόντων ὀφθέντα εἰκάσματα, ἃ ἐπὶ δοράτων ᾐώρηνται περισοβούμενα πνεύμασι, τοὺς πολεμίους κατέπληξαν φαντα‐
σίαν παρασχόντα μείζονος στρατιᾶς.397

Isaac2,pt2

397

Τότε μὲν οὖν ὁ βασιλεὺς βραχύ τι τῆς αἰχμαλωσίας ὡς ἐκ στόματος θηρῶν ἀφαρπάσας κατέλαβε τὴν Ἀδριανούπολιν ἣν βαδίζειν προύθετο παρεικώς· τῶν δὲ βαρβάρων οὐκ ἠρεμούντων, ἣν παρῆκε τρέχειν αὖθις προείλετο. καὶ δὴ γενόμενος κατὰ Βερόην τὰς τῶν Μυσῶν καὶ
5Σκυθῶν ἀνέστελλεν ἐκδρομὰς καὶ δι’ ἀνδρῶν μὲν ἠκριβωκότων τὸ στρατηγεῖν, καὶ δι’ ἑαυτοῦ δὲ οὐχ ἥκιστα. οἱ δὲ καίπερ ὑφορώμενοι Ῥω‐ μαίους καὶ βασιλέως παρόντος ἐπιστρεφόμενοι, ὅμως αὖ πάλιν ἐπετίθεντο λεληθότως, ὧδέ πῃ ἐμβάλλοντες ὡς πολεμησείοντες καὶ καραδοκεῖν ὡς ἐπιόντας αὐτοὺς παρεχόμενοι, ἄλλοθι δὲ μεταβαίνοντες καὶ ἀεί τι δρῶντες
10ἐπιτυχές. ἦν δ’ ὅτε καὶ βασιλεὺς μὲν ὡς Ἀγαθόπολιν ἤλαυνεν ἐπισχήσων τοὺς βαρβάρους τῶν ἐπελεύσεων, αὐτοὶ δὲ τὰς κώμας ἔκειρον, αἳ ἦσαν ἄγχιστα τῆς Φιλιππουπόλεως. κἀκείνου πρὸς τὸ πάσχον ἐπιόντος, ἐκεῖνοι αὖθις ἐπήλαυνον ἐξ ὧν ὁ βασιλεὺς ἀπανίστατο. ταῦτα δ’ ἐποίει ἅτερος τῶν ἀδελφῶν ὁ Ἀσάν, ἀγχίνους ὢν διαφερόντως κἀν τοῖς ἀπό‐
15ροις ἐπινοῆσαι τὰ ξύμφορα ἱκανώτατος. Ἐγνώκει οὖν ὁ βασιλεὺς καὶ πάλιν εἰς τὴν Ζαγορὰν εἰσελθεῖν καὶ ὡς οἷόν τε πειράσασθαι παραστήσασθαι τοὺς Μυσούς. καὶ δὴ ἐξάρας ἀπὸ Φιλιππουπόλεως εἰς Τριάδιτζαν παραγίνεται· ἐκεῖθεν γὰρ ἠκηκόει μὴ δυσπορεύτους εἶναι κατὰ πολὺ τὰς εἰς τὸν Αἷμον τροχιάς, ἀλλ’ ἔσθ’ ὅπῃ
20καὶ εἰς εὐθείας ἀνοίγεσθαι καὶ ὕδωρ εἶναι εἰς ἄντλημα ἱκανώτατον καὶ χιλὸν τοῖς ὑποζυγίοις ἐνόδιον, εἰ κατὰ καιρὸν ἐκεῖ τις πορεύοιτο. ὡς δ’ εἰς χειμέριον τροπὴν παρεγκλίνας ἤλαυνεν ἥλιος καὶ ποταμοὶ μὲν ὑπὸ ψύχους ἐπήσσοντο καὶ ἄλλως βορείου καὶ ψυχροῦ τοῦ ἐκεῖσε κλίμα‐ τος ὄντος, χιὼν δὲ πλείστη κατενεχθεῖσα τὸ τῆς γῆς ἠφάνισε πρόσωπον,
25οὐ μόνον πλήσασα φάραγγας, ἀλλὰ καὶ θύρας οἰκημάτων ἐπιζυγώσασα, ὑπερέθετο τὸ ἔργον εἰς ἀνάφανσιν ἔαρος καὶ τὴν μὲν στρατιὰν αὐλίζεσθαι διαφῆκε κατὰ τὴν ἐκεῖθι ἐπαρχίαν, αὐτὸς δ’ εὔζωνος τὴν βασιλίδα κατα‐
λαβὼν διεχεῖτο ἵππων ἁμίλλαις καὶ θεωρείοις ἐγάννυτο.398

Isaac2,pt2

398

Ἅμα δ’ ἦρι φανέντι ἔξεισι καὶ πάλιν καὶ μέτεισι τοὺς Μυσούς. ὅλους οὖν μῆνας τρεῖς ἐξηνυκὼς καὶ περὶ τὴν τοῦ φρουρίου κατάσχεσιν, ὃ Λο‐ βιτζὸς ἐπικέκληται, πλεῖστα πεπονηκὼς ἀτελὲς τὸ ἐγχείρημα καὶ πάλιν ἀπολιπὼν ἐκεῖθεν μεθίσταται καὶ τὴν βασιλίδα τῶν πόλεων εἴσεισιν· αἱ
5γὰρ τῆς Προποντίδος χάριτες καὶ τὰ ἐπιτερπῆ κατ’ αὐτὴν σκηνώματα τά τε κυνηγέσια καὶ ἱππάσια, ἁλυσιδοῦντα οἷον τὸν Ἰσαάκιον, οὐκ εἴων ἐπὶ μακρὸν θυραυλεῖν, ἀλλ’ ὡς ῥιψάσπιδα γινόμενον ἔπειθον αὐτομολεῖν ἐς αὐτά. Τότε δὲ καὶ τὴν τοῦ Ἀσὰν γυναῖκα κατέσχεν ὁ βασιλεὺς καὶ τῶν
10ἀδελφῶν αὐτοῦ θάτερον τὸν Ἰωάννην εἰς ὅμηρον εἴληφεν. ἀλλὰ καὶ οὕτως ἐπὶ τὰ χείρω τὰ πράγματα προύβαινε. Κατὰ δὲ τὸν καιρὸν τοῦτον τυραννίδι ἐπικεχείρηκεν ὁ Φιλαδελφεὺς Θεόδωρος ὁ Μαγκαφᾶς. καὶ τὰ μὲν πρῶτα τὸ τῆς πόλεως ταύτης ἀγε‐ λαῖον, πολυανδρούμενον ὂν θρασύ τε καὶ ἀναιδές, ἑαυτῷ προσῳκείωσε
15καὶ ὅρκοις τὴν εἰς αὐτὸν πίστιν κατενεπέδωσεν· ὁδῷ δὲ προϊὼν καὶ βασι‐ λείας ἑαυτῷ περιέθηκεν ὄνομα τοὺς Λυδοὺς πάντας εἰς ἀποστασίαν ἐπισπασάμενος· ἔπειτα δὲ καὶ τῶν προσοίκων ἀποπειρᾶται χωρῶν καὶ ἀργύρεον κέκοφε νόμισμα τὴν οἰκείαν ἐγχαράξας ἐν αὐτῷ στήλην. ὡς δὲ προύκοπτε τὰ τῆς ἀποστασίας καὶ ὁ ἐπὶ τοῖς δρωμένοις πρότερον
20γέλως εἰς πληγὴν γενναίαν μεθίστατο πρὸς ἧπαρ χωροῦσαν τοῦ βασι‐ λέως, μὴ μέλλειν οὗτος ἐγνώκει, ἀλλὰ κατ’ αὐτοῦ τὰ ὅπλα διφᾶν. καὶ δὴ κατὰ τὴν Φιλαδέλφειαν γεγονὼς ἔμφρουρον αὐτῇ τὸν Μαγκαφᾶν ἀπειργάσατο, ὃς καὶ τὴν τοῦ Μωροθεοδώρου προσωνυμίαν ἐκτήσατο, τῶν κατὰ σκοπὸν ἐκείνῳ διαπεσόντων ἐσέπειτα. καὶ ἱκανὸν χρόνον τῇ
25πολιορκίᾳ ἐγκαρτερήσας οὐκ ἴσχυσε τοὺς Φιλαδελφεῖς παραστήσασθαι· ὅθεν πρὸς ὁμολογίας καὶ συμβάσεις ἐτράπετο, ὥστε τὸν μὲν Θεόδωρον τὰ τῆς βασιλείας ἀποθέσθαι παράσημα καὶ καθ’ ἑαυτὸν ὡς πρότερον πο‐
λιτεύεσθαι, τὸ δὲ τῆς πόλεως ἐκείνης πλήρωμα βασιλεύεσθαι πάλιν ὑφ’399

Isaac2,pt2

399

οὗ καὶ πρώην ἐβασιλεύετο. καὶ ὅμηρα ἐκεῖθεν δεξάμενος ὧν ᾑρεῖτο τοὺς παῖδας ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν. οὐκ ὀλίγοι δὲ κἀν τῇ ἐπανα‐ στάσει ταύτῃ ἀγαθοὶ καὶ γενναῖοι ἄνδρες ἀπώλοντο. Μετ’ οὐ πολὺ δὲ ὁ Βατάτζης Βασίλειος, γένους μὲν ἀσήμου βλα‐
5στῶν, διὰ δὲ τὸ εἰς γυναῖκά οἱ γαμετὴν συναφθῆναι τὴν τοῦ βασι‐ λέως πρὸς πατρὸς ἐξανεψιὰν δομέστικος τῆς ἀνατολῆς τιμηθεὶς καὶ τὴν δουκικὴν ἀρχὴν τῶν Θρᾳκησίων ἀναζωσάμενος, χρήμασιν ὑπέφθειρε πλείστους τῶν τοῦ Μαγκαφᾶ ὀμοτῶν· καὶ αὐτὸν μὲν οὐκ ἔσχε συλλα‐ βεῖν καὶ δεσμοῖς περιβαλεῖν, τῆς δὲ πόλεως Φιλαδελφείας φυγαδεύσας
10ἔδοξε καὶ οὕτως μέγα τι κατωρθωκέναι καὶ ἀσπάσιον ἔργον τῷ βασιλεῖ. Ἀλλ’ οὗτος τῷ τοῦ Ἰκονίου σουλτὰν προσρυείς, ᾧ ἡ κλῆσις Καϊχο‐ σρόης, συμμαχικὸν μὲν αἰτήσας κατὰ Ῥωμαίων οὐκ ἔλαβεν, ἐνεδόθη δέ οἱ προσλαμβάνεσθαι ἀνεπεγκλήτως ὁπόσοι τῶν Τούρκων κερδαλεόφρο‐ νες κἀπὶ τῷ γωρυτῷ καὶ τῷ τόξῳ τὴν πεποίθησιν ἔχοντες Ῥωμαίους
15λῃστεύουσιν. οὐκ ὀλίγην οὖν τῷ τρόπῳ τούτῳ συνηγηόχει δύναμιν καὶ ἐπιὼν τούς τε πατριώτας ἑαυτοῦ ἐς τὸν γεωργικὸν ὄχλον καὶ τῶν ζώων ἐλυμαίνετο τὰ ὑπὸ ζυγὸν καὶ τοὺς Λαοδικεῖς δὲ Φρύγας μυριαχῶς ἐκά‐ κωσεν, ὥσπερ καὶ τοὺς τῶν Χωνῶν τῶν ἐμῶν οἰκήτορας, τὰς ἅλωνας κατὰ τὸν θέρειον καιρὸν πυρπολῶν καὶ τὸ προστυχὸν ὡς πολέμιος
20χειρίστως διατιθέμενος· ἐῶ γὰρ λέγειν ὡς φιλανθρωπευομένους ἐνίοτε πρὸς τὸ Χριστώνυμον κακῶς ἔφασκε καὶ ἐπέπληττεν. ἐμβαλὼν δὲ τῇ Κα‐ ρίᾳ καὶ πολλοὺς προνομεύσας τῶν ἐκεῖ τοῖς βαρβάροις ἐκδέδωκεν εἰς ἀπαγωγήν. ἀλλὰ καὶ τὸν νεὼν τοῦ ἀρχιστρατήγου Μιχαὴλ ὁ ἀνόσιος οὗτος διαφῆκεν ἐμπρῆσαι, ἔργον μέγιστον καὶ περίπυστον ὄντα καὶ
25ὑπερβαίνοντα ἐς κάλλος καὶ τὴν εἰς μῆκος ἔκτασιν τὸ ἐν τῇ βασιλίδι πόλει
τοῦ καλλιμάρτυρος Μωκίου τέμενος.400

Isaac2,pt2

400

Ὡς δέ ποτε πρὸς τὸν σουλτὰν ἐπανέξευξε τοιούτων παρανομιῶν πλήρης καὶ πύθοιτο βασιλεὺς οὐκ εἰς ἀγαθὰς ἐννοίας καὶ πράξεις τὸν Ἰκονιάρχην ἐνάγειν Καϊχοσρόην, ἄρτι πρὸς πατρὸς ἐκλελοιπότος τὸ ζῆν τὴν ἀρχὴν τοῦ Ἰκονίου δεξάμενον, πρέσβεις ἔστειλε καὶ χρήματα
5παρασχὼν τῷ σουλτὰν καταπροδοθέντα εἶχε καὶ ἀνάπεμπτον αὐτῷ γενόμενον τὸν Μαγκαφᾶν, πλήν γε δὴ μεθ’ ὁμολογίας καὶ πίστεως, μὴ ὥστε τοὐπιτίμιον αὐτῷ τῆς ἀποστασίας κείσεσθαι θάνατον ἢ μέρος πε‐ ρικοπῆναι καὶ διαλωβηθῆναι τοῦ σώματος· οὗ χάριν ἀπαθὴς ἑτέρου παντὸς ὀφθεὶς κακοῦ δεσμὰ κατακέκριτο χρόνια. τοσοῦτον δὲ τὸ ἔργον
10τόδε τοῦ σουλτὰν τοῖς λοιποῖς αὐτοῦ κασιγνήτοις, ὁπόσοι τὴν πατρῴαν ἀρχὴν συνδιείλοντο ἐκείνῳ, ἀποθύμιον ἔδοξεν, ὥστε καὶ ὅπλα ἤραντο ἂν κατ’ αὐτοῦ ὡς ἄνθρωπον ἐς αὐτὸν ἑκουσίως ἀφιγμένον συνειληφότος καὶ καταπροδόντος Ῥωμαίων βασιλεῖ ἐπὶ λήμμασιν, εἰ μὴ οὗτος εὐπρόσω‐ πον τιθεὶς τὴν ἀπόκρισιν ἐπὶ συμβιβάσεσιν ἀποστεῖλαι, οὐ μὴν κα‐
15ταπροδοῦναι διισχυρίζετο καὶ πλάνητα ὄντα ἐς τὴν πατρίδα καταγα‐ γεῖν, ὡς μηκέτι διώκοντα εἶναι καὶ διωκόμενον. καὶ ταῦτα μὲν εἶχεν οὕτως. Οὐκ ἦν δὲ λυκάβαντα παρελθεῖν μή τι ἐπενεγκόντα κοινὸν ἀποτρό‐ παιον, ὡς εἴπερ τὸ θεῖον ἐπέκλωσεν ἀνειρηνεύτους τὰς ἡμέρας τῶν καθ’
20ἡμᾶς μερόπων παραδραμεῖν· ὡς γάρ τι ἐνδεόντων πρὸς τὸ καθῆκον τῆς μαστιγώσεως τῶν ἐκ τοῦ κύκλῳ βαρβαρικοῦ μαχησμῶν, καὶ ὑπερόριον κακὸν εἰσεκώμασε Φρεδερίχος ὁ τῶν Ἀλαμανῶν ῥήξ. πρὸς γὰρ τὸν βα‐ σιλέα διαπρεσβευσάμενος Ἰσαάκιον ὡς διὰ φιλίας ᾐτεῖτο τῆς Ῥωμαίων γῆς παριέναι αὐτός τε καὶ ὅσον οἱ συνεφέποιτο στράτευμα ἐν τῷ ἀπαί‐
25ρειν εἰς Παλαιστίνην καὶ τὰ πρὸς τὸ ζῆν ὠνουμένοις αὐτοῖς χορηγεῖσθαι καὶ τὸ δοκοῦν ἐπὶ τούτοις αὐτῷ σημανεῖν δι’ οἰκείων ἀνταποστολῆς
πρέσβεων.401

Isaac2,pt2

401

Στέλλεται τοίνυν πρὸς αὐτὸν ὁ τοῦ δρόμου λογοθέτης Ἰωάννης ὁ Δούκας καὶ πίστεις δοὺς καὶ λαβὼν ὡς αὐτὸς μὲν ὁ ῥὴξ τὴν ὑπὸ Ῥω‐ μαίους ἀμαχεὶ διελεύσεται καὶ μηδέν τι δράσας ἐσεῖται κακόν, οὐ πόλιν, οὐ κώμην, οὐ φρούριον, οὐ πολίχνιον, Ῥωμαῖοι δὲ προβαλοῦσιν αὐτῷ
5τὰ ἐπιτήδεια ἄφθονα, ὡς μή τινος σπανίζειν τὴν ὑπ’ αὐτὸν στρατιάν, ἀλλ’ ἀπραγμόνως καὶ κατὰ λαιμὸν ἔχειν ὥσπερ ἐπεμβυόμενα ὅσοις ἄνθρωποι τρέφονται καὶ οἷα τοῖς ἵπποις ξυμβάλλεται, μετὰ καιρὸν ἐκεῖθεν ἐπάν‐ εισι καὶ ἀγγέλλει τὰ ξυμφωνηθέντα τῷ βασιλεῖ. καὶ βασιλεὺς τῆς ξυλλο‐ γῆς τῶν ὠνίων φροντίδα τίθησι καὶ ἦν ἐξ ἐπιτάγματος ὑπὸ τῶν ἐπαρ‐
10χεωτῶν αὐτίκα μεταφερόμενα καθ’ οὓς ἔμελλε τόπους ὁ ῥὴξ διέρχε‐ σθαι. Ὡς δὲ καὶ αὐτὸς ἐντὸς εἶναι τῶν ὁρίων ἠγγέλλετο τῶν Ῥωμαϊκῶν καὶ γράμματα πεφοιτηκότα τῷ βασιλεῖ μετ’ ἀνδρῶν κατὰ γένος λαμπρῶν καὶ ἀξίωσιν τὴν αὐτοῦ παρουσίαν ἐσήμαινον, ὁ αὐτὸς καὶ πάλιν στέλ‐
15λεται λογοθέτης εὖ διαθήσων τὴν δίοδον τοῦ ῥηγός, σὺν αὐτῷ δὲ καὶ ὁ Καντακουζηνὸς Ἀνδρόνικος. ἀλλ’ οὗτοι ἀνεπιστημοσύνῃ τῶν ὀφει‐ λόντων γενέσθαι καὶ μαλακότητι οἰκείᾳ (χρεὼν γὰρ καὶ φίλων ἡμῖν τῶν ἀνδρῶν ὄντων ὡς πρεσβυτέραν καὶ φιλτέραν τιμᾶν τὴν ἀλήθειαν) αὐ‐ τόν τε τὸν ῥῆγα κατὰ Ῥωμαίων ἐξέμηναν καὶ τὸν βασιλέα ὡς πολέμιον
20ἐκεῖνον ὑφορᾶσθαι παρέπεισαν. ὅθεν οἵ τε ὅρκοι συνεχέθησαν καὶ ἡ τῶν ζωαρκῶν ἐπιλελοίπει συγκομιδή. καὶ ἡμεῖς οἱ ταῦτα γράφοντες πλεί‐ στοις ἀνιαροῖς προσεπλάκημεν, τὴν τοῦ θέματος Φιλιππουπόλεως ὑπεζωσμένοι τηνικαῦτα καὶ ἀρχὴν καὶ ἀπογραφήν, νῦν μὲν πρὸς βασι‐ λέως ἐπιταττόμενοι ἀνακτίζειν τὸν τῆς Φιλίππου περίβολον καὶ δια‐
25ταφρεύειν καὶ οὕτω κατὰ τοὺς στενοὺς ἐκείνους καὶ κινδυνώδεις χρόνους διαπραττόμενοι, μετὰ βραχὺ δὲ διὰ γραμμάτων τὴν καθαίρεσιν ἐπιτι‐ μώμενοι, ἵνα μὴ εἴη κρησφύγετον τῷ ῥηγί. Ἀμέλει καὶ ὁ μὲν ἐκδρομὰς ποιούμενος τὰ πρὸς τὸ ζῆν ἐπορίζετο, βα‐ σιλεὺς δὲ τοὺς τοῦ ῥηγὸς πρέσβεις οὐκ εἴα ἐπανελεύσεσθαι πρὸς τὸν
30ἀποστείλαντα καὶ τὰς στενὰς τῶν παρόδων, ὡς ἐκείνῳ ἐδόκει, ἀπέκλειε402

Isaac2,pt2

402

καταβάλλων διὰ πελέκεων τὰ τῶν δένδρων ὑψιτενῆ καὶ βαθύρριζα καὶ ταῦτα ἐκκορυφῶν ὡς εἰς ἀδιεξίτητον ἀντίφραγμα τῷ ῥηγί. ἀλλὰ καὶ τὸν ἐξάδελφον ἐκείνου Μανουὴλ τὸν Καμύτζην, πρωτοστράτορα ὄντα, καὶ τὸν τῆς δύσεως δομέστικον τὸν Γίδον Ἀλέξιον παρέπεσθαί οἱ μετὰ
5στρατευμάτων ἐπέσκηψε καὶ λεληθότως ἐπιτίθεσθαι τοῖς χορτολογοῦσι καὶ τὰς τροφὰς μαστεύουσιν Ἀλαμανοῖς. τῷ δὲ ῥηγὶ οὕτως προσέ‐ στησαν τὰ ταῖς δυσχωρίαις γεγενημένα διὰ καταβολῆς τῶν δένδρων ἐπιτειχίσματα, ὥστε σὺν πόνῳ οὐδενὶ παρῆλθεν αὐτά. τὸ δὲ δὴ χα‐ ριέστερον, αὐτὸς μὲν δι’ ἄλλης ὁδοῦ ἐπορεύθη καὶ εἰσεληλύθει τὴν Φι‐
10λιππούπολιν καὶ κατ’ αὐτὴν ἐβάλετο χάρακα, Ῥωμαίους δὲ ἀντιπαρ‐ ελθὼν ἔλαθε γενόμενος ἐν τοῖς ἔμπροσθεν καὶ κατέχων ὧν εἴργετο καὶ ὧν χάριν αἱ πάροδοι ἀπεφράσσοντο. Τὴν δὲ Φιλιππούπολιν εἰσιὼν κεκενωμένην εὗρε τῶν πλειόνων καὶ ἐπιφανεστέρων αὐτῆς οἰκητόρων· εἰ γάρ τις καὶ ὑπολέλειπτο, πτωχεύων
15ἦν οὗτος καὶ τὴν οὐσίαν πᾶσαν ἐν οἷς ἐνεδέδυτο ἀριθμῶν ἢ τοῖς Ἀρμε‐ νίοις καταλεγόμενος· οὗτοι γὰρ μόνοι τῶν ἁπάντων οὐκ ἐπιδρομὴν ἐθνῶν, ἀλλὰ φίλων παρουσίαν τὴν τῶν Ἀλαμανῶν διέλευσιν ἥγηντο, ἐπειδὴ καὶ συγχρῶνται Ἀρμενίοις Ἀλαμανοὶ καὶ κατὰ τῶν αἱρέσεων τὰς πλείστας ἀλλήλοις συμφέρονται. Ἀρμενίοις γὰρ καὶ Ἀλαμανοῖς ἐπ’
20ἴσης ἡ τῶν ἁγίων εἰκόνων προσκύνησις ἀπηγόρευται καὶ τοῖς ἀζύμοις κατὰ τὰς ἱεροτελεστίας ἀμφότεροι κέχρηνται καὶ ἄλλα ἄττα ὀρθοδόξοις Χριστωνύμοις ἀπόβλητα οὗτοι σφαλλόμενοι τοῦ ὀρθοῦ τηροῦσιν ὡς ἔννομα. Πλὴν καὶ τῆς Φιλίππου γενόμενος ὁ ῥὴξ ἐγκρατὴς οὐκ ἀνῆκεν ἐπι‐
25στέλλων τῷ πρωτοστράτορι καὶ διαμηνυόμενος ὡς μάτην αὐτὸν τῆς πρόσω πορείας Ῥωμαῖοι κωλύουσι καὶ μὴ δέον ἐπέχουσιν ἐπειγόμενον·
μηδὲ γὰρ κατὰ Ῥωμαίων ἀξύμφορόν τι καὶ ἄχαρι καὶ νῦν καὶ πρότερον403

Isaac2,pt2

403

βεβουλεῦσθαι καὶ τὰ συντεθειμένα δὲ φυλάσσειν ἀπαρεγχείρητα. ὁ δὲ δῆλα τιθεὶς τῷ αὐτοκράτορι τὰ γραφόμενα καὶ τὸ ποιητέον ἐκεῖθεν ἐπι‐ ταττόμενος οὐδέποτε εἶχε τὸν βασιλέα τὰ πρὸς εἰρήνην ἀντεπιστέλλοντα, ἀλλ’ ἀρρενοῦντα μᾶλλον αὐτὸν εἰς τὴν μετὰ τοῦ ῥηγὸς συμπλοκὴν καὶ
5εἰς ἀγενὲς κατονειδίζοντα φρόνημα, ὅτι μὴ ἐς δεῦρο ἔχει πυθόμενος ἀναί‐ ρεσιν καὶ ἧτταν Ἀλαμανῶν κατὰ ἴλας ἐξιόντων εἰς σιτίων ἀνεύρεσιν καὶ κατὰ πώεα πλατέα κἀκεῖ καὶ τῇδε ἐκχεομένων μετὰ πλείστης ὅσης τῆς πεποιθήσεως. Ταῦτα δὲ γράφων ἦν ἐν τῷ δοξάζειν παρ’ ἑαυτῷ καθάπερ ἀπὸ
10τρίποδος τοῦ τότε πατριάρχου τοῦ Δοσιθέου, περὶ οὗ ἐροῦμεν τὰ εἰκότα μετὰ βραχύ, μηδέποτε προθέσθαι τὸν ῥῆγα τὴν Παλαιστίνην καταλαβεῖν, ἀλλὰ τὴν ἔφεσιν τρέφειν καὶ τὴν ὁρμὴν κατὰ τῆς βασιλί‐ δος τῶν πόλεων, καὶ μέλλειν ἐκ τοῦ δῆθεν ἀναμφιλέκτου διὰ τῆς λε‐ γομένης Ξυλοκέρκου πυλίδος τῆς πόλεως ἔνδοθι γενέσθαι καὶ δρᾶ‐
15σαι πρῶτον τὰ ἀπευκταῖα, παθεῖν δ’ ἔπειτα τὰ ἀντίρροπα τοῖς δι‐ καίοις τοῦ θεοῦ σταθμίοις. καὶ τοιαύταις φαύλαις προληφθεὶς γνώμαις αὐτήν τε τὴν Ξυλόκερκον διὰ τιτάνου καὶ ὀπτῆς πλίνθου ἀπέφραξε καὶ βέλη νεοχάλκευτα φέρων πολλάκις ἐν ταῖν χεροῖν ταῦτ’ ἔφασκεν ἀκονᾶν κατὰ καρδίας παγησόμενα τῶν Ἀλαμανῶν· δεικνύων δὲ καὶ παρά‐
20θυρον ἐν τοῖς βασιλείοις τῶν Βλαχερνῶν, δι’ ἧς ὁρατὰ ἦν τὰ ἱππήλατα πεδία τὰ ἔξωθεν τῶν ἐπάλξεων ἐν τοῖς Φιλοπατίοις καθυπτιάζοντα, ἐκ ταύτης ἔλεγε μέλλειν ἀφιέναι τὰ βέλεμνα, βάλλειν τε καὶ καταβάλλειν
τοὺς Ἀλαμανούς, ὥστε καὶ ἐν γέλωτι ἤγετο τοῖς ἀκούουσι τὰ λεγόμενα.404

Isaac2,pt2

404

Ὁ δὲ Δοσίθεος οὗτος ἦν μὲν ἐν τῇ τοῦ Στουδίου ἱερᾷ μάνδρᾳ τὴν ἄσκησιν μετιών, ἐκ Βενετίκων δ’ ἕλκειν τὸ γένος καὶ πατρὸς τοὔνομα Βιτικλίνου γενονέναι ἐλέγετο· συνήθης δὲ καταστὰς Ἰσαακίῳ πρὸ τῆς ἀρχῆς προείρηκεν αὐτῷ τὴν ἀρχήν, κἀπειδήπερ εἰλήφει πέρας τὰ τῆς
5προρρήσεως, ἤγετο δι’ ὅτι πλείστης τιμῆς παρὰ τῷ βασιλεῖ τούτῳ καὶ τὰ μεγάλα δεδύνητο. καταλύσαντος δὲ τὴν ζωὴν τοῦ τὸν θρόνον τῶν Ἱεροσολύμων τότε διέποντος Λεοντίου, ἐς τοῦτον αὐτὸς ἀναρπάζεται. Ὁποία δὲ ἡ τῶν βασιλέων ὁρμὴ καὶ ἰσχὺς οὔκουν ἀνεχομένη μὴ οὐχ, ὡς ἡ ἔφεσις αὐτοῖς ὑποβάλλει, μεταφέρειν καὶ ἀλλοιοῦν τὰ θεῖά τε
10καὶ ἀνθρώπινα πράγματα, βασιλεύσας Ἰσαάκιος τοῦ πατριαρχικοῦ θρόνου παραλύει τὸν Καματηρὸν Βασίλειον, καίτοι πρὸς τὴν ἀρχὴν τὰ μέγιστα συναράμενον· αἰτία δ’ αὐτῷ περιήφθη τῆς καθαιρέσεως, ὅτι ἃς Ἀνδρόνικος τῶν εὖ γεγονυιῶν γυναικῶν οὐχ ἑκούσας ἀπέκειρε μοναχάς, ταύταις αὐτὸς ἐνέδωκε τὸ μέλαν ἀποδύσασθαι ἄμφιον καὶ
15πρὸς τὴν προτέραν μεταβλέψαι καὶ στολὴν καὶ ζωήν. προβαλόμενος δ’ ἀντ’ αὐτοῦ πατριάρχην τὸν Μουντάνην Νικήταν, τῆς Μεγίστης Ἐκκλησίας ὄντα σακελλάριον, οὐδὲ τὸν τριγέροντα τουτονὶ τῷ θρόνῳ παρῆκεν ἐναποψῦξαι, ἀλλ’ ἀφέλειαν καταγνοὺς τοῦ ἀνδρὸς καὶ γῆρας ἐπεγκαλέσας ἀνέγκλητον καὶ ἄκοντα τοῦ θρόνου ἀπεσφενδόνησε.
20 Φροντιστικώτερον δὲ διατεθεὶς περὶ τοῦ τὸν κυβερνήσοντα τὴν ἐκκλησίαν εὑρεῖν προχειρίζεται μεγαποίμενα Λεόντιόν τινα μοναχόν,
διαβεβαιούμενος ἐπὶ βασιλικοῦ καὶ διομνύμενος βήματος ὡς οὐκ ᾔδει τὸν405

Isaac2,pt2

405

ἄνδρα πρότερον, νυκτὸς δὲ ἡ θεομήτωρ τοῦτον αὐτῷ καθυπέδειξεν, οὐ τὸ εἶδος μόνον καὶ τὴν ἀρετὴν ὑπογράψασα, ἀλλὰ καὶ τὸν τόπον διασαφήσασα, καθ’ ὃν τὴν οἴκησιν ἔλαχεν. ἀλλ’ οὔπω ἐνιαυτὸς ἐξίκετο, καὶ καταστρέφει καὶ τὸν Θεοτοκίτην τουτονὶ τοῦ πατριαρχικοῦ ὑψώ‐
5ματος ἐν οὐδενὶ θέμενος λόγῳ ὅσα ἐπὶ κοινοῦ συλλόγου διείλεκται. Ἀποσκορακισθέντος δ’ οὕτω καὶ Λεοντίου, ἔγνω δραματουργῆσαι μετάθεσιν καὶ εἰς τὴν οἰκουμενικὴν ἐπᾶραι προέδρευσιν τὸν τῶν Ἱερο‐ σολύμων Δοσίθεον. εἰδὼς δὲ τοὺς κανόνας τοῦτο μὴ συγχωροῦντας μέτεισιν ὑπούλως τὸν διέποντα τὸν θρόνον τῆς Θεουπόλεως μεγάλης
10Ἀντιοχείας Θεόδωρον τὸν Βαλσαμών, ἄνδρα ὑπὲρ τοὺς τότε πάντας ὄντα νομοτριβῆ. καὶ δὴ κατὰ μόνας αὐτῷ συγγενόμενος ὑπεκρίνετο τὸν ἀσχάλλοντα, εἰ οὕτως ἀνδρῶν φιλοθέων ἡ ἐκκλησία καὶ λογίων σπα‐ νίζεται καὶ ἡ μοναχικὴ διέρριπται καὶ ἠφάντωται ἀρετή, ὡς μὴ πρότερον εἶναι τὸν ἡμέριον τουτονὶ λαμπτῆρα τὸν ἀεικίνητον ἢ τὸν ἐπὶ τῶν
15κεροιάκων τοῦ ἱεροῦ καθιζησόμενον θρόνου καὶ ἀρίστως τὸ τῶν πιστῶν διιθυνοῦντα πλήρωμα. καὶ τοιαῦθ’ ἕτερα σχετλιαστικῶς προανα‐ βαλόμενος ἐπήγαγε πάλαι μὲν βούλεσθαι μετενεγκεῖν αὐτὸν ἐκ τῆς τῶν Ἀντιοχέων λυχνίας πρὸς τὴν οἰκουμενικὴν περιωπὴν ὡς λύχνον ταῖς τῶν νόμων τηλαυγείαις πάμφωτον, ὑποστέλλεσθαι δὲ τὴν μετάθεσιν
20ὡς πάλαι τοῖς κανόσιν ἀπαγορευθεῖσαν καὶ μὴ τοῖς ἐκκλησιαστικοῖς συνᾴδουσαν θεσμοῖς· εἰ δ’ αὐτὸς σχοίη ἂν ὡς νόμους καὶ κανόνας ἀκρι‐ βωσάμενος χώραν ἔχουσαν ἀποδεδειχέναι καθά ποτε καὶ νῦν τὴν μετά‐ θεσιν καὶ τὰς τῶν πολλῶν εἰς τοῦτο μεθαρμόσειε γνώμας, ἕρμαιον ὄντως ἡγήσεται τὸ πραχθὲν καὶ οὐκ ἀναβαλεῖται τὸ πέρας ἀνεύθυνον
25ποιοῦν τὴν προχείρισιν. καὶ ὁ μὲν βασιλεὺς οὕτω μετῆλθε τὸν Ἀντι‐
οχείας Θεόδωρον, ὁ δὲ πάντα ἐκτελῆ γενέσθαι κατέθετο.406

Isaac2,pt2

406

Σύλλογοι οὖν μετ’ ἐκείνην τὴν ἡμέραν ἀρχιερέων ἀνὰ τὰ ἀρχεῖα τὰ ἱερὰ καὶ σύνοδοι καὶ συζήτησις περὶ μεταθέσεως καὶ παρὰ πόδας ἐκ‐ χώρησις καὶ τόμος ἐπὶ βασιλικοῦ συμπληρούμενος βήματος· καὶ ὁ μὲν Ἀντιοχείας Ἀντιοχείας πάλιν ἐώμενος, ὁ δὲ Δοσίθεος ἀπὸ τοῦ τῶν
5Ἱεροσολύμων θώκου εἰς τὸν τῆς Κωνσταντινουπόλεως ἀναγόμενος· καὶ ἡ προπομπὴ ὡς λαμπροτάτη καὶ πολυανθρωποτάτη τῶν πώποτε, ὡς εἶναι καὶ θριάμβοις βασιλέων ἀμφήριστος, καὶ ἀχανεῖς ἐπὶ τοῖς ὁρω‐ μένοις οἱ φενακισθέντες ἀρχιερεῖς καὶ τοὺς κανόνας εἰκῇ κατενωτισάμενοι. Ἀμέλει τοι καὶ μὴ ἐπὶ πολὺν χρόνον ἐνεγκεῖν τὸν γέλωτα ἔχοντες
10παρασυναγωγὰς ποιοῦσι καὶ ὀχλαγώγια οἱ λογάδες τοῦ βήματος καὶ τῶν ἀρχιερέων ὁπόσον εἶχε τὴν γλῶτταν πρὸς λόγων ἰσχὺν ἐπίσημον. οὐκοῦν ἐπιβάτης ἐκκλησίας ἀλλοτρίας ἀκούει καὶ μοιχὸς ὁ Δοσίθεος καὶ ἀναλυομένην ἔσχε τὴν δευτέραν τιμὴν καὶ τοῦ θρόνου κατάγεται. Τὴν δ’ ἧτταν μὴ φέρειν ἔχων ὁ βασιλεὺς ἀναμαχόμενος ἦν καὶ
15παντοίως σπεύδων ἰσχύειν τὴν κυρωθεῖσαν μετάθεσιν. καὶ μετὰ βραχύν τινα χρόνον ἀναλύσας τὰ ἐπιγενόμενα αὖθις ἐστήριξε τὸν Δοσίθεον, ὅτε καὶ διὰ τῶν πελεκυφόρων αὐτοῦ δορυφόρων καὶ τῶν τοῦ παλατίου ἐκκρίτων προύπεμψεν αὐτὸν εἰς τὸ μέγιστον τέμενος δεδιώς, μὴ τὸ πλῆθος νεωτερίσειεν· ἦν γὰρ διὰ μίσους ἅπασιν ὡς φιλόθρονος ὁ
20Δοσίθεος καὶ τὸ τοῦ κρατοῦντος ἐπὶ μὴ καιρίοις πράγμασιν ἐνστατικόν τε καὶ φίλαυτον παμμισές. ἀλλὰ καὶ πάλιν τοῦ θρόνου ἀποδιοπομ‐ πεῖται Δοσίθεος καὶ πέπονθεν ἀτεχνῶς τὸ τῆς Αἰσωπείας κυνὸς ἧς τε διεῖπεν ἀποπεσὼν ἱερᾶς ἀρχῆς (ἕτερος γὰρ Ἱεροσολύμων κεχειροτόνητο)
καὶ τοῦ μείζονος θρόνου καθαιρεθείς. καὶ τοῦτο μὲν ἐσέπειτα, καὶ προ‐407

Isaac2,pt2

407

χειρίζεται πατριάρχης μέγας ὢν σκευοφύλαξ ὁ Ξιφιλῖνος Γεώργιος. τότε δ’, ὡς ἁπανταχῇ περιῄδετο, ἐκ Σολομωντείων βίβλων ἰνδάλματα τῶν ἐσομένων καί τινας ἐμφάσεις κατὰ τοὺς ὀνειροπομποὺς δαίμονας ἀποτρυγῶν ὁ Δοσίθεος οὐχ ὥσπερ ἀπὸ ῥινός, ἀλλ’ ἐκ τῶν ὤτων εἷλκε
5τὸν αὐτοκράτορα. Ὁ μέντοι πρωτοστράτωρ κατὰ τὰς βασιλικὰς ὑποθημοσύνας διαπραττόμενος παρεβλέπετο τὰ πρὸς αὐτὸν γραφόμενα παρὰ τοῦ ῥηγὸς καὶ ἅπας ἐγίνετο διηνεκῶς τοῦ δρᾶσαί τι κακὸν τοὺς Ἀλαμανοὺς περὶ φρυγανισμὸν ἐξιόντας. καὶ δή ποτε περὶ τοὺς δισχιλίους εὐόπλους
10τε καὶ εὐίππους ἀποκεκρικὼς ἠθέλησεν ἀγχοῦ που τῆς Φιλίππου πορευθῆναι νυκτὸς καὶ τῶν ἐκεῖθι βουνῶν ἐχομένως ὑποκαθίσαι λόχον καὶ τοῖς σιτοφόροις ἐπιθέσθαι ὄρθριος. καὶ αὐτὸς μὲν τοιαύτης εἴχετο πράξεως, τὰ δὲ σκευοφόρα καὶ τὸ ὑπουργικὸν τοῖς στρατιώταις καὶ τὸ λοιπὸν στράτευμα ἐκεῖθεν μεταβῆναι μεθ’ ἡμῶν ἐπέταξεν, ὡς εἰ
15θεόθεν ἦν ἐμπνευσθείς. οὔπω γὰρ ἦν ἡμέρα διαγελῶσα, καὶ οἱ Ἀλα‐ μανοὶ μαθόντες παρὰ τῶν ἐς τὸ φρούριον τὸν Προυσηνὸν Ἀρμενίων (ἐκεῖσε γὰρ ἡ βασιλικὴ κατεστρατοπεδεύετο στρατιὰ) ὅσα ἦν τῷ πρωτοστράτορι πρὸς βουλῆς, νύκτα τὴν αὐτὴν ἐξάραντες τῆς Φιλίππου ὑπὲρ τὰς πέντε χιλιάδας σιδήρῳ πάντες κατάφρακτοι ἐπιθέσθαι ἡμῖν
20ἠπείγοντο λαθόντες οὓς εἶχε τὸ ἡμέτερον στράτευμα ὀπτῆρας τε καὶ προφύλακας, μηδὲ τοῖς σὺν τῷ πρωτοστράτορι ἐπιλέκτοις συνηντη‐ κότες, ἐπεὶ καὶ ὁ μὲν πρωτοστράτωρ τὰ τοῖς ὄρεσι προσεγγίζοντα μέρη ἐπεπορεύετο, ἔνθα καὶ χωρία ἦν εἰσέτι τῶν ἐπιτηδείων ἔμπλεα, καὶ τοὺς γηλόφους ὑπεδύετο κλέπτων τὸ θεαθῆναι πρὸς τοῦ θηράματος, οἱ
25δ’ Ἀλαμανοὶ πεποιθότως ἐβάδιζον τὴν διὰ λείου πεδίου ἐς τὸ Ῥω‐ μαϊκὸν στρατόπεδον φέρουσαν. ὡς δ’ οὐδένα εὕροσαν ἀντίμαχον οἱ
πολέμιοι, ἀλλὰ τὴν μὲν ἀποσκευὴν τοῦ στρατεύματος κατὰ τὴν τῆτες408

Isaac2,pt2

408

δείλην ἀπονοστήσειν ἐκεῖθεν ἐπύθοντο, ὅσον δ’ αὐτοῦ κράτιστον κατὰ τῶν ἐκ τοῦ γένους σφῶν τὰ σῖτα εἰς τὴν παρεμβολὴν μεταφερόντων ἐξωρμηκέναι, μὴ ἀναμείναντες τὴν ἀγγελίαν τοὺς ἵππους μετήνεγκαν, εὑρεθῆναι τοῖς ζητοῦσιν γλιχόμενοι.
5 Οὐκοῦν οἱ μὲν τὸν ἐκεῖθι λόφον ὑποκαταβαίνοντες, ὃς περὶ τὸ φρού‐ ριον ἐξῆρται τὸν Προυσηνόν, οἱ δ’ ἡμέτεροι ἀνιόντες προσέμιξαν ἀλλή‐ λοις ἀδόκητοι. ἐπεὶ δὲ καὶ συμπλακέντες ἐμάχοντο, οἱ μὲν Ἀλανοὶ ἐξηγούμενον αὐτῶν ἔχοντες τὸν τοῦ Ἀλεξίου Βρανᾶ υἱὸν τὸν Θεόδωρον μικροῦ ἔπεσον πάντες ὡς μόνοι καὶ πρῶτοι διαμαχεσάμενοι τοῖς Ἀλα‐
10μανοῖς, οἱ δὲ Ῥωμαῖοι ἐδραπέτευον προτροπάδην καὶ ἀκλεῶς μηδὲ καθαρῶς ἐμβλέψαι τοῖς ἐναντίοις ὑπενεγκόντες. καὶ αὐτὸς δὲ ὁ πρωτο‐ στράτωρ δι’ ἄλλης ὁδοῦ ἀνακεχωρηκὼς ἄφαντος ἦν ἐκ τοῦδε ἡμῖν εἰς τρίτην ἡμέραν, τρισάσμενος δὲ τὰς χεῖρας τῶν πολεμίων διεκφυγὼν μόλις ἀσπάσιος ἐπανέζευξεν, ὡς ἐκ μακροῦ πελάγους εἰς λιμένα κατάρας,
15ἔτι τὴν ἅλμην ἀποπτύων τοῦ μαχησμοῦ καὶ τοῖς ὠσὶ φέρων ἐναύλους τὰς ἐπὶ τῷ αὐτὸν ἁλῶναι προϊεμένας διατόρους φωνὰς τῶν Ἀλαμανῶν. πολλοὶ δὲ καὶ ἄνιπποι καὶ ἄνοπλοι ἐς τὸ στρατόπεδον ἐπανήλθοσαν, τῇ συντονίᾳ τοῦ δρόμου λακισάντων σφίσι τῶν ὀχημάτων. Τὸ δ’ ἀπὸ τοῦδε τοσοῦτον ἀπεσχοινίσμεθα ἀλλήλων Ἀλαμανοί τε
20καὶ Ῥωμαῖοι, ὡς σταδίους διεστάναι πλείους τῶν ἑξήκοντα· οἱ μὲν γὰρ ἔτι τῇ Φιλίππου προσέμενον, ἡμεῖς δὲ περὶ τὰ ἔσχατα τῆς Ἀχριδοῦ γενόμενοι ἡσυχάζομεν, ὡς σωζοίμεθα μόνον ἐπιμελόμενοι, εἴπω δέ τι καὶ ἕτερον, κείροντες τὴν ἰδίαν τὰ σῖτα εἰσεφερόμεθα. Καὶ τὰ τοιαῦτα εἰσεληλυθότα τοῦ βασιλέως ἐνώπιον ἐνδοῦναι μόγις
25τοῦ ἄγαν ἔπεισαν. καὶ ἡμεῖς δ’ ἐς αὐτὸν μετὰ βραχὺ ἀφικόμενοι καὶ κατὰ μέρος πάντα διηγησάμενοι καὶ προσθέμενοι ὥς φασιν οἱ Ἀλαμανοὶ μηδὲν ἕτερον εἶναι τὸ πεῖσαν τὸν βασιλέα Ῥωμαίων τὰ τῶν ἑσπερίων
Χριστιανῶν ὅρκια παραβλέψασθαι ἢ τὸ μετὰ τοῦ τῶν Σαρακηνῶν409

Isaac2,pt2

409

ἄρχοντος σπείσασθαι καὶ κατὰ τὸ παρ’ αὐτοῖς περὶ φιλίας κρατοῦν ἔθιμον ἀμφοτέρους σχάσαι φλέβα τὴν ἐπιστήθιον καὶ τὸ ἐκεῖθεν ἐκρυὲν αἷμα ἑκάτερον εἰς πόσιν ἀλλήλοις ἀντιπροτείνασθαι, μεταβαλεῖν ἰσχύ‐ σαμεν τῆς ἐνστάσεως.
5 Ἀμέλει τὴν ἐναντίαν τραπόμενος τῆς προτέρας ὁ βασιλεὺς προ‐ θέσεως ἐγλίχετο τῆς ἐς ἕω τοῦ ῥηγὸς περαιώσεως. ὁρῶν δὲ πάλιν αὐτὸν διὰ τὴν ἐς χειμῶνα τῆς ὥρας μετατροπὴν (ἦν γὰρ Νοέμβριος μήν, ὅτε ταῦτα ἐγίνετο) εἰς ἔαρ τὴν μετάβασιν ἀνατιθέμενον πάλιν τοῖς προτέροις ἐνέμενε καὶ ἐπιστέλλων προηγόρευε τῷ ῥηγί, βασιλεῦσιν οὐχ ἁρμο‐
10δίως, ὡς θανεῖται πρὸ τῶν πασχαλίων ἡμερῶν. Καὶ ἵνα τὰ ἐν μέσῳ παρῶ πλείω κατηγορίαν τοῦ δρῶντος καὶ λέγοντος ἤπερ ἔπαινον ἔχοντα, πείθεται μόλις διαφεῖναι τοὺς πρέσβεις ἐς τὸν ῥῆγα ἐπανελθεῖν. αὐτὸς δὲ τούτους ἰδὼν καὶ μαθὼν ὡς οὔτε καθέδρας ὁ βασιλεὺς αὐτοῖς μετέδωκεν, ἀλλὰ δουλοπρεπῶς ἐπ’ ἴσης
15Ῥωμαίοις αὐτῷ παρειστήκεισαν ὀπτανόμενοι, οὔτε τινὸς ἑτέρου ἐξ‐ αιρέτως ἠξίωσεν ἀγαθοῦ ἐπισκόπους τε ὄντας καὶ αὐτῷ προσγενεῖς, ἠγανάκτει καὶ δῆλος ἦν ἐπὶ τῷ γεγονότι τῷδε διαπριόμενος. ὡς δὲ καὶ πρέσβεις ἡμέτεροι παρ’ ἐκεῖνον ἀφίκοντο, ἑαυτῷ συμπαρέδρους πεποί‐ ηκεν αὐτούς τε καὶ τοὺς ὑπηρετουμένους αὐτοῖς μηδὲ τοὺς ὀψοποιοὺς
20καὶ ἱπποκόμους καὶ μάττοντας παρίστασθαι ἀφεικώς. μὴ εἶναι δὲ λεγόντων ἐκείνων εἰκὸς βασιλεῖ μεγίστῳ συνθακεύειν ὑπηρέτας (ἀρκετὸν γὰρ ὅτι καὶ οἱ κύριοι αὐτῶν συνεδρεύουσιν), οὐ καθυφῆκέ τι μικρὸν τοῦ σκοποῦ, ἀλλὰ καὶ μὴ ἑκόντας τοῖς δεσπόταις αὐτοὺς συγκατέκλινεν, ἐν οἷς ἔπραττε Ῥωμαίους καταμωκώμενος καὶ δεικνὺς μὴ ἀρετῆς καὶ γένους
25παρ’ αὐτοῖς εἶναι διαστολήν, ἀλλ’ ὡς ἐς συφεὸν οἱ συφορβοὶ τὰς ὗς ἁπαξαπάσας εἰσελῶσιν μὴ διιστῶντες τὰς πίονας καὶ πλειόνως δια‐ χέειν ἐχούσας τὸ ἀποδίδοσθαι, οὕτω καὶ Ῥωμαῖοι παραστατοῦντας
ἔχουσιν ἅπαντας.410

Isaac2,pt2

410

Οὐ πολλοῦ δὲ διαγενομένου καιροῦ ἠνάγκασεν αὐτὸν ἡ τῶν ἐπι‐ τηδείων ὑποσπάνισις μερίσαι τὸ στράτευμα. οὐκοῦν αὐτὸς μὲν ἄπει‐ σιν εἰς Ὀρεστιάδα, κατὰ δὲ τὴν Φιλιππούπολιν εἴασε τὸν ἑαυτοῦ υἱὸν καὶ τοὺς ἐπισκόπους μεθ’ ἱκανοῦ στρατεύματος εἰπὼν ὡς „ἀνα‐
5παύσασθαι χρεὼν ὑμᾶς ἐνταυθοῖ, ἄχρι δὴ τὰς παρειμένας κνήμας καὶ τὰ παραλελυμένα γόνατα ἐκ τοῦ παρίστασθαι τῷ βασιλεῖ Γραικῶν ἀναρρωσθείητε.“ Ἐπεὶ δ’ ὁ χειμὼν παρῆλθε καὶ τὰ ἄνθη ἔδωκεν ὀσμήν, ἀνανεοῦνται τοὺς ὅρκους ὅ τε βασιλεὺς καὶ ὁ ῥήξ, καὶ τοῦ μὲν ὀμωμόκεσαν οἱ τοπάρχαι
10καὶ μεγιστᾶνες παρελεύσεσθαι τὸν ῥῆγα διὰ τῆς Ῥωμαϊκῆς γῆς, καὶ μὴ δι’ ἀγρῶν ἢ ἀμπελώνων διελεύσεσθαι, ὁδῷ δὲ βασιλέως πορεύσεσθαι, οὐδ’ ἐκκλινεῖν δεξιὰ ἢ ἀριστερά, ἕως τὰ τῶν Ῥωμαίων παρελεύσεται ὅρια, βασιλεὺς δὲ δέδωκεν ὁμήρους τινὰς τῶν ἐξ αἵματος. ὡρκώθησαν δὲ καὶ ἔνδον τοῦ Μεγίστου Νεὼ ἀπὸ τῶν ἀγοραίων καὶ τῆς βασιλείου
15αὐλῆς πεντακόσιοι ὡς ὁ βασιλεὺς ἀπαραβάτους τὰς συνθήκας φυλάξει καὶ χορηγήσει τοῖς Ἀλαμανοῖς ἡγεμόνας ὁδοῦ καὶ ἐφόδια. Τότε καὶ τῶν κριτῶν τοῦ βήλου τινὲς εἰς τὸν ῥῆγα κατὰ λόγον ὁμήρων στελλόμενοι οὐχ ὑπήκουσαν καὶ μὴ ἔχοντες ἀντιπίπτειν βασιλεῖ καὶ καθῆσθαι οἴκαδε ἀδεῶς γωνίαις ἀλλοτρίων δόμων ἑαυτοὺς ἐνετύμ‐
20βευσαν μέχρι τῆς ἐς ἕω τοῦ ῥηγὸς διαβάσεως. βασιλεὺς δὲ χολωθεὶς ἀντὶ μὲν τῶν κριτῶν τοῦ βήλου ταβελλίονας ἀπέσταλκεν ὄψιδας, τὰς δὲ τῶν μὴ πεισθέντων κτήσεις τε καὶ οἰκήσεις οἷς ᾑρεῖτο παρέσχετο καὶ δικαστὰς ἑτέρους προυβάλετο. ὕστερον δὲ μὴ ἀπείθειαν, ἀλλὰ δειλίαν εἶναι οὐκ ἄλογον ἐπιγνοὺς τὸ πραχθὲν τῶν τε κτήσεων κυρίους αὖθις
25πεποίηκε καὶ τῶν προτέρων ἠξιώκει δικαστικῶν ἐπιτιμιῶν. τῶν δὲ συμφωνιῶν πεπερασμένων, βασιλεὺς μὲν τῷ ῥηγὶ ἀργυρέων νομισμά‐
των στέλλει κεντηνάρια τέσσαρα καὶ περιφανῆ νήματα χρυσοϋφῆ411

Isaac2,pt2

411

κἀκεῖνος ἄλλοις ἀντιδεξιοῦται τοῦτον δωρήμασι. κἀντεῦθεν πλοίων πλείστων ἱππαγωγῶν ἀπενεχθέντων εἰς Καλλιούπολιν, ἐπεὶ καὶ τοῦτο ἀλλήλοις συνέδοξεν ὥστε διαπλωΐσεσι διτταῖς μετὰ τοῦ παντὸς αὐτὸν διαπεραιωθῆναι στρατεύματος (ἐδεδίει γὰρ μὴ παρασπονδήσαντες
5Ῥωμαῖοι τοῖς κατὰ βραχεῖς διαπερῶσιν εἰς τὴν ἀντιπέραν ἐπίθωνται), οὕτως οὐχ ἡμέραις πλείοσι τῶν τεττάρων κατὰ τὴν ἕω γίνεται. Ὡς δ’ ἤγγισε κατὰ τὴν Φιλαδέλφειαν οὔτε παρῆλθε διὰ τῆς πόλεως, καὶ οἱ ταύτης φιλενδεικτοῦντες οἰκήτορες ἐν τῷ ἀπαίρειν τὸν ῥῆγα ἐκεῖθεν πρὸς πόλεμον μεθηρμόσθησαν καὶ μέρει τῆς στρατιᾶς κατὰ
10λῃστείαν ἐπέθεντο. ὡς δ’ οὐ προυχώρει τούτοις τὰ καταθύμια, ἀλλ’ ἀνδριᾶσι χαλκήρεσιν ἢ γίγασιν ἔγνωσαν προσεγγίζοντες, μετέθεντο τὴν ὁρμὴν εἰς τροπήν. οἱ δὲ διὰ τοῦ Ἀετοῦ λεγομένου χώρου πορευ‐ θέντες παρενέβαλον εἰς τὴν ἐν Φρυγίᾳ Λαοδίκειαν. καὶ φιλοφρονηθέντες ἐκεῖσε ἀσπασιώτατα καὶ ξεναγωγηθέντες ὡς οὐχ ἑτέρωθι καὶ πάντες
15μὲν τοῖς Λαοδικεῦσι πάντα τὰ θεόθεν ἐπηύξαντο ἀγαθά, ὁ δὲ ῥὴξ καὶ μάλιστα· ἀνατείνας γὰρ τὰς χεῖρας εἰς οὐρανὸν καὶ ἄρας ἄνω τὰ ὄμματα, τὸ δὲ γόνυ κάμψας εἰς γῆν, εἴ τι βιωφελές, εἴ τι ψυχῶν σωτήριον, ἐκ τοῦ τῶν ὅλων κηδεμόνος θεοῦ καὶ πατρὸς ἐπικαταπτῆναι τούτοις ἱκέτευσεν ἐπει‐ πών, ὡς εἰ Χριστιανοῖς τοιούτοις ἐνευθηνεῖτο ἡ τῶν Ῥωμαίων γῆ καὶ εὐ‐
20γνωμόνως οὕτω τοὺς τοῦ Χριστοῦ ὁπλίτας καθυπεδέχοντο, κἀκεῖνοι τὸν ἐπιφερόμενον πλοῦτον σφίσιν ἀγαπητῶς ἐδηδόκεισαν ἄν, τὰ ἐπιτήδεια μετ’ εἰρήνης παρέχοντες, καὶ αὐτοὶ τὰ ὅρια Ῥωμαίων πάλαι παρ‐ ήλθοσαν ἀγεύστους Χριστιανῶν αἵματος καὶ ὑπνούσας ἐπὶ κουλεῶν τὰς λόγχας φέροντες.
25 Ἁψάμενοι δὲ τῆς ἄνω πορείας οὐδὲ τοὺς Τούρκους εὕρισκον ἠπίως αὐτοῖς προσφερομένους, ἀλλὰ καὶ οὗτοι τὴν ἐνώπιον μάχην ἐκκλίνοντες ἐλῄστευον, ὅπη ποτὲ ἴσχυον, καίτοι Ῥωμαίοις ἐπ’ ἴσης συνθέμενοι διὰ τῆς χώρας σφῶν τούτους ἀμαχητὶ παρελθεῖν καὶ πάντα χορηγήσειν, ὁπόσων οἱ παροδεύοντες χρῄζουσι. καὶ ἦν ἂν οὐ πρὸς κακοῦ καὶ
30αὐτοῖς, εἰ τὰς συνθήκας ἐτήρησαν· νῦν δ’ ἐλπίσι κεναῖς κουφιζόμενοι412

Isaac2,pt2

412

πρὸς προῦπτον ἠρρενώθησαν πόλεμον. τῷ τοι καὶ περὶ τὸ κάστρον τὸ Φιλομίλιον συγκεκροτηκὼς πόλεμον ὁ ῥὴξ μετὰ τῶν παίδων τοῦ Ἰκονιέως σουλτάν, οἵτινες αὐτὸν τοῦ ἄρχειν καὶ βασιλεύειν παρέλυσαν καὶ τοῦ Ἰκονίου ἀπεώσαντο τὴν προτέραν πατρικὴν εὐκληρίαν εἰς
5γῆρας μεταθέμενοι δύσδαιμον, αὐτούς τε ῥᾷστα ἐτρέψατο καὶ τὸ Φιλο‐ μίλιον πολιορκήσας ἐνέπρησεν. Ἀλλὰ καὶ κατὰ τὸ λεγόμενον Γιγκλάριον αὐτοῖς συμβαλὼν τὸ κράτος ἤρατο, ὅτε καὶ οἱ μὲν Τοῦρκοι τὰς τῶν παρόδων προκατειλη‐ φότες στενὰς ἐτήρουν τὴν τῶν Ἀλαμανῶν ἐκεῖθι ἄφιξιν, ὁ δὲ ῥὴξ τὸ
10τῶν ὑπεναντίων σκέμμα συνεὶς ἐπὶ τόπου κατεστρατοπέδευσε πεδινοῦ, νυκτὸς δὲ εἰς δύο μοίρας τὸ οἰκεῖον στρατόπεδον διελὼν ὃ μὲν ταῖς σκηναῖς προσμένειν ἀπέταξε, τὸ δὲ λοιπὸν ἅμα ὑποφαινομένῃ τῇ ἕω εἰς ἀπόδρασιν ἐπέταξεν ἐνσκευάζεσθαι ἄλλης ἁπτόμενον ὁδοῦ. οἱ τοίνυν Πέρσαι τὸν δόλον ἔργον ἀληθὲς εἶναι ὑποτοπάσαντες ἀπανίσταν‐
15ται μὲν περιχαρῶς τῶν δυσχωριῶν, κατὰ δὲ τὸ πεδίον γενόμενοι τὸν χάρακα εἰσέδυσαν τῶν Ἀλαμανῶν ἀφροντιστοῦντες ἅμα καὶ χαίροντες ὡς προκειμένῳ ἑρμαίῳ τοῖς ἐν αὐτῷ ἐντευξόμενοι πολλοῖς οὖσι καὶ ἀγαθοῖς, ἐπεὶ καὶ φιλοκερδὴς ἅπας βάρβαρος καὶ τὰ πλείω ἢ τὰ πάντα πράττων ἐστὶ καὶ φθεγγόμενος πρὸς ἀργύριον. ὡς δὲ οἵ τε φεύγοντες
20ἐπανέλυσαν καὶ οἱ ἐν ταῖς σκηναῖς εὐθαρσῶς ὑπηντίαζον, περιειλούμενοι οἱ Πέρσαι τὴν πρὸς θάνατον ἤγοντο. Οὐ μόνον οὖν ἐκ τῶν δυοῖν τούτων πολέμων φοβερὸς ὁ ῥὴξ ἐγεγόνει καὶ παρὰ τοῖς ἑῴοις ἔθνεσι διαβόητος, ἀλλ’ ὅτι καὶ κατ’ αὐτὸ τὸ Ἰκόνιον τοῖς αὐτοῖς τοὺς Τούρκους περιέβαλε δυσπραγήμασιν. αὐτὸς μὲν γὰρ
25ὁ σουλτὰν εἰς τὰ Τάξαρα δραπετεύσας ἀπελογεῖτο μηδὲν εἰδέναι ὧν οἱ υἱεῖς αὐτοῦ διεπράξαντο, ὅτι καὶ τῆς ἀρχῆς ὑφ’ ἑνὸς αὐτῶν τοῦ Κοτ‐
πατίνου ἀπεσκοράκισται. οἱ δὲ Τοῦρκοι τὰ τῶν κήπων ὑπεισδύντες413

Isaac2,pt2

413

ταφρεύματά τε καὶ τὰς διώρυχας, αἱ συνεχεῖς εἰσι περὶ τὸ Ἰκόνιον, καὶ τοὺς διὰ λίθων περιβόλους ὡς ἕρκος περιβαλόμενοι ἐκ τούτων ᾤοντο ἐπισχήσειν τὴν ἐς Ἰκόνιον πάροδον τῶν Ἀλαμανῶν, οἷα τοξόται πάντες κράτιστοι περὶ ἕνα χῶρον συνηλισμένοι καὶ πρὸς ἱππεῖς ὁπλο‐
5φόρους ἐν δυσχωρίαις κοῦφοι διαμιλλώμενοι. ἀλλ’ εἰς κενὸν καὶ τοῦτο αὐτοῖς τὸ διαβούλιον ἔσχασεν. οἱ γὰρ Ἀλαμανοὶ θεασάμενοι τοὺς Τούρκους τὰς τῶν κήπων ὑπεισιόντας αἱμασιὰς καὶ ὡς ἀφ’ ὁρμητηρίου τινὸς ἐκεῖθεν τοξεύοντας τάδε ἐποίουν· ἐπὶ τὸ οἰκεῖον ὄχημα τῶν ἱππέων ἕκαστος πεζὸν ἐπανέλαβεν ὁπλίτην καὶ τούτους ὡς διὰ βαθμίδων τῶν
10ἵππων ἄνωθεν τῶν περιβόλων θέμενοι, ἔνθα οἱ Τοῦρκοι συνεσπειράθησαν, διαφῆκαν ἐνθένδε σφίσι συμπλέκεσθαι, ἐπεβοήθουν δὲ καὶ αὐτοὶ ἐν οἷς ἐξῆν διιππάζεσθαι. καὶ κακοὶ καὶ τότε κακῶς οἱ πλείους ἀπώλοντο, οἱ δὲ καὶ διασπαρέντες ἐσώθησαν. ἵνα δὲ καὶ ταῖς ἀπὸ τῶν ἐχθρῶν μαρτυ‐ ρίαις τὸ πλῆθος πιστωσώμεθα τῶν πεσόντων, ἔφασκέ τις Ἰσμαηλίτης,
15ὃς τῷ πολέμῳ τούτῳ παρατετυχήκει, τῷ βασιλεῖ προσρυεὶς καὶ τὴν οἰκείαν εἰς ὅρκον παραλαμβάνων θρησκείαν, διακοσίους ἀργυρέους καταβαλέσθαι στατῆρας εἰς ἐκκόμισιν τῶν νεκρῶν, οἳ κατὰ τὸν κῆπον αὐτοῦ ἀπεσφάγησαν. Οἱ δ’ Ἀλαμανοὶ τὸ Ἰκόνιον κατασχόντες τούτου μὲν ἐντὸς οὐκ
20εἰσέδυσαν, κατὰ δὲ τὴν ἔξω λεγομένην πόλιν ηὐλίσαντο ἄνωθεν τῶν δωμάτων τὰς αὐλαίας πηξάμενοι. καὶ μηδὲν ἕτερον ὅτι μὴ τὰ πρὸς τὸ ζῆν ἐπιτήδεια καὶ μόνα ἐκεῖθεν ἐνσκευασάμενοι τοῦ πρόσω εἴχοντο. Κατὰ δὲ τὴν ἀνάβασιν ταύτην λέγεται Ἀλαμανόν τινα, πελώριον τὸ σῶμα, τὴν ἰσχὺν ἀπροσμάχητον, τῶν ὁμοφύλων ἐπὶ πλεῖστον
25ἀπολειφθῆναι. καὶ τὸν μὲν ἀνύειν ποσὶ τὴν ὁδὸν ἀνειμένοις ἐκ τοῦ χαλινοῦ τὸν ἵππον ἐφέλκοντα τῇ ὁδοιπορίᾳ καμόντα, τῶν δ’ ἐξ Ἰσμαὴλ
ἀθροισθῆναι περὶ αὐτὸν ὑπὲρ τοὺς πεντήκοντα, κρατίστους ἅμα πάντας414

Isaac2,pt2

414

καὶ τὰς οἰκείας τάξεις ἀπολιπόντας. οἱ μὲν οὖν ὡς ἐς κύκλωσιν αὐτὸν διειληφότες περιετόξευον, ὁ δὲ τῷ εὐρεῖ σάκει σκεπόμενος καὶ τῇ τῶν ὅπλων θαρρῶν στεγανότητι γεγηθὼς ἐπορεύετο ἀτίνακτος κατὰ πρῶνα ἢ πρόβολον τοῖς τῶν ἐναντίων βλήμασι καὶ ὢν καὶ δεικνύμενος. ὡς δ’
5ἐκείνων εἷς γενναῖόν τι δράσειν ὑπὲρ τοὺς ἄλλους ἐπαγγελλόμενος ἀπέθετο μὲν τὸ τόξον ὡς οὐκ ὀνήσιμον, τὴν δ’ ἐπιμήκη μάχαιραν ἐξ‐ ερύσας καὶ τὸν ἵππον ἐς δρόμον ἀνεὶς ἀγχωμάλως ἐπεβάλετο μάχεσθαι, αὐτὸς μὲν ὅσα καὶ ἀκρώρειαν ὄρους ἢ ἀνδριάντα χάλκεον ἔπαιε τὸν Ἀλαμανόν, ὁ δὲ τὸ ξίφος σπασάμενος παχείᾳ καὶ ἡρωϊκῇ χειρί, βριθὺ
10καὶ μέγα καὶ στιβαρόν, πλήττει τὸν ἵππον ἐπιδοχμίως περὶ τοὺς πόδας καὶ ἄμφω τοὺς ἔμπροσθεν ὡς οὐδ’ ἀγροῦ τις χόρτον ἀποδιεῖλεν. ὡς δ’ ἐπὶ γόνυ κλιθεὶς ὁ ἵππος ἔτι τὸν ἀναβάτην ἐρειδόμενον εἶχε τῇ ἐφεστρίδι, ἐκτείνας ὁ Ἀλαμανὸς τὸν βραχίονα κατὰ μέσης τῆς τοῦ Πέρσου κόρσης τὴν σπάθην κατήνεγκεν. ἡ δὲ τῇ οἰκείᾳ τε ἀντιτυπίᾳ καὶ τῇ τοῦ φέροντος
15γενναιότητι οὕτως ἀξιοθαύμαστον εἰργάσατο τὴν τομήν, ὡς τὸν μὲν πληγέντα διαιρεθῆναι διχῇ, κακῶς δὲ καὶ τὸν ἵππον ἐς τὸν νῶτον παθεῖν διαπτάντος τὴν ἀστράβην τοῦ πλήγματος, τοὺς δὲ λοιποὺς Πέρσας πρὸς τὴν τοιαύτην θέαν καταπλαγέντας μηκέτι ἀποθαρρῆσαι τὸν μεθ’ ἑνὸς πόλεμον. καὶ οἱ μὲν οὕτως, ὁ δὲ ὡς λέων τῇ οἰκείᾳ πεποιθὼς
20ῥώμῃ οὐκ ἐπέτεινε τὴν πορείαν, ἀλλὰ βάδην ὁδεύων περὶ ὀψίαν τοῖς ὁμογενέσι προσέμιξεν, ἔνθα ηὐλίσαντο. Φασὶ δὲ ὡς οἱ ἐξ Ἰσμαὴλ ὑφορώμενοι, μή πως κατὰ τὴν αὐτῶν χώραν εἴη χρονίσας ὁ ῥὴξ ὡς ἤδη καταπαλαίσας σφας, φιλοφροσύνην ἐς αὐτὸν προσποιητὴν ἐνδειξάμενοι ἔδοξάν πως αὐτὸν ἐκμειλίξασθαι·
25τὸν δὲ ὅμηρα τὰ τῶν μέγα παρ’ αὐτοῖς δυναμένων τέκνα δεξάμενον καὶ
ἡγεμόνας ὁδοῦ προσλαβόμενον πλείστους τὰ αὐτῶν ὅρια οὕτως ὑπερ‐415

Isaac2,pt2

415

βαλεῖν, ὀλίγῳ δὲ ὕστερον τῆς Ἀρμενίας ἁψάμενον οὐ βραχεῖς ἐκ τούτων δοῦναι τῷ ξίφει, τοὺς δὲ λοιποὺς ἀποπέμψαι ὀπίσω. Φιλοτίμως δὲ ὑπὸ τῶν Ἀρμενίων προσδεχθεὶς καὶ συχνὰς ἡμέρας ἐκεῖσε προσδιατρίψας ἐς τὴν Ἀντιόχου πόλιν ὥρμητο μεταχωρεῖν, μέγα
5ἀεὶ περιβαλλόμενος ὄνομα ἐπί τε συνέσει καὶ τῷ ἀκαταμαχήτῳ στρα‐ τεύματι καὶ μηδὲν ἔχων ὑπαντιάζον πολέμιον. γενόμενος δὲ κατά τινα ποταμὸν (ὢ τῶν ὑπὲρ δόξαν καὶ ἀέλπτων περιπτώσεων, ἢ μᾶλλον τῶν ἀνεφίκτων ἀνθρώποις κριμάτων θεοῦ) ταῖς τῶν ὑδάτων δίναις ἐναποπνίγεται, ἀνὴρ διὰ μνήμης ἄγεσθαι ἀγαθῆς καὶ διηνεκοῦς καὶ
10μακαρίζεσθαι δικαίως τοῦ τέλους παρὰ τοῖς εὐφρονοῦσιν ἄξιος, οὐ μόνον ὅτιπερ εὖ εἶχε τοῦ γένους καὶ πολλῶν ἐκ τριγονίας κατῆρχεν ἐθνῶν, ἀλλ’ ὅτι τῷ τοῦ Χριστοῦ πόθῳ πυρούμενος ὑπὲρ τοὺς ὁπουδήποτε τῶν τότε Χριστιανῶν αὐτοκράτορας πατρίδα καὶ χλιδὴν βασίλειον καὶ ἀνάπαυλαν καὶ τὸν οἴκοι μετὰ τῶν φιλτάτων ὄλβον καὶ τὸν ὑπερ‐
15ήφανον βίοτον παρωσάμενος εἵλετο συγκακουχεῖσθαι τοῖς κατὰ Παλαι‐ στίνην Χριστιανοῖς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ τῆς τοῦ ζωο‐ παρόχου τάφου τιμῆς, τὴν ἀλλοτρίαν τῆς οἰκείας προκρίνας, μηδ’ ὑποχαλασθεὶς τῆς ὁρμῆς τοῖς παρασάγγαις τῆς πολλῆς καὶ πάσης ἀργαλέας ὁδοῦ καὶ τοῖς ἐκ τῶν ἐθνῶν κινδύνοις, δι’ ὧν παρέρχεσθαι
20ἤμελλεν. οὐδὲ τὸ στενὸν ὕδωρ καὶ ὁ μετρητὸς ἄρτος, καὶ οὗτος ὠνητός, ἐνιαχοῦ δὲ καὶ ἐπίβουλος, ἐξέκρουσαν αὐτὸν τῆς προθέσεως, οὐδὲ τέκνων περιχύσεις καὶ περιβολαὶ μετὰ δακρύων καὶ ὕστατοι ἀσπασμοὶ τὴν αὐτοῦ ψυχὴν συγκεχύκασιν ἢ ἐξεθήλυναν· ἀλλὰ κατὰ τὸν ἀπόστολον Παῦλον μὴ ἔχων τὴν οἰκείαν ψυχὴν τιμίαν παρ’ ἑαυτῷ ἐπορεύετο μὴ μόνον
25δησόμενος, ἀλλὰ καὶ ἀποθανούμενος ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ.416

Isaac2,pt2

416

οὕτως ἀποστολικὸς ἦν τοῦ ἀνδρὸς ὁ ζῆλος καὶ θεοφιλὴς ὁ σκοπὸς καὶ τῶν ὑπερτελῶν τὸ κατόρθωμα, οἱ πρὸς τὴν ἀνάντη πολιτείαν τῆς εὐαγγελικῆς ὑψηγορίας ὅλον τὸν νοῦν ἀνατείναντες καὶ πρὸς ταύτην ἅπαντα τὸν δρόμον συντείναντες τὰ κατὰ τὸν βίον ἁπαξαπλῶς ὡς
5σκύβαλα παρεβλέψαντο. Καὶ ὁ μέν, ὡς ἐμαυτὸν πείθω, μακαριστοῦ τετύχηκε τέλους· ὁ δ’ ἐκείνου υἱὸς τὴν πατρῴαν ἀρχηγίαν δεξάμενος τὴν Ἀντιόχειαν εἰσ‐ ελήλυθεν, ἐκεῖθεν δ’ ἀφιγμένος εἰς τὴν προσωτέρω Κοίλην Συρίαν Λαο‐ δίκειαν κατεστήσατο, καθ’ ἑαυτὴν στασιάζουσαν καὶ πρὸς τοὺς ἐξ
10Ἰσμαὴλ μεταρρέπουσαν, καὶ Βηρυτὸν πόνῳ οὐδενὶ παρεστήσατο καὶ ἄλλας πλείστας Συριακὰς ὑπηγάγετο πόλεις, Λατίνοις μὲν ὑπηκόους πρότερον, τότε δὲ προσκεχωρηκυίας Σαρακηνοῖς. ἀλλὰ καὶ κατὰ τὴν Τύρον ἀφιγμένος καὶ πολιορκήσας τὸ Ἄκε, ὑπὸ Ἰσμαηλιτῶν κατεχό‐ μενον, καὶ μογήσας ἐφ’ ἱκανὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ
15αὐτὸς ἐκεῖσε τὴν ζωὴν καταλέλυκε. τὸ δὲ περιλειφθὲν τοῦ στρατεύματος οὐκέτι διὰ τῆς ἠπείρου θέσθαι τὴν ἐπάνοδον ἐδοκίμασεν ἀπιστίαν κατεγνωκὸς τῶν ἐθνῶν, δι’ ὧν παρώδευσε, πλοίων δ’ εὐπορῆσαν στρογγύλων, ἅπερ ἦσαν ἐκ τῶν ἑσπερίων ὁμοφύλων αὐτοῖς γενῶν εἰς Τύρον καταίροντα, τοῖς οἴκαδε ἀνασώζεται.
20 Τῷ καιρῷ δὲ τούτῳ οὐ μόνον Ἀλαμανοὶ κατὰ τῶν τὴν Παλαι‐ στίνην κατασχόντων καὶ τὴν Ἱερουσαλὴμ ἐκπορθησάντων Σαρακηνῶν ἐστράτευσαν, ἀλλὰ καὶ ὁ ῥὴξ Φραγγίας καὶ ὁ τῶν πελεκυφόρων κατάρχων Γερμανῶν, οὓς νῦν φασὶν Ἰγγλίνους, ναῦς ὅτι πλείστας ἐκ Σικελίας καὶ τῆς κατὰ τὴν Ἰταλίαν ἠπείρου ἀγείραντες σίτου τε αὐτὰς
25ἐμπλησάμενοι καὶ τῶν ἄλλων ἐπιτηδείων εἰς Τύρον ἔπλευσαν· ταύτην γὰρ τὴν πόλιν εἶχον οἱ ἀθροιζόμενοι ναύσταθμον καὶ πρὸς τὸν κατὰ Σαρακηνῶν πόλεμον ὁρμητήριον. πλὴν οὐδ’ οὗτοι τῆς ἁγίας πόλεως ἐξελάσαι ἴσχυσαν τοὺς Σαρακηνούς, ἀλλ’ ἀτέλεστον ἀφεικότες ὃ προ‐
έθεντο ἔργον τοῦ πρὸς τὰς πατρίδας πάλιν ἥψαντο πλοῦ.417

Isaac2,pt2

417

Ὁ δέ γε τῶν Ἰγγλίνων ῥὴξ ἐν τῇ ἀναγωγῇ κατάρας εἰς Κύπρον αὐτῆς τε ἐκράτησε καὶ τὸν ταύτης τύραννον, ἢ μᾶλλον ἀπάνθρωπον καὶ δυσμείλικτον ὀλοθρευτήν, Ἰσαάκιον τὸν Κομνηνόν, συλλαβὼν τὰ μὲν πρῶτα εἶχεν ἐν δεσμοῖς, μικρῷ δὲ ὕστερον ἐκεῖθεν ἐκτοπίσας τὸν ἀλιτήριον
5ὅσα καὶ ἀνδράποδόν τινι τῶν ὁμογλώττων ἀπεχαρίσατο. καὶ αὐτὸς μὲν εἰς Παλαιστίνην κατέπλευσεν, ἐν δὲ τῇ Κύπρῳ καταλείψας στρά‐ τευμα ὡς οἰκείας ἤδη τῆς νήσου ἀντεποιεῖτο καὶ στέλλων ἐς τὴν νῆσον νῆας φορταγωγοὺς τὰ πρὸς τὸ ζῆν ἐκεῖθεν ἐφορολόγει. κἀν τῷ ἀπαίρειν ἤδη τῆς Παλαιστίνης ὡς σφετέραν ἐδωρήσατο χώραν τὴν Κύπρον τῷ
10τῶν Ἱεροσολύμων ἡγήτορι ῥηγί, ἵν’ ἐκεῖσέ τε τὰς οἰκείας ποιοῖτο διατριβὰς ἐκεχειρίαν ἄγων ἐκ τῶν πολέμων οἷα τὴν οἰκείαν ἀρχὴν ἀποβεβληκώς, καὶ κατάρχῃ τῶν Κυπρίων ὡς ὑπ’ αὐτοῦ προσκληρω‐ θέντων τάφῳ τῷ κυριακῷ καὶ τῆς νήσου συναφθείσης τοῖς τῆς Παλαι‐
στίνης ὁρίσμασι. καὶ ταῦτα μὲν οὑτωσί.418

Isaac2,pt3

419

(1t)

ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
2tΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ
3 Ὁ δέ γε βασιλεὺς Ἰσαάκιος ἐπὶ τρισὶ παισὶ τὴν τοῦ γένους σαλεύων διαδοχήν, οἳ ἐκ τῶν προτέρων αὐτῷ γάμων γεγένηντο, δυσὶ μὲν θηλείαις,
5ἑνὶ δὲ ἄρρενι, τῶν μὲν τὴν πρεσβυτέραν κατὰ τὸν χρόνον εἰς μοναχὴν ἀποκείρει καὶ τὸν τοῦ Ἰωαννίτζη λεγόμενον οἶκον εἰς γυναικεῖον μετα‐ σκευάσας πολλοῖς ἀναλώμασι φροντιστήριον (τοῦτο δὲ καὶ ἡ βασιλὶς Ξένη ποιεῖν ἐπεβάλετο μετὰ μόρον τοῦ ταύτης ξυνεύνου καὶ βασιλέως Μανουὴλ) αὐτὴν ἐκεῖσε ὡς ἀμνάδα τῷ θεῷ ἱερώσας ἐνεμάνδρευσε καὶ
10ἀπέταξε, θατέραν δὲ εἰς γυναῖκα πέπομφε γαμετὴν τῷ υἱῷ τοῦ ῥηγὸς Σι‐ κελίας τοῦ Ταγγρέ, ὃς τὸν Γιλίελμον διεδέξατο θανάτῳ ἐξ ἀνθρώπων γενό‐ μενον, τὸν καὶ κατὰ Ῥωμαίων ἄραντα πόλεμον ἐξ ἠπείρου τε καὶ θαλάσ‐ σης, ὡς φθάσαντες ἱστορήκειμεν. τὸν δὲ υἱὸν Ἀλέξιον τῆς βασιλείας κληρο‐ νόμον ἀνέτρεφε, κἂν οὐδέπω τὸ τοῦ βίου φανταζόμενος πέρας ἢ ἔκπτωσιν
15τῆς δυναστείας ὑφορώμενος δύο καὶ τριάκοντα χρόνους ἄρξειν ἀδι‐ στάκτως ἐχρησμολόγει, ὥσπερ τὸ θεῖον προειδὼς βούλημα ἢ τοὺς
ὅρους πήσσων ἑαυτῷ τῆς ζωῆς, οὓς ὁ θεὸς ἔθετο παρὰ τῇ ἰδίᾳ ἐξουσίᾳ.419

Isaac2,pt3

420

Οὐ μόνον δὲ ὁ Βρανᾶς Ἀλέξιος καὶ ὁ Λυδὸς Θεόδωρος κατὰ τοῦ βασιλέως τούτου πτερνισμὸν ἐμεγάλυναν, ἀλλὰ καὶ ἕτεροι βασιλείας ἑαυτοῖς περιτεθείκασιν ὄνομα. αὐτίκα γάρ τις Ἀλέξιος, ἑαυτὸν εἶναι λέγων υἱὸν τοῦ τῶν Ῥωμαίων αὐταρχήσαντος Μανουήλ, τοσοῦτον
5ἀρίστως τὸν ἀγωνιστὴν ὑπέδυ τοῦ δράματος καὶ τὸ τοῦ βασιλέως Ἀλεξίου προσωπεῖον εὐφυῶς ὑπεκρίνατο, ὡς καὶ κόμην διευθετίζειν κατὰ τὴν ἐκείνου ὑποξανθίζουσαν καὶ τὸν τῆς γλώττης τοῦ παιδὸς καὶ βασιλέως σχηματίζεσθαι ψελλισμόν. ἐκ τῆς Κωνσταντίνου μὲν ὥρμητο ὁ μεῖραξ, ἐς δὲ τὰς κατὰ Μαίανδρον πόλεις πρώτως ὀφθεὶς κατέλυσεν
10εἰς πολίχνιον λεγόμενον Ἅρμαλα κἀκεῖσε Λατίνῳ τινὶ ἐπιξενωθεὶς καὶ ὅστις εἴη ἀπηγγελκὼς (ἔλεγε δέ, ὡς μικρὸν εἰρήκειμεν ἄνωθεν, καὶ ἐκδο‐ θῆναι μὲν εἰς τὸ κατὰ βυθοῦ θαλάσσης ἀκοντισθῆναι παρ’ Ἀνδρονίκου, οἰκτειρηθῆναι δὲ παρὰ τῶν τοῦτο ἐπιταχθέντων ὡς πατρῴων αὐτῷ ὀμοτῶν) σύναμά οἱ πρὸς τὸ Ἰκόνιον ἄπεισι καὶ τῷ γέροντι ὀφθεὶς
15σουλτὰν (οὔπω γὰρ αὐτὸν καθῄρηκε τῆς ἀρχῆς ὁ ἐκείνου παῖς Κοτπα‐ τῖνος) ὡς υἱὸς ἀληθινὸς τοῦ αὐτοκράτορος Μανουήλ, ἀλλ’ οὐχ ὡς ἐπείσακτος καὶ πλάνος ἐκείνῳ προσδιελέγετό τε καὶ προσεφέρετο. πολλά‐ κις δὲ καὶ ἐπέπληττε καὶ τῶν ἐκ τοῦ δῆθεν πατρὸς ἐκείνῳ τοῦ Μανουὴλ ἐπ’ αὐτῷ γεγενημένων ἀναμιμνήσκων εὐποιϊῶν ἀχάριστον περὶ τὸν
20εὐεργέτην ἐκάλει καὶ τὸ ἀφιλάνθρωπον αὐτῷ ἐπωνείδιζεν, εἰ οὕτως ἀτυχοῦντι τῷ τοῦ φίλου τέκνῳ ἐπαμύνειν οὐκ ἐπικάμπτεται. Ὁ δὲ τοῦτο μὲν ἀπὸ τῆς ἀναιδείας, τοῦτο δ’ ἐκ τῶν τοῦ χαρακτῆρος ἰνδαλμάτων τιμᾶν αὐτὸν ἐναγόμενος, δώροις τε οὐκ ὀλίγοις ἥδυνε καὶ ἀγαθαῖς ἐλπίσιν ὑπέσαινεν. ἦν δ’ ὅτε καὶ πρεσβευτὴν Ῥωμαίων ἑστῶτα
25καὶ ἀκροώμενον ὅπως ἑαυτὸν τῇ ἐξόχῳ εὐγενείᾳ ἐσέμνυνεν, ἤρετο ὁ420

Isaac2,pt3

421

σουλτάν, εἰ ἐπίσταται τοῦτον τοῦ αὐτοκράτορος υἱὸν Μανουήλ. τοῦ δὲ μηδέν τι φήσαντος ἕτερον, ἀλλ’ ὅτι δὴ ἐκεῖνος ἀληθῶς ἀπόλωλε φανεὶς ὑδατόκλυστος καὶ οὗτος μάτην περὶ ἑαυτοῦ τὰ μὴ πιστεύεσθαι πεφυκότα ξυντίθησι τῷ τοῦ κειμένου ὀνόματι ἐποχούμενος, βράττων
5ἀτεχνῶς θυμῷ καὶ ζέων ἀκριβῶς τῷ χόλῳ ὁ μεῖραξ Ἀλέξιος μικροῦ ἂν τοῦ πώγωνος ἐπελάβετο τοῦ πρεσβεύοντος, εἰ μὴ αὐτὸς ὁ πρέσβις δια‐ κινηθεὶς ἐς ὀργὴν ἀπεκρούσατο γενναίως μάλα τὸν Ψευδαλέξιον καὶ ὁ σουλτὰν δέ οἱ ὡς ἄτοπα δρῶντι ἐμβριμησάμενος ἀτρεμεῖν ἐκέλευσε. Τῇ συχνῇ δ’ ὅμως τοῦ νεανίου ἐκλιπαρήσει ὁ Περσάρχης καθυπ‐
10ενδοὺς οὐδὲ τότε μὲν τὰ τῶν αἰτήσεων ὑπέρογκα ἐτερμάτωσε, συνε‐ χώρησε δ’ οὖν ὅμως διὰ σουλτανικοῦ γράμματος, ὅ φασιν οἱ Τοῦρκοι μουσούριον, ὅσους ἂν σχοίη τῶν ὑπὸ τὴν ἐκείνου ἀρχὴν ὑποποιήσασθαι ἀδεῶς. ὁ δὲ ἀναχωρήσας καὶ τὸ γράμμα τοῖς Τούρκοις καθυποδείξας τὸν ἀμηρᾶν ἐφέλκεται Ἀρσανῆν καὶ ἑτέρους οὐκ ὀλίγους, οἳ λῃστεύειν
15τὰ Ῥωμαίων εἰώθασιν, ὡς ἐν βραχεῖ καιρῷ χιλιάδας ὀκτὼ στρατεύ‐ ματος ἐφεπομένας λαχεῖν· ὅθεν τὰς κατὰ Μαίανδρον ἐπιὼν πόλεις ἃς μὲν ὁμολογίᾳ χειρούμενος ἦν, τινὰς δὲ καὶ ἀνθισταμένας παντοίως διέφθειρε. μάλιστα δὲ τὰς ἅλωνας ἐλυμαίνετο, ὅθεν καὶ καυσαλώνης ἐπεκέκλητο.
20 Κατὰ δὲ τούτου τοῦ μείρακος πολλοὶ μὲν καὶ ἄλλοι πολεμησείοντες ἀπεστάλησαν, οὐδεὶς δ’ ἐργάσασθαί τι ἔσχε νεανικόν, ἀλλ’ ὑπενόστουν ἄπρακτοι δεδιότες, μὴ καταπροδοθεῖεν ὑπὸ τῶν συνόντων ἐκείνοις Ῥωμαίων οἷα μάλιστα ῥεπόντων εἰς τὸν καθιστάμενον ἄρτι βασιλέως παῖδα καὶ βασιλέα ἢ ἄρχειν αἱρουμένων τὸν βασιλεύοντα Ἰσαάκιον.
25οὐ γὰρ τοῖς πολλοῖς ἤδη καὶ ἀγροτέροις ἠσπάζετο καὶ ἦν διὰ στόματος καὶ ὀνόματος καὶ θεώμενος ἐδόκει ἐπέραστος, ἀλλὰ καὶ τοῖς κατὰ τὴν βασίλειον αὐλὴν διατρίβουσι καὶ εἰδόσι μάλα ἐπισταμένως ὡς Ἀλέξιος ὁ τοῦ βασιλέως παῖς Μανουὴλ πάλαι τὸν βίον ἀπολέλοιπε τὸν ἀνθρώ‐ πινον εἰς θαῦμα ἐτίθετο, γινώσκουσι μὲν τὰ ὄντα, τὰ δὲ καθ’ ἡδονὴν
30σφίσιν εἰκάζουσι.421

Isaac2,pt3

422

Σὺν ἑτέροις δὲ καὶ ὁ τοῦ βασιλέως ἀδελφὸς Ἀλέξιος ἔξεισιν, ὃς καὶ ὕστερον ἐβασίλευσεν. πλὴν καὶ οὗτος κατ’ οὐδεμίαν μάχην συνεπλάκη τῷ Ἀλεξίῳ, ἀλλ’ ὡς πλεῖστον ἀποσκηνούμενος ἐπισυνίστη μόνον τὸ λεῖπον τῆς παροικίας, ὁπόσον γε ἐκείνῳ μὴ προσεχώρησε, καὶ συνεῖχε
5τὸ διαρρέον καὶ μεταβαῖνον εἰς τὸν ἀναβεβιωκότα τοῦτον Ἀλέξιον. ἀλλ’ ἔτι τῶν πραγμάτων οὕτως ὄντων ᾐωρημένων καὶ τοῦ μὲν ἀεὶ ἐμπλατυνομένου τε καὶ κρατυνομένου, τοῦ δὲ σεβαστοκράτορος ὑπο‐ φεύγοντος καὶ ἀγῶνα τὸν ἐνώπιον ὑποπτήσσοντος, λύει θεὸς τὸν ἐμφύλιον πόλεμον καινοπρεπῶς καί, ὡς αὐτὸς ἐπίσταται μόνος, ἐν ἀκαρεῖ·
10τὸν γὰρ Ἀλέξιον αὖθις ὑποστρέψαντα πρὸς τὰ Ἅρμαλα καὶ μετὰ πότον ὑπνώττοντα ἀποσφάττει τις τῶν ἱερέων τὴν αὐτοῦ παρακειμένην σπασάμενος μάχαιραν. οὗ τὴν κεφαλὴν ἀποκομισθεῖσαν ἀθρήσας ὁ σεβαστοκράτωρ Ἀλέξιος καὶ τῆς ξανθῆς ἀναλαμβάνων κόμης πολλάκις διὰ τοῦ ἱππείου μύωπος „οὐ πάντῃ“ ἔφασκεν „ἀμαθῶς αἱ πόλεις τῷ
15ἀνθρώπῳ τούτῳ ἐπηκολούθησαν“. Ἀλλὰ τότε μὲν οὗτος τοιαύτην ἔτισε δίκην καὶ ὧν μὲν ἐπλημμέλησεν ἑτέρως, Πέρσας μὲν ὁπλίσας κατὰ Ῥωμαίων, τούτων δ’ αὖ ὁπόσον αὐτῷ προσερρύη καθ’ ὁμοφύλου ἀγριάνας αἵματος, καὶ ὧν δὲ παρ‐ ῴνησεν ὁ ἐπάρατος εἰς τὸν ἐν ταῖς ἐμαῖς Χώναις περιώνυμον νεὼν τοῦ
20ἀρχιστρατήγου τῶν θείων καὶ ἀΰλων τάξεων Μιχαήλ· ἐμίανε γὰρ τὸ τοῦ θεοῦ πανάγιον σκήνωμα εἰσελθὼν μετὰ Περσῶν καὶ ἠνείχετο καθορῶν ὁ ἀλάστωρ τὰ διὰ ψηφίδων ποικιλοχρόων τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀχρειούμενα ἔκτυπα καὶ τὸν ἱερὸν ἀνάσταθμον πελέκει καὶ λαξευτηρίῳ καταρασσόμενον καὶ τὴν παναγῆ καὶ θυωρὸν βεβηλου‐
25μένην καὶ βαλλομένην ἔραζε τράπεζαν. Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις καὶ ἕτερός τις τὴν αὐτὴν κλῆσιν καὶ βασιλέα τὸν αὐτὸν γεννήτορα ψευδωνύμως ὑπεισιὼν κατὰ Παφλαγο‐
νίαν ἐπεφάνη. καὶ τινὲς μὲν καὶ τούτῳ ἐπαρχίαι προσκεχωρήκασι.422

Isaac2,pt3

423

σταλεὶς δὲ κατ’ αὐτοῦ ὁ σεβαστὸς Θεόδωρος ὁ Χοῦμνος, χαρτουλάριος ὢν τῶν ἱπποστάθμων, ἥττησέ τε πόλεμον συγκροτήσας καὶ συνειληφὼς ἀπέκτεινεν. Ἐπὶ τούτοις καὶ ὁ Χοτζᾶς Βασίλειος κατὰ τὴν ἄγχουρον Νικομη‐
5δεῦσι Ταρσίαν ἀνταρσίαν ἐμελέτησε καὶ προέβη μὲν καὶ ἡ τούτου ἐφ’ ἱκανὸν τυραννίς, συλληφθεὶς δὲ καὶ αὐτὸς ἀμαυροῦται τοὺς ὀφθαλμοὺς καὶ φρουρᾷ παραδίδοται. Οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ ἄλλοι ἄλλοτε πάλιν καὶ πάλιν καὶ οὐκ ἔστιν ὁσάκις εἰπεῖν ἐπανέστησαν ἢ καὶ ὡς σπαρτοὶ ἀνεδόθησαν
10γίγαντες, κἂν ὡς πομφολυγώδη φυσήματα διάκενα, ὡς ἦν ἰδεῖν, ἀπ‐ έπιπτόν τε καὶ διελύοντο. ὅ τε γὰρ Κομνηνὸς Ἰσαάκιος, ὁ τοῦ τυράννου Ἀνδρονίκου ἀδελφιδοῦς, τῆς φυλακῆς ἀποδρὰς καὶ τὸ μέγα τέμενος εἰσιὼν ἀνασείειν τὸν ὄχλον ὥρμησε, συλληφθεὶς δὲ καὶ ἀπαιωρηθεὶς καὶ βαρείαις ἐτάσεσιν ὑποβληθεὶς ἐπὶ τῷ τοὺς συνίστορας ἐκφῆναι τῆς
15τυραννίδος τὰ ἐντὸς διεφθάρη καὶ ἀπεβίω τὴν μετ’ ἐκείνην. Καὶ ὁ Τατίκιος Κωνσταντῖνος σύστρεμμα τεκτηνάμενος καὶ πεντα‐ κοσίους ἔχων τοῦ ἔργου συλλήπτορας καὶ ἐφ’ ἱκανὸν χρόνον τῇ πόλει κρυπτόμενος καὶ λεληθὼς καταμηνυθεὶς μικρῷ ὕστερον ἑάλω καὶ τοὺς ὀφθαλμοὺς ἐξορώρυκτο.
20 Καὶ ῥακενδύτης δέ τις, ἐκ Κομνηνῶν ἕλκων τὸ γένος, τὴν αὐτὴν τοῖς εἰρημένοις βαδίσας ἐκ τοῦ παραχρῆμα συσχεθεὶς ἀπεστέρηται τοῦ φωτός. Τῶν δὲ συχνῶν τουτωνὶ ἐπαναστάσεων ἦν μὲν αἴτιον καὶ τὸ τὸν Ἰσαάκιον τὴν βασιλείαν διακυβερνᾶν μαλθακώτερον, ἀκριβῶς πεπεισ‐
25μένον ὡς ἐκ θεοῦ τὸ ἄρχειν ἐδέξατο καὶ παρ’ ἐκείνου μόνου ἐστὶ φρου‐ ρούμενος· πλειόνως δ’ ἐπτέρου τοὺς φιλάρχους εἰς παρρησίαν τε καὶ ἀπόστασιν τὸ τῆς βασιλείας ἀπραγμόνως ἐπιλαβέσθαι τὸν αὐτο‐ κράτορα. καὶ ὡς εἰ θελήσουσι, βασιλεύσουσιν, οἱ πλείους φρεναπατώ‐ μενοι ἄτερ ὅπλων τοῖς κατ’ ἔφεσιν πλειστάκις ἐπέβαλον, ἐκείνην ἀτρα‐
30πιτὸν στείβοντες, ἣν ἀνέῳξεν ἐς λεωφόρον ἄντικρυς Ἰσαάκιος, ἑσπέρας τὸν Ἁγιοχριστοφορίτην ἀπεκτονὼς καὶ τῷ Μεγίστῳ Νεῷ προσρυεὶς
καὶ βασιλεύσας ἐς νέωτα, κακῶς κρίνοντες καὶ διὰ τοῦτο κακῶς πάσχοντες423

Isaac2,pt3

424

καὶ ἀντὶ πορφυρίδος διπλοΐδα αἰσχύνης ἐνδιδυσκόμενοι, ἐνιαχοῦ δὲ καὶ πορφύρεον θάνατον ὑφιστάμενοι. Οὐ γὰρ τὸ θεῖον φιλεῖ διὰ τῆς αὐτῆς ὡσαύτως κινήσεως ἢ ἐφορμήσεως τὰ κατὰ τὸν βίον μεθιστᾶν καὶ διακυβερνᾶν πράγματα, ἀλλὰ τὸ ποικίλον
5παριστῶν τῆς τοῦ παντὸς τοῦδε διεξαγωγῆς τε καὶ διοικήσεως ἄλλοτε ἄλλως τὰς ἐξουσίας μεθαρμόζει καὶ μετατίθησι τὰς ἀρχὰς μηδὲ τὸ λεπτό‐ τατον ἐῶν τῆς αὐτοῦ χειρὸς ἔξωθεν. καὶ Φαραὼ μὲν αὐτοῖς τριστάταις τῷ ἁλίῳ βυθῷ παραδίδωσιν· ἄλλον ἀπολαιμίζει μαχαίρᾳ διὰ γυναικός, καὶ ταύτης καλλιπαρῄου καὶ λευκωλένου· ἕτερον χερσὶ τῶν πολεμίων
10παραδοὺς τῶν τῇδε μεθίστησιν. ἔστι δ’ ὃς τὰς φρένας παρακοπεὶς καὶ λογισθεὶς ὡσεὶ νεκρὸς ἀπὸ καρδίας καὶ εἰς τέλος ἐπιλησθεὶς τῶν ἀρχείων μετ’ ἐπιχαρμάτων ἐκκομίζεται καὶ ταφῇ παραπέμπεται κἀκεῖθεν λεπτὸν ὑπηχῶν καὶ ποθῶν τὴν ἡμέραν, οὐ τῆς ἀρχῆς ἀντεχόμενος, ἐᾶται καὶ οὕτως φθινύθειν καὶ ὡς ἀνδρῶν χείριστος καλῶς ἀφίεται ἵεσθαι τὴν ἐς
15θάνατον. πολλοὶ δὲ μαλακῷ δαμέντες θανάτῳ πρὸς τὰ ἐκεῖθεν ὡς μύ‐ σαντες ἐν ὕπνῳ μετέβησαν. εἰσὶ δ’ οἳ καὶ ἵππου χρεμετίσαντος τῆς βασιλείας ἐπέβησαν. ἄλλος ἐξ ἀρότρου καὶ αὔλακος τὴν τήβενναν ἠμφιάσατο καὶ μειρακίσκος προβατεὺς ἐξόπισθεν ληφθεὶς τῶν λοχευ‐ ομένων θεόχριστος ὤφθη βασιλεύς. καὶ τί ἄν τις διεξίῃ τὰ πάντα ἢ τὰ
20πλείονα, ὁπόσα ἡ πολύτροπος πρόνοια ποιεῖ καὶ μετασκευάζει κατὰ τὸ ἑκάστῳ τῶν ἀνθρώπων χρήσιμον; Εὐέμπτωτος δ’ ὢν ὁ βασιλεὺς εἰς θυμὸν καὶ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος οὐκ ἐκ μικρᾶς μόνον παραρριφείσης λαβῆς, ἀλλὰ κἀκ μόνης ὑπονοίας ἐνίοτε καὶ τῆς παρά τινων εἰσηγήσεως κακῶς ἐτίθει
25πολλούς. τὸν γὰρ Κομνηνὸν Ἀνδρόνικον (ἦν δὲ οὗτος Ἀλεξίου παῖς,
ὃν Βρυέννιος ὁ καῖσαρ καὶ Ἄννα ἐγείνατο ἡ θυγάτηρ Ἀλεξίου τοῦ424

Isaac2,pt3

425

πρώτως ἐκ Κομνηνῶν βασιλεύσαντος) ἐν τῷ χειρίζειν τὴν Θεσσαλονι‐ κέων ἀρχήν, εἰσηγησαμένου τινὸς τῆς βασιλείας ἐρᾶν καὶ κοινολογεῖσθαι περὶ τοῦ ἔργου τῷ πρώην σεβαστοκράτορι Ἀλεξίῳ τῷ σκοτίῳ υἱῷ τοῦ αὐτοκράτορος Μανουὴλ κατὰ τὴν Δράμαν τότε διάγοντι, εὐθὺς τοῦ
5συλληφθῆναι κρίνει ἄξιον. οἱ μὲν οὖν εἰς τοῦτο ἀποσταλέντες ὡς ἐν‐ έτυχον Ἀνδρονίκῳ πρὸς βασιλέα ἐπανιόντι, οὐδὲν ὧν ὡρίσθησαν διαπεπράχασι δέον κρίναντες μὴ προσοβῆσαι τὸ θήραμα ἑκόντως, ὡς δίδωσιν ὁρᾶν, καθάπερ εἰς γαλεάγραν τὴν Κωνσταντινούπολιν εἰσιὸν καὶ ἐγγίζον τῷ προθεμένῳ συλλαβεῖν. ὀφθεὶς δὲ τῷ βασιλεῖ Ἰσαακίῳ
10Ἀνδρόνικος εἰς ἀπιστίαν εὐθὺς ὀνειδίζεται. κἀκείνου τοὺς ἐλέγχους ἀπαιτήσαντος, σχῆμα μόνον διαιτήσεως τὰ τῆς δίκης ἐδέξατο. τὸ δ’ ἐκ τούτου ἐξ ἐρήμης συσχεθεὶς Ἀνδρόνικος εἰς φυλακὴν ἀπάγεται, μετὰ μικρὸν δὲ καὶ τὰς κόρας ἐκκόπτεται. Συλλαμβάνεται δὲ καὶ ὁ συνίστωρ εἶναι τούτῳ τῆς βασιλείας λεγό‐
15μενος Ἀλέξιος καὶ κείρεται εἰς μονάζοντα, ἡμῶν ὑπουργησάντων τῷ ἔργῳ, καθ’ ἓν τῶν σεμνείων, ἃ συχνά εἰσι καὶ ψυχῶν πάντα σωτήρια κατὰ τὸ ὄρος τὸν Παπύκιον, περὶ οὗ καὶ εἰπεῖν οὐκ ὀλίγα δυνάμενος βραχέων μεμνήσομαι. Οὐ γὰρ ἦν μόνον εὐμήκης καὶ ἀνδρεῖος καὶ πλήρης συνέσεως, πατρώ‐
20ζων τὴν ὄψιν ἀκριβῶς τάς τε χεῖρας ἀκμαῖος καὶ τοὺς ὤμους κατ’ ἐκεῖνον ὕπερθεν ἔχων εὐρέας, ἀλλὰ καὶ ὡς ἐπίπαν μείλιχος καὶ εὐέντευκτος. πρὸς ἃ καὶ ὁ πολύτλας Ἀνδρόνικος ἀπιδὼν τὴν οἰκείαν θυγατέρα Εἰρήνην ἐμνήστευσε τῷ ἀνδρὶ κρίνας καὶ παρανόμους γάμους τετελε‐ κέναι, εἰ μέλλει μόνον Ἀλέξιος τοῖς γνησιωτέροις ἐκείνῳ συγγενέσιν
25ἐγγράφεσθαι, ὅθεν πλειόνως τούτῳ ἤπερ τοῖς υἱεῦσι προσέκειτο πρό‐
τερον καὶ τῆς βασιλείας ἐμελέτα καταλείψειν διάδοχον. μεταβουλευσά‐425

Isaac2,pt3

426

μενος δ’ ὕστερον τὸν υἱὸν Ἰωάννην ἀνθείλετο, εἰρηκὼς πρὸς οὓς ἀν‐ έπτυσσε τὰ τῶν βουλευμάτων ἀπόρρητα μὴ ἐξ ἄλφα εἰς ἄλφα τὴν βασιλείαν μέλλειν μεταπεσεῖν, ἀλλὰ τῷ ἰῶτα μᾶλλον προσρέπειν καὶ εἰς τοῦτο θεόθεν συνάγεσθαι. ἅμα δὲ τῇ μεταθέσει τῆς γνώμης, ἣν
5εἶχεν ἐπ’ Ἀλεξίῳ Ἀνδρόνικος, καὶ τῆς συντονίας τοῦ φίλτρου ὑπέληξεν· οὐ γὰρ ὡς συμφυὴς ἔτι περιεσπούδαστο καὶ ὁμόψυχος ὁ Ἀλέξιος, ἀλλ’ ὡς φιλτάτῃ θυγατρὶ συνοικῶν δι’ αἰδοῦς μόνον ἤγετο καὶ τιμῆς. μετὰ δέ τινα καιρὸν καὶ τοῦτον ἀπεξένωσε τοῦ φωτός, τὴν δ’ αἰτίαν προ‐ ειπόντες ἔχομεν.
10 Ἀνακληθεὶς δὲ μετὰ ταῦτα πρὸς τοῦ βασιλέως Ἰσαακίου καὶ ἀπὸ σεβαστοκράτορος εἰς καίσαρα ὑποποδισθείς, ὡς ἐξόν οἱ, τὰ ἀρχεῖα ἐξέκλινε καὶ τὴν καθ’ ἑαυτὸν ἐδίωκε βίωσιν, πλὴν οὐδ’ οὕτως τὸν ἄλυπον ἐκίχησε βίοτον. Τότε δ’ οὖν τὴν ἐπὶ τὰ χείρω ἔτι μᾶλλον τῶν πραγμάτων ἔχων
15φορὰν καὶ μετάβασιν καὶ μέλλων μὴ ἑκὼν ἀποθρίξασθαι οὐχ ἕνα ᾔτησεν ἄρτον καὶ σπόγγον καὶ κίθαριν κατὰ πάλαι τινὰ τῆς τύχης πειραθέντα σκληρᾶς καὶ ἀγνώμονος, ὡς ἔχων ἐν ᾧ τὸ τοῦ σώματος ἐντενεῖ βάρβιτον, χαλαρὸν τῇ τῶν σιτίων κενώσει γενόμενον, ὑποψήλῃ τὰ οἰκεῖα καθ’ αὑτὸν δυσπραγήματα, συνερίθῳ τῇ κιθάρᾳ χρώμενος, τῷ δὲ σπόγγῳ
20ἀποψήσῃ τὰ τῶν δακρύων ἀποκρουνίσματα, ἅπερ ὡς ἐκ πέτρης γλα‐ φυρῆς τῶν ὀμμάτων ἐκείνου ἀπελείβετο, ἀλλὰ πράως ἤνεγκε τὰ συμ‐ πίπτοντα, μὴ καταστενάζων τῆς προνοίας, μηδ’ ἐς τὸ τῆς τύχης ἄστατον καὶ παλίνστροφον ἀπολύων τὰ καθ’ ἡμᾶς, τὴν δὲ τῶν προσόντων ἐκείνῳ ἀφαίρεσιν ὡς οὐδὲ κτῆσιν ἄλλος τις ἐλελόγιστο.
25 Ἐπεὶ δὲ τῆς Δράμας ἀπάραντες εἰς Μοσυνόπολιν ἀφικόμεθα καὶ τῷ Παπυκίῳ προσβαίνειν ἐμέλλομεν, ὡς ἂν τὰ τῶν μοναχῶν προσταχθὲν οὕτω τελέσωμεν ἐπ’ αὐτῷ, τότε πεπονθώς τι ἀνθρώπινον ἐπὶ συν‐
νοίας ἦν καὶ ὑπεγνοφοῦτο τὸ πρόσωπον διοίσειν οὐκ ἔχων τὰ ἔνδοθεν426

Isaac2,pt3

427

θλίβοντα. ἐγκειμένου δέ μου καὶ τὴν αἰτίαν πυνθανομένου τῆς ἐξάπινα μεταβολῆς, „οὐ τὸ σχῆμά“ φησιν, „ὦ λῷστε, δέδια (τί γὰρ τὸ δια‐ θροοῦν ἔχει τῶν χρωμάτων ἡ ἄμειψις;), ἀλλὰ τὰ ἐπὶ τῷ σχήματι πεφρι‐ κώς εἰμι ἐπαγγέλματα καὶ τὸ μὴ εὔθετον εἰς τὴν τῶν οὐρανῶν εἶναι
5ὁπωσοῦν βασιλείαν τὸν βαλόντα χεῖρα ἐπ’ ἄροτρον καὶ μεταστραφέντα φρενοβλαβῶσ“. Καὶ ὁ μὲν τοσαῦτ’ εἰπών, καὶ ἄλλως ὢν ἀποφθεγματικός, οὐχ ἑκοντὶ τὸ κατὰ Χριστὸν ὑπέδυ τριβώνιον μηδ’ ἄκροις ὠσὶ τὰ ἐπᾳδόμενα ἐνηχούμενος, μόνον δ’ ἐν χρῷ κουρίας ὁ ἀκερσεκόμης γενόμενος καὶ
10μετονομασθεὶς Ἀθανάσιος. θαυμάσαι δ’ ἄν τις ἐκεῖνο, μηδὲ τυχαίως εἴπῃ συμβῆναι· ἐκ γὰρ ἁπασῶν τῶν κατὰ τὸν Παπύκιον μονῶν ἐκείνην κατοικεῖν ᾑρετίσατο, καθ’ ἣν ὁ πρωτοστράτωρ πρώην Ἀλέξιος τὴν κοσμικὴν ἀπεκείρατο τρίχα παρὰ τοῦ βασιλέως συλληφθεὶς Μανουὴλ δι’ αἰτίαν μὲν οὐδ’ ὅλως πρόδηλον, ὡς ἐν τοῖς περὶ τούτου εἴπομεν
15λόγοις, ὅτι δ’ ἐβεβρίθει πλούτῳ πολυταλάντῳ καὶ ἦν ἱκανὸς βουλεύ‐ σασθαι καὶ καταπράξασθαι περιδέξιος· τὴν γὰρ ἐκ τῶν πατρικῶν ὀμφάκων πρὸς τοὺς υἱεῖς μεταρρέουσαν αἱμωδίαν καὶ ὁ Κομνηνὸς οὗτος Ἀλέξιος, ὡς ἔοικε, παθεῖν κατακέκριτο. Ἀλλ’ οὔπω τρεῖς μῆνες παρίππευσαν, καὶ βασιλεὺς αὐτὸν ἐκεῖθεν
20ἀνακαλεσάμενος πάλιν ἔδειξεν ἐξ ὧν ἔδρασε μὴ σὺν λόγῳ τὰς οἰκείας πράξεις ποιεῖσθαι καὶ διὰ τοῦτο χαίρειν ταῖς ἀγχιστρόφοις μετα‐ βολαῖς κατὰ τὸν τῆς Αὐλίδος παλιρρόθιον πορθμόν· παραλαμβάνων γὰρ τὸν Ἀλέξιον σύσσιτον νώτοισι διηνεκέσι κρεῶν γέραιρε, ὡς Ἀγα‐ μέμνων πάλαι τὸν Αἴαντα, καὶ ἐνάγων πρὸς τὴν τῶν προκειμένων
25ἐδεσμάτων ἀνυπόστολον ἔφαψιν „φάγε, καθηγούμενε“ πολλάκις ἐπ‐
έλεγεν.427

Isaac2,pt3

428

Οὐ τὸν Ἀλέξιον δὲ 〈μόνον〉 καὶ τὸν Ἀνδρόνικον οὕτως διέθετο, ἀλλὰ καὶ Κωνσταντῖνον τὸν Ἀσπιέτην, ὑπερφθεγξάμενον τοῦ στρατεύ‐ ματος, οὗ ἡγεμόνευε τὸν κατὰ τῶν Βλάχων μετιὼν πόλεμον, καὶ φήσαντα μόνον ὡς οὐ φέρειν ἔχουσιν οἱ στρατιῶται λιμῷ καὶ Βλάχοις διαμιλλᾶ‐
5σθαι, δυσὶ δυσαπαντήτοις κακοῖς, ἀλλὰ χρεὼν αὐτοῖς παρασχεθῆναι τὰ ἐπέτεια σιτηρέσια, τὸν θυμὸν ἐκκόψαι μὴ δυνηθεὶς κατέσχε τε αὐτίκα μεταστήσας τῆς ἀρχηγίας καὶ τοῦ φωτὸς τῶν ὀμμάτων ἐστέρησεν, ἀναταράττειν ὑποπτεύσας τὸν ἄνδρα τὴν στρατιὰν τῷ τῆς ὑπερηγο‐ ρίας προσχήματι.
10 Ὁ δὲ τοῦ Κομνηνοῦ Ἀνδρονίκου υἱός, ὃν προσεχῶς εἰρήκειμεν, οὐκ οἶδ’ εἴτε τῆς πατρικῆς ἀποστασίας ἀναπληρῶσαι τὸ μέτρον βουλόμενος, εἴτε τῷ τεκόντι ἐπαμῦναι προθέμενος, πρόσεισι μετὰ βραχὺ τῆς τοῦ πατρὸς πηρώσεως τῷ Μεγίστῳ Ναῷ, ποθῶν ἐκεῖθεν εἰς βασιλείαν ἀν‐ αρπασθῆναι καὶ ἀναρρηθῆναι πρὸς τοῦ συνειλεγμένου λεώ. ἀλλ’ οὔπω
15τοῖς συνελθοῦσι κατὰ τὸ τέμενος ὁ τρόπος ἔγνωστο, καθ’ ὃν ἐκεῖσε εἰσέδραμε, καὶ χειροῦται ὡς ἀποστὰς καὶ στέρεται τοῦ φωτός, μὴ ταῖς τῶν προεισιόντων καὶ τῶν κατὰ σκοπὸν ἀποπεσόντων ποιναῖς παιδευθείς. καὶ δέον ἄλλον τινὰ εἶναι τὸν ὕστατα τιμωρούμενον ὡς βασιλείας ἐρῶντα καὶ τῷ τεμένει προσιόντα, οὗτος ἐπισφράγισμά τι
20καὶ τελευτὴ γέγονε τῶν ἀποστατῶν· οὐ γὰρ ἔκτοτέ τις τὴν αὐτὴν βαδίσαι προέθετο. Ὡς δὲ τὰ κατὰ δύσιν χειρόνως εἶχον ἀεὶ καὶ οἱ Βλάχοι ληϊζόμενοι μετὰ Κομάνων καὶ δῃοῦντες τὴν ὑπὸ Ῥωμαίους ἐπῄεσαν συνεχῶς, ἔξεισιν αὖθις ὁ βασιλεὺς κατ’ αὐτῶν. καὶ δὴ τὴν Ἀγχίαλον παραλλάξας
25ἐκ περιελεύσεως τὸν Αἷμον εἴσεισι. μηδέν τι δ’ ἔχων παρουσίας βασιλέως ἄξιον διαπράξασθαι δυσὶ μησὶ τὴν ἐκστρατείαν ἀφώρισε. τὰ γὰρ ἐκεῖσε φρούρια καὶ πολίχνια ἰσχυροτέραν τῆς προτέρας εὗρε περιβεβλημένα
ἰσχὺν καὶ τείχεσι νεοδμήτοις καὶ ἀρτιστεφέσι προσδιειλημμένα βάρεσι428

Isaac2,pt3

429

καὶ τοὺς ἔξωθεν ἀμυνομένους ὡσεὶ καὶ ἐλάφους ἐπὶ τὰ ὑψηλὰ τοὺς πόδας ἱστῶντας καὶ δίκην αἰγάγρων κρημνοβατοῦντας καὶ τὴν εἰς χεῖρας συμπλοκὴν ἀλυσκάζοντας. τὸ δὲ καὶ Σκυθῶν ἐπιδρομὴν ὑφορᾶσθαι τὸν αὐτοκράτορα (ἦν γὰρ ὁ καιρὸς εἰς τὴν τούτων περαίωσιν οὐκ ἀνάρ‐
5σιος) ὀξεῖαν τὴν ἐκεῖθεν ἠνάγκασε ποιῆσαι μετάβασιν. Οὐκοῦν μὴ δι’ ἐκείνης ἀναχωρήσειν προθέμενος, δι’ ἧς εἰσελήλυθεν, ἀλλ’ ἐπιτομωτέραν ἄλλην μεταλλεύων καὶ ἣν τέμνων εἰς Βερόην διὰ τῶν ἐκεῖσε τεμπῶν ὑποκαταβήσεται, τό τε πλεῖον ἀπώλεσε τοῦ στρα‐ τεύματος καὶ αὐτός, εἰ μὴ Κύριος ἦν ἐν αὐτῷ, τῷ ᾅδῃ παρῴκησεν ἄν.
10δέον γὰρ διὰ τῆς εὐρυνομένης ἐνιαχοῦ καὶ ἐνδιδούσης ἱκανῶς ἐνιππά‐ σασθαι πορευθῆναι, τρυμαλιᾷ δυσβάτων χωρίων καὶ ὀρεινῶν αὐλῶνι παρόδων παρενέβυσεν ἑαυτὸν καὶ τὴν στρατιάν. παρέρρει δὲ κατὰ τὸν ἐκεῖ χῶρον καὶ ὑδάτιον ἐκ χειμάρρου. Προῆγον μὲν οὖν ὁ πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης καὶ ὁ
15Κομνηνὸς Ἰσαάκιος, ὁ τοῦ ὕστερον βασιλεύσαντος Ἀλεξίου γαμβρὸς ἐπὶ θυγατρί, ὠπισθοφυλάκει δὲ ὁ σεβαστοκράτωρ Ἰωάννης ὁ Δούκας, ὁ πρὸς πατρὸς θεῖος τοῦ βασιλέως. τὸ δὲ μέσον ἐπεῖχε τῆς φάλαγγος, ἧς ἐπίπροσθεν ὥδευε τὰ σκευοφόρα καὶ τὸ ἑπόμενον ἔξω τάξεως ὑπηρετικόν, αὐτός τε ὁ βασιλεὺς Ἰσαάκιος καὶ ὁ τούτου αὐτάδελφος ὁ σεβαστοκράτωρ
20Ἀλέξιος. οἱ δὲ βάρβαροι παρ’ ἑκάτερα τῆς στενῆς ἐκείνης παρόδου φαινόμενοι δῆλοι ἦσαν ἀεί τι τελέσοντες δεινόν. Τὰ μὲν οὖν προπορευθέντα στρατεύματα παρήλθοσαν ἀμαχεί, μή‐ πω τῶν Βλάχων ἀπηντηκότων κατὰ τὰ στενὰ τῆς ὁδοῦ, καὶ ἄλλως δὲ κρινάντων ἐπιεικῶς ὠφέλιμον τοὺς πρώτως παριόντας ἀναιμωτὶ τὰς
25ἄκρας ὑπερβαλεῖν, τῷ δὲ μέσῳ συνεπιστῆναι καὶ προσαράξαι σφᾶς τῆς
φάλαγγος, καθ’ ὃ πάρεστι βασιλεὺς καὶ ἡ τούτου θεραπεία καὶ ὁπόσον429

Isaac2,pt3

430

αὐτῷ κατὰ γένος ἐπίσημον προσεφέπεται. καὶ οὐκ ἐψεύσθησαν τῶν κατὰ σκοπόν. ἐπειδὴ γὰρ προυχώρησεν ἐς πολὺ τοῦ χαλεποῦ ἐκείνου τόπου καὶ μηδαμῇ διάφευξιν ἔχοντος ὁ αὐτοκράτωρ, οἱ βάρβαροι τηνικαῦτα μεθ’ ὅτι πλείστου ὁμάδου ἐπέθεντο. ἀλλ’ οὐδ’ οἱ τοῦ πεζικοῦ
5Ῥωμαϊκοῦ στρατεύματος ἐπὶ τούτοις ἠμέλουν, ἀλλὰ καὶ αὐτοὶ μὴ ἐγκυκλωθῆναι σπεύδοντες πρὸς τὸ ἄναντες ἐφορμῶντες τοῦ χώρου ἀνέστελλον, εἰ καὶ πονήρως μάλα καὶ ἐπικινδύνως, τοὺς ὑποκατιόντας τῶν ἀκρωρειῶν. ὡς δ’ ἐβιάζοντο τῷ πλήθει καὶ τοῖς ἐπικυλιομένοις λίθοις κακῶς ἔπασχον, ἐνεδίδοσαν εἰς τροπήν, πλὴν ὑφειμένως καὶ τότε
10οὐδ’ ὑπεράγαν, καὶ τοῦτο οὐκ ἐπὶ πολύ· τὸ γὰρ ἀεί τι τοὺς ἀλλοθρόους πλεονεκτεῖν, ἐπιβρίθοντάς τε καὶ κατὰ πλείονας ἐγκειμένους, ἐπικατ‐ έβαλέ σφας ἀκόσμως τῇ στρατιᾷ. Τὸ δ’ ἀπὸ τοῦδε συγχύσεως γενομένης καὶ πάντων σώζειν ἑαυτοὺς προθεμένων, ὡς θρέμματα κατακλεισθέντα σηκῷ κατῄκιζον οἱ πολέμιοι
15τὸν ἐπικαταλαμβανόμενον καὶ ἀεὶ τὸν ἐν χερσὶν ἔκτεινον. ἀμύνων δὲ οὐδεὶς ἦν, οὐδ’ ἠδύνατο. βασιλεὺς δὲ αὐτός, ὡς ἐν ἄρκυσι μέσος ληφθείς, πολλάκις μὲν ἀπώσασθαι τὸ καθ’ αὑτὸν ἐπιὸν ἀπεπειράσατο βάρβαρον, σὺν δὲ τῷ μηδὲν ἀνύειν καὶ τὸν τῆς κεφαλῆς ἀπεβάλετο κάσιν. πολλῶν δὲ καὶ κρατίστων συνειλεγμένων περὶ αὐτὸν καὶ πολλὰ μὲν ἀνῃρηκότων
20ὑποζύγια, ὡς δέ φασι καὶ στρατιώτας Ῥωμαίους, ὁπόσοι τῇ παρόδῳ διὰ τὴν συμπίλησιν προσίσταντο, οὕτως αὐτῷ ἡ ἔξοδος διηυμάριστο καὶ σέσωστο μόνος ἀπολωλότων πολλῶν. καὶ ὁ μὲν τοῖς προηγησα‐ μένοις συναφθεὶς τάγμασιν ἔθυε σῶστρα Δαυιτικῶς τῷ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κατὰ τὸν τότε πόλεμον ἐπισκιάσαντι σωτῆρι θεῷ· ὁ δὲ σεβαστο‐
25κράτωρ ὁ Δούκας μὴ βατὰ καθορῶν τὰ ἐν ὄψεσιν ἄλλην ἐβάδισεν ἀγα‐ θοῦ τινος ἡγεμόνος εὐπορήσας, ὃν τοῦ κατ’ αὐτόν τις στρατεύματος, Λιτοβόης τοὔνομα, ἐκ τοῦ τῶν βαρβάρων τάγματος προσδιαλεξάμενος ἐπεσπάσατο, καὶ δι’ ἐκείνης ἀπείρατος ἐξῆλθε κακοῦ. Βασιλεὺς δὲ διὰ τοῦ λεγομένου Κρηνοῦ πρὸς τὴν Βερόην ἀποσω‐
30θεὶς εὗρε τὴν προεξελθοῦσαν ἀπαθῶς στρατιὰν οὐκ ἀγαθὰ φανταζο‐430

Isaac2,pt3

431

μένην περὶ αὐτοῦ· διεθρυλλεῖτο γὰρ ὡς καὶ αὐτὸς τῷ λοιπῷ συναπολώλει στρατεύματι. διὰ γοῦν τὸ τῆς φήμης ἄγνωμον ὀλίγας ἡμέρας τοῖς ἐκεῖ που προσδιατρίψας μέρεσι πρὸς τὴν τῶν πόλεων ἐπάνεισι βασιλίδα. ἡ μέντοι ἀπευκταῖα περὶ τοῦ κρατοῦντος ᾄδουσα φήμη ὑφ’ ἑτέρας
5ἀγγελίας παρευδοκίμητο, ἣν πτερώσας ὁ βασιλεὺς ἀφῆκε κατὰ τὸν Καρχηδόνιον Ἄννωνα τὰς πόλεις ἐπιοῦσαν νικητὴν διαγορεύειν αὐτόν. ἀλλ’ οὔτε Ἄννων ἐπὶ πολὺ ὤνατο τῆς τῶν ᾠδικῶν ὀρνίθων συλλογῆς, οὓς μετὰ τὸ διδαχθῆναι διὰ μειρακυλλίων ὡς „ὁ Ἄννων θεόσ“, ἐνδελεχῶς παρακαθημένων αὐτοῖς καὶ τοῦτο ὑποβαλλόντων ἀεὶ
10μάθημα, διαφῆκεν ἄλλοσε ἄλλον, ὡς ἁπανταχῇ διαρρεύσῃ τὸ ὑπὲρ αὐτοῦ τῶν ὀρνίθων μέλος· λύσαντες γὰρ τὸ πτερὸν οὐκέτι Ἄννων ᾖδον θεός, ἀλλὰ τὰ τῶν ὀρνίθων καὶ πάλιν ἐμουσούργουν ὡς πρότερον· οὔτε βασιλεὺς ἐς μακρὸν τῆς εὐαγγέλου φήμης ἀπέλαυσεν· ἡ γὰρ πτῶσις πολυάνθρωπος γενομένη τὰς πόλεις ἐπιστεναχούσας ἐδείκνυ καὶ τοὺς
15ἀγροὺς κῶμον κωμάζοντας ἄγριον. Εἰσιὼν δὲ τὴν τῶν πόλεων ἄρχουσαν ὑπεχάλασέ τι μικρὸν τῆς ὀφρύος καὶ ἦν ἐπὶ τοῖς συμβεβηκόσι τούτοις δακνόμενος. πρώην δὲ οὐχ οὕτως διέκειτο, ἀλλ’ ἀπαίρων κατὰ βαρβάρων τὰ προφητικὰ ἐκεῖνα εἰς ἑαυτὸν ἐφελκόμενος ῥήματα ᾤετο ἐν εὐφροσύνῃ ἐξελεύσεσθαι
20καὶ ἐν χαρᾷ εἰσελεύσεσθαι καὶ ὡς τὰ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενα αὐτὸν ἐν χαρᾷ καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἐπι‐ κροτήσει τοῖς κλάδοις καὶ ἀντὶ στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ κονύζης ἀναβήσεται μυρρίνη, ἐπεὶ καὶ ἀλλοκότοις δόξαις περὶ ἑαυτοῦ συγκεκρότητο. καὶ πολλάκις τὰ ἐν μυχῷ καρδίας ἐπηλυγα‐
25ζόμενα ἐξαγγέλλων ἐφθέγγετο μὴ διὰ τὰ κοινῶς ὑφ’ ἡμῶν ἡμαρτημένα καὶ
θεοῦ κρίσιν πάντας καταλιπεῖν βαρυνθῆναι τὸ οὖς Κυρίου τοῦ μὴ ἀκούειν431

Isaac2,pt3

432

ἡμῶν καὶ παραδοθῆναι ἡμᾶς εἰς μαστίγωσιν λαῷ μωρῷ καὶ οὐχὶ σοφῷ, ἀλλὰ τίνοντας δίκην τοῦ ὀπίσω Ἀλεξίου τοῦ Βρανᾶ πορευθῆναι ἀποστασίαν κατ’ αὐτοῦ νοσήσαντος τοιούτοις ἐκδεδόσθαι τοὺς προνομευομένους κακοῖς.
5 Ὢ τῶν τοῦ πονηροῦ σκεμμάτων τε καὶ ὑφηγημάτων, εἰ οὕτω τινὲς ὑπειλήφασιν ὡς εὐσεβῶν μυριάδας τῆς ὁποιασοῦν ὑπό τινος αὐτῶν παροινήσεως ἀντάλλαγμα καὶ ἀντίψυχον ἐκδίδωσιν ὁ θεὸς συγκινη‐ θεῖσιν ἔθνεσι καὶ ὡς πρόβατα σφαγῆς παρίησιν ἀπάγεσθαί τε καὶ ἀποκτείνεσθαι. τίς γὰρ Ἱερεμίας πολύδακρυς ἐθρήνησεν ἂν ἀρκούντως
10τοὺς αἰχμαλωτιζομένους, τοὺς ἀναιρουμένους, τοὺς εἰς τὰς πορρωτέρω χώρας ἀποδιδομένους, καὶ τούτων ἐφ’ ὅσαις τὸ τοῦ Χριστοῦ μὴ ἐπι‐ κέκληται ὄνομα. Οὐ ταῦτα δὲ μόνον διεξιὼν ἦν παραβόλως, ἀλλ’ ὅτι καὶ μοναρχίαν περιβαλεῖται δήπουθεν καὶ θηλάσει γάλα ἐθνῶν καὶ αὐτὸς ἐσεῖται τὴν
15Παλαιστίνην ἐλευθερῶν καὶ τὴν δόξαν τοῦ Λιβάνου κτώμενος καὶ τοὺς Ἰσμαηλίτας ὑπὲρ τὸν Εὐφράτην κεραΐζων καὶ ληϊζόμενος καὶ τὸ βαρ‐ βαρικὸν κύκλῳ ἀνακαθαίρων. προσεπῆγε δὲ ὡς καὶ οἱ τότε ὑπ’ αὐτὸν ἡγεμόνες οὐκ ἔσονται τοῖς σήμερον ὅμοιοι, ἀλλ’ ἰσχὺν περιβαλοῦνται πλείστην καὶ πλοῦτον ἐθνῶν ἔδονται καὶ τὰ πάχη αὐτῶν ἐκμυελιοῦσιν
20εἰς τὴν αὐτὴν ῥηξὶ καὶ τοπάρχαις ἐξουσίαν καὶ περιφάνειαν καθι‐ στάμενοι.
Ἐλέγετο δὲ πάντων τούτων ὑφηγητὴν Ἰσαακίῳ καθεστάναι τὸν432

Isaac2,pt3

433

πατριάρχην Δοσίθεον, ὡς σῆτα ταῖς κενοφωνίαις ταύταις τὴν ἐκείνου φύσιν πρὸς τὰ καινὰ τῶν ἀκουσμάτων οὖσαν κατάρροπον ὑπεισιόντα καὶ κατεσθίοντα, ἢ μᾶλλον ὡς αἱ τίτθαι τὰ βρεφύλλια ἐπικλινῆ τιθέναι πρὸς ῥᾳστώνην καὶ βίον ἐξημβλυμένον ἀναπεπτωκότα τε ποιεῖν τὸν
5βασιλέα τοῖς τῶν τοιούτων μυθολογημάτων ἐπᾴσμασιν, οἷα δὴ καὶ μηδὲν αὐτουργοῦντος αὐτοῦ, τῆς δ’ ὡρισμένης ἐπιστάσης ὑποκεισο‐ μένων αὐτῷ πασῶν τῶν βασιλειῶν, καθ’ ὃν δὴ τρόπον καὶ οἱ πάλαι ζωγράφοι Τιμόθεον ἔγραφον αὐτὸν μὲν καθεύδοντα, τὴν δὲ τύχην περιιοῦσαν καὶ εἰς ἕνα κύρτον τὰς πόλεις ἐμβάλλουσαν καὶ προσάγουσαν
10αὐτῷ καὶ παραδιδοῦσαν. Τὸ δὲ δὴ θαυμάζεσθαι ἀξιώτερον, ἔλεγε διαρρήδην ὡς ὁ Κομνηνὸς Ἀνδρόνικος, ὃν αὐτὸς τοῦ ἄρχειν καθελὼν εἰς θάνατον ἐξέδωκε πόνηρον, ἐνναετίσειν ἤμελλε τῇ βασιλείᾳ Ῥωμαίων, συνέστειλε δὲ τὴν ἐκείνου ἐννεαρχίαν εἰς τριετίαν θεὸς ὡς ὄντος κακοεργοῦ, ἀμέλει τοι καὶ ὡς
15ῥάκος πορφύρᾳ ἐπιβέβληνται τῇ αὐτοῦ ἀρχῇ καὶ οἱ ἐκείνου ἓξ λυκά‐ βαντες καὶ μέλλει κατὰ τούτους αὐτὸς τοὺς χρόνους μὴ εἶναι πάνυ τι ἐπιεικής τε καὶ μέτριος, μηδ’ ὡς ἐπίπαν ταῖς ἀγαθοπραξίαις γαννύμενος, ὡς τῶν κακοποιῶν Ἀνδρονίκου ἐνιαυτῶν πρὸς τὴν ἐκείνου μεθελκόντων φύσιν αὐτὸν καὶ ἀντισπώντων ἀναγκαστῶς. ταῦτα δὲ εἰ τὴν πάλαι
20σεσηπυῖαν εἱμαρμένην ἀνίστησι καὶ συνίστησι τὴν ἀναγκαίαν καὶ Ἀνδρονίκῳ χαρίζονται τὸ ἀνέγκλητον ὡς κατὰ χρόνους ἄρξαντι κακοποιούς, παρίημι τοῖς βουλομένοις σκοπεῖν. ἐπεὶ δὲ οἱ ἓξ παρήλ‐ θοσαν ἐνιαυτοί, ἔδειξεν ἐκ τῶν πραγμάτων αὐτῶν μὴ τὴν χρονικὴν περίοδον, ἀλλὰ τὴν γνωμικὴν ἰδιότητα ὑποβάλλειν καὶ ὑποτιθέναι τὰ
25βουλητέα τισίν· ἀγαθὰ γὰρ ἐπαγγελλόμενος μείζονα τοῖς ὑπηκόοις εἰς
τοὺς μετέπειτα ἐνιαυτοὺς οὐδέν τι τῶν προτέρων εἰργάσατο ἄμεινον.433

Isaac2,pt3

434

Οἱ μέντοι Βλάχοι τῷ ἀεὶ νικᾶν ἐπαιρόμενοι καὶ πλοῦτον ἁβρὸν καὶ παντοῖον ὁπλισμὸν ἐκ τῶν Ῥωμαϊκῶν λαφύρων περιβαλλόμενοι ἀκα‐ τάσχετοι τὰς ὁρμὰς ἐγεγόνεισαν καὶ οὐκέτι κώμας καὶ ἀγροὺς ἐληΐζοντο ἐπιόντες, ἀλλὰ καὶ κατὰ τῶν μεγαπύργων ἐφωπλίζοντο πόλεων. τήν
5τε οὖν Ἀγχίαλον ἐξεπόρθησαν καὶ τὴν Βάρναν παρεστήσαντο καὶ κατὰ τὴν Τριάδιτζαν ἀφικόμενοι, ἥ ἐστιν ἡ πάλαι λεγομένη Σαρδική, τὸ πλεῖον ταύτης μέρος ἠφάνισαν. καὶ αὐτὸ δὲ τὸ Στούμπιον τῶν ἐνοικούντων ἐκένωσαν καὶ εἰς τὸν Νῖσον ἀφιγμένοι κἀκεῖθεν οὐκ ὀλίγην λείαν ἀνθρώπων τε καὶ ζώων ἐπεσπάσαντο.
10 Μὴ ἔχων δ’ ὁ βασιλεύς, ὡς οἷα ὑπὸ μελισσῶν κηρίον κυκλούμενος, τίνι τῶν κακῶς πασχόντων ἐπαρήξειε πρότερον ἢ τίνι τελευτῶν βρα‐ βεύσοι τὴν σύναρσιν, εἰς ἀρχηγοὺς μερίζει τὴν στρατιάν. ἀμέλει καὶ τὴν Βάρναν ἀνέκτισε καὶ ἐπύργωσε τὴν Ἀγχίαλον καὶ φρουρὰν αὐταῖς ἐγκατέστησε. καὶ ἐδόκει μὲν οὐκ ἄπο προμηθείας εἶναι ταῦτα βασιλικῆς,
15ἦσαν δὲ καὶ οὕτως τὰ τῶν ἐναντίων αὖθις ἐπικρατέστερα. Ἐξιὼν δὲ καὶ αὐτὸς κατὰ τὰς μετοπωρινὰς τροπὰς περὶ τὴν Φιλ‐ ίππου καὶ τὴν γυναικωνῖτιν συνεπαγόμενος, ὡς ἐνόν, ἀνέστελλε τὰς τῶν Βλάχων καὶ Σκυθῶν ἐπιδρομάς. κακουργοῦντος δὲ τοῦ τῶν Σέρβων ζουπάνου καὶ τὰ Σκόπια φθείροντος, ἄπεισι κατ’ αὐτοῦ· καὶ ὡς συν‐
20ερρώγεσαν αἱ τάξεις κατὰ τὸν Μοράβον λεγόμενον ποταμόν, ἐνέκλιναν οἱ βάρβαροι, καὶ καταδιώξεως γενομένης, οὐκ ὀλίγοι τούτων ἀφανισμῷ παρεδόθησαν ὕδασι καταβαπτιζόμενοι καὶ δόρασι διαπειρόμενοι. παρ‐ ελθὼν δὲ τὸν Νῖσον καὶ περὶ τὸν Σάουβον γενόμενος ποταμὸν τῷ οἰκείῳ συνέμιξε κηδεστῇ τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ. καὶ συχνὰς ἐκεῖσε
25διατρίψας ἡμέρας ἐπάνεισιν αὖθις εἰς Φιλιππούπολιν κἀκεῖθεν τὴν
μεγαλόπολιν εἴσεισιν ἐκκλίνων τὴν εἰς τὸν Αἷμον πάροδον.434

Isaac2,pt3

435

Εἰς δ’ ἑτέραν τῶν κατὰ Φιλιππούπολιν ἀπιδὼν κυβέρνησιν, ὡς τῶν ἐκεῖσε μάλιστα κακῶς πασχόντων ἀεί, στέλλει τὸν οἰκεῖον ἐξάδελφον Κωνσταντῖνον, ὃν καὶ δοῦκα τοῦ στόλου προυβάλετο, εἰς στρατηγὸν ἀποτάξας. ὁ δὲ κἂν οὔπω ὑπεραναβεβήκει τὸν μείρακα, τὸ γοῦν θυ‐
5μοειδὲς παραδεικνύων, ὡς οἱ τῶν λεόντων σκύμνοι τὴν ὀφρὺν εὐθὺς ἐκ γενέσεως καὶ τῆς ἐπαυχενίου κόμης τὸ λάσιον καὶ τὰς τῶν ὀνύχων ἀκω‐ κάς, οὕτω πρὸς ὑπακοὴν καὶ δέος τὸ συνὸν αὐτῷ ἐρρύθμισε στράτευμα, ὡς νεύματι μόνῳ πείθεσθαί οἱ καὶ ἐννοήματι καὶ πρὸς τὰ ἐπιταττόμενα ῥᾳδίως ὑπάγεσθαι. ἐστρατήγει οὖν μετὰ τῆς φυσικῆς ὀξύτητος. εἰ δέ
10που ἡ νεότης σφαδάζουσα ἐξέπιπτε τοῦ καθήκοντος, ἡ τῶν ἐκείνῳ συνεζευγμένων ὑποστρατήγων ἐμπειρία ταύτην ἀνασειράζουσα μὴ ὅρους ὑπερβαίνειν ὑπετίθει τοὺς τακτικούς. ἔπτηξαν οὖν αὐτὸν οἱ ἀπο‐ στάται Βλάχοι ὅσον οὐδ’ αὐτὸν τὸν βασιλέα ὀπτανόμενον κατεπλάγη‐ σαν καὶ πολλάκις ὁ Πέτρος σὺν τῷ Ἀσὰν κείρειν τὰ κατὰ Φιλιππούπολιν
15καὶ Βερόην προθέμενοι οὐκ ἔλαθον ἐξιόντες τὸν Κωνσταντῖνον, ἀλλ’ ἐφέποντα εἶχον καὶ τὰς ἐκείνων κλονοῦντα φάλαγγας, ὥστε οὐχ ὡς πρότερον συχνὰς ἐποίουν τὰς ἐκδρομάς. Ἀλλὰ δέον τὰ λυσιτελῆ ταῦτα τῇ πατρίδι καὶ ταῖς ἐκεῖσε πόλεσιν αἱρεῖσθαι τὸν Κωνσταντῖνον, ὁ δὲ τὴν ἐναντίαν ἐτράπετο. ἐπαρθεὶς γὰρ
20τοῖς μικροῖς ἀγωνίσμασι τούτοις ὡς τὰς φρένας ἀστατῶν τῇ νεότητι ἤρξατο ὑποποιεῖσθαι τοὺς συνόντας αὐτῷ ἀρχηγοὺς κἀκ τῶν ἐγχω‐ ρίων στρατιωτῶν ὁπόσους τὸ γένος αἰδεσίμους ἐγίνωσκε καὶ περιδεξίους εἰς ἔργα πολέμια. οὐκοῦν καὶ βραχεῖαν ἐκ τούτων ῥοπὴν ἐσχηκὼς πρὸς τὴν τῶν κατ’ ἔφεσιν ἐκπεράτωσιν τῆς στρατηγίδος ἀνθαιρεῖται στολῆς
25τὴν βασίλειον καὶ τοὺς πόδας εἰς ἑτοιμασίαν τῆς τυραννίδος φοινικοβαφὲς ἀμφιέννυσι πέδιλον. καὶ παραδηλοῖ γράμμασι τὰ ἐπ’ αὐτῷ τετελεσμένα τῷ τῆς ἀδελφῆς γαμέτῃ, τῷ μεγάλῳ δομεστίκῳ τῆς δύσεως Βασιλείῳ τῷ Βατάτζῃ. τὸν δὲ οὐ μόνον οὐκ ἔσχεν ἐπαινοῦντα τὰ τετολμημένα ἢ
προσσχόντα οἷς ἔπραττε νηπιωδῶς καὶ ἐπέστελλεν αὐθαδῶς εἰς Ἀδρια‐435

Isaac2,pt3

436

νούπολιν τότε διάγοντα, ἀλλὰ καὶ μᾶλλον τὴν ἄκαιρον ὁμοῦ καὶ ἄλογον φιλοτιμίαν καταμωκώμενον καὶ ὡς ὅσον οὐδέπω ἀπολούμενον αὐτὸν ὀδυρόμενον· ὃ καὶ παρὰ πόδας ἐπηκολούθησεν. Ἄρας γὰρ ἐκ τῆς Φιλίππου ἐπὶ σκοπῷ τοῦ κατ’ Ἀδριανούπολιν
5γενέσθαι καὶ μὴ ἑκόντα τὸν οἰκεῖον συμπαραλήψεσθαι γαμβρὸν τὸν Βα‐ τάτζην συλλήπτορα τοῦ ἔργου καὶ συνεπευδοκοῦντα τοῖς τελουμένοις καὶ φθάσας περὶ τὸ λεγόμενον Νεούτζικον (τόπος δέ ἐστιν οὗτος διο‐ ριστικὸς τῶν ἐπαρχιῶν ἀμφοτέρων, τῆς Ἀδριανοῦ φημὶ καὶ τῆς Φιλίπ‐ που) συλλαμβάνεται καὶ καταπροδίδοται βασιλεῖ παρ’ αὐτῶν ἐκείνων
10τῶν εἰς ἀποστασίαν ὑπονυξάντων καὶ ἀναγορευσάντων αὐτὸν αὐτο‐ κράτορα. οἱ δ’ αὐτοὶ καὶ τὸν ὑπὲρ ἑαυτῶν ἀπόλογον ἐφ’ οἷς ἔδρασαν πρὸς τὸ εὔσημον μεθαρμόζοντες διεμηνύσαντο βασιλεῖ τὸ μὲν ὑποκλιθῆ‐ ναι καὶ προσνεῦσαι τῷ ἀποστάτῃ μὴ καθ’ ἕτερον τρόπον ἐργάσασθαι ἢ τῷ συμμεταβεβλῆσθαι ἀθελήτως τῷ καιρῷ καὶ τοῖς πράγμασιν (ὁρᾶν
15γὰρ οὐκ ἀκίνδυνον αὐτοῖς καὶ ἀκόνδυλον τηνικαῦτα τὸ ἀντιτείνειν πρὸς τὰ παρὰ τοῦ Κωνσταντίνου ὑποβαλλόμενα· εἶναι καὶ γὰρ τῶν προη‐ γησαμένων στρατηγῶν ἐπιχολώτατον καὶ τὸ ξίφος ἐκ τοῦ αὐτίκα γυ‐ μνοῦντα κατὰ τῶν μὴ ἐμμενόντων τοῖς αὐτοῦ δόγμασι), τὸ δὲ νῦν τελεσθὲν τῆς ἐς αὐτὸν ἐκεῖνον ἀκραιφνοῦς τεκμήριον πίστεως τὸ οἰκεῖον ἐνδειξα‐
20μένων, ὁπηνίκα εὐκαιρίας ἐλάβοντο. καὶ ᾔδει μὲν βασιλεὺς παλιμβόλων ἀνδρῶν τεχνάσματα ταῦτα καὶ κατεσχηματισμένα προβλήματα, ἐπαι‐ νέσας δ’ ὅμως τὸ γεγονὸς ὡς αὐτῷ ξύμφορον τῶν μὲν συναραμένων τοῦ ἔργου τῷ Κωνσταντίνῳ οὐδένα ἐκ τοῦ προδήλου παραλελύπηκεν, αὐτὸν δ’ ἐς τὸ φῶς ἐλυμήνατο.
25 Τοσοῦτον δ’ εὐφράνθησαν οἱ Βλάχοι καὶ ἠγαλλιάσαντο Πέτρος τε καὶ Ἀσὰν ἐπὶ τοῖς συμβεβηκόσι τούτοις τῷ Κωνσταντίνῳ, ὥστε κἀ‐ κεῖνον ἐπὶ τοῦ ἑαυτῶν ἔθνους ἔλεγον τῇ βασιλείᾳ ἐπιβαλεῖν καὶ βασιλέα μὴ ἔχοντα μειζόνως εὐεργετήσειν ἄλλως τοὺς Βλάχους τὰς κόρας ἐκ‐ κόψαι τοῦ Κωνσταντίνου, θυμοσοφοῦντες ἐν τοῖς τοιούτοις καὶ τὰ Ῥω‐
30μαίων μυκτηρίζοντες πράγματα ἐπὶ τὸ κάταντες ἀεὶ προχωροῦντα καὶ
ταῖς χείροσι μερίσιν ὑπενδιδόντα. οἱ δ’ αὐτοὶ καὶ τοῖς ἐκ φύτλης τῶν436

Isaac2,pt3

437

Ἀγγέλων τὴν τῶν Ῥωμαίων χειρίζουσιν ἀρχὴν πολυετὲς ἐπηύχοντο κράτος, μηδὲ ἰδεῖν ποτε θάνατον, εἰ δυνατόν, ἐξελιπάρουν τὸ θεῖον, ἢ ἀφαίρεσιν τῆς βασιλείας παθεῖν· καὶ τὴν αἰτίαν προστιθέντες ἐχρηστη‐ ρίαζον οἱ κατάρατοι ὡς, αὐτῶν βασιλευόντων, ἔτι καὶ ἔτι τὰ τῶν
5Βλάχων εὐτυχοῦντα προσεπιδώσουσί τε καὶ μεγαλυνθήσονται, καὶ χώρας δὲ καὶ πόλεις ἀλλοτρίας ἐπικτήσονται καὶ ἄρχοντες ἐξ αὐτῶν καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐτῶν ἐξελεύσονται, οὐκ οἶδ’ ὅθεν καὶ ὅπως τὰ ἐσπουδασμένα ταῦτα διεξιόντες. Ἔνθεν τοι καὶ οἱ μὲν ὡσεί τι ἐκπορθήσοντες φρούριον ἢ κώμας ἀναρ‐
10πάστους θησόμενοι ἢ πόλεις ἀναστάτους δείξοντες μετὰ φάλαγγος ἐπῄε‐ σαν Σκυθικῆς καὶ τὸ προστυχὸν ἅπαν ἐσίνοντο, ποτὲ μὲν τῇ Φιλίππου ἐπιόντες, ποτὲ δὲ τῇ Σαρδικῇ ἐφεδρεύοντες, ἐνίοτε δὲ κατὰ τὴν Ἀδρια‐ νούπολιν ἐξερχόμενοι· οἱ δὲ Ῥωμαῖοι νωθέστερον ἐπεξῄεσαν, εἰ δέ ποτε καὶ ἀντετάχθησαν ἢ συνεπλάκησαν, κατὰ μετρητοὺς ἐκάκουν τοὺς ἀντι‐
15πάλους. Ὁ δὲ βασιλεὺς οὗτος δολιχοδρόμῳ ἢ γοῦν σταδιεῖ προσεοικὼς εὐθὺς πρὸς τῇ νύσσῃ κατέπαυσε, τὸν τῆς ἀρίστης βασιλείας δρόμον τρέχειν ἀρξάμενος· οὐ γὰρ ἦν πολλοὺς ἀμφιιὼν κύκλους τῆς ἀρετῆς, ἀλλ’ ὡς ἀποκαμὼν ὑπεχαλάσθη τοῦ συντόνου τῆς ὁρμῆς καὶ τῆς ἐπαινετῆς ἐς
20ἅπαν ἐξενευρίσθη προθέσεως. οὐκοῦν πολλοῖς τὰ χαλινὰ καὶ τὰς ἡνίας ὑπαλλάξας τῆς βασιλείας, ὡς εἴπερ αὐτὸς ἀποπεφύκει πρὸς σπουδαίαν ἀρχῆς διοίκησιν, φέρων ἐνεχείρισε τὴν πάντων διεξαγωγὴν καὶ κυβέρ‐ νησιν καὶ τῷ πρὸς μητρὸς θείῳ Θεοδώρῳ τῷ Κασταμονίτῃ. Ἦν δ’ οὗτος περὶ πραγμάτων ἐγχείρησιν καὶ μάλιστα περὶ τὰς δη‐
25μοσίας συνεισφορὰς δεξιώτατος καὶ λόγων σοφωτέρων μέτοχος. ὃν καὶ λογοθέτην τῶν σεκρέτων προβαλόμενος ἤγετο ὑπ’ αὐτοῦ καὶ μετήγετο καθάπερ βασιλευόμενος, ὅθεν ὡς ἄν τις ἐν ὑπηρέτου μοίρᾳ καθήμενος πᾶν, ὅπερ ὑπ’ αὐτοῦ ἐπετάττετο, διεπράττετο σχεδὸν μηδὲν διακρίνων.
νοσῶν δὲ τὰ ἄρθρα τῶν ποδῶν ὁ Κασταμονίτης φοράδην τὰ πολλὰ πρὸς437

Isaac2,pt3

438

τὸν κρατοῦντα εἰσήγετο ὑπὸ δυοῖν φορέων αἰρόμενος διὰ σκίμποδος ὡς οἱ τῶν οἴνων ἀμφορεῖς· καὶ συνομιλῶν βασιλεῖ τὰ πρόσφορα, ἢ μᾶλλον καπηλεύων τὰ Ῥωμαίων πράγματα καὶ ὀλίγου ἀποδιδούς, αὖθις ἐξήγετο. οἱ δέ γε λαοὶ καὶ τὸ τῆς πολιτείας γερούσιον καὶ ὅσοι τῷ βασι‐
5λεῖ καθ’ αἷμα συνήπτοντο εἵποντο ἐκείνῳ καὶ προπέμποντες ἐκύκλουν τὸν νεκροφόρον ἄντικρυς ὀκλαδίαν, τὰς οἰκείας τύχας, οὐκ ἐκεῖνον ἀπο‐ κλαιόμενοι. οὐ γὰρ ἦν τι τῶν γινομένων ἐκείνου ἄνευ διαπραττόμενον, ἀλλ’ οὐδέ τις καὶ τῶν ἐν ὑπεροχαῖς συμμετεῖχε τῷ Κασταμονίτῃ καθέδρας, ἀλλὰ παρίσταντο πάντες δουλοπρεπεῖ σχήματι. καὶ ὁ κρατῶν ἐπὶ
10τούτοις οὐκ ἐδυσχέραινε καὶ τὴν οἰκείαν δόξαν ὁρῶν ἀναρσίως πρὸς ἕτερον μεταβαίνουσαν καὶ διαρπαζομένην τὴν βασιλείαν οὐμενοῦν οὐδέν τι πρὸς τὴν ἀτοπίαν ταύτην ἐφρόνει ἐνδόσιμον, ἀλλ’ ἦν τοῖς τε‐ λουμένοις ἐπευδοκῶν κατ’ οὐδένα πρόδηλον δίκαιον σκοπόν. προϊὼν δὲ καὶ φάλαρα ὀξυβαφῆ αὐτῷ ἐνέδωκεν ἔχειν, τοῦ ἱεροῦ σχοινίσματος ὄντι,
15καὶ ἐφεστρίδα τοιαύτην ἐν τῷ ἱππεύειν κεκτῆσθαι καὶ διὰ βαφῆς ὁμοίας ὑποσημαίνεσθαι τοὺς τόμους τῶν δημοσίων λόγων καὶ τὰ γραμμάτια. καὶ ἦν ὄντως τὰ πράγματα μετακεκλικότα πρὸς τὸ ἀσύνηθες καὶ τῇ ἰδίᾳ φύσει ἀντιτασσόμενα, ἕως τις νόσος φιλάνθρωπος τοὺς μὴ ἑαυτοὺς ἐλεοῦντας οἰκτειρήσασα ἐπέβρισε τῷ ἀνθρώπῳ ἐξ ὕλης μοχθηροτέρας,
20ἥτις τὰ ἄρθρα τοῦ σώματος ἀναμοχλεύουσα ἐπενέμετο καὶ ἐπέθετο τῷ λογιστικῷ κραταιότερον. Ἦγε δὲ τότε πεντεκαιδεκάτην ὁ Αὔγουστος μὴν καὶ ὁ Κασταμονίτης μετὰ φυσήματος καὶ πολυοχλίας ἀρχικωτάτης τῇ μονῇ τῆς Παντανάσσης διὰ τῆς ἀγορᾶς ἐπεφοίτησε τὰ ὅσια τελέσων τῇ μεταστάσει τῆς θεομήτο‐
25ρος, ὅτε καὶ πρώτως ἀκούσας δεσπότης καὶ βασιλεύς, ἐπεὶ καὶ τοῦτο προσεφεῖτο ἐπιλέγειν τοῖς κόλαξι καὶ τοῖς αἰκάλλειν εἰωθόσι τοὺς δυνα‐ στεύοντας, ἔδοξε τοῖς κομψοτέροις τῶν συνελθόντων εἰς ἐπιληψίαν ἀποκλῖναι διὰ τὸ καινότερον τοῦ ἀκούσματος. ἀλλὰ καί τις τῶν τοῦ
βήλου κριτῶν παρεστὼς (τὸ δὲ ὄνομα ἑκὼν ὑπερβήσομαι) διαχαλάσας438

Isaac2,pt3

439

τὴν ἐσθῆτα ἐδέσμει τὰς γαστροκνημῖδας τοῦ λογοθέτου τῇ ζώνῃ τῆς ὀσφύος, ἐπισχήσειν τὸ ἀνωφερὲς τῆς ὕλης ἐντεῦθεν πειρώμενος. πλὴν ὁ μὲν καὶ οὕτως ἀλύτως εἶχε τῆς τῶν φρενῶν παρακοπῆς, ὁ δὲ τὸν παρὰ πάντων εὖ μάλα ὠφλίσκανε γέλωτα διά τε τῶν ἱματίων τὸ ἄνετον καὶ
5τὸ τῆς γνώμης εὐάγωγον. ἀλλὰ τότε μὲν βραχύ τι καὶ ὅσον ἡδυτέραν τὴν ἡμέραν ὑπολογίσασθαι τῆς καχεξίας ἀνανεύσας πάλιν ἐμπέπτωκεν εἰς αὐτὴν καὶ μεθ’ ἡμέρας ἀπέρρηξε τὴν ψυχήν, καὶ ἄλλως ἀσθενικὸς ὢν τὸ σῶμα καὶ τὰ περὶ τὴν ἕδραν ὑπὸ νόσου πολύτρητος. Ἐκδηλότερον δὲ τὸ αἶσχος ἐγγὺς τοῦ κάλλους ὁρώμενον. τοῦ γὰρ
10Κασταμονίτου τελευτήσαντος διαδέχεται τὴν βασιλέως εὔνοιαν νεα‐ νισκάριόν τι γραμματιστοῦ καὶ πινακιδίου δεόμενον. Καὶ τούτου τὸν ἐν ἡμῖν βίον ἀπολιπόντος, παιδίον μικρὸν τὴν τῶν κοινῶν διοίκησιν ἀναζώννυται, οὔπω πέρυσιν ἀφειμένον δονακίσκου καὶ μέλανος, ὃς οὐ τὸν κρατοῦντα μόνον αὐτὸν ὡς τὸ κῆτος ὁ λεγόμενος προ‐
15πομπὸς μετῆγεν, ὡς ᾑρεῖτο, καὶ περιέφερεν, ἀλλὰ μετῄει καὶ ὅσα τῶν στρατιωτικῶν εἰσι καταλόγων, ὡς εἴπερ ἐκ σπαργάνων αὐτῶν τῇ πηδαλιουχίᾳ τῶν μεγίστων ἐνετέθραπτο πραγμάτων ἢ τὰς κοσμικὰς φροντίδας ἠπίστατο πρὸ γενέσεως, καθὰ καὶ περὶ Σιβύλλης φασὶν ὡς ἅμα τε τῆς μητρῴας νηδύος ἐξώλισθε καὶ ἅμα περὶ τῆς τοῦ παντὸς ἐφιλο‐
20σόφει συστάσεως. πολλαπλασίονα οὖν καὶ οὗτος τοῦ Κασταμονίτου τὴν ἰσχὺν ἐνεδέδυτο κἀκεῖνα τῷ αὐτοκράτορι θεμιτά, ὁπόσα οἱ θελητὰ
ἐδέδοκτο.439

Isaac2,pt3

440

Καὶ ἦν βομβυλιὸς ἀτεχνῶς εἴτε κώνωψ ὠτίον περιβομβῶν λέοντος ἢ μυρμηκάνθρωπος μελάγχροος τὸ τῆς γῆς μέγιστον ἄχθος διακυβερνῶν ἐλέφαντα ἢ μήρινθος λεπτὴ ἀπὸ ῥινὸς ἐφέλκουσα κάμηλον, εἴπῃ δ’ ἄν τις οὐκ ἀκόμψως καὶ παχεῖα κυψελὶς περὶ τὸ τῆς βασιλικῆς ἀκοῆς ἐνσκήψασα
5ἕλιγμα καὶ τῶν ἑτέρωθεν ἐνηχουμένων τὴν εἰσροὴν ἀποφράττουσα, ἢ καὶ τεθλιμμένη παράθυρος καὶ στενὴ πυλὶς καὶ συνεπτυγμένη ὁδὸς εἰσά‐ γουσα πρὸς τὰ βασίλεια. αἱ δ’ εὐρεῖαι τῶν εἰσόδων, δι’ ὧν προσεφοί‐ των πρότερον τοῖς κρατοῦσιν οἱ δεόμενοι, τέλεον ἐπεζυγώθησαν καὶ ταῖς μωραῖς τῶν παρθένων οἱ δι’ ἐκείνων εἰσελθεῖν πειρώμενοι ἐῴκεσαν
10ἀτεχνῶς, ὅτι μηδ’ ἦν ὁ κατ’ ἐκείνας τῷ κρούοντι ὑπανοίγων εἰ δέ τις ὀψέ ποτε διὰ τῆς τῶν πυλῶν συμμύσεως τοῖς ἐπιμένουσι τῷ κρούειν ἐπαπταίνετο, οὐδὲν μέντοι πρὸς τὴν πεῦσιν ἀπεκρίνετο, τὸ δ’ ἀπελθεῖν εἰσηγεῖτο κατὰ τὴν παραπυλίδα τὴν πλάγιον καὶ δι’ ἐκείνης εὐμαρῆ τὴν εἴσοδον εὕρασθαι καταθέμενόν τι τῶν ἐν τῷ κόλπῳ ἢ τὴν οἴκοι ἀπο‐
15δόμενον δίπλακα. Συνεμάχετο δὲ τῷ παιδιογέροντι τούτῳ πρὸς τὸ ὑπερφιλεῖσθαι παρὰ τοῦ αὐτοκράτορος καὶ εἷς ἀντὶ παντὸς λογίζεσθαι καὶ τὸ ἦθος μὲν σοφιστι‐ κὸν καὶ εὐτράπελον ὂν καὶ τὸ πολυειδὲς ὡσαύτως τῆς γνώμης καὶ ὕφαλον, ἐπεὶ καὶ κατηγόρει ταῦτα τούτῳ ἡ τῶν ὀφρύων γραμμὴ ξυνεχὴς φυεῖσα
20καὶ μηδέν τι μεταίχμιον ἔχουσα. πλέον δὲ μᾶλλον προσῳκείου τῷ βασι‐
λεῖ τὸ ἐμπορικὸν φρόνημα καὶ ὁ ὑπεράπειρος λημματισμός· οὐ γὰρ μό‐440

Isaac2,pt3

441

νον τοῖς ἐξ ὕλης παντοίας στατῆρσιν ἐνσκολιευόμενος ὑφεῖρπε καὶ ἐνήδρευε τοῖς πρὸς δίαιταν, ἀλλὰ καὶ ποπάνοις ἐνελύττα καὶ ἐνέχαινε πέποσι καὶ ξύμπαν ἄλλο περιειργάζετο τῆς γῆς ὡραῖον ἐδώδιμον. Ἀλλ’ ἐπανακτέον τὸν λόγον ἐκτραπόμενον τοῦ ἴχνους, ἐφ’ ὅπερ
5ὥρμησεν ἐξ ἀρχῆς. τὰ δ’ ἐφ’ ὅσον ἐνεδήμει χρόνον τῇ βασιλίδι τῶν πόλεων ὑπὸ τοῦ βασιλέως τούτου πραττόμενα, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, οὑτωσί πως διετετράνωτο. ἐτρύφα καθ’ ἡμέραν λαμπρῶς παρα‐ τιθέμενος τράπεζαν Συβαρίτιδα καὶ τῶν ἡδυτάτων χυμῶν γευόμενος βουνίζων τε τοὺς ἄρτους καὶ λόχμην κνωδάλων ἰχθύων τε διάπλευσιν καὶ
10πόντον οἴνοπα δεικνὺς τὴν ἑστίασιν. ναὶ μὴν ἑτερημέροις ἐνευπάθει λουτροῖς ὠσφραίνετό τε μυρεψουμένων εὐωδιῶν καὶ ταῖς στακταῖς ἐρραντίζετο, ὡς ὁμοίωμά τε ναοῦ στολαῖς ἐξάλλοις ἐκέκαστο βοστρυχι‐ ζόμενος. ἐπιδεικτικός τε ἦν ὡς ταὼς ὁ φιλόκοσμος καὶ μὴ δὶς τὸν αὐτὸν χιτῶνα ἐνδιδυσκόμενος ἢ ὥσπερ ἐκ παστοῦ νυμφίος καὶ ὡς ἐκ λίμνης περι‐
15καλλοῦς ἥλιος προϊὼν καθ’ ἑκάστην τῶν ἀνακτόρων. Χαίρων δὲ ταῖς εὐτραπελίαις καὶ τοῖς ἐκ τῆς ἁπαλῆς Μούσης ᾄσμασιν ἁλισκόμενος ἐγερσιγέλωσί τε ἀνθρωπίσκοις συμπαραφύρων οὐκ ἐπεζύ‐ γου κέρκωψί τε καὶ μίμοις καὶ παρασίτοις καὶ ἀοιδοῖς τὰ βασίλεια. τοῖς δὲ τοιούτοις ὁ πάροινος κῶμος συνέζευκται πάντως καὶ ἡ κατὰ τὰς κοίτας
20ἀσέλγεια συνεφέπεται καὶ ὅσα χρηστῆς καὶ ὑγιοῦς βασιλείας συνδια‐ φθείρει κατάστασιν. ἀτὰρ εἴρηκέ ποτε ἐπὶ δείπνου „ἐνέγκατέ μοι ἅλασ“, παρεστὼς δὲ τῶν τότε μίμων ὁ χαριέστατος, ᾧ τὸ ἐπώνυμον Χαλιβούρης, περιβλεψάμενος τὸν τῶν γυναικῶν χορὸν ἐκ παλλακῶν καὶ συγγενῶν τοῦ βασιλέως κεκροτημένον „γνωσόμεθα“ εἶπε „πρώτως ταύτας, ὦ
25βασιλεῦ· εἶθ’ οὕτως ἄλλας εἰσενεχθῆναι κέλευσον“. καὶ πρὸς τὸ ῥῆμα441

Isaac2,pt3

442

τοῦτο πᾶσαί τε καὶ πάντες ἐξεκάγχασαν· τῷ δὲ τρέπεται ὁ χρὼς καὶ μόλις τὸν θυμὸν ἐν πείσει κολάσας ἐμβριμήματι τὴν τοῦ γελωτοποιοῦ ἐλευθεροστομίαν ἀνέστειλε. μεταδιώκων δὲ τὰ τῶν χωρίων εὖ ἔχοντα καὶ ὥρας καὶ θέσεως ἐκ διαλειμμάτων εἰς τὴν μεγαλόπολιν ἐπανήρχετο
5καὶ κατὰ περιόδους ὡς ὄρνις ὁ Φοῖνιξ ἐπωπτάνετο. Ὑπὲρ πᾶν δ’ ἕτερον τὰς τῶν ὑπερόγκων οἰκημάτων ἀνεγέρσεις περιεσπούδαζε μανικώτερον ἐπὶ τὰ ἐραστὰ ἐμπηδῶν, κἀν τοῖς πλείστοις τοῦ καθήκοντος ἐκφερόμενος. ἐντός τε οὖν τῶν βασιλείων ἀμφοτέρων λουτρὰ καὶ διαιτήσεις λαμπροτάτας ἐδείματο καὶ κατὰ τὴν Προποντίδα
10πολυτελεῖς δόμους ἀνήγειρε νησίδιά τε τὴν θάλασσαν ἀπογαιώσας εἰργάσατο. προθέμενος δὲ καὶ πύργον τεκτήνασθαι κατὰ τὸ ἐν Βλαχέρ‐ ναις παλάτιον, ἅμα μὲν εἰς ἔρυμα τῶν ἀνακτόρων, ὡς ἔφασκε, καὶ ὑπέ‐ ρεισμα, ἅμα δὲ καὶ εἰς ἐνοίκησιν ἑαυτῷ, ναούς τε κατὰ τὴν ἀκτῖνα πάλαι ἱσταμένους ἀτημελεῖς κατήρειψε καὶ τοὺς πλείστους τῶν κατὰ τὴν βασι‐
15λίδα πόλιν περιφανῶν οἴκων ἔθετο εἰς ἐρήμωσιν, ὧν ἕως ἄρτι τινὲς θέαμα τοῖς παριοῦσι δακρύων ἄξιον τοὺς θεμελίους προβάλλονται, καὶ τὴν ἐκ πλίνθου πάσης ὀπτῆς λαμπροτάτην τοῦ γενικοῦ οἰκοδομὴν κατηδάφισε. σὺν πολλοῖς δὲ καὶ τὸν περίκλυτον οἶκον τῶν Μαγγάνων κατέβαλε, μήτε τὸ τοῦ ἔργου κάλλος καὶ τὸ μέγεθος αἰδεσθείς, μήτε τὸν τροπαιοφό‐
20ρον μάρτυρα πτοηθείς, ᾧ ἀνέκειτο οὑτοσί. Ἐπισκευάσαι δὲ βουληθεὶς καὶ τὸν ἐν τῷ ἀνάπλῳ νεὼν τοῦ ἀρχιστρα‐ τήγου τῶν ἄνω τάξεων Μιχαήλ, εἴ τις ἐν πλαξὶ τοῖς βασιλείοις δόμοις ὑπέστρωτο καὶ περιήμπισχε τοὺς τοίχους καλλίστη τε τῇ στιλπνότητι καὶ ῥανίσιν ἐστιγμένη ποικιλοχρόοις, ἐκεῖσε μετακεκόμικεν. ἀλλὰ καὶ τὰ
25τοῦ ἀρχαγγέλου διὰ χρωμάτων καὶ ψηφίδων τυπώματα, ὁπόσα ἡ πόλις ἔστεγεν ἢ κώμαις καὶ χώραις ἀνέκειντο φυλακτήρια, χειρὸς ἀρχαίας ἔργα καὶ θαυμασίας, κατὰ τὸ αὐτὸ συνήθροισε τέμενος. ἡ δὲ τοῦ βασι‐ λέως τούτου σπουδή, ὅπως ἐκ τῆς νῦν λεγομένης Μονεμβασίας ἀνακο‐ μίσειε τὸν ἐπὶ σταυρὸν ἑλκόμενον Χριστὸν ὡς ἔργον ἀξιάγαστον καὶ τὴν
30τέχνην καὶ τὴν χάριν, οὐδὲν ἀπελείπετο τῶν ἐμμανεστάτων παθῶν· ὅλος
γὰρ ἀνήρτητο ταῖς ἐλπίσιν, ἕως ἐκεῖθεν σὺν δόλῳ ἀφῄρηκεν· οὐ γὰρ442

Isaac2,pt3

443

ἀκίνδυνος ἦν παντάπασιν ἡ προφανὴς ἐπιχείρησις. ἀλλὰ καὶ τὰς χαλ‐ κᾶς πύλας ἐκεῖσε μετέθηκεν, αἳ πρώην μὲν ἐπεζύγουν τοῦ μεγάλου παλα‐ τίου τὴν εἴσοδον εὐρεῖαι οὖσαι καὶ ὕψισται, ἐς δ’ ἡμᾶς τὴν εἱρκτὴν ξυν‐ εῖχον, ἥπερ ἐξ αὐτῶν Χαλκῆ κατωνόμασται. καὶ τὸν ἐν τῷδε τῷ ἀνακτό‐
5ρῳ περιώνυμον ναόν, ὃς Νέα κικλήσκεται, θείου παντὸς ἐπίπλου καὶ ἱεροῦ σκεύους ἐψίλωσε. κἀπὶ τούτοις λαμπρυνόμενος ἦν καὶ θρυπτόμενος, ὡς οὔτις ἄλλος ἐπ’ ἔργοις θαυμαστοῖς ἁβρυνόμενος. ᾤετο γὰρ προσένεξιν τὴν ἀφαίρεσιν καὶ πρόσθεσιν τὴν μετάθεσιν, οὐκ ἀγαθοεργίας σκιαγραφί‐ αν καὶ μικρὸν ἢ οὐδὲν φιλοθεΐας ἴνδαλμα χρώζουσαν, μήτε μὴν τὸ θεῖον
10χολᾶν, χαίρειν δὲ μᾶλλον, εἰ οὗτος μὲν ὁ νεὼς τῆς πρώην ἀχρειοῦται λαμ‐ πρότητος εἰς ἐννόσσευσιν πτηνῶν καὶ κατοίκησιν ἐχίνων παρεώμενος, ἐγκαινίζεται δ’ ἕτερος ὀθνείοις κειμηλίοις καὶ κόσμοις ἀλλοτρίοις κατα‐ γλαΐζεται. Ὃ δὲ καὶ τόλμης μετεῖχεν, ἵνα μετρίως γοῦν εἴποιμι, ἐκοίνου τὰ ἱερὰ
15σκεύη κἀκ τῶν θείων αὐτὰ ναῶν ἀποσπῶν ταῖς ἑαυτοῦ τραπέζαις παρ‐ εισέφερεν. ὤχει δὲ καὶ τοῖς δακτύλοις κατὰ πότον τὰ ἐν τάφοις βασι‐ λέων ᾐωρημένα κυπελλοειδῆ τῷ θεῷ ἀναθήματα, ἐκ λίθων τιμαλφῶν καὶ χρυσίου ἀπέφθου ἐσκευασμένα, καὶ εἰς χέρνιβα χειρῶν ὑδροχόοι πε‐ ριεφέροντο ἄμαχοι τὸ κάλλος καὶ ἄπληστοι τὴν ὥραν, οἷς ἀπομόργνυνται
20λευῖται καὶ ἱερεῖς τὰ θεῖα μετιόντες μυστήρια. ἀφαιρῶν δὲ καὶ ἀπὸ τι‐ μίων σταυρῶν καὶ πτυχῶν τῶν ἀκηράτων Χριστοῦ λογίων κόσμους πολυτελεῖς περιδέραια καὶ στρεπτοὺς ἐτίθετο ἐξ αὐτῶν καὶ τούτους αὖ κατὰ τὸ αὐτῷ δοκοῦν μεταβάλλων ἑτέραις ἐνήρμοζεν ἀπεριθαμβήτως βασιλικαῖς στολαῖς.
25 Πρὸς δὲ τοὺς εἰσάγοντας παραίφασιν μὴ συνᾴδειν αὐτῷ τὰ γινόμενα ταῦτα θεοφιλεῖ αὐτοκράτορι ὄντι καὶ ἄνωθεν ἐκ προγόνων τὴν εὐσέβειαν ἐπικαταβαίνουσαν ἔχοντι καὶ θεοσυλίαν εἶναι προφανῆ τὰ γινόμενα
σφοδρὸς ἦν καὶ παροξυντικὸς καὶ ἐπέπληττεν ὡς ἀνοηταίνουσι προδή‐443

Isaac2,pt3

444

λως καὶ δυσπραγοῦσιν ἄγνοιαν τοῦ καλοῦ τοῖς οὕτω φάσκουσι· πάντα γὰρ ἐξεῖναι τοῖς βασιλεύουσι ποιεῖν διετείνετο καὶ θεοῦ καὶ ἄνακτος κατὰ τὸ ἄρχειν τῶν ἐπὶ γῆς μὴ ὡς ἐπίπαν εἶναι τὸ διεστὼς ἀσύμβατον καὶ ἀντίθετον, ὡς τῇ καταφάσει ἀπόφασις. συνιστῶν δὲ ὡς δῆθεν ἀμεμφῆ καὶ
5ἀνεύθυνα τὰ γινόμενα παρῆγεν εἰς παράδειγμα τὸν ἐν βασιλεῦσι Χρι‐ στιανοῖς κράτιστον ὁμοῦ καὶ πρώτιστον Κωνσταντῖνον τὸν μὲν τῶν ἥλων, δι’ ὧν ὁ Κύριος τῆς δόξης τῷ ξύλῳ τῆς κατάρας πεπαττάλευτο, τῷ ἱππείῳ χαλινῷ ἐγχαλκεύσαντα, τὸν δὲ τῇ κόρυθι ἐνερείσαντα. τὸν δὲ σκοπὸν ἑκὼν παρεβλέπετο, δι’ ὃν ὁ τῆς πίστεως ἀρχηγὸς ἄναξ ταῖς
10τοιαύταις ἐνεκαλλωπίζετο πράξεσι, δύναμιν θειοτέραν τὸν τοῦ σταυροῦ λόγον δεικνὺς τοῖς Ἕλλησι καὶ τιθέμενος, οἳ μωρίαν τὸ κήρυγμα ἥγηντο. Ἀλλὰ καὶ τὸ ἀργύριον κιβδηλεύσας ἀδόκιμον τὸ νόμισμα κέκοφε καὶ τὴν τῶν χρημάτων συλλογὴν οὐκ ἀνέγκλητον ἐποιεῖτο παντάπασι τάς τε τῶν δημοσίων φόρων εἰσπράξεις ἐπέτεινε καὶ περὶ τὴν τούτων ἀπόχρη‐
15σιν ἠσωτεύετο. καὶ τὰς ἀρχὰς προύβαλλεν εἰς ἐξώνησιν, ὡς τὰς ὀπώρας οἱ ἀγοραῖοι. ἐνίοτε δὲ καὶ ἄτερ βαλαντίου καὶ πήρας ἀποστολικῶς εἰς τὰς ἐπαρχίας ἐξέπεμπεν οὓς ᾔδει μερίδα τῷ δικαίῳ διδόντας καὶ ἀκατα‐ γοητεύτους χρυσίῳ, μηδ’ οἴκοι καταβύοντας πάντα τὰ συλλεγόμενα, ἀλλὰ καὶ τῷ δημοσίῳ ταμιείῳ κατατιθεμένους τὸ ἐφάρμοστον ὄφλημα.
20 Ναοῖς δὲ καὶ τεμένεσι καὶ εὐκτηρίοις οἴκοις καὶ ἱεροῖς φροντιστηρίοις, ὡς οὔ τις πρότερον, τὸ φιλότιμον ἐπεξέτεινε· τοὺς γὰρ καμόντας χρόνῳ ὑπήρεισε, καὶ ὅσοις τὸ ἀγλαοφανὲς ἠμαύρωτο, τούτους τοῖς ἐκ ψηφίδων καὶ χρωμάτων ὡραϊσμοῖς κατεκόσμησε. πρὸς δέ γε τὴν θεομήτορα το‐ σαύτην ἔτρεφε πίστιν, ὡς καὶ τὴν ψυχὴν ἐκκεχύσθαι ταῖς εἰκόσιν αὐτῆς.
25καὶ διὰ τοῦτο πλείστας χρυσίῳ περιστείλας καὶ λίθοις περιανθίσας τι‐ μαλφέσιν ἀνέθηκε ναοῖς εἰς προσκύνησιν, καθ’ οὓς γίνονται πλειστάκις
τῶν εὐσεβῶν συνδρομαί.444

Isaac2,pt3

445

Ἀλλὰ καὶ τὴν ἐπὶ τὸ κάταντες ἐν τῷ λιμένι τῶν Σοφιῶν ἑστίαν Ἰσαα‐ κίου τοῦ σεβαστοκράτορος εἰς πανδοχεῖον μετασκευάσας ἀνδρῶν μὲν ἑκατὸν παρέθηκε τράπεζαν καὶ κλίνας ἰσομέτρους, τοσαυταρίθμων δὲ ὑποζυγίων ἱππῶνας ἀνέστησε· καὶ εἱστιῶντο καθ’ ἑκάστην οἱ παρα‐
5βάλλοντες ἄτερ καταθέσεως ἀργυρίου ἐφ’ ἡμέραις πλείοσι. μετέβαλε δὲ εἰς νοσοκομεῖον καὶ τοὺς βασιλικοὺς δόμους, οὓς κατὰ τὸν νεὼν τῶν Τεσ‐ σαράκοντα μαρτύρων ὁ βασιλεὺς Ἀνδρόνικος ἐδομήσατο. ἔτι γε μὴν τὸν τοῦ μεγάλου δρουγγαρίου ὀνομαζόμενον οἶκον ἐκ τοῦ δεσπόζοντος ὠνησάμενος ὁμοίως καὶ τοῦτον εἰς ἀνάπαυλαν τῶν καχεκτούντων ἀπέ‐
10ταξεν οὐδενὸς φεισάμενος ὁπόσα πρὸς ῥῶσιν ὁρῶσι τῶν ἀσθενούντων, καὶ πυρὸς τὸ προσάρκτιον κλίμα τῆς πόλεως ἀφανίσαντος, διαδόσεσι χρημάτων τοὺς ἐς δόμους καὶ τὰ ὄντα ζημιωθέντας παρεκάλεσε. καὶ βα‐ σιλεύσας τοῖς πολίταις διένειμε χρυσίου κεντηνάρια πέντε. καὶ τῆς μεγά‐ λης ἑβδομάδος ἐφισταμένης, καθ’ ἣν τὰ ὑπὲρ ἡμῶν τοῦ θεανθρώπου πά‐
15θη σεβάζονται, πολλάς τε ἀποβαλομένας θανάτῳ τοὺς εὐνέτας ἀνεκτᾶτο τῆς χηρείας δι’ εὐποιΐας καὶ παρθένοις ἐχορήγει τὰ πρὸς γαμήλιον δᾷδα καὶ παστάδα καὶ ὑμέναιον ἐπιτήδεια. Οὐ μόνον δὲ καθ’ ἕνα καὶ κατ’ οἴκους καὶ συγγενείας ἐνεπίμπλα φιλο‐ δωρίας, ἀλλὰ καὶ πόλεις ἔστιν ὅτε ὅλας εὐηργέτει ταῖς τῶν φόρων
20ἀνέσεσιν. ὡς δ’ ἔπος εἰπεῖν, οὕτως ἔχαιρε τῷ ἐλέῳ καὶ πρὸς τὴν τῶν ἀγειρομένων ἀπόκτησιν ἔρρωτο, ὡς ἀπαντλεῖν ἀμφοτέραις τὰ ἐπεισρέον‐ τα· ὁπόθεν αὐτῷ ὑπεισέδυ καὶ ὑπούλως παρεισεφθάρη τὸ μὴ ἐκ πόρων ἀεί ποτε δικαίων τὰ χρήματα συγκομίζεσθαι· τὰς γὰρ τῶν δαπανῶν ὑπερόγκους τῇ ἀσωτίᾳ ἐγγιζούσας οἱ πλεῖστοι μὴ ὑφορώμενοι, εἰσπρά‐
25ξεων ἐφευρεταὶ καινῶν καθιστάμενοι ὡς γεωργίῳ ἡμέρῳ μελίνην ἢ ῥόδῳ ἀνεμώνην τὰ μὴ καλῶς μηδ’ ὁσίως συλλεγόμενα συμφύρουσι χρήματα τοῖς δικαίοις. Κατάφορος δ’ ὢν εἰς θυμὸν οὐδὲ τοῦ συμπαθοῦς ἤθους ἀπῴκιστο, ἀλλ’ αὐτὸς ἑαυτὸν πρὸς εὐμένειαν ἐπανάγων σύνδρομον πολλάκις ἐπε‐
30ποίητο τῇ ὀργῇ τὴν συμπάθειαν καὶ ταῖς συμφοραῖς τῶν ἀνθρώπων
ἐπικλώμενος τὰ πρὸς ὑφαίρεσιν ἑκάστῳ ἐπεμέτρει τῶν ἀλγεινῶν.445

Isaac2,pt3

446

Ταῦτα δὲ πράττων καὶ ἄλλ’, ὁπόσα τὸ λέγειν παρέδραμεν, ᾤετο τῇ βασιλείᾳ ἐνεστηρίχθαι ὡς οὐδ’ ἐν οὐρανίῳ σφαιρώματι ἥλιος ἢ ὡς στέλεχος φοίνικος ὑπὸ ὀσμῆς ἀναθηλούμενον ὕδατος καὶ κέδρος Λιβανί‐ της ὑψίκομος ἐς κύκλους διατηρηθῆναι μακραιώνων ἐνιαυτῶν. τοῦτο δ’
5ἂν καὶ ἄλλος τις ὑπετόπασε τὴν ἀγαθὴν ἀποκρίνας μερίδα καὶ ἀσπασά‐ μενος καὶ μὴ τοῖς ἑπτὰ μόνον διδοὺς τὸ ἀνάλογον, ἀλλὰ καὶ τὸ τῆς ὀγ‐ δόης μυστήριον ἔχων πρὸ ὀφθαλμῶν κἀν τῷ τῆς ἐφ’ ἑκάτερα ῥοπῆς κύριος εἶναι προσρέπων συνεχῶς τοῖς ἀμείνοσιν, τοῖς δ’ ἐναντίοις ἐπινηχό‐ μενος βράδιον, ἀλλ’ οὐ γινόμενος ὑποβρύχιος. θεὸς δὲ οὐχ οὕτω βεβούλευ‐
10ται. τίς δ’ ἔγνω νοῦν Κυρίου ἢ τίς συμπαρείληπταί οἱ σύμβουλος; ἀμέλει καὶ ἐκποδὼν τὸν ἄνδρα θέσθαι προμηθευσάμενος, ἀρίστῃ πράξει καὶ καλλίστῃ προθυμίᾳ συνεπεγείρας οἷον αὐτὸν καὶ ἐπιρρώσας χρήσασθαι, ἀ‐ σπαστὸν καὶ μετὰ τὴν ἀπόθεσιν τῆς ἀρχῆς τοῖς πλείοσιν ἔδειξε. Μὴ φέρειν γὰρ ἔχων τὰς μετὰ Σκυθῶν ἐπιδρομὰς καὶ λῃστείας τῶν
15Βλάχων, πληττόμενος δὲ καὶ τῷ τὸν Γίδον Ἀλέξιον καὶ τὸν Βατάτζην Βασίλειον, ὧν ὁ μὲν τῶν ἑῴων ἡγεῖτο ταγμάτων, ὁ δὲ Βατάτζης τῶν ἑσπερίων προυκάθητο, συμπλακέντας τοῖς πολεμίοις ἔγγιστά που τοῦ πολίσματος, οὗ δομήτωρ Ἀρκάδιος, μὴ μόνον οὐδέν τι κατωρθωκέναι χρηστόν, ἀλλὰ τὸν μὲν Γίδον ἀκόσμως φυγεῖν ἀπολωλεκότα τὸ κρεῖττον
20τῆς στρατιᾶς, τὸν δὲ συμφθαρῆναι ταῖς ὑπ’ αὐτὸν τάξεσιν, ἔγνω καὶ πά‐ λιν δι’ ἑαυτοῦ κατὰ τῶν ἀντιπάλων ἐξενέγκασθαι πόλεμον. συλλογαὶ οὖν καὶ ἀπογραφαὶ τῶν Ῥωμαϊκῶν ἐγίνοντο στρατευμάτων, οὐκ ἀχρεῖον δὲ καὶ τὸ μισθοφορικὸν ξυνελέγετο. πέμψας δὲ καὶ πρὸς τὸν ἐκείνου πενθερὸν τὸν ῥῆγα τῶν Οὔννων δι’ ἐπικούρων ᾐτεῖτο σύναρσιν·
25ὁ δὲ ἀσμένως ἐπαρήξειν ἐπένευσε καὶ διὰ τῆς Βιδίνης ἐκπέμψειν ἴλας
συνέθετο στρατιώτιδας.446

Isaac2,pt3

447

Ἀποχρῶσαν οὖν τὴν τοῦ στρατοπέδου ξυλλογὴν ἐργασάμενος καὶ πέντε μὲν πρὸς τοῖς δέκα χρυσίου ἐνσκευασάμενος κεντηνάρια, ἀργυρίου δ’ ἐνθέμενος ὑπὲρ τὰ ἑξήκοντα καὶ ἕτερ’ ἄττα τῇ στρατιᾷ ἐφοδιασάμενος χρήσιμα, κατὰ τὰς Μαρτίου ἡμέρας τῆς βασιλίδος τῶν πόλεων ἔξεισιν
5ἀφεὶς ἑαυτὸν θεῷ καὶ κατὰ τῶν βαρβάρων στηρίξας τὸ ἴδιον πρόσω‐ πον καὶ θεὶς ὡσεὶ πέτραν αὐτὸ στερεὰν καὶ ὅρον τῆς ἐπαναστροφῆς θέμενος τὸ πέρας τῶν ἔργων, ὧν χάριν κατὰ τῶν ἀποστατῶν ἐξεστράτευεν, εἰ μὲν δεξιὸν εἴη τοῦτο, ἐπανατιθεὶς τῷ θεῷ, εἰ δ’ ἀπαίσιον, ὅπερ ἀπηύχετο, καὶ οὕτως τῶν ἐκείνου κριμάτων ἐξαρτῶν εἰσέτι δοκιμάζοντος τὴν τῶν
10ἁμαρτωλῶν ῥάβδον πατάσσειν κλῆρον τὸν δίκαιον. Καὶ ὁ μὲν ἀπαίρει τοιοῦτον τρέφων τὸ πρόθυμον καὶ ὁμόσε τῇ ἀκμῇ τοῦ κινδύνου χωρῶν· ἡ δ’ ὑπερκειμένη πάντων χεὶρ καὶ ῥοπὴ ἔτι ἦν ὑψηλή, οὐδ’ ὁ τοῦ Κρείττονος ἀπεστράφη θυμός, ὡς ἔδειξεν, ἐπὶ πᾶσιν οἷς οἱ Βλάχοι κραταιωθέντες προηγωνίσαντο. καὶ οὕτω μὲν οἱ ὀφθαλμοὶ
15τοῦ κρατοῦντος ἐπὶ τοὺς παραπικραίνοντας ἔβλεπον ἀποστάτας καὶ τῷ διανοητικῷ ἐκείνου τὰ ἀφεστῶτα πόρρωθεν ἐφαντάζοντο, ὁ δὲ τοῦ‐ τον τῆς ἀρχῆς ἀνατρέψων ἐγγὺς ὢν καὶ συνεστὼς παρεβλέπετο καὶ τὸ ἀφ’ ἑστίας σκῶλον ὡς μὴ παρενοχλοῦν ὑπεραλλόμενος ἦν. καὶ καινὸν οὐδέν, ἐπεὶ καὶ τὰς παραβλαστανούσας κακίας ταῖς ἀρεταῖς ἀγχιθύρους ἢ
20καὶ φεραλλήλους μάλιστα οὔσας οὐχ ὁρᾶν, ὡς δέον ὁρᾶν, οἱ πλεῖστοι τῶν ἀνθρώπων αἱρούμεθα ἢ δυνάμεθα. ἐῶ γὰρ λέγειν ὅτιπερ ἐνεσημήνατό πως ἡμῖν ἡ φύσις καὶ ἐνεφύτευσε πρὸς τὰ οἰκεῖα πάθος καὶ συνδήσασα
τῷ φίλτρῳ ἐνδιδόναι καὶ μαλακίζεσθαι πρὸς τὰς φαύλας ἕξεις καὶ πράξεις447

Isaac2,pt3

448

ἑαυτῶν καὶ τῶν φίλων ἐνιαχοῦ παραβιάζεται καὶ μὴ ῥᾳδίως ὑπάγεσθαι διατίθησι τοῖς ἐπαντλοῦσιν ὡς εἰς τετρημένον πίθον τὸ οὖς καὶ ὑφηγου‐ μένοις τὰ δρώμενα οἷς προσπεπόνθαμεν. Οὐκοῦν καὶ οὗτος ὁ βασιλεὺς παρὰ πλείστων ἐνωτιζόμενος ἐπιβου‐
5λεύειν τῇ αὐτοῦ ἀρχῇ καὶ ζωῇ τὸν ἀδελφὸν Ἀλέξιον, εἰ καὶ παραπετάσμα‐ τι φιλίας συγκαλύπτων λέληθε τὸν μισάδελφον, ὡς λῆρον ἀπεπέμπετο τὰ λεγόμενα, μὴ τὸ ἐξεταστικὸν ὡς λίθον Ἡράκλειαν προσάγων καὶ βασα‐ νίζων τὰ δρώμενα, ἀλλὰ δριμὺς ὢν τοῖς τὰ τοιαῦτα εἰσηγουμένοις ὡς ἔχουσι πρὸς ἐφέσεως ἐξίτηλον ποιεῖν τὴν ἀνέκπλυτον καὶ οἷον εἰς βάθος ἐγκεκαυ‐
10μένην τῇ ἑαυτοῦ ψυχῇ πρὸς τὸν κασίγνητον στοργήν, ὃν μόνον ἀπὸ πάν‐ των ὁ λωβητὴρ Ἀνδρόνικος οὐκ ἐσίνατο. Ἀφιγμένος τοίνυν ἐς τὴν παραθαλαττίδιον Ῥαιδεστὸν τὴν πρω‐ τίστην ἐκτελεῖ καὶ κυριώνυμον ἀναστάσιμον ἑορτὴν καὶ θύει καὶ ἐσθίει πάσχα τὸ μυστικόν. ἔνθα καὶ τῷ Βασιλακίῳ συγγίνεται. ἦν δ’ οὗτος
15ἀλλότροπόν τινα βίοτον μετιὼν δόξαν τε παρὰ πάντων ἠνέγκατο προ‐ φητεύειν καὶ προβλέπειν τὰ ἔμπροσθεν, ὅθεν εἰς αὐτὸν τὰ πλήθη συνέρ‐ ρεον, ὡς οὐδ’ ἐς μυρμηκιὰν οἱ ἐπανιόντες τε καὶ ἐξιόντες φιλόπονοι μύρμηκες ἢ γοῦν οἱ ἐς Ἄμμωνος πάλαι καὶ Ἀμφιάρεω ἀφικόμενοι. ἀληθὲς δὲ οὐδὲν καὶ σαφὲς περὶ τῶν ἐσομένων οὗτος ἐφθέγγετο, πεπλανημένα δὲ
20καὶ ἀσύμφωνα ἑαυτοῖς καὶ γριφώδη διεξῄει ῥήματα· ἐν πολλοῖς δὲ καὶ γέλωτος διατεχνώμενος ἄξια τὸν ἀγελαιοκόμον ὅμως καὶ πρὸς ὕννιν ἀφορῶντα καὶ κώπην ἐπεσπᾶτο λεών. τῶν γὰρ ἀφικνουμένων ἐς αὐτὸν
γυναικῶν ἐμάστευε τοὺς μαστοὺς καὶ περιαθρῶν τὰ σφυρὰ ληρῶν ἐπὶ448

Isaac2,pt3

449

τούτοις ἦν καὶ ἀποφοιβάζων ἀδιάγνωστα λόγια. ἀπεσιώπα δὲ κἀπὶ ταῖς πλείσταις τῶν πεύσεων, αἵπερ αὐτῷ παρὰ τῶν προσιόντων ἐπή‐ γοντο, καὶ τὰς οἰκείας πράξεις μεταβάσεσι τοπικαῖς καὶ σχηματισμοῖς ἐπέραινε Πανικοῖς. συνεστῶτα δέ τινα γύναια Γραϊκά, οἰστρηλατοῦντά
5τε καὶ κωθωνιζόμενα, κατὰ γένος αὐτῷ συναπτόμενα, ὑφηγοῦντο τοῖς παραβάλλουσι τὰ ὑπὸ τοῦ Βασιλακίου τελούμενα, ὅ τι τῶν γενησομένων τεκμηριάζουσι, καὶ τὴν σιγὴν ὥς τι φθεγγομένην καὶ ὑποδηλοῦσαν σο‐ φὸν διεσήμαινον. ἐδόκει οὖν ὁ ἀνὴρ οὗτος τοῖς μὲν πολλοῖς, ὡς ἔχω εἰπών, προφητικὸς καὶ προσημαίνων τὰ συμβησόμενα, καὶ μάλισθ’ ὁπόσαις τῶν
10γυναικῶν αἱ τῶν πεύσεων ἄσεμνοι καὶ ἀσχήμονες τῶν ἐσθημάτων ἐγ‐ κομβώσεις ὡς παιδιά τις περιεσπούδαστο γέλωτι σύμμικτος, τοῖς δ’ ἐς νοῦν βάπτουσι περίεργόν τι καὶ γελωτοποιὸν καὶ ληρῶδες γερόντιον ἥγητο. εἰσὶ δ’ οἳ καὶ πνεύματι Πύθωνος κάτοχον εὐστόχως εἰρήκασιν, οἷς ἐθέμην μάλιστα καὶ αὐτός.
15 Τότε γοῦν ἐπιστάντι τῷ αὐτοκράτορι οὔτε προσέσχεν ὅλως ὡς περιβεβλημένῳ τοσαύτην καὶ τοιαύτην ἰσχύν, οὔτε πρὸς τὴν αὐτοῦ προσηγορίαν (ἡ δὲ ἦν „χαίροις, ὦ πάτερ Βασιλάκιε“) τὴν ἀπόκρισιν ἔθετο ἢ γοῦν ἀντησπάσατο σιωπῇ κατανεύσας τῇ κεφαλῇ, ἀλλ’ ὧδε κἀκεῖσε μετὰ πωλικῶν φερόμενος σκιρτημάτων καὶ παραφόρων μετα‐
20κινήσεων ἐκακολόγει τοὺς προσιόντας, μηδ’ αὐτοῦ φειδόμενος τοῦ κρα‐ τοῦντος. ὀψὲ δὲ καὶ μόλις τῶν ἀτάκτων λήξας κινήσεων τὴν χεῖρα ἐκτεί‐ νας ἀχρειοῖ διὰ τοῦ σκίπωνος, ὃν ἔφερε ταῖν χεροῖν, τὴν εἰκόνα τοῦ βασι‐ λέως, ἥτις κατὰ τὸ εἰς εὐχὴν ἀποτεταγμένον αὐτῷ οἰκίδιον χρώμασιν ἐπὶ τοίχου ἐστήλωτο, τοὺς ὀφθαλμοὺς διαλωβησάμενος. ὡρμήκει δὲ καὶ τὸν
25τῆς κεφαλῆς πῖλον ἀφελέσθαι τοῦ βασιλέως. ταῦτα ὁ μὲν οὕτως διεπε‐ πράχει, ὁ δὲ αὐτοκράτωρ ἀφροσύνην τοῦ ἀνδρὸς καταγνοὺς ἐκεῖθεν με‐ θίσταται. αὐτοῖς μέντοι γε τοῖς συνειλεγμένοις ὀφθαλμοῖς παραλαβοῦσι
τὰ γεγονότα οὐκ εὐσύμβολος τῶν ἐσομένων οἰωνὸς συλλελόγιστο· ὡς δὲ449

Isaac2,pt3

450

καὶ τὰς ἀποβάσεις οὐ πάντῃ ἀπᾳδούσας τοῖς συμβόλοις τεθέανται, ἐπὶ πλέον ἕκαστος ἔτι τὴν περὶ τοῦ Βασιλακίου δόξαν ἐκράτυναν, ἀμφιρ‐ ρεπῆ τε οὖσαν, ὡς ἤδη μοι λέλεκται, κἀπὶ τοῖς πλείστοις ἀμφισβητήσιμον. Ὡς δ’ εἰς τὰ Κύψελλα ὁ κρατῶν ἐγεγόνει, τὰ μὲν τῶν στρατευμάτων
5εἰς τάξεις συνέταττε, τὰ δὲ καραδοκῶν προσέμενεν ἀφικέσθαι. ὁ δ’ ἀδελ‐ φὸς πάλαι ἐνεδρεύων τῇ βασιλείᾳ, τότε τὰ ὑποδεδυκότα τῇ ψυχῇ καὶ ὑποθαλπόμενα τοῦ στήθους ἀναμηρύων εἰς φῶς προήνεγκε. τοίνυν ὁ μὲν αὐτοκράτωρ εἰς κυνηγέσιον ὁρμηθεὶς καὶ πρὸς τῷ ἔφιππος εἶναι γινόμενος μετεπέμπετο καὶ τὸν ἀδελφὸν συνεξιέναι οἱ καὶ συνδιαχυθῆναι
10κατὰ τῶν ἐκεῖσε πεδίων τὰ ποώδη καὶ ἀνθηρά· ὁ δὲ τὸ πρὸς τὸ ἐν χερσὶν ἔργον ἑτοιμασάμενος ἐπισπέσθαι οἱ ἀπείπατο, πρὸς σχάσιν φλεβὸς ἑτοιμασθῆναι λέγων, μαλακισμὸν ὑποκρινάμενος σώματος. Καὶ οὕτως ὁ μὲν ἔξεισι καὶ μόνος καὶ τῆς προκειμένης ἔχεται, ὁ δὲ ὡσεὶ
σταδίους τρεῖς τὸν ἀδελφὸν καὶ βασιλέα προϊόντα ἰδὼν τῆς σκηνῆς μετὰ450

Isaac2,pt3

451

τῶν πέλας καὶ φίλων, οἷς πεπολίτευτο καὶ οἳ συνδιῴκουν αὐτῷ τὰ κατ’ ἔφεσιν, τὴν βασίλειον εἴσεισι καταγωγήν. ἦσαν δ’ οὗτοι ὁ Βρανᾶς Θεόδωρος, ὁ Παλαιολόγος Γεώργιος, ὁ Πετραλίφας Ἰωάννης, ὁ Ῥαοὺλ Κωνσταντῖνος, ὁ Καντακουζηνὸς Μανουήλ, καὶ συχνοὶ ἕτεροι ἀνάρσιοι
5καὶ εὔριποι ἄνθρωποι κατὰ γένος τῷ βασιλεῖ συναπτόμενοι καὶ σμῆνος ἄλλο ἀγελαῖον, περὶ τὸ σεβαστοκρατορικὸν πάλαι ἀλητεῦον καὶ χαῖνον ἑστιατόριον καὶ χαῖρον ταῖς τῶν πραγμάτων ἐξαλλαγαῖς. προσχωρεῖ δέ οἱ καὶ πρὸς μόνην τὴν τῶν νεοχμωθέντων ἐνήχησιν ἅπαν τὸ στρα‐ τιωτικὸν ἰλαδὸν καὶ ὁπόσον Ἰσαακίῳ προσέρρεπεν ὡς θεραπευτικὸν καὶ
10οἰκίδιον καὶ οἵπερ εἰς βουλῆς ἀξίωμα ᾔρθησαν. Ὁ δὲ βασιλεὺς ἀσήμους τὰ πρῶτα φωνὰς εἰς ἀκοὴν ὠτίου δεξάμενος, εἶτα καὶ κατὰ τὴν ἀρχικὴν αὐλαίαν τῶν πλείστων θεώμενος συνδρομὴν καὶ τὴν τοῦ ἀδελφοῦ ἀνάρρησιν ἐνηχούμενος, μετ’ οὐ πολὺ δὲ καὶ τοὺς ἀγγέλλοντας ἔχων τὰ τολμώμενα, ἔστη τε τοῦ ἵεσθαι περαιτέρω καὶ τὸ
15τοῦ σταυροῦ σημεῖον ἑαυτῷ ἐγχαράξας „ἱλήκοις, Χριστὲ βασιλεῦ“ ἀνεβό‐ ησε καὶ ῥυσθῆναι τῆς ὥρας ἐκείνης πολλάκις ἐθεοκλύτησεν. ἐξενεγκὼν δὲ καὶ ὃ εἶχεν ἐγκόλπιον τῆς θεομήτορος μόρφωμα πυκνὰ τοῦτο περιεπτύσσετο τὰ μὲν ἀνθομολογούμενος, τὰ δὲ καὶ ἐξιλεούμενος, καὶ μετὰ συνοχῆς ἐδεῖτο καρδίας διαδρᾶναι τὰ ἐπιόντα κακά. ἐπεὶ δὲ καὶ τοὺς συλληψο‐
20μένους αὐτὸν ἑώρα πάντα χαλινὸν ἀνεικότας καὶ ἓν πνέοντας καὶ πρὸς ἓν βλέποντας τὴν αὐτοῦ κατάσχεσιν, φυγαδείας ἅπτεται· καὶ τὸν ποταμὸν ἐπικινδύνως διαβάς, ὃς ἐκεῖσε βαθυδίνης διὰ τοῦ πεδίου σύρεται, εἴχετο τῆς ὁδοῦ ἐς οὐδέν τι προδήλως σῶζον κατάντημα συνορῶν, τὸν δ’
ὄλεθρον ὡς ἀνυστὸν ἐκτρεπόμενος, ὃς ἐκ τοῦ μανιώδους τῶν ἐφεπομένων451

Isaac2,pt3

452

ὁρμήματος καὶ τοῦ μηδὲν ἀνιέναι τοῦ τάχους ὀξύτατος συλλελόγιστο. ἀφιγμένος δὲ κατὰ Στάγειραν, ἥτις Μάκρη νῦν κέκληται, συλλαμβάνεται παρὰ Παντευγένου τινὸς καὶ καταπροδίδοται τοῖς ἐπιδιώκουσιν. Καὶ τοίνυν τὸν ἔσχατον ἥλιον θεασάμενος ἄμφω τὼ ὀφθαλμὼ μικρὸν
5ὕστερον ἐξορύττεται κατὰ τὴν ἐν Βήρᾳ μονήν, ἧς δομήτωρ ὁ τοῦ βασι‐ λέως Ἀνδρονίκου τοκεὺς Ἰσαάκιος. εἰ δὲ κατὰ θείαν νέμεσιν ἐκεῖσε ταύ‐ την τὴν δίκην ἔτισεν, ἑτέροις σκοπεῖν ἀφίημι· βούλεται γὰρ ἡ τὸ πᾶν ἀρίστως διεξάγουσα πρόνοια καὶ τοῖς ἐχθροτάτοις τοὺς τιμωροὺς φιλ‐ ανθρώπως προσφέρεσθαι ὑφορωμένους τὸ μὴ ἀειπαγὲς τῆς ἰσχύος καὶ τὴν
10τοῦ κράτους ἀπόζωσιν καὶ τὴν ἐκ τοῦ αὐτοῦ κινήματος εἰς τὸ αὐτὸ κα‐ τάντημα πολλάκις μετακύβευσιν ἢ παλινδρόμησιν. Καὶ τὸν μὲν εἶχε μετὰ τοῦτο τὸ πάθος, ἡμερῶν συχνῶν μὴ προσενεγκά‐ μενον σῖτον διὰ τὴν σεισάχθειαν τῆς κολάσεως, τῶν βασιλείων ἔνδοθι κάθ‐ ειρξις πρόσκαιρος, καὶ αὖθις ἡ κατὰ τὸν Διπλοῦν Κίονα περαία, βίον
15ἀγρότην ἀντλοῦντα, οἴνῳ τε καὶ σίτῳ μετρητῷ διαζῶντα, τὸν δ’ ἀδελ‐ φὸν ἡ βασιλεία μετ’ εἰρηναίας καὶ ἀστασιάστου τῆς καταστάσεως, καὶ ὡς εἴπερ κατὰ τοὺς Διοσκόρους δύνειν τε καὶ φαίνειν ἑτερημέρως τῷ τῆς βασιλείας συνέθεντο στερεώματι. Ἦρξε δὲ Ῥωμαίων Ἰσαάκιος ἐνιαυτοὺς ἐννέα σὺν μησὶν ἑπτά, φλο‐
20γερὸς ὢν τὴν ὄψιν, τὴν τρίχα πυρσός, τὴν ἡλικίαν μέσος, τὴν ἰσχὺν εὔρω‐ στος, οὔπω τεσσαράκοντα ἔτη γεγενημένος, ὁπηνίκα καθῄρητο τῆς
ἀρχῆς.452

Alex3,pt1

453

(1t)

ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ
2tΤΟΜΟΣ ΠΡΩΤΟΣ
3 Καὶ τόνδε μὲν τὸν τρόπον ὁ Ἄγγελος Ἰσαάκιος τῆς ἀρχῆς καταστρέ‐ φεται καὶ τὸν δυνάστην εὐχερῶς ἀποζώννυται προσπαθὼν φωτὸς
5στέρησιν ὑφ’ ὧν ὡς παρ’ οἰκείων ὀφθαλμῶν χειραγώγησιν ἐφαντάζετο. τί γὰρ ἀδελφοῦ, καὶ τούτου φιλουμένου, ἐγγύτερον ἄλλο καὶ γνησιώτε‐ ρον; εἰ δὲ τὸ ὕδωρ πνίγει, τί καὶ πιώμεθα ἄνθρωποι; καὶ εἰ καθ’ ἑαυτῶν τὰ μέλη ὁπλίζεται, τίνι ἂν συναρμολογηθέντες ζησώμεθα; καὶ ἡ μὲν φιλ‐ άνθρωπος τέχνη ἐξ ἀντιθέτων σαρκῶν ἀντίδοτον συνεκεράσατο σώ‐
10ζουσαν, ἔνιοι δὲ τῶν ἀνθρώπων τῶν τῆς φύσεως σεμνῶν δώρων ἐπιλα‐ θόμενοι ἐπανέστησάν τε ἀλλήλοις καὶ ὅπερ εἰσὶν ἠγνοήκασι μοχθηρίᾳ γνώμης καὶ δόξης ἔρωτι μείζονος. ἦν τοίνυν παρ’ ἔθνεσι καὶ τοῦτο Ῥω‐ μαίων εἰς ἐξουθένωμα παρακολούθημά τε καὶ ἐπισύμβαμά τι λελόγιστο τῶν προηγησαμένων ἁπάντων αἴσχιον ἐπὶ ταῖς τῶν πραγμάτων μετα‐
15πεττεύσεσι καὶ ταῖς τῶν κρατούντων μεταθέσεσί τε καὶ ἀλλοιώσεσιν. ἦσαν453

Alex3,pt1

454

δ’ οἳ καὶ τῆς ἐς τοὺς πέλας φιλίας ἀφιστάμενοι ἀπομνύμενοί τε τὴν πάλαι συνήθειαν „ἀδελφὸς οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος;“ ἔλεγον. καὶ οἷς τὰ μυστηριώδη τῶν βουλευμάτων τινὲς ἀνεκάλυπτον, τούτων τηνι‐ καῦτα καὶ τὴν προσαγορείαν ὡς ἐπίβουλον ὑπεβλέποντο πρὸς παράδει‐
5γμα τὸ γεγονὸς ἀφορῶντες. Αὐτὸς δὲ ὁ τῆς ἀρχῆς ἐπιβήτωρ Ἀλέξιος, μὴ ἐν νῷ βαλόμενος ὡς ἑαυ‐ τὸν καθῄρηκε τῆς ἀρχῆς τὸν ἀδελφὸν καθελών, εἰς τὸν βασιλικὸν αὐτίκα θρόνον ἐπὶ τῷ θερμῷ τούτῳ ἀνεπήδησεν ἀνομήματι καὶ τοὺς ἱματισμοὺς καὶ τὸ στέφος διφήσας τοῦ κασιγνήτου καὶ περιθέμενος ὑπὸ παντὸς τοῦ
10στρατιωτικοῦ τάγματος καὶ ὅσοι μέρος ἦσαν τῆς γερουσίας βασιλεὺς αὐτοκράτωρ ἀναγορεύεται, καὶ τῇ μὲν γυναικὶ καὶ τοῖς ἐν πόλει καθή‐ κουσι δῆλα τὰ ξυνενεχθέντα παραχρῆμα ποιεῖ. Αὐτὸς δὲ τοὺς συναραμένους αὐτῷ τῆς ἀρχῆς δεξιούμενος τῆς τε σπουδῆς ἀμειβόμενος καὶ τὸ λοιπὸν ἅπαν πλῆθος θεραπεύων, ὅτι τε
15ἀσμένως ἑαυτῷ προσεχώρησε καὶ οὐδέν τι διεστασίασεν, ἤρξατο μὴ σὺν λόγῳ καὶ τάξει τινί, ἀλλὰ πρὸς τὴν ἑκάστου αἴτησίν τε καὶ ἔφεσιν διαδιδόναι τὰ χρήματα, ὁπόσα ἐκστρατεύων ἐπήγετο Ἰσαάκιος. τού‐ των δ’ ὑπορρευσάντων τῇ ἀσώτῳ καὶ ἀνομοίῳ διανομῇ γήδια καρπο‐ φόρα καὶ δημοσίους συνεισφορὰς παρεῖχε τοῖς αἰτουμένοις. ὡς δ’ ἐπιλε‐
20λοίπει καὶ ταῦτα, τοῖς τῶν ἀξιωμάτων ἐπεφύη λαμπροῖς καὶ ἦν κἀπὶ τούτοις ἐξαίρων οὐ τόνδε ἢ τόνδε τῶν ἐλλογίμων ἢ ἀνάγων εἰς τὸν προσ‐ εχῆ βαθμὸν καὶ ἀνάλογον, ἀλλὰ πάντα, καὶ τὸν βραχέος τιμώμενον τὴν τιμὴν καὶ τὸν οὐδέπω τῆς πρώτης ἠξιωμένον βαθμῖδος ἐπὶ τὴν ἀνωτάτω καὶ κορυφαίαν μετεωρίζων ἀνεβίβαζεν, ὡς εἶναι τὸ πολύτιμον ἄτιμον καὶ
25τὸ φιλότιμον ἄχαρι. πολλοὶ δὲ καὶ ὑποβιβασμὸν τὴν ἄνοδον ᾤοντο ὡς ὀψέ ποτε δικαίως ἠξιωμένοι ὧν ἄλλοι παρ’ ἀξίαν προηυμοιρήκεισαν κἀ‐ κείνοις τὴν αὐτὴν τιμὴν συγκληρούμενοι ὧν ἠξιωμένων τιμῆς αὐτοὶ πα‐
ραβλεπόμενοι ἄδοξοι ἐκρίθησαν τιμηέστεροι.454

Alex3,pt1

455

Ἦν δὲ καὶ ἡ κτῆσις πρόχειρος· ὃν γὰρ ἄν τις προσήνεγκε χάρτην τῷ βασιλεῖ αὐτίκα ὑπεσημαίνετο, κἂν σολοίκως εἶχε τῆς φράσεως, κἂν ὁ προτείνων ἐδεῖτο ναυτίλλεσθαι μὲν τὴν ξηράν, ἀροῦσθαι δὲ τὴν θάλασ‐ σαν, ἢ τὰ ὄρη ἐν καρδίαις θαλασσῶν μετατίθεσθαι, εἴτε μήν, ὡς ὁ μῦθος
5βούλεται, Ὀλύμπῳ Ἄθων ἐπανατίθεσθαι. Οὕτω δὲ πάντα τετελεκώς, ἢ μᾶλλον συντετελεκὼς οἰκειότερον εἰπεῖν, ὡς καὶ χαρίζεσθαι τῷ καιρῷ τε καὶ τοῖς πράγμασι βιαζόμενος διαφίησιν ἔπειτα τὰ στρατεύματα εἰς ἤθη τὰ οἰκεῖα ἐπανελθεῖν μηδένα θέμενος λό‐ γον, εἰ τὰ ἐν ποσὶν οἱ Βλάχοι ληΐζονται μετὰ Σκυθῶν ἐπιόντες. καὶ αὐ‐
10τὸς μὲν οὐκ εὐθὺς ῥυτῆρι παντὶ τῆς εἰς τὴν πόλιν ἥψατο, ἀλλ’ ὡς τοῦ ἀδελφοῦ συσχεθέντος καὶ πηρωθέντος μηδένα ὑφορώμενος κίνδυνον, βά‐ δην καὶ τοῖς σταθμοῖς ἐμβραδύνων ἐπορεύετο. Ἤδη γὰρ καὶ τὸ τῆς πολιτείας αὐτὸν ἀνευφήμησε πλήρωμα καὶ πρὸς τῆς γυναικὸς Εὐφροσύνης ἡ τούτου προητοίμαστο εἴσοδος τό τε τῆς
15συγκλήτου μέρος, εἰ καὶ μὴ ἅπαν, ἱλαρῶς ὅσα οἱ ξυνενήνεκται ἤνεγκε καὶ τῶν ἐκ τοῦ δήμου πρὸς τὴν ἀκοὴν τῶν ἠγγελμένων οὐδέν τις ἀτάσθαλον ἐνεόχμωσεν, ἀλλ’ ἠρέμησαν πρῶτα μὲν πάντες καὶ συνεπηυδόκησαν τοῖς ἀκουσθεῖσι, μήτε βατταρίσαντες, μήτ’ ἀναφλεγέντες πρὸς δικαίαν ὀρ‐ γήν, οἷς εἰωθὸς αὐτοῖς βασιλέα χειροτονεῖν, ὑπὸ τῶν στρατοπέδων καὶ
20τοῦτο ἀφῄρηνται. Ἐπεὶ δὲ πρὸς τὸ μέγιστον ἀρχεῖον ἡ τοῦ Ἀλεξίου σύνευνος Εὐφρο‐ σύνη ἄρασα ἤλαυνε, τότε τῶν βαναύσων καὶ ξυγκλύδων τινὲς φιλοτά‐ ραχοι φατρίαν κροτήσαντες καὶ σύστρεμμα ποιησάμενοί τινα Κοντο‐
στέφανον, ὀνόματι Ἀλέξιον, ἐπ’ ἀγορᾶς ἀναγορεύουσιν αὐτοκράτορα,455

Alex3,pt1

456

ἀστροθεάμονα ὄντα καὶ πάλαι τῇ ἀρχῇ ἐνεδρεύοντα, οὐκέτι λέγοντες θέλειν ὑπὸ Κομνηνῶν βασιλεύεσθαι γεγενημένων αὐτοῖς εἰς πλησμονήν. τῆς δὲ βασιλίδος Εὐφροσύνης ἐπικινδύνως οὕτω τὸ μέγα παλάτιον εἰσιούσης καὶ τῶν ἀπ’ εὐσήμου γένους ἐκείνῃ ἐφεπομένων κατὰ τοῦ Κον‐
5τοστεφάνου ἐξορμησάντων τολμηρότερον μᾶλλον ἢ συνετώτερον, τό τε χυδαΐζον τῆς πόλεως διασκίδναται καὶ ὁ Κοντοστέφανος συλληφθεὶς φρουρᾷ παραδίδοται. Τοῦ δὲ δημώδους πλήθους οὕτως ἠρεμηκότος, καὶ αὐτὸ συναπτῶς τὸ τῆς ἐκκλησίας πλήρωμα τῇ νέᾳ τυραννίδι συμβαίνει καί τις τῶν νεωκόρων
10ὀλίγοις ὑποφθαρεὶς κέρμασι (τοῦτο δὲ καὶ τῶν ἀγοραίων οἱ ταραχώδεις πεπόνθασι καὶ βραχεῖς τῶν ἐκ τοῦ δικαστικοῦ τάγματος, τὰ δὲ ὀνόματα προφέρειν οὐ δύναμαι) τῆς τοῦ Ἀλεξίου εὐφημίας κατάρχεται εἰς τὸν ἱερὸν ἀνάσταθμον ἀνιών, μὴ ἀναμείνας ἐκ τοῦ ἀρχιποίμενος τὸ ἐνδόσιμον. ἀλλὰ καὶ οὗτος, μικρόν τι ἐνστὰς καὶ ὅσον τὸν μὴ αὐτόκλητον ὑπεμφῆ‐
15ναι, τὴν γνώμην εἰς τὸν ἄρξαντα μετατέθεικε. καὶ τοῦ πατριάρχου τοίνυν ὑποχαυνωθέντος, οὐδεὶς ἦν ἐκ τούτου γνωσιμαχῶν, ἀλλ’ ἁπαξάπαντες τὸ ἀρχεῖον καταλαμβάνοντες ηὐτομόλουν ἀτεχνῶς τῇ βασιλίδι ὡς ἀνδράποδα καὶ πρὶν ἰδέσθαι τὸν τυραννήσαντα ἢ γνῶναι ἀκριβῶς, ὁποῖα τὰ ξυνενεχθέντα τῷ πρώην ἄνακτι, τῇ τοῦ λεγομένου βασιλεῦσαι
20καθυπέκυπτον γυναικὶ καὶ ὑπετίθουν ὡς θρανίδας τὰς κεφαλὰς καὶ τὴν ῥῖνα τῇ ἐμβάδι δίκην προσκνυζωμένων κυνιδίων ἐνήρειδον καὶ περιδεεῖ παρίσταντο σχήματι τὼ πόδε συνάπτοντες καὶ τὼ χεῖρε συμβάλλοντες. καὶ οἱ μὲν ἀβέλτεροι οὕτως ἐξ ἀκοῆς ἀνασσόμενοι· ἡ δὲ βασιλὶς χρῆμά τι οὖσα ποικίλον καὶ πράγμασιν εὐμεθάρμοστον προσφυεῖς ταῖς πεύσεσι τὰς
25ἀποκρίσεις ἐμέριζε καὶ τοὺς εὐήθεις διέχεε Βυζαντίους ἐν οἷς ἐκώτιλλεν·456

Alex3,pt1

457

οἱ δὲ ὡς ὕες, αἳ τὰς γαστέρας καταψώμεναι ὑπτιάζουσιν, ὑποκνώμενοι τὰ ὦτα τοῖς εὐπροσηγόροις ἀσπασμοῖς οὐδέν τι τῶν συμβεβηκότων ὑπὸ νέμεσιν ἔθεντο. καὶ τοιαύτη μὲν ἡ προεισόδιος ἑτοιμασία τοῦ βασιλέως ἦν Ἀλεξίου, ἀναίμακτος πάντῃ καὶ μηδένα τῶν ὅλων ἐς οὐσίαν ἀδικήσασα.
5 Εἴσεισι δὲ τὸ Βυζάντιον μεθ’ ἡμέρας τινὰς καὶ αὐτὸς καὶ κλίνῃ χρυ‐ σοπάστῳ νεόλουτος ἐνιζήσας κατὰ τὸ λεγόμενον ἔξω Φιλοπάτιον πε‐ ριχαρῶς καὶ ἀσμένως τοὺς ἐς αὐτὸν ἀφικνουμένους προσίετο, μὴ κατα‐ πεπτωκὼς τὴν κατάστασιν τῆς ψυχῆς ἐξ ὧν ἐς τὸν ἀδελφὸν διεπράξατο. τινὲς δὲ τῶν τοῦ βήλου κριτῶν μὴ εὐκαίρως τὸν καιρὸν κολακεύοντες βωμο‐
10λόχους ἐπαφῆκαν φωνάς, ἐν αἷς καὶ ὦφλον κατάγελων. ἦσαν δ’ οἳ καὶ ἐπε‐ στέναξαν τοῖς ὁρωμένοις καὶ τοὺς βασιλείους κόσμους κατωπτευκότες, οὓς ἑαυτῷ ἐπέρραψεν Ἰσαάκιος, περιαμπίσχοντας ἄρτι τὸν ἐκείνου κασίγνη‐ τον ἐπωδύραντο τὴν ἀτοπίαν ἐκπλαγέντες τοῦ πράγματος καὶ τὴν τοιαύ‐ την ἀλλοίωσιν τῆς ἀρχῆς ἀρχὴν προσφάτων οἰωνίζοντο συμφορῶν τά τε
15Ὀσίριδος καὶ Τυφῶνος ἐβάλοντο κατὰ νοῦν, ὑφ’ ὧν ἐκακοπράγησεν Αἴγυπτος. Εἰσελθὼν δὲ τὸ τῆς τοῦ θεοῦ Σοφίας περίπυστον καὶ μέγιστον τέμε‐ νος, ὅπως κατὰ τὸ ἔθιμον ἐς βασιλέα χρισθῇ καὶ περιβαλεῖται τὰ τοῦ κράτους σύμβολα, πρῶτα μὲν ὀψιαίτερον τὸ τῆς πίστεως ἐγγράφει σύμ‐
20βολον βαφῇ τῇ βασιλικῇ, ἔπειτα ταῖς ὡραίαις λεγομέναις τοῦ νεὼ πύ‐ λαις ἐγγίσας ἱκανὸν ἐκεῖσε χρόνον διέτριψε προσδεχόμενος, πότε ἂν ἐπι‐ ταχθείη τὴν εἴσοδον παρὰ τῶν ἀκριβούντων τὸ τῆς ὥρας καίριον τῶν
ἱερῶν Κατηχουμενείων ἄνωθεν. ἐξιὼν δὲ τοῦ νεὼ καὶ μέλλων ἐπιβῆναι457

Alex3,pt1

458

τοῦ ὀχήματος, ὁ μὲν ἵππος (ἦν δὲ οὗτος φατνιστὸς καὶ Ἀράβιος) προσά‐ γεται παρὰ τοῦ πρωτοστράτορος ἀπὸ τοῦ χαλινοῦ ἑλκυσθείς, γίνεται δέ τι τῶν ἀήθων καὶ ἀξίων θαύματος. οὐ προσίεται ὁ ἵππος τὸν ἀναβάτην, ἀλλὰ φριμάσσων ὕφαιμος τὸ ὄμμα καὶ τὸ οὖς μετέωρος καὶ συχνὰ κόπτων
5τὸ δάπεδον καὶ ἀναβάλλων τοὺς ἔμπροσθεν πόδας καὶ ῥύδην φερόμενος αὐτὸν ἀπεστρέφετο, ἀδοξῶν ὥσπερ ἐπὶ τῶν νώτων ὀχεῖν καὶ κατ’ αὐ‐ τοῦ ἀγριούμενος. πολλάκις οὖν πρὸς τὸ ἱππεύειν γενόμενον τὸν Ἀλέ‐ ξιον ἀπεκρούσατο τὰς ἐμπροσθίους ἐνσείων χηλὰς καὶ τὰς ὄψεις ἐπιστρέ‐ φων ὀπίσω. ὡς δέ ποτε μετὰ πλεῖστα περιποππύσματα καὶ διομαλίσεις
10τοῦ αὐχένος ἔδοξεν ἠρεμήσειν καὶ παύσασθαι τῶν ἀγερώχων ἐκείνων ἑλίξεων καὶ τῆς τῶν ποδῶν ἀερώσεως, ὁ μὲν βασιλεὺς ἐπ’ αὐτὸν ἀνεπή‐ δησε καὶ τῶν ἡνίων ἐλάβετο, ὁ δὲ ὥσπερ ἠπατημένος καὶ δεξάμενος ἀνα‐ βάτην, ὃν οὐκ ἤθελεν, ἠτάκτει τε ὡς πρώην καὶ τοὺς πόδας ἀνίστη μετ’ ἐξακούστων τῶν χρεμετίσεων· οὐδ’ ἔληξεν ἐκβακχευόμενος οὕτως, ἕως
15τὸ μὲν λιθόστρωτον στέφος ἐκ τῆς κεφαλῆς τοῦ βασιλέως εἰς γῆν κατή‐ νεγκεν, ὡς καὶ τούτου διαθραυσθῆναι μέρη τινά, αὐτὸν δ’ ἀπεσφαίρισεν. ἵππου τοίνυν ἑτέρου προσενεχθέντος, οὐχὶ μεθ’ ὑγιοῦς ἐπόμπευσε στε‐ φανώματος, ὃ καὶ μὴ αἴσιον τῶν ἐσομένων ἔδοξε σύμβολον· μηδὲ γὰρ ἂν ἀδιαλώβητόν οἱ συντηρηθῆναι τὴν βασιλείαν, ἀλλὰ τοῦ ὕψους ἀποπε‐
20σεῖν καὶ προσπαθεῖν αὐτὸν ὑπὸ τῶν ἐναντίων κακῶς. Συνεπόμπευον δὲ τῷ βασιλεῖ ἔφιπποι καὶ οἱ δύο ἐπὶ θυγατράσι τούτῳ γαμβροί, ὁ Κοντοστέφανος Ἀνδρόνικος καὶ ὁ Κομνηνὸς Ἰσαάκιος, καὶ ὁ πρὸς πατρὸς ἐκείνῳ θεῖος Ἰωάννης ὁ Δούκας, πεπαίτερος ὤν, ᾧ καὶ κατὰ τὴν πομπαίαν ἐκείνην πρόοδον συνέβη τι τοιοῦτον παράλογον· μὴ γάρ
25τινος διαταράξαντος τὴν ἡμίονον, ᾗ ἔποχος ἦν, τὸν σεβαστοκρατορικὸν458

Alex3,pt1

459

ἀπεβάλετο στέφανον, ἀνατραπέντα τῆς κορυφῆς καὶ αὐτομάτως κατα‐ πεσόντα εἰς ἔδαφος. πρὸς ὅπερ οἱ μὲν θεώμενοι ἐξεβόησαν καὶ εἰς γέλων διεκινήθησαν τὴν ἐγκρυφιαζομένην τῷ στεφάνῳ πρότερον φαλάκραν ὡς πλησίφωτον σελήνην τότε κατωπτευκότες· ὁ δὲ Δούκας τὴν ἀνάγκην
5μετατιθεὶς εἰς τὸ εὔχαρι καὶ τὸ μείλιχον, ἄλλως τε κἀν τοῖς ἀβουλήτοις μὴ ἑτοίμως χολούμενος, ἔφερεν ὡς σύμμικτον ἡδονῇ παιδιὰν τὴν τῶν πλείστων ἐπὶ τῷ γεγονότι διάχυσιν γεγηθὼς ἐν μέρει καὶ αὐτὸς καὶ μη‐ δαμῶς τὸν ἀγανακτοῦντα ὑποκρινόμενος. Ὁ δὲ βασιλεὺς τὴν ἀγγελωνυμίαν παρωσάμενος Κομνηνὸς ἐπελέ‐
10γετο, εἴτε τὸ ἐπώνυμον ἀδοξῶν οἷα ὑφιζάνον πρὸς τὸ Κομνηνικὸν κλέϊσμα, εἴτε συναφαντῶν τῷ ὁμαίμονι καὶ τὴν ἐκείνου ἐπίκλησιν. ἁπάντων δ’ οἰομένων μετὰ τὴν ἀναγόρευσιν αὐτίκα καὶ τὴν τῶν πραγ‐ μάτων ἠρέμησιν ὁπλιτεύοντα φανῆναι καὶ θυραυλοῦντα τὸν Ἀλέξιον καὶ οὐχ ὅπως ἀντιστήσεσθαι τοῖς ἐν χερσὶ δυσχερέσιν, ἀλλὰ καὶ τὰ
15πρότερον ἡμαρτημένα πρὸς τοῦ κασιγνήτου μὴ ἄν ποτε ἀνασχέσθαι παροφθῆναί οἱ ὁπωσοῦν ἀδιόρθωτα, καὶ μάλισθ’ ὅσα κακῶς ὑπὸ βαρ‐ βάρων ἔπαθον μὴ τὸν ἀνθιστάμενον ἔχοντα μηδὲ τὸν ὁτεδὴ παθηνά‐ μενον, ὁ δὲ πρὸς ἅπαν τοὐναντίον μεθήρμοστο καὶ ὡς τὸ ἀκρότατον ἤδη τῶν ἐφετῶν εἰληφὼς καὶ πρὸς ὃ πάλαι τὸ πᾶν ἐπέτεινε πρόθυμον πε‐
20φθακὼς ἀνέπεσε στεφηφορήσας, ὡς εἴπερ οὐκ ἐπιστασίαν ἔννομον ἀνθρώπων, ἀλλ’ εὐπορίαν χλιδῆς καὶ ἀνέσεως παροχὴν τὴν βασιλείαν ᾤετο. Οὐκοῦν καὶ τὴν τῶν κοινῶν διοίκησιν παρεικώς, ὡς τὸ πηδάλιον ὁ κυβερνήτης, ὃς ἀπείρηκε πρὸς τὰ κύματα, χρυσοφορῶν ἦν καὶ τὴν
25ἀκοὴν ὅλην ἀναπεταννὺς καὶ πᾶσαν ἔντευξιν χαριζόμενος τοῖς ἐκ τῆς
μερίδος τῶν συνεφαψαμένων αὐτῷ τῆς ἀρχῆς καὶ ἀφειδῶς ἀμφοτέραις459

Alex3,pt1

460

ἀπήντλει τὰ χρήματα, ἅπερ συνέλεξεν Ἰσαάκιος, οὔτε τὴν ἐργώδη τούτων ἐσέπειτα συναγωγὴν σκοπούμενος, οὔτε τὴν διακενῆς ἀπό‐ κτησιν εὐλαβούμενος. τῷ τοι διαφορηθέντων δίκην ἀχυρμιᾶς καὶ κατὰ θερινὴν κόνιν ἐσκεδασμένων ταχέως πρὸς ἀργὰς γαστέρας, ἃς
5οὐδ’ ἦν ἐπιστάμενος, ὁ τῇ φιλοδωρίᾳ προσκείμενος εἰκῇ αὐτοκράτωρ ἑαυτὸν τῆς ἀσωτίας ἐμέμφετο ὕστερον, ἡνίκα χρημάτων ἐχάτιζεν. Ἦν δὲ καὶ ἡ τοῦ βασιλέως τοῦδε ἄκοιτις τὸ μὲν φρόνημα καὶ λίαν ἀνδρώδης καὶ γλῶτταν αὐτοφυῶς αὐχοῦσα σοφιστικήν, χάρισι διην‐ θισμένην καὶ περιθεομένην γλυκύτητι, καὶ προγνῶναι τὸ μέλλον ἱκανω‐
10τάτη καὶ τὸ ἐνεστὼς ἀρίστως διοικήσειν ἐπισταμένη, τὰ δ’ ἄλλα κακὸν διωλύγιον, οὔ φημι τὰς κομμώσεις καὶ βασιλείας καθηδυπάθησιν καὶ τὸ ἰσχύειν ὑπὲρ τὸν ὁμευνέτην εὐροίᾳ φύσεως μετενεγκεῖν τὰ καθεστῶτα καὶ τὰ μὴ ὄντα ἐπεξευρεῖν (ταῦτα γὰρ οὐ διὰ λόγου τῇ ἱστορίᾳ· κἂν εἶεν γυναιξὶν οὐχ ἁρμόδια, καὶ βασιλίσσαις οἱαισδὴ προσεγένετο), ἀλλ’
15ὅτι τὸ κάλυμμα τῆς αἰδοῦς ἀτιμάσασα ἐκλῴζετο καὶ διεσυρίττετο καὶ εἰς ὄνειδος ἦν τῷ ταύτην ἁρμοσαμένῳ. ὁ δὲ τὰ μὲν πρῶτα εἰδέναι τὰ ἀτοπούμενα παρὰ πᾶσιν ἐκρίνετο, τὸν δ’ ἀγνοοῦντα σχηματίζεσθαι, ἐξ ὧν δ’ ὕστερον διαπεπράχει, ὅτε τὰ κατὰ τὴν σύνοικον γεγόνασιν ἔκπυστα, σαφῶς ὑπέδειξεν ὡς οὐδὲν τῶν τολμωμένων ἠπίστατο.
20δηλώσει δὲ ταῦτα τὸ λέγειν κατὰ τὸν οἰκεῖον καιρόν. Τῆς τοίνυν βασιλίδος τοὺς ὅρους ὑπερβαινούσης καὶ τὰ ταῖς πρὶν αὐγούσταις Ῥωμαίων ἔθιμα ἀδοξούσης, εἰς δύο ἀτεχνῶς ἀρχὰς ἡ βασιλεία διῄρητο· οὐ γὰρ ὁ κρατῶν μόνον ὁπόσα ᾑρεῖτο διεκελεύετο, ἀλλὰ ταὐτοδυνάμως τούτῳ κἀκείνη τὰ πρὸς βουλῆς διεπράττετο, ἐν
25πολλοῖς δὲ καὶ ἀνέλυε πρὸς τὸ θυμῆρες αὐτῇ μεταμείβουσα ἅπερ ἐδέδοκτο βασιλεῖ. ἀλλὰ καὶ πρεσβείας μεγίστης ἐθνῶν μελλούσης βασιλεῖ ἐπο‐ πτάνεσθαι, θρόνοι συμφυῶς πολυτελεῖς παρετίθεντο, καὶ συνεδρεύουσα προεκάθητο λαμπρῶς διεσκευασμένη, λίθοις τε καὶ μαργάροις διαφανέσι
τὸ τυμπάνιον διαδέουσα καὶ τὸν τράχηλον ὁρμίσκοις πολυτίμοις δια‐460

Alex3,pt1

461

λαμβάνουσα. ἐνίοτε δὲ κατ’ ἄλλας βασιλείους οἰκοδομὰς διιστάμενοι καὶ ἀνὰ μέρος ἀμφότεροι προφαινόμενοι εἰς ἑαυτοὺς ἐμέριζον τὸ ὑπ‐ ήκοον· ἢ καὶ πρώτως ἀπονεῖμαν βασιλεῖ προσκύνησιν, ἐκεῖθεν ἀπαῖρον πρὸς τὴν βασιλίδα μετεπορεύετο καὶ βαθυτέραν αὐτῇ παρεῖχε τοῦ
5γόνατος σύγκαμψιν. οὐ βραχεῖς δὲ καὶ τῶν καθ’ αἷμα βασιλεῖ ἐγγι‐ ζόντων καὶ οἷς τὰ ὑπερήφανα τῶν ὀφφικίων ἀνέκειντο τοὺς ὤμους ὡς θρανίδας ὑποβάλλοντες ἐπὶ τῶν λαμπρῶν καὶ μετεώρων θώκων τὴν βασιλίδα ἀνέφερον. Ἀλλ’ οὔπω μῆνες τρεῖς παριππεύκεισαν, καὶ φήμη τις πρόεισιν
10ἀψευδὴς ἐκ Κιλίκων τινὰ ὁρμώμενον Ἀλέξιον τοὔνομα, τῷ τοῦ βασιλέως Ἀλεξίου ὀνόματι ἐποχούμενον, ὃν ὁ βασιλεὺς ἐγείνατο Μανουήλ, τῷ τῆς πόλεως Ἀγκύρας σατραπεύοντι προσρυῆναι καὶ ὑπ’ αὐτοῦ προσ‐ δεχθῆναι ὡς υἱὸν ἀληθῆ τοῦ αὐτοκράτορος Μανουήλ, οὐχ ὅπως περατώ‐ σειεν αὐτῷ τὰ κατ’ ἔφεσιν (ᾔδει γὰρ κἀκεῖνος ὡς ὁ βασιλεὺς Ἀλέξιος διὰ
15πνιγμονῆς ὑπ’ Ἀνδρονίκου τὸν βίον κατέστρεψεν), ἀλλ’ ἵν’ ὁ βασιλεύων Ῥωμαίων συνδιαπλέκοιτο πράγμασι, τοῖς στασιασταῖς ἀντικαθι‐ στάμενος, καὶ αὐτὸς ἐντεῦθεν παρακερδαίνῃ τι, χρημάτων ὤνιον τὴν μετὰ Ῥωμαίων φιλίαν κτώμενος. ἐπεὶ δὲ καὶ εἰς ἔργον ταῦτα δὴ τὰ ἀγγέλματα ἐκβεβήκει καὶ ὁ ψευδώνυμος οὗτος Ἀλέξιος τοῖς ὁμόροις
20τῇ Ἀγκύρᾳ Ῥωμαϊκοῖς πολίσμασιν ἐπεφύετο, ἐνισχυόμενος παρὰ τοῦ Πέρσου καὶ κρατυνόμενος, στέλλεταί τις ἐκτομίας, ᾧ τοὐπίκλην Ἠονο‐ πολίτης, ἄρτι πρὸς βασιλέως παρακοιμώμενος τιμηθείς. Μηδέν τι δὲ τοῦ θλαδίου κατορθοῦντος πρὸς τὴν ὑπόθεσιν δεῖν ἔγνω καὶ αὐτὸς ὁ βασιλεὺς ἐξελθεῖν, ἐν τῷ μέρει δὲ καὶ τῶν μετὰ τοῦ
25Πέρσου σπονδῶν ἐπιμεληθῆναι, εἰδὼς ὡς οὕτω μάλιστα ῥᾳδίως κατα‐ γωνίσαιτο τὸν ὀνόματι ἑτέρου, καὶ τούτου πάλαι τεθνεῶτος, ἐπερχό‐ μενον αὐτῷ ἀντίπαλον. πλὴν ὁ Πέρσης τῷ καιρῷ καταχρώμενος οὐκ ἄλλως τὴν εἰρήνην ἐδέχετο, εἰ μὴ αὐτίκα δωρήσεταί οἱ βασιλεὺς ἀργυ‐ ρίου κεντηνάρια πέντε κεκομμένα εἰς νόμισμα, ἐτησίως δ’ ἔκτοτε τρισὶν
30ἐκ τούτων φιλοτιμεῖται καὶ σηρικοῖς τεσσαράκοντα νήμασιν, ἅπερ ἐκ
Θηβῶν ἑπταπύλων βασιλεῖ κεχορήγηται.461

Alex3,pt1

462

Ἀφικόμενος οὖν κατὰ τὸ πόλισμα τὰ Μελάγγεια πρὸς τῶν ἐκεῖσε βασιλεὺς αὐτοκράτωρ ἀναγορεύεται, πλὴν οὐχὶ καὶ γενναίαν τὴν κατὰ τοῦ ἀντιστάτου Ἀλεξίου σύναρσιν εὕρισκεν, ἀλλ’ ὡς βασιλεῖ Ῥωμαίων αὐτῷ προσανέχοντες οὐδὲ τὸν Ψευδαλέξιον ἐκεῖνον φιλοφροσύνης εἴων
5ἐκτός, τούτῳ τε κἀκείνῳ τὰ βλέμματα χαριζόμενοι πρὸς ἑκατέρους ταῖς γνώμαις ἔρρεπον, μηδαμῶς ἐμφαίνοντες, ὅτῳ προσρέπουσιν ἀκραιφνῶς· ὅθεν παντὶ τῷ βουλομένῳ παρεῖχον κατανοεῖν ὡς ἀμφίρροποι ὄντες οὐδετέρῳ μὲν ἐκ τοῦ αὐτίκα προσκείσονται, κατὰ δὲ καιρὸν τῷ νικῶντι προσθήσονται. ἀλλὰ κἀν ταῖς πρὸς βασιλέα ἐντεύξεσιν ὑπεξαίροντες
10τὸν Ἀλέξιον οὐδαμῶς ἔληγον· πολλάκις οὖν ἔλεγον ὡς „καὶ σὺ ἀγάσαιο ἂν τὸν ἄνδρα, εἰ θεάσαιο, δέσποτα βασιλεῦ. οὕτω πυρσαῖς καὶ ἐκτενέσι κόμαις ἠγλάϊσται, ὡς εἰ χρυσίου ἦσαν ἀπορρινήματα. οὕτως ἐστὶν εὐῆλιξ, οὕτως ἱππότης ἀκράδαντος, ὡς εἴπερ τῇ ἐφεστρίδι ἐμπεπε‐ ρόνητο.“
15 Πρὸς δὲ ταῦτα τοῦ βασιλέως ἀνθυπενεγκόντος ποτὲ ὡς ὁ τοῦ αὐτο‐ κράτορος υἱὸς Μανουὴλ πάλαι ἀπεβίω θανάτῳ, ᾧ δὴ πρὸς Ἀνδρονίκου καταδεδίκαστο, ὁ δὲ νῦν προσιὼν οὗτος πλάνος ἐστὶ καὶ τοῦ τῶν Κομνηνῶν γένους ἀλλότριος, εἰ δ’ ἐκεῖνον δοίη τις ζῆν καὶ τοῦτον εἶναι τὸν ἐπιόντα, ἀλλ’ αὐτὸς ἄρχειν δήπουθεν δικαιότερος, ὁ καὶ τὰ Ῥω‐
20μαίων σκῆπτρα χειρίζων νυνί, ἐπελάβοντο τῶν λεγομένων οἱ ἀκρο‐ ώμενοι καὶ ἀπ’ αὐτῶν πορισάμενοι τὴν ἀντίθεσιν „ὁρᾷσ“ ἔλεγον, „βασιλεῦ, ὡς ἀμφιγνοεῖς καὶ σὺ περὶ τοῦ παιδὸς καὶ τὸν ἐκείνου θά‐ νατον ἀμφήριστον ἥγησαι; μὴ οὖν χαλέπαινε τοῖς τὸν νεανίαν οἰκτεί‐ ρουσιν ἐκ μὲν τριγονίας τὴν βασιλείαν ἐς αὐτὸν καταβαίνουσαν ἔχοντα,
25ἀρχῆς δ’ ὁμοῦ καὶ πατρίδος παρὰ δίκην ἀποπλαζόμενον.“ Ἰδὼν τοίνυν ὁ βασιλεὺς ὡς οὐδὲν ὠφελεῖ καὶ τὴν αὐτὸς αὐτοῦ παρ‐ ουσίαν ἐπ’ οὐδενὶ κερδαλέῳ κατανοῶν γίνεσθαι, τὰ φρούρια διελθών, καὶ ἃ μὲν τούτων ἀποστήσας τοῦ Ἀλεξίου, ἃ δὲ πυρὶ παραδοὺς ὡς τῷ ἀντάρτῃ προσρέποντα, ἐπανόδου ἐμνήσατο, δυσὶ τὴν ἐκστρατείαν
30περιγράψας μησὶ καὶ τὰ κατὰ τὸν Κίλικα Ἀλέξιον ἐπιτρέψας τῷ Καντα‐
κουζηνῷ Μανουήλ.462

Alex3,pt1

463

Πλὴν οὐδ’ οὗτος ἐξήνεγκε πόλεμον κατ’ αὐτοῦ προφανῆ, καίπερ ἐμπλατυνομένου ἀεὶ τῇ ἐπικουρίᾳ τοῦ Πέρσου καὶ τῶν περὶ τὴν Ἄγκυραν φρουρίων φορολογοῦντος τὰ πάντα ἢ τὰ πλείονα. ἦν δ’ ἂν καὶ οὗτος ἐπὶ μακρὸν ἀμήχανον Ῥωμαίοις κακόν, εἰ μὴ θεὸς κἀνταῦθα φανεὶς
5καινουργὸς τὰ Ῥωμαίων ᾤκτειρε πράγματα· τὸ γὰρ φρούριον εἰσιών, ὃ Τζούγγρα κατονομάζεται, νυκτὸς ἀποσφάττεται μαχαίρᾳ παρά τινος. οὕτω μὲν οὖν καὶ οὗτος ἠφάντωται, κατὰ τάχος ἀστραπῆς διαΐξας καὶ πάλιν ἀποκρυβεὶς ἢ γοῦν ὡς ἐκ Κιλικίου Κωρυκίου πνεῦμα βίαιον διεκπνεύσας καὶ μέρος τῆς ὑπὸ Ῥωμαίους διακυκήσας μετὰ βραχὺ
10διεκφυσηθεὶς ἐπαύσατο τῆς σφοδρότητος. Ἐπὶ δὲ τῷ κακῷ τούτῳ παρὰ πόδας ἕτερον ἐπεισέφρησε χείριστον, ἢ μᾶλλον δόξαν πρὸς καιρὸν ὑπορρεῦσαι πάλιν ἀνέβλαστε κατὰ κώνειον φθοροποιόν. ὁ Κομνηνὸς τοῦτο ἦν Ἰσαάκιος, ὃς ἐν τοῖς ἔμπροσθεν βιβλίοις ἐρρέθη μοι. οὗτος ἐγκρατὴς ἅμα καὶ ὀλετὴρ τῆς τῶν Κυπρίων
15νήσου γενόμενος ἑάλω μὲν πρὸς τοῦ ῥηγὸς Ἰγγλινίας ἐς Παλαιστίνην ἀφικνουμένου διαποντίου καὶ ὡς δοῦλος μαστιγίας τινὶ τῶν ὁμοφύλων ἐκείνῳ ἀποκεχάριστο καὶ ἦν ἁπανταχῇ διαδόσιμος ὡς κατέστρεψε τὸν βίον κακῶς ὁ κακός, φήμῃ δ’, ὡς δέδεικται ὕστερον, μόνῃ ἀποβιοὺς καὶ δεσμῶν ἀπαλλαγεὶς καὶ φρουρᾶς ἀπολυθείς, ὡς μὴ ὤφελε, τῷ τῆς Ἰκο‐
20νιέων ἄρχοντι πόλεως Καιχοσρόῃ προσρύεται καὶ ξενίας παρ’ ἐκείνῳ463

Alex3,pt1

464

τετυχηκὼς τὸν παλαιὸν ἀναθάλπει τῆς τυραννίδος ἔρωτα. ἀνεκαλεῖτο μὲν οὖν πρὸς τοῦ βασιλέως Ἀλεξίου διὰ γραμμάτων συχνῶν, ἐναγούσης αὐτὸν εἰς τοῦτο τῆς βασιλίδος Εὐφροσύνης δι’ ἣν ἐκ συγγενείας ἐγγύτητα εἶχεν αὕτη πρὸς Ἰσαάκιον. ὁ δὲ ἀπεδυσπέτει καὶ πρὸς μόνην ἠγανάκτει
5τὴν τῶν ἐπιστελλομένων ἐνήχησιν, βασιλεύειν, οὐ μὴν βασιλεύεσθαι λέγων μαθεῖν, καὶ ἄλλων ἐξηγεῖσθαι, μὴ γοῦν ἑτέροις πείθεσθαι. Συχνὰ τοίνυν γραμμάτια συνετίθει πρὸς τοὺς τῆς Ἀσιάτιδος γῆς πρωτεύοντας, τί μὲν τῶν ἀπειρημένων οὐκ εἰσηγούμενα, τί δὲ τῶν καθεστώτων οὐχὶ κινοῦντα, καὶ πάντα τοῖς πειθομένοις βραβεύοντα, εἴ
10πως τοῦ τῆς βασιλείας ὀνόματος ἐπιτεύξεται. ἀλλὰ καὶ πρώην διώκων ἦν τὰ ἀκίχητα καὶ ἃ μὴ θεὸς βεβούλευται διακενῆς μηχανώμενος· καὶ τότε δ’ ὁμοίως ἠλέγχετο μάτην διατεχνώμενος τὰ ἀνήνυτα. οὔτε γὰρ αὐτῷ προσέσχεν ὁ Πέρσης, ὥσπερ ἱμείρετο (ἐγλίχετο δὲ μεθ’ ὅλης τῆς οἰκείας ἰσχύος ἕπεσθαί οἱ κατὰ Ῥωμαίων στρατεύοντι καὶ πάνθ’ ὁπόσα
15ἐπιτάττειν ἔχει ποιεῖν), οὔτε οἷς ἐπέστελλε κρύβδην οὖς τις ὑπέσχετο εὔεικτον, ἀλλὰ πάντες ὡς ἀσπίδες οἷς ἐπῇδε τὰς ἀκοὰς ἐπέφραττον. Τίς γὰρ ἂν θηρίῳ κατηκολούθησεν αἱμοβόρῳ, μετ’ οὐ πολὺ ταῖς ὄψεσιν ἐμπηδήσοντί τε καὶ ἀναιρήσοντι; ἢ μετ’ ὄφεως ἰοβόλου φιλίαν συνέθετο, κἂν προσπλέκοιτό τις αὐτῷ, τὸν ἰὸν ἐξεμοῦντος, κἂν ἐν κόλπῳ
20διαθάλπῃ, θανάσιμα δάκνοντος; πλὴν ἀλλὰ καὶ οὗτος κατὰ θεῖον ἐξέρρηξε μετὰ βραχὺ τὸ ψυχίδιον καὶ τοῖς λοιποῖς προσετέθη τυράννοις,
οὓς χεὶρ Κυρίου ἠφάνισε, κἂν οὐκ εἴωθεν ἀμέσως ποιεῖν ἃ καινοποιεῖ464

Alex3,pt1

465

πολλάκις σωτήρια. ᾔδετο δὲ μηδὲ φυσικῷ θανάτῳ δαμῆναι τὸν ἀλι‐ τήριον, ἀλλὰ φαρμάκῳ ἀπολωλέναι κυλικοφορηθέντι παρά τινος μεγά‐ λοις δώροις ἐπιρρωσθέντος πρὸς τοὖργον ὑπὸ τοῦ βασιλέως αὐτοῦ. Ἐπὶ πᾶσι δ’ οἷς Ἀλέξιος ἐπειράσατο βασιλεύσας, εἴ πως σπείσαιτο
5Βλάχοις, καὶ πρέσβεις πέπομφε πρὸς τὸν Πέτρον καὶ τὸν Ἀσάν. ἐπέρανε δ’ οὐδ’ ὅλως τὴν εἰρήνην καὶ τὰς σπονδάς, οἷα τῶν ἀνδρῶν τούτων ὑπερόγκους τὰς ἀποκρίσεις ποιησαμένων κἀκεῖνα προθεμένων ὑπὲρ εἰρήνης, ἃ Ῥωμαίοις ἀδύνατά τε καὶ ἄτιμα δήπουθεν ἦν. Ἀμέλει τοι τοῦ βασιλέως κατὰ τὴν ἕω διατρίβοντος προσβάλλουσι
10τοῖς περὶ τὰς Σέρρας Βουλγαρικοῖς θέμασι καὶ τὸ αὐλιζόμενον ἐκεῖσε Ῥωμαϊκὸν σύνταγμα ἡττηκότες ἄλλους τε πλείστους κακῶς εἰργάσαντο, καὶ δὴ καὶ αὐτὸν εἷλον ζωγρίαν τὸν Ἀσπιέτην Ἀλέξιον, ὃς εἰς ἀρχηγὸν Ῥωμαίοις προυβέβλητο. κρατοῦσι δὲ καὶ πολλῶν ἐκ τῶν ἐκεῖθι φρου‐ ρίων, καὶ αὐτὰ μὲν εἰς τὸ ἐπικρατὲς ἠσφαλίσαντο, αὐτοὶ δ’ ἐπανῆκον
15οἴκαδε λείαν ἐληλακότες οὐ σταθμητήν. Βασιλεὺς δὲ μὴ καὶ μετέπειτα τοιοῦτόν τι διαπραχθείη προμηθού‐ μενος, μεθ’ ἱκανῆς ἐξέπεμψε στρατιᾶς τὸν ἑαυτοῦ γαμβρὸν Ἰσαάκιον τὸν σεβαστοκράτορα, ὅτε δὴ καὶ Ἀσὰν πρὸς τοὺς εἰσάγοντας παραίνεσιν Βλάχους μηκέτι τὰς κατὰ Ῥωμαίων ἐπελεύσεις μετὰ θερμότητος τί‐
20θεσθαι, μεμνῆσθαι δὲ καὶ μεθόδων στρατηγικῶν (ἄρχειν γάρ, ὡς πυν‐ θάνονται, ἄνδρα πολεμικὸν καὶ λίαν τοῦ ἀδελφοῦ προφερέστερον), μετὰ κόμπου ἀπεκρίνατο μὴ δεῖν ἀεὶ ταῖς φήμαις ἐπικλίνειν τὸ οὖς, μήτε ὃν ἀνδρεῖον αὕτη διαθρυλλεῖ ὡς ἤδη καὶ τοιοῦτον ὄντα τοῦτον κατεπτη‐ χέναι, οὔθ’ ὃν διέξεισι δειλὸν καὶ ἀνάλκιδα πρὸ τῆς πείρας ἀθερίζειν καὶ
25ἀποπέμπεσθαι, ἀλλὰ τὴν μὲν φήμην μὴ πάμπαν ἀποστρέφεσθαι, ὅτι μηδ’ ἐς ἅπαν ἀπόλλυται, καὶ μάλιστα ἣν πλεῖστοι λαοὶ φημίζουσιν,
ἐπάγειν δ’ ὡς λίθον Μάγνησσαν τὰς πράξεις τῶν ἐνδιαβαλλομένων465

Alex3,pt1

466

εἴτε μὴν κροτουμένων παρ’ αὐτῆς ἀνδρῶν, ἐν πολλοῖς δὲ καὶ τὸν ὀφθαλ‐ μὸν ἱζάνειν τῶν φημιζομένων δικαστήν, καὶ οὕτω προσίεσθαι τὴν φήμην ὡς ἀληθῆ, ἢ γοῦν μύροις ἀλείφειν ὡς ψευδῆ καὶ ἄλλοθί που ἀφιέναι πέτεσθαι.
5 „Τὰ γὰρ ὦτα οὐκ οἶδε τὰ δρώμενα, ἀλλὰ γλώττης ὄχλον εἰσοικι‐ ζόμενα φύλακές εἰσιν ἀλλοτρίων, καὶ τούτων ἐναντίων πολλάκις ἐνηχη‐ μάτων. ἀσφαλὴς δέ ἐστι τῶν γινομένων διαιτητὴς ὀφθαλμὸς καὶ μάρτυς ὧν θεᾶται ἀπαραλόγιστος, οὐχ ἑτέρωθεν εἰσχεομένην ἔχων τὴν πίστιν ὡς τὴν τῶν λεγομένων εἰς ἐνοίκησιν ἀκοή.
10 Μὴ οὖν δὴ καὶ ὑμεῖς θροεῖσθε ὡς ὁ νῦν Ῥωμαίων βασιλεύων γενναῖος ὑπὸ φήμης κηρύττεται, ἀλλ’ εἰ τοιοῦτός ἐστιν, ὁποῖος ᾄδεται, χρεὼν σκέψασθαι. ὁδηγὸς δὲ ὑμῖν εἰς τοῦτο ἔστω βίος ὁ πρότερος καὶ καθη‐ γητὴς ἀκριβὴς τοῦ ἀνδρὸς καθιστάσθω. ἀτὰρ εἰ φιλοκρινήσετε, οὐκ ἂν ἐφ’ ὁτιοῦν εὐδοκιμηκότα εἴσεσθε τουτονί· οὔτε γὰρ πολέμοις ὡμίλησε
15καὶ κινδύνοις ὑπὲρ Ῥωμαίων παρενεβλήθη συστρατευόμενος καὶ συγ‐ κάμνων τῷ ἀδελφῷ, ὅσα γε αὐτὸς ἴσημι κείρων ἀεὶ καὶ κατατρέχων τὴν πολεμίαν καὶ νίκας ἐπὶ νίκαις ἀναιρούμενος καὶ τροπαίοις ἐπιστοιβάζων τὰ τρόπαια, οὔτε μὴν μισθὸν καμάτων τὴν ἁλουργίδα καὶ τὸν βασίλειον εἴληχε στέφανον, ἀλλ’ ὡς ἐκ τῶν ἔργων ὑπέδειξε, τύχης ἀγνώμονος
20πέττευμα τὰ σκῆπτρα παρείληπται. οὗτος τοίνυν, ὃς οὐ τεθέαταί μοι μαχόμενος οὐδὲ χειρὶ καὶ φωνῇ καὶ βουλῇ τὰ τῶν Μυσῶν παραλυπήσας ἐνίοτε, ὅπως ἐξαίφνης εἰς ἅπαν τοὐναντίον μεταπεποίηται, ἐγὼ μὲν οὐκ ἔχω καὶ συνιδεῖν. Ἵνα δὲ καὶ δι’ ὑποδείγματος, καθ’ ὅσον ἔξεστι, τὰ κατὰ τὸν ἄνδρα
25τουτονὶ καὶ τὸ λοιπὸν αὐτῷ γένος διασαφήσαιμι, ὁρᾶτε τὰ ἐπὶ τοῦ ἐμοῦ δόρατος ἀπαιωρούμενα καὶ ἀνεμούμενα διάφορα ταῖς χροιαῖς, εἰ μὴ καὶ ταῖς ὑφαῖς, νήματα. ταῦτα μιᾶς μὲν προελήλυθεν ὕλης καὶ εἷς ὑφάντης αὐτὰ ἐμηρύσατο· τοῖς δὲ χρώμασι διαλλάττοντα διεστάναι δοκοῦσι καὶ κατὰ τὸ τοῦ εἶναι ποιητικὸν αἴτιον. ἀλλ’ οὐκ ἔστι τοῦτο,
30οὐκ ἔστιν. Ἰσαάκιος οὖν καὶ Ἀλέξιος οἱ ὁμαίμονες, ὧν ὁ μὲν τῆς βασι‐ λείας ἤδη καθῄρηται, ὁ δὲ τηβεννοφορεῖ νῦν καὶ διαδεῖται ἀρχικῷ στεφανώματι, ἕνα τοκέα ἔσχον, τῆς αὐτῆς νηδύος ἐξώλισθον, κατὰ τὴν
αὐτὴν γεγένηνται γῆν, τὰ πάνθ’ ὅμοια ἐκληρώσαντο, κἂν ἅτερος τούτων466

Alex3,pt1

467

Ἀλέξιος τῷ χρόνῳ προήκων ἑώραται. ὅθεν οὐδὲ κατὰ τοὺς πολέμους διαφέροιεν ἄν, ὡς ἔμοιγε γοῦν δοκεῖ καὶ ὡς ἐν πείρᾳ πάντως γνωσόμεθα. Χρῆναι τοίνυν φημὶ μετὰ τῆς αὐτῆς καὶ προτέρας προθέσεως καὶ πάλιν τῶν κατὰ πόλεμον ἅπτεσθαι, εἰδότας ὡς οἷς καὶ πρότερον ἐξ
5ἐναντίας μοίρας καὶ νῦν στησόμεθα, ἵνα μὴ καὶ χείροσιν εἴποιμι, ἀφορῶν μὲν καὶ πρὸς τὸ καταβεβλημένον καὶ ἀτονώτερον ἤδη φρόνημα τῶν Ῥωμαίων, οἳ πολλάκις ὑφ’ ἡμῶν τροπωθέντες οὐδ’ ἅπαξ τὰ κατ’ αὐτοὺς ἀναλαβεῖν ἐσχήκασι πράγματα, ἐννοῶν δὲ καὶ ἣν θεόθεν ἐπ‐ εσπάσαντο οἵδε μῆνιν τὸν αὐτοὺς βαρείας τυραννίδος ἀπηλλαχότα
10Ἰσαάκιον βασιλείας ἐννόμου καθῃρηκότες· οἱ γὰρ οὕτω κατὰ τῶν σεσωκότων ὁπλισάμενοι οὐκ ἂν φθάνοιεν ὑπὸ τῶν ἐχθρῶν ὡς παράσπον‐ δοι ἀναιρούμενοι.“ Τοιαύταις γνώμαις ὁ βάρβαρος τὰ τῶν ὑπ’ αὐτὸν ἀναστήσας φρονήματα μετὰ κόμπου μείζονος ἐπῄει κατὰ τῶν περὶ Στρυμόνα τε
15καὶ Ἀμφίπολιν ἐπαρχιῶν. ἐπεὶ δὲ καὶ ταῖς Σέρραις ἐμβαλεῖν Ἰσαακίῳ ἤκουσται τῷ σεβαστοκράτορι, νέος ὢν οὗτος καὶ προσεχεῖ τινι τῶν Βλάχων ἐπαρθεὶς πταίσματι, μὴ προεξετάσας τὴν τῶν πολεμίων δύ‐ ναμιν, τῇ δ’ ἀκοῇ συνάψας τὴν κατ’ αὐτῶν ἐξόρμησιν, ἀνίστησί τε παραχρῆμα τὴν στρατιὰν τῆς σάλπιγγος ἐνδούσης τὸ σύνθημα καὶ
20τὸν πολεμιστήριον πρῶτος ἵππον ἀναβὰς καὶ θωρακισάμενος, κατ’ ἐπειγωλήν, οὐχὶ βάδην τὸ δόρυ κατὰ τῶν ἀντιπάλων τιταίνων ἔξεισιν, ὡς εἴπερ ἐλάφων αὐτῷ κυνηγέσιον προηυτρέπιστο ἢ θηρευτικὰ ἐκεῖ που ἀθύρματα προητοίμαστο. Διελθὼν οὖν ἀνέτῳ ῥυτῆρι ὡσεὶ σταδίους τριάκοντα τό τε ἱππικὸν
25ἀποκναῖσαι πεποίηκεν, ὡς ἀχρεῖον εἶναι κατὰ τὴν ὥραν τῆς προσβολῆς καὶ τὸ πεζικὸν ἐκεῖθεν ἐκλυθὲν καὶ διαχυθὲν ἐς οὐδὲν γεγονέναι μετέπειτα χρήσιμον. ὡς δὲ ἤγγισεν ἔνθα παρενέβαλε τὸ πολέμιον, τοῦ μὲν Ἀσὰν τὸ πλεῖστον καὶ κράτιστον στράτευμα ἐς ἐνέδρας καὶ λόχους διαμερί‐
ζεται, ὁ δ’ Ἰσαάκιος μὴ τὸ στρατήγημα τοῦτο καὶ τὸν δόλον ὅλως467

Alex3,pt1

468

κατανοήσας, ὡς ἡττήσων καὶ τροπωσόμενος βακχευτικῷ ἐπῆλθεν ὁρμήματι· διὸ καὶ τῶν ἐν τοῖς λόχοις ἐπιθεμένων, ὡς ἐν μέσαις συσχεθεὶς ἄρκυσι πολλοὺς μὲν ἀπέβαλε τῶν ἰδίων, τέλος δὲ καὶ αὐτὸς ἑάλω ζωγρίας ὑπὸ Σκυθῶν.
5 Ἐκ δὲ τούτου συμβέβηκεν ὡς ἐν κτήνεσι λέοντα πρός τε τὰς ἐπελεύ‐ σεις ἀδεεστάτως καὶ τὰς προνομὰς τὸν βάρβαρον ἐφορμᾶν, οἷα μηδενὸς ἀντεξιόντος ἔτι ἐκ τῶν Ῥωμαίων, ἀλλὰ πάντων ἀποδειλιασάντων καὶ τῇ πόλει ταῖς Σέρραις μετ’ ἀνέτων ἡνιῶν εἰσερρυηκότων, ὅσοι τέως μὴ ξίφους ὤφθησαν πάρεργον ἐν τῇ συμβολῇ.
10 Ὁ δὲ συνειληφὼς τὸν σεβαστοκράτορα Σκύθης παντοίως αὐτὸν περιέκρυπτεν, ὡς εἴη ἀφώρατος τῷ Ἀσάν, ὑποσαινόμενος ἐλπίσι μή τινων ἐνδεεστέραις, ὡς εἰ τοὺς Βλάχους διελθὼν ἐς τὰ οἰκεῖα ἤθη τοῦτον ἀπενέγκαι, πλεῖστα ἂν αὐτῷ κατάθοιτο λύτρα ὁ βασιλεύς. τῆς δὲ φήμης κατειπούσης συλληφθῆναι τὸν στρατηλάτην, ἐπιμελοῦς γεγενημένης
15ἐρεύνης, δῆλος γίνεται καὶ τῷ Ἀσὰν ἐμφανίζεται. Καὶ τῇδε μὲν ἀπέβη καὶ ταῦτα. τὶς δὲ τῶν δορυαλώτων ἱερέων, εἰς τὸν Αἷμον αἰχμάλωτος ἀπαγόμενος, δεῖται τοῦ Ἀσὰν λυθῆναι, δι’ ὁμοφωνίας ὡς ἴδρις τῆς τῶν Βλάχων διαλέκτου εἰς ἔλεον αὐτὸν ἐκκαλού‐ μενος. ὁ δ’ ἀνανεύσας ἔφατο μηδέ ποτε προθέσθαι Ῥωμαίους λύειν,
20ἀλλ’ ἀπολλύειν· τοῦτο γὰρ καὶ θεὸν βούλεσθαι καὶ πάλαι σώζειν αὐτόν. πρὸς ὃ τὸν θύτην λέγεται ἀνθυπενεγκεῖν, βύθιον στενάξαντα καὶ τέγξαντα δακρύοις τὰ ὄμματα, μηδ’ αὐτῷ ὑπολιπέσθαι οἰκτίρμονα ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος μετὰ πένητος ἀνδρὸς διὰ ἱερωσύνης θεῷ πλησιάζοντος, ἐγγὺς δέ οἱ παρεστάναι καὶ τὸ τῆς ζωῆς τέρμα, καὶ
25τοῦτο μὴ ὡς ἐν μαλακῷ ὕπνῳ τῷ φυσικῷ μόρῳ ἐπελευσόμενον, ἀλλ’ ὡς468

Alex3,pt1

469

εἴωθε τὰ πλεῖστα ἐπιέναι τοῖς σφάττειν ἐν μαχαίρᾳ προτιθεμένοις. καὶ οὐ διέπεσε τοῦ θυηπόλου τὸ πρόρρημα· μικρῷ γὰρ ὕστερον εἰς τὴν Μυσίαν ἐπανεικὼς παρά τινος τῶν οἰκείων διαχειρίζεται. Ἦν δὲ οὗτος ὁ τρόπος τῆς αὐτοῦ ἀναιρέσεως. ἀνήρ τις ὁμοφυὴς
5αὐτῷ καὶ ὁμότροπος καὶ ᾧ πάνυ προσέβλεπεν ἥμερον (Ἰβαγκὸς ὄνομα τῷδε) τῇ τῆς γυναικὸς αὐτοῦ κασιγνήτῳ λάθρᾳ συνήρχετο. πυθόμενος οὖν τὰ τῆς μίξεως ἐκεῖνος τὰ μὲν πρῶτα εἰς εὐθύνας ἦγε τὴν ὁμευνέτιν καὶ θανάτου ἐτίμα τὴν ἐπὶ τοῖς δρωμένοις παρασιώπησιν· ὡς δ’ ἄλλοις τε αὐτὸν ἡ γυνὴ λόγοις τοῦ φονίου κατηύναζε βλέμματος
10καὶ ὁρμήματος, ἀλλὰ δὴ καὶ τῷ προσεπαγαγεῖν ὕστερον ὡς εἰκαίως χολᾷ κατ’ αὐτῆς, ἀκριβῶς γὰρ κἀκεῖνον τὰ περὶ τὴν μῖξιν ταυτηνὶ συνειδέναι, τὸν κατὰ τῆς ὁμολέκτρου χόλον εἰς Ἰβαγκὸν μετατίθησι, καὶ δὴ μεταπέμπεται τὸν ἄνδρα τῶν νυκτῶν ἀωρί, μηδέν τι καθυφεὶς τῆς ὁρμῆς. ὁ δὲ τὸ τῆς χρείας ἔξωρον οὐκ ἀναίτιον καὶ ἀνεύθυνον οἰη‐
15θεὶς ἐς τὴν αὔριον τὴν ἄφιξιν ὑπερτίθεται. ἐκείνου δ’ αὖ πάλιν ἐγκει‐ μένου καὶ μὴ φέρειν ἔχοντος τὴν ῥᾳστώνην ὡς παρόρασιν, κοινοῦται τοῖς καθ’ αἷμα καὶ φίλοις τὸ ποιητέον ὁ Ἰβαγκός, εἰς νοῦν ὀψέ ποτε βαλὼν τὸ τῆς ἀφίξεως αἴτιον. οἱ δ’ ὑποτιθέασι τούτῳ τὴν προτενῆ περιζώσασθαι μάχαιραν, καὶ ταύτην τῷ ἱματίῳ ἐνθάψαντα εἰσελθεῖν,
20καὶ τοῦ μὲν Ἀσὰν ἠρεμαίως ἐπιπλήττοντος καὶ τὸ τοῦ θυμοῦ κατ’ αὐτοῦ βράττον ὕβρεσι συμμετροῦντος καὶ τοῖς λοιποῖς ἑτέροις, ἃ μὴ λυμαίνεται τὸ σῶμα, τὴν κόλασιν ἀφορίζοντος, φέρειν γενναίως καὶ τὴν ἐφ’ οἷς ἑάλω παραλύπησιν συγγνώμην αἰτεῖν, εἰ δ’ ἐκεῖνος διφῴη τὸ
ξίφος, τηνικαῦτα κἀκεῖνον ἀνδρίζεσθαι καὶ σπεύδειν ὥστε φθάσειν ὃ469

Alex3,pt1

470

μελλήσας αὐτίκα πείσεται καὶ πάσας καιρίας ἐπάγειν καὶ καταγούσας ἐς ᾅδου τὸν ἀναιδῆ καὶ φιλαίματον. ὃ καὶ εἶχεν ὅδε διαπραξάμενος· μηδὲν γὰρ ἐπ’ αὐτῷ διανοουμένου μέτριον τοῦ βαρβάρου, ἀλλὰ καὶ πρὸς τὴν πρώτην εὐθὺς θέαν ἐκθηριωθέντος καὶ τὸν σφαγέα ζητοῦντος
5κνώδοντα, κατὰ τοῦ βουβῶνος οὗτος φθάσας ἐκεῖνον πλήττει καὶ ἀναιρεῖ. καὶ διαδρὰς παραχρῆμα πρόσεισι τοῖς τοῦ ἔργου συνίστορσι καὶ μηνύσας τὸ γεγονὸς ἔγνω αὐτοῖς ἅμα πρὸς ἀποστασίαν ἰδεῖν· μηδὲ γὰρ ἠρεμήσειν τοὺς τοῦ πεσόντος ὁμαίμονας καὶ ὅσον αὐτῷ πρὸς γένους καὶ φίλιον. κἂν μὲν προχωροίη τὰ κατὰ σκοπὸν καὶ χεῖρας ἐκείνοις, καὶ
10Μυσίας ἄρξειν αὐτῆς τοῦ Ἀσὰν δικαιότερόν τε καὶ ἐννομώτερον καὶ μὴ τῷ ξίφει τὰ πάντα ὡς ὁ πεσὼν διοικεῖν, καὶ ὅπερ ἂν ὑποβάλλῃ θυμός, τοῦτο καὶ διαπράττεσθαι· εἰ δ’ ἄλλως αὐτοῖς μεταρριφείη τὰ διαβούλια, μήτε μὴν ὅλως προβαίνουσι τὰ κατ’ ἔφεσιν, πρὸς ἄλλον μετασκευάσασθαι πλοῦν, τοῖς τὰ Ῥωμαίων πράγματα κυβερνῶσι τὰ
15κατ’ αὐτοὺς ἐπιτρέψαντες. Ἔτι τοίνυν οὔσης νυκτὸς οὐ μόνον τὴν σκέψιν ταύτην ἐκράτυναν, ἀλλὰ καὶ πολλοὺς παρώξυναν τῶν βουλευμάτων αὐτοῖς συλλαβέσθαι. ὅθεν κρατήσαντες τοῦ Τερνόβου (ὁ δέ ἐστιν ἡ ἐρυμνοτάτη ἅμα καὶ προφερεστάτη τῶν κατὰ τὸν Αἷμον ἁπασῶν πόλεων, τείχεσί τε
20ἰσχυροῖς περιβεβλημένη καὶ ῥεύματι ποταμίῳ διειλημμένη καὶ ὄρους ἀκρωνυχίᾳ πεπολισμένη) τοῖς περὶ τὸν Πέτρον ἀντέστησαν. ἡ γὰρ φήμη ἅμα ἕῳ οὐκ ἐπ’ ἄκρων μόνον τῶν τοῦ Τερνόβου τειχέων ἀλλὰ
κἀν τοῖς ἔξω καὶ πόρρωθεν τὸν τοῦ Ἀσὰν περιεσάλπιζε θάνατον. ὡς470

Alex3,pt1

471

δ’ οὔθ’ ὁ Πέτρος ῥᾳδίαν εὕρισκε τὴν Ἰβαγκοῦ καταστροφήν, οὔθ’ οὗτος ἀποκρούσασθαι Πέτρον ἠδύνατο, ὁ μὲν χρονοτριβεῖν ἐπεβάλετο καὶ μίαν ταύτην ᾤετο προσδοκίαν καταπαλαίσουσαν τὸν ἀντίπαλον Ἰβαγκόν, ὁ δὲ τῷ τῶν Ῥωμαίων προσρυῆναι βασιλεῖ δεῖν ἔγνωκε καὶ
5διὰ τῆς ἐκεῖθεν συνάρσεως περιγενέσθαι τῶν διαφόρων. ἐλέγετο δὲ καὶ ὑποθήκαις Ἰσαακίου τοῦ σεβαστοκράτορος ἀναιρεθῆναι πρὸς Ἰβαγκοῦ τὸν Ἀσάν, ἄλλαις τε πλείσταις ὑποσχέσεσι πρὸς τοῦτο ἐπιρρωσθέντος, καὶ προσέτι γε μὴν πτερωθέντος τῷ κατ’ ἐπιγαμίαν συναρμόσαι οἱ καθυποσχέσθαι τὴν οἰκείαν θυγατέρα τὴν Θεοδώραν.
10 Πλὴν ὁ μὲν ἐναφῆκε τοῖς δεσμοῖς τὴν ψυχήν, καὶ μηδέπω τοῦ φόνου κατεργασθέντος. ὁ δ’ Ἰβαγκὸς δηλώσας βασιλεῖ τὸ γενόμενον στεῖλαί τινα μετὰ στρατιᾶς διηρέθιζε τὸν παραληψόμενόν τε τὸν Τέρνοβον καὶ σὺν αὐτῷ περὶ τῆς ὅλης Μυσίας ἀγωνισόμενον. καὶ τάχ’ ἂν τετέλεστό τι τοῖς Ῥωμαίοις σωτήριον, εἰ βασιλεὺς αὐτίκα προθύμως πρὸς τὴν
15ἀγγελίαν ταύτην πραξικοπεῖν ἐπεβάλετο, ἐπειδήπερ καὶ εἰ Τέρνοβον εἷλεν, εἶχεν ἂν εὐμαρῶς καὶ ἀπόνως Μυσίαν ἅπασαν. νῦν δὲ ὁ μὲν βλακευσάμενος ἐνέφυ τοῖς ἀρχείοις καὶ πάλιν κατὰ τὸν εἰς τὸ κέλυφος βυόμενον σκώληκα, στέλλει δὲ τὸν πρωτοστράτορα Μανουὴλ τὸν Καμύτζην, ἀνειπὼν στρατηγόν. ὁ δ’ ἀπάρας ἐκ τῆς Φιλίππου μετὰ
20τῶν ἑπομένων ἐκείνῳ δυνάμεων καὶ τῶν ὅρων τῆς Μυσίας ἄκροις ποσὶν ἐφαψάμενος παλίσσυτος γίνεται παρὰ δόξαν· τὸ γὰρ στράτευμα ἐπαναστὰν „πῇ ἄγεις ἡμᾶς;“ ἔλεγον „ἢ τίσι συμπλακήσεσθαι μέλλομεν; οὐχὶ πολλάκις τὰς ὀρειαίας ταύτας ὁδοὺς διήλθομεν καὶ μὴ μόνον οὐδέν τι κατωρθώκειμεν βέλτιον, ἀλλὰ καὶ μικροῦ προσαπολώλειμεν ἅπαντες;
25ἀνάστρεφε τοίνυν, ἀνάστρεφε, καὶ ἡγοῦ τῆς ἐπὶ τὰ σφέτερα“. ἐπὶ δὴ τούτοις καὶ δείμασιν ἀλόγοις ἐκταραχθέντες, ὥσπερ κατὰ νώτου τινῶν
ἐγκειμένων καὶ παντοίοις ὅπλοις βαλλόντων, ἀκόσμως ᾤχοντο.471

Alex3,pt1

472

Καὶ αὖθις οὖν ἡ πρᾶξις αὕτη μετὰ στρατιᾶς ἐπεκέκριτο μείζονος. ἐνίκα δ’ ἐσαεὶ τὰ χερείονα, μηδενὸς ἐς χεῖρας ἐλθεῖν καὶ συμμῖξαι τοῖς βαρβάροις ἐν τῷ ἐπαρήγειν Ἰβαγκῷ δοκιμάζοντος. ἀπειρηκὼς τοίνυν οὗτος καὶ τοῖς κατὰ τὸν Τέρνοβον δυσχρηστούμενος πράγμασιν, οἷα
5τῶν περὶ τὸν Πέτρον κρατυνομένων ἀεὶ καὶ στρατιᾶς προσθήκαις ἐπαυξομένων, ἔξεισιν ἐκεῖθεν λαθραίως καὶ πρόσεισι βασιλεῖ, καὶ μετ‐ ῆλθεν οὕτω καθαρῶς πρὸς τὸν Πέτρον πάλιν ἡ ἀρχηγία Μυσῶν. Πλὴν οὐδ’ οὗτος θανάτῳ φυσικῷ ἐπαπῆλθεν, ἀλλὰ μικρῷ ὕστερον παρά του τῶν ὁμογενῶν ξίφει διελαθεὶς κατέστρεψεν οἰκτρῶς τὴν
10ζωήν, ἡ δὲ ἡγεμονία τῶν Βλάχων βλέπει πρὸς Ἰωάννην, τὸν τρίτον τῶν ἀδελφῶν. τότε δ’ οὖν ὁ Πέτρος, συλλήπτορα τῶν πόνων καὶ μερίτην τῆς δυναστείας Ἰωάννην προσελόμενος τὸν ὁμαίμονα (ὃς ἐφ’ ἱκανὸν ὡμήρευσεν ἐν Ῥωμαίοις, ἡνίκα εἶχε βασιλεὺς Ἰσαάκιος δισσεύσας κατὰ Μυσῶν, ἀποδρὰς δὲ πρὸς τὰ οἴκοι πάλιν ἀφίκετο) οὐκ ἐξ ἀντιθέτου
15τῷ τεθνεῶτι Ἀσὰν τὰ Ῥωμαίων ἔκειρε προνομεύων· ἡ γὰρ φύσις καὶ τούτῳ οὐδέν τι πρὸς τὰ ἡμέτερα διεβράβευσε μέτριον. ὑπήντα δὲ τῷ Πέτρῳ τῶν ἐξ ἡμῶν οὐδείς, οὐδ’ ἠδύνατο, ἀλλὰ τοσούτων καὶ τηλίκων πολέμων τοῖς ἐναντίοις κατωρθωμένων ἐπὶ πλείστοις ἐνιαυτοῖς καὶ τοῦ κακοῦ τοῦδε τὰ Ῥωμαίων ἐσαεὶ διακυμαίνοντος πράγματα, οὐδέποτε
20βραχεῖα νίκη Ῥωμαίοις διαγεγελάκει, οὔτε τι παρυφέστη τροπαιου‐ χήματος ἴνδαλμα. Τὴν δ’ ἐκ θεοῦ παρόρασιν ταύτην καὶ τελείαν μικροῦ ἐγκατάλειψιν οὐδεὶς τῶν ὑψιθρόνων ἀρχιερέων καὶ τὰς πρώτας καρπουμένων τιμὰς ἢ τῶν τὴν ἐρέαν τῆς κεφαλῆς μέχρι καὶ ῥινὸς διαχαλώντων βαθυπω‐
25γώνων μοναστῶν ἐν νῷ βαλλόμενος ἦν ἢ διδάσκων πρὸς ταύτην ἀντι‐
πράττειν ὁποσονοῦν ἢ ἐν τῷ παρρησιάζεσθαι βασιλέως ἐνώπιον Ῥω‐472

Alex3,pt1

473

μαίοις διαμηχανώμενος τὰ σωτήρια· ἀλλ’ ὡς εἰ πάντες ἐξέκλινάν τε ἅμα καὶ ἠχρειώθησαν, ἀνεπαισθήτως εἶχον τῶν γινομένων καὶ οἷον ἀντέβαινον ταῖς ἐκ θεοῦ μαστιγώσεσιν. Ἕλληνες δὲ τὴν αἰτίαν ἐ‐ ξήτησαν τοῦ λοιμοῦ καὶ τοῦ μάντεως πυθόμενοι Κάλχαντος οὐκ ἀφῆκαν
5τὸ κακὸν ἀθεράπευτον, παρ’ οὐδὲν θέμενοι, εἰ βαρυμηνιᾶν ἔμελλεν Ἀγαμέμνων ὁ πρώτιστος καὶ κράτιστος τοῦ στρατεύματος. Ὅ γε μὴν Ἰβαγκὸς τῷ βασιλεῖ προσρυεὶς ἀσμένως προσδέδεκτο· καὶ γέγονεν ἐς οὐκ ὀλίγα Ῥωμαίοις χρήσιμος, εὐμήκης ὢν τὴν ἡλικίαν καὶ ἀγχίνους μάλιστα καὶ τὴν ῥώμην ἀκμαῖος τοῦ σώματος, τὸν δέ γε
10ἄνδρα τῶν αἱμάτων τῷ τοῦ ἤθους ἀκροχόλῳ καὶ τῷ τῆς γνώμης ἀπο‐ κρότῳ σαφῶς διεχάραττε, Ῥωμαίοις μὲν συναυλιζόμενος, μεταρρυθμι‐ ζόμενος δὲ μηδαμῶς πρὸς τὸ τοῦ φρονήματος ὁμαλὸν καὶ εὐένδοτον. ὁ μέντοι κρατῶν οὐκ ἀνάξιον κρίνας τὸν ἄνδρα τῶν ἐς αὐτὸν γενομένων γαμικῶν ἐγγυήσεων τὴν μὲν παστάδα ἐς τὸν νόμιμον καιρὸν ἀνεβάλετο
15(ἔτι γὰρ ἐψέλλιζεν ἡ νύμφη τὰ παιδικά), αὐτὸν δὲ τοῖς μέγα δυναμένοις συγγενέσιν ἐνέγραφεν, οὐδενὸς τῶν εἰς θεραπείαν ἀρχικὴν καὶ πλοῦτον βαθὺν παρεικὼς στέρεσθαι. ὁ δὲ πρὸς τὸ τῆς κατηγγυημένης αὐτῷ θυγατρόπαιδος τοῦ βασιλέως ἀτελὲς ὁρῶν, καὶ τῇ τοῦ κάλλους ῥοδωνιᾷ τῇ τῆς τεκούσης αὐτὴν Ἄννης ἐν χηρείᾳ ἔτι οὔσης περιέργως ἐνατε‐
20νίζων, καὶ γάμους φανταζόμενος μείζονας, „τί μοι καὶ τῷ ἐν γάλαξιν“ ἔφασκεν „ἀρνειῷ ἀμνάδος πρὸς ὀχείαν καὶ αἰγὸς τελείας ἐπιδεομένῳ;“ τὰ πλεῖστα μὲν οὖν ὁ ἀνὴρ οὗτος τοῖς περὶ τὴν Φιλίππου ἐνεπόνει μέρεσι καὶ ἦν ἀγαπητὸν Ῥωμαίοις ἀντίφραγμα τῶν ἐκ τοῦ γένους ἐκείνῳ μετὰ Σκυθῶν συνάρσεως ἐξιόντων καὶ κειρόντων τὸ προσπεσόν,
25ἐνίοτε δὲ καὶ βασιλεῖ συστρατεύων διαφερόντως ἐδόκει δραστήριος. τίς δ’ ἂν καὶ ἀριθμεῖν δύναιτο ὅσαι καὶ ὅτε τοῦ ἔτους Σκυθῶν καὶ Βλάχων ἐγίνοντο ἔφοδοι καὶ οἷα ἔργα ἔδρων ἀνόσια; μαρτυροῦσιν ἐκ τοῦ δήπου τὰ πεπραγμένα ἡ τῶν πρὸς Αἷμον χωρῶν ἐρημία, Μακεδονίας τε καὶ Θρᾴκης οἱ ληϊσμοὶ στηλῶν καὶ κύρβεων ἀκριβέστερον καὶ ξυμπάσης
30ἱστορίας τρανότερον.473

Alex3,pt1

474

Οὐ μόνον δὲ τὰ κατὰ τοὺς πρὸς ἄνεμον βορρᾶν ἐκπολεμωθέντας ἡμῖν βαρβάρους ἦν ἀεί πως ἐπικρατέστερά τε καὶ δυσαντίβλεπτα, ἀλλὰ καὶ καθ’ ἕω τὰ Ῥωμαίων Πέρσαις ἐξέκειντο πρὸς ἀφάντωσιν. μὴ γὰρ τῷ Πέρσῃ σπεισάμενος, ὃς Ἀγκύρας ἦρχε τῆς Γαλατικῆς, ἀλλὰ πῇ μὲν τὴν
5μετ’ αὐτοῦ φιλίαν παρ’ οὐδὲν τιθέμενος ὡς λυμαίνεσθαι Ῥωμαίους οὐκ ἔχοντος, πῇ δὲ περὶ τὴν δόσιν τῶν χρημάτων, ὧν ὑπὲρ εἰρήνης ᾔτει, σμικρολογούμενος, διετέλεσεν ἐς χρόνον ἕνα καὶ μῆνας ἓξ ἐκείνῳ διαφερό‐ μενος. ἀμέλει τοι διὰ ταῦτα ὅ τε Κίλιξ Ἀλέξιος ὅσα εἴπομεν διεπράξατο παρὰ τοῦ τῆς Ἀγκύρας δυνάστου ἐνισχυόμενος, ἥ τε πόλις Δάδιβρα
10ἑάλω καὶ Πέρσαις ὑπέκυψεν. Ἄρας γὰρ μεθ’ ἁπάσης ὁ Πέρσης αὐτοῦ τῆς δυνάμεως καὶ περὶ ταυ‐ τηνὶ τὴν πόλιν βαλὼν στρατόπεδον ἐπέμενε πολιορκῶν. τριβομένου δὲ τοῦ καιροῦ καὶ μὴ ἂν ἄλλως λῦσαι τὴν πολιορκίαν τοῦ βαρβάρου διομνυμένου, εἰ μὴ παραστήσαιτο Δάδιβραν, εἰς μῆνας μὲν ἡ πολιόρκησις
15παρετάθη τέσσαρας, ἐπικουρία δ’ ἦν οὐδαμοῦ τοῖς Δαδιβρηνοῖς ἐπεισ‐ ιοῦσα ἐκ τῶν ἐκτός· ὅ τε γὰρ βασιλεὺς εἰ καὶ πέμπων ἐνῆγεν αὐτοὺς ἀντέχειν γενναίως καὶ συμμαχήσειν κατεπηγγέλλετο, ἔμελλεν ἀεί πως καὶ ἀνεδύετο, καὶ οἱ πρόσοροι Παφλαγόνες ἀγχοῦ που προσιέναι καὶ ἐπαμῦναι οὐδαμῶς ἀπεθάρρησαν. ἀτὰρ οἱ πολιορκούμενοι πρὸς πᾶσαν
20ἀπεγνώκεισαν ἀρωγὴν καὶ δῆλοι ἦσαν λιμῷ πιεζόμενοι καὶ ταῖς πετροβό‐ λοις μηχαναῖς ἀνήκεστα πάσχοντες· τοὺς γὰρ λίθους ἐκ τῶν ἔξωθεν γη‐ λόφων κατὰ τὸ μέσον ἀφιεῖσαι τῆς πόλεως τὰς οἰκίας κατήρειπον τίτανά τε διακοντίζουσαι καὶ πᾶν ἕτερον ἀνθρώποις ἐπίβουλον ἀκροβολίζουσαι τὰ δοχεῖα τῶν ὑδάτων ἠφάνιζον καὶ τὰ ποτὰ ἠχρείουν ἑστῶτα ὄντα καὶ
25μὴ πλανώμενα. Μετ’ οὐ πολὺν δέ τινα χρόνον βασιλικῆς ἐπικουρίας ἀφιγμένης καὶ κατὰ τὸν Βάβαν τὸ ὄρος αὐλισαμένης, ἧς ἦρχον μείρακες τρεῖς (ὁ Βρανᾶς οὗτοι Θεόδωρος, ὁ Κατακαλὼν Ἀνδρόνικος καὶ ὁ Καζάνης Θεόδωρος), ὡς ᾔσθοντο οἱ Πέρσαι, λόχους ὑποκαθίζουσι, καὶ μήπω παρανατειλάσης
30ἡμέρας ἐπιθέμενοι καὶ φεύγουσι κατόπιν ἐπικείμενοι οὓς μὲν ἔκτειναν, οὓς δὲ συνειλήφασι ζῶντας, μεθ’ ὧν καὶ τοὺς δύο στρατηγούς. καὶ τού‐ τους περιηγκωνισμένους τὰς χεῖρας κύκλῳ περιάγων ὁ Πέρσης ἐδείκνυ τοῖς ἐπὶ τῶν τειχῶν καὶ παρῄνει, ἕως ἡ πόλις τοῖς πολεμίοις ἀβάπτιστος
κύμασι, τὴν ἐκείνης ἐγχειρίσειν αὐτῷ οἰάκισιν· μηδὲ γὰρ ἐκ τοῦδε474

Alex3,pt1

475

σώζειν ἔχουσαν ἐλπίδα σφίσιν ὑπολελεῖφθαι, μηδ’ ἂν αὐτὸν ἐκεῖθεν μετα‐ ναστεῦσαί ποτε, εἰ μὴ ἐγκρατὴς τῆς πόλεως γένοιτο. Τοιούτοις οὖν οἱ Δαδιβρηνοὶ θεάμασι καὶ ἀκούσμασι κατακλασθέντες τὸ πρόθυμον τρέπονται πρὸς συμβάσεις ἀσυμφόρους μέν, ὁποίας δ’
5ἐπέταττεν ὁ καιρὸς ἀκμαῖος ἐφεστὼς καὶ τομός, κατανεύουσί τε τὴν μὲν πόλιν ἐκλιπεῖν πανσυδί, βαδίσαι δ’ ἕκαστον κακῶν ἀπαθῆ μετὰ τῶν φιλ‐ τάτων σφίσι καὶ τῶν κτήσεων ἣν ἂν αἱροῖντο στείλασθαι, ἐπεὶ μηδ’ εὕρισκον τὸν βάρβαρον μένειν αὐτοὺς κατὰ χώραν ἐῶντα καὶ φόρους αὐτῷ κατατίθεσθαι ὁπωσοῦν συντιθέμενον. ταῦτ’ ἄρα καὶ ὅρκων γε‐
10γενημένων, ὁ μὲν Πέρσης εἶχε τὴν πόλιν καὶ τοῖς ἐκ τοῦ γένους δίδωσιν αὐτὴν εἰς ἐνοίκησιν, αὐτοὶ δὲ μεταναστάντες ἐκεῖθεν καθ’ ἑτέρας χώρας καὶ πόλεις διεσπάρησαν· πολλοὶ δὲ τῆς πατρίδος ἄγχιστα πηξάμενοι μόσυνα, οὕτω δοκοῦν τῷ Πέρσῃ, προσέμειναν δούλειον ὑποδύντες ζυ‐ γόν, οἷς ἡ τῆς ἐνεγκαμένης γλυκύτης τῇ μνήμῃ προσίζανεν ἀναπόνιπτος.
15καὶ τοιοῦτον μὲν τῇ πόλει Δαδίβρῃ τέλος ἀπήντησεν. ὁ δὲ βασιλεὺς μετὰ βραχὺ τῷ Πέρσῃ σπεισάμενος ἀπέδωκεν ἀσπασίως ὅσα πρὸ τοῦ ἁλῶναι Δάδιβραν ἀπῃτεῖτο χρήματα, ὡς ἐξ ὀμμάτων οὖσαν τὴν τῆτες αἰσχύνην ταχέως οὕτως ἀποτριψάμενος. Ἀλλ’ οὔπω ἡ Ῥωμαίων ἀρχὴ τὴν ἅλμην ταύτην ἀπέπτυσεν
20ἀνένευσέ τε καθαρῶς καὶ ἀνέπνευσε, καὶ δεινοτέρων ἀγγέλμασιν ἀκουσμά‐ των βάλλεται ἄλλων καὶ τῶν ἐνεστώτων ἦσαν τὰ προσδοκώμενα δυσ‐ αχθέστερα, εἴ γε τὰ μὲν ὑπέσαινον ἐλευθερίας ἐγκαταλείμμασιν ἀπὸ μέρους ἀλγύνοντα, τὰ δ’ ἐκ τῶν ἑσπερίων ἐθνῶν βάλλοντα δουλείαν παρ‐ εῖχον φαντάζεσθαι παγγενεὶ προβησομένην καὶ δυσαπάλλακτον.
25 Ὁ γὰρ δὴ τότε κρατῶν τῶν Ἀλαμανῶν Ἀμερρίγος, ὁ τοῦ Φρεδερί‐ χου υἱός, ὃς ἐν τῇ κατὰ Παλαιστίνην ἀνόδῳ τὰ ὕστατα νίπτρα λέλουται ποταμίῳ ἐναποψύξας ῥεύματι, καθὼς ἐν τοῖς κατὰ τὸν βασιλέα Ἰσαά‐ κιον τὸν Ἄγγελον λόγοις ἱστόρηται, τὴν πατρῴαν εἰληφὼς βασιλείαν Σικελίαν τε παραστησάμενος καὶ Ἰταλίαν ὑπαγαγόμενος ἐπὶ τῷδε καὶ
30Ῥωμαίοις αὐτοῖς ἐπεφύετο, πραγμάτων νεωτέρων ἄτοπος ὢν ἐραστὴς καὶ ῥέκτης κακῶν δυσαπάλλακτος. οὐκ ἀνέδην δὲ καὶ αὐτίκα Ῥωμαίοις
ἦν ἐφεδρεύων, τὸ τῆς ἐγχειρήσεως ἐργῶδες ὑποβλεπόμενος καὶ ἔτι ἔχων475

Alex3,pt1

476

τοῖς ὀφθαλμοῖς προκείμενα ὁπόσα Ῥωμαῖοι κατὰ Σικελῶν ἠνδρίσαντο ἐς τὴν ἡμετέραν πρώην παρεμβαλόντων, καὶ παρὰ τοῦ πάπα δὲ τῆς πρεσβυτέρας Ῥώμης οὐκ ἔλαττον ἀνασειραζόμενος τῆς προθέσεως. Πέμψας οὖν πρέσβεις πρὸς τὸν αὐτοκράτορα Ἰσαάκιον (οὐ γάρ πω
5τῆς ἀρχῆς ἐξωστράκιστο) αἰτίας συνεῖρεν ἀναιτίου δήπουθεν διαστά‐ σεως· ἑαυτῷ γὰρ ἀπεμέριζε καὶ προσῳκείου, ὡς ἤδη Σικελίας ἐξου‐ σιάζοντι, τὰς ἐξ αὐτῆς Ἐπιδάμνου μέχρι τῆς μεγαλωνύμου πόλεως Θεσσαλονίκης Ῥωμαϊκὰς ἁπαξαπάσας χώρας, ὡς νόμῳ ὑποκυψάσας πολέμου τῷ τῶν Σικελῶν πρὸ τρίτης στρατεύματι· τὴν γὰρ ἧτταν τού‐
10των καὶ κατατρόπωσιν κατ’ ἀπάτην ἔλεγε Ῥωμαίων προσυπαντῆσαι, οὐχ ἥκιστα πάντων λογοποιὸς ἐν τοῖς ἁνδάνουσιν εὑρισκόμενος. ἐλο‐ γίστευε δὲ καὶ λύπας τὰς τοῦ πατρὸς καὶ σταθμίοις οὐ δικαίοις αὐτὰς ἐταλάντευεν, οὐ τὰς προσφάτους μόνον, ἀλλὰ καὶ ὅσαις ἐκεῖνος ἐκ πολλοῦ προσεπάλαισε τῆς παλαιτέρας Ῥώμης ἐκδιιστάμενος ταῖς τοῦ βασιλέως
15Μανουὴλ ἀγχινοίαις καὶ Ἰταλίας ὡσαύτως ἐκσφενδονούμενος. καὶ ταῦτα δὴ τὰ πρὸ Εὐκλείδου ἀνυποστόλως ἀνακινῶν ἤθελε Ῥωμαίους χρή‐ μασι μεγίστοις πρίασθαι τὴν εἰρήνην ἢ πολεμησείοντα τοῦτον ἐκ τοῦ αὐτίκα μάλα καθυπεκδέχεσθαι. προσαπῄτει δέ, ὡς εἰ κυρίων κύριος καθ‐ ειστήκει καὶ βασιλεὺς ἀναδέδεικται βασιλέων, συνάρασθαι τοῖς κατὰ
20Παλαιστίνην ὁμογενέσιν ἐκείνῳ δι’ ἀποστολῆς ναυμαχικῆς στρατιᾶς. ἀντεπιστείλαντος δὲ πρὸς ταῦτα τοῦ βασιλέως καὶ ἄνδρα τῶν οὐκ ἀσή‐ μων πρεσβευτὴν στείλαντος, πρέσβεις ἐκεῖθεν ἀφίκοντο, ὧν ἅτερος βαρὺς ἦν τὴν ὀφρὺν καὶ περιττὸς τῷ παιδοκομῆσαι τὸν ῥῆγα. ἦν δὲ καὶ τὰ δι’ αὐτῶν πρεσβευόμενα χρημάτων ἀποδόσεις πολυταλάντων ἀλαζονεῖαί
25τε καὶ κόμποι καὶ αὐχημάτων ἐγχωρίων κατάλογοι, δι’ ὧν καταπολι‐
τεύονται οἱ ἀκούοντες.476

Alex3,pt1

477

Βασιλεὺς τοίνυν (ἦρχε δὲ ὁ νῦν ἱστορούμενος) μὴ ἔχων ἀπρά‐ κτους ἀποπέμψαι τοὺς πρέσβεις, κατένευσε χρημάτων τὴν εἰρήνην ἀλ‐ λάξασθαι, πρᾶγμα μήπω ἐς τόδε καιροῦ γεγονός. ὑπεξᾶραι δὲ τὴν βασι‐ λείαν Ῥωμαίων ὡς πλουσίαν ὁ βασιλεὺς Ἀλέξιος προθέμενος ἐς οὐδὲν
5ἔργον τῷ καιρῷ συνᾷδον καθυπενήνεκται, ἀλλὰ καὶ λίαν παρακεκινημέ‐ νον τοῦ σεμνοῦ τε καὶ εὐπρεποῦς καὶ ῥυὲν μικροῦ πρὸς Ῥωμαίων κατά‐ γελων. τῆς γὰρ γενεθλίου ἐπιστάσης ἡμέρας Χριστοῦ, αὐτός τε τὴν διάλιθον βασίλειον στολὴν ἠμφιάσατο καὶ τοῖς λοιποῖς πᾶσιν ἐπετετάχει τὰς χρυσοϋφεῖς περιθέσθαι καὶ πλατυσήμους ἐσθῆτας. οἱ δ’ Ἀλαμανοὶ
10τοσοῦτον ἀπεῖχον ἔκθαμβοι τοῖς ὁρωμένοις τούτοις φανῆναι, ὥστε καὶ ἀνέθαλπον μᾶλλον τὸν ἔρωτα, ὃν ὑπέτυφον ταῖς λαμπρειμονίαις τῶν Ῥωμαίων ἐναυόμενον, καὶ ηὔχοντο τάχιον κρατῆσαι Γραικῶν ὡς ἀγεν‐ νῶν τὰ ἐς πόλεμον καὶ περισπουδαζόντων τὰς ἀνδραποδώδεις χλιδάς. πρὸς δὲ τοὺς συνεστῶτάς σφισι Ῥωμαίους καὶ ἐνάγοντας ἐς τὴν τῶν
15λίθων ἄνθην ἀφορᾶν, οἷς ὁ βασιλεὺς ὡς λειμὼν ἐνηγλάϊστο, καὶ χειμῶνος μέσου χάριτας ἐαρινὰς δρέπεσθαι καὶ τὸν ὀφθαλμὸν ἑστιᾶν, „οὐ χρείαν“ ἔφασκον „Ἀλαμανοὶ τοιούτων ἔχουσι θεαμάτων, οὔτε μὴν ἐπιτηδείων γυναιξὶν ἐμπορπημάτων καὶ στολισμάτων φιλοῦσι θειασταὶ καθεστάναι, αἷς ἡ κονία καὶ κρήδεμνα καὶ ἐνώτια παμφανόωντα καὶ τὸ ἀρέσαι τοῖς
20ἀνδράσι διαφερόντως ἀσπάζεται“. ἀλλὰ καὶ Ῥωμαίους μορμολύττοντες „νῦν ἱκάνει καιρὸσ“ ἔλεγον „μεθαρμοσθῆναι τῶν γυναικωδῶν ἐμπορπή‐ σεων καὶ σιδήρῳ περισταλῆναι ἀντὶ χρυσοῦ“. εἰ μὴ γὰρ τὰ τῆς πρεσβείας λήψονται πέρας καὶ πρὸς τὸ τοῦ κυρίου σφῶν καὶ βασιλέως συμβαῖεν Ῥωμαῖοι βούλημα, ἀνάγκη τις ἑστάναι πάντως διὰ μάχης ἀνθρώποις
25χωρεῖν, οἵτινες οὐ λίθοις ὡς λειμῶνες περιανθίζονται, οὐδ’ οἰδαίνονται πρὸς ἦθος ἀγέρωχον μαργάρων σφαιρώμασι πρὸς φῶς διαγελώντων σελήνης ἢ ταῖς ἀμεθύσοις μεθύουσι λίθαξιν ἢ ὡς ἀλαζὼν ὄρνις ὁ Μηδικὸς πορφύρᾳ καὶ χρυσῷ περιχρώζονται, ἀλλ’ Ἄρεος ὄντες τρόφιμοι θυμοῦ
μὲν πυρὶ τοὺς ὀφθαλμοὺς ἐρυθραίνονται τοῖς τῶν λίθων ἐπίσης ἀκτινώ‐477

Alex3,pt1

478

δεσιν, ἱδρῶτας δὲ θρομβοῦντες ἐν τῷ μογεῖν πανημέρια ὑπὲρ στιλπνότητα μαργάρων αὐτοῖς καλλωπίζονται. ἠρίθμουν δὲ καὶ τὰ ὑπὲρ εἰρήνης αἰτούμενα χρήματα εἰς χρυσίου πεντήκοντα κεντηνάρια. Πρὸς ἅπερ ὁ βασιλεὺς ἀπαυδῶν πρέσβιν ἐς τὸν ῥῆγα πέπομφε τὸν
5Φιλοκάλην Εὐμάθιον, ἔπαρχον ὄντα τῆς πόλεως. οὗτος δὲ πλούτῳ ὑπὲρ τοὺς τότε κομῶν ἑκόντως ὑπέδυ τὸν πρεσβευτήν. ἀμέλει καὶ δεῖται τοῦ βασιλέως μετὰ τῶν ἐπαρχικῶν παρασήμων ἐνδοθῆναί οἱ δια‐ πρεσβεύσασθαι. καὶ βασιλεὺς ἐφόδιον, ὅπερ ᾔτησε, περιχαρῶς αὐτῷ παρασχόμενος οἰκείοις ὀψωνίοις τὴν προκειμένην παρῆκε στείλασθαι.
10ὅθεν ἐποφθεὶς καινός τις καὶ ἔξαλλος πρεσβευτὴς οὐ μόνον οὐδέν τι παρὰ τοὺς πρότερον πρέσβεις τετίμητο, ἀλλὰ καὶ γέλων ὦφλε τῷ ἀήθει τοῦ περιβλήματος. Ἐπεὶ δὲ τὰ τῆς εἰρήνης ἕνεκα δοθησόμενα χρήματα εἰς δέκα πρὸς τοῖς ἓξ χρυσίου περιέστησαν κεντηνάρια, ὁ μὲν Φιλοκάλης τὴν τούτων ἀπο‐
15στολὴν κατὰ Σικελίαν ἐπέμενε προσδοκῶν, ἔνθα τῷ ῥηγὶ συνεγένετο, βα‐ σιλεὺς δὲ φάσκων ἀπορεῖν χρημάτων τάς τε χώρας ἐφορολόγει, τὸ κα‐ λούμενον εἰσπράττων Ἀλαμανικόν, τότε καινισθὲν πρώτως, καὶ τὸ τῆς πόλεως ἐκκλησιάσας πλήρωμα τό τε γερουσιάζον καὶ ὅσον τοῦ βήματος τρόφιμον καὶ ὅσον εἰς διαφόρους τέχνας καὶ ἐπιστήμας μερίζεται ἔρανον
20ἀπῄτει γενέσθαι καὶ ἀπόδασμά τι καταθέσθαι τῆς οὐσίας ἕκαστον. ὁρῶν δὲ ὡς οὐδέν τι περαίνει, ἀλλ’ εἰκῇ τὰ τοιαῦτα μέτεισι κενολογῶν ἀτεχνῶς καὶ τοὺς πλείους δὲ κραυγάσους καὶ στασιώδεις εὑρίσκων οἷα μηδαμῶς ἀνεκτὰ ἡγουμένους τὰ φορτικὰ ταῦτα καὶ ἀήθη ἐπιτάγματα, ὑπό τινων δὲ καὶ λογιστευόμενος ὡς τὰ κοινὰ κατασπαθῶν καὶ τοῖς συγγενέσι τὰς
25ἐπαρχίας διανειμάμενος ἀχρείοις οὖσι πᾶσι καὶ ἀπεσβεσμένοις τοὺς λύχνους τοῦ σώματος, τῆς μὲν προθέσεως ταύτης μεθ’ ὅλης συντονίας ἀπῇρε, μικροῦ μηδ’ αὐτὸς εἶναι διατεινόμενος ὁ τὸ σκέμμα τόδε εἰσενεγκά‐
μενος· ἑτέραν δὲ τραπόμενος ᾐτεῖτο τῶν χρυσέων καὶ ἀργυρέων ἀναθη‐478

Alex3,pt1

479

μάτων ὁπόσα ἐκτὸς τοῦ βήματος, μήτε μὴν πρὸς ὑποδοχὴν ἡτοίμασται τοῦ θείου σώματος καὶ αἵματος τοῦ Χριστοῦ. ἀποπηδησάντων δὲ καὶ πρὸς τοῦτο πολλῶν καὶ εἰπόντων ὡς κοινοῦν ἐθέλει τὰ ἅγια, ἔγνω δεῖν τοῖς ἀλάλοις καὶ κωφοῖς τῶν βασιλέων ἐπιθέσθαι μνήμασι, μηδένα τὸν
5ὑπερφθεγξόμενον ἔχουσιν. ἐτυμβωρυχοῦντο οὖν τὰ μνήματα, ὡς τοῖς πώ ποτε Ῥωμαίων ἄρξασι καὶ ὅσοις αἱ πράξεις περίδοξοι τοὺς λαΐνους περιλελεῖφθαι μόνον χιτῶνας, τὸ ψυχρὸν καὶ τελευταῖον κάλυμμα τοῦτο, παντὸς γεγυμνωμένοις ἐπικοσμήματος τιμαλφοῦς. ἦν δ’ ἂν οὐδ’ ἡ τοῦ μεγάλου Κωνσταντίνου σορὸς ἀναφὴς καὶ ἀσκύλευτος, εἰ μὴ φῶρες φθά‐
10σαντες τὸ δόγμα τοῦ βασιλέως τὴν ἐπιτρέχουσαν διάχρυσον ἀγλαΐαν ἐκλοποφόρησαν. ἀμέλει καὶ συναγηοχὼς ἀργύριον ἐντεῦθεν ὑπὲρ τὰ ἑβδομήκοντα κεντηνάρια καὶ μερίδα χρυσίου τινὸς ὡσεὶ βέβηλον ὕλην καθῆκεν εἰς τὸ χωνευτήριον. δυσὶ δὲ τῶν ἐκ τῆς βασιλείου αὐλῆς τὴν τούτων ἐπαναθεὶς συλλογὴν εἶχεν ἀμφοτέρους μετὰ βραχὺ σύνδρομον τῇ
15πράξει τὴν ἐκβίωσιν εἰληφότας· ὁ μὲν γὰρ πυρετῷ λάβρῳ διαφρυγεὶς ἀπελήλυθεν, ὁ δὲ ὑδέρῳ κατὰ τοὺς ἀσκοὺς οἰδηθεὶς ἀπεγένετο. Τὰ δ’ ἐφεξῆς—ἀλλὰ τίς ἂν ἀξίως τὰς τοῦ Κυρίου λαλήσειε δυναστείας, ἢ τίς ἀκουστὰς ποιήσειε τὰς αἰνέσεις αὐτοῦ; φθάνει τὴν ἀποστολὴν τῶν χρημάτων ὁ τοῦ ῥηγὸς Ἀλαμανίας θάνατος. οὐ Ῥωμαίοις δὲ μόνον
20πολυέραστος οὗτος γεγένηται, ἀλλὰ καὶ τοῖς ἑσπερίοις τρισασπάσιος ἔθνεσιν, ὅσα τε πρὸς ἑαυτὸν ἐκεῖνος βίᾳ πλέον ἤπερ πειθοῖ ἐπεσπάσατο καὶ ὅσα μετελθεῖν μελέτην ἐτίθετο, ἀεὶ μερίμναις κατατεινόμενος καὶ πρὸς
ἅπασαν ἀντίξους ὁρώμενος ἡδυπάθειαν, ὅπως μοναρχίαν περιβαλεῖται479

Alex3,pt1

480

καὶ κύριος ἐσεῖται τῶν κύκλῳ δυναστειῶν, τοὺς Ἀντωνίνους καὶ Αὐγού‐ στους Καίσαρας τῷ διανοητικῷ φανταζόμενος καὶ πρὸς τὴν ἐκείνων ἀρχὴν ἐκτείνων τὴν ἔφεσιν, καὶ μικροῦ φθεγγόμενος κατ’ Ἀλέξανδρον „τὰ τῇδε καὶ τὰ τῇδε πάντα ἐμά“, ὠχρός τε καὶ σύννους ὁρώμενος, καὶ τῆς
5ἡμέρας ὀψὲ τροφὴν προσιέμενος, καὶ πρὸς τοὺς εἰσάγοντας παραίνεσιν ὡς χρεὼν ἐκ τοῦ οὕτω σιτεῖσθαι καχεξίαν ὑποβλέπεσθαι σώματος, ἀπο‐ φαινόμενός τε καὶ γνωματεύων ἰδιώτῃ μὲν ἐπιτήδειον εἶναι πάντα καιρὸν εἰς ἑστίασιν, καὶ μάλιστα ἢν εἰώθει τενθεύεσθαι, βασιλεῖ δὲ πολυφρόντιδι μηδὲ βουλομένῳ τὴν κλῆσιν ψεύδεσθαι ἀγαπητόν, εἰ καὶ περὶ βουλυτὸν
10ἐνευκαιρήσει τῇ ἀνέσει τοῦ σώματος. Ἀλλ’ ὅπερ ἔλεγον, καὶ πᾶσι μὲν εὐκταῖος ἔθνεσιν ὁ τοῦ ῥηγὸς Ἀλα‐ μανίας ἐφάνη θάνατος, Σικελοῖς δὲ καὶ μάλιστα, ὅσῳ καὶ τῆς νήσου ἁλούσης πλείστοις ὑπ’ αὐτοῦ κακοῖς προσεπάλαισαν, ἅπερ οὐδὲ ῥᾴδιον συγγραφῇ παραδοῦναι. οὐ γὰρ μόνον ὑπήνεγκαν οἵδε σφαγὰς καὶ χρη‐
15μάτων ὑπέστησαν ἁρπαγὰς καὶ πατρίδος ἐδυστύχησαν ἔκπτωσιν καὶ κολάσεσιν ἀνυποίστοις καθυπεβλήθησαν, ὁπόσαι τοῦ ζῆν αἱρετώτερον τιθέασι τὸ θανεῖν, ἀλλὰ καὶ πόλεις Σικελαὶ πολλαὶ καθῃρέθησαν καὶ φρούρια ἐπίκαιρα κατεσκάφησαν. ἐδεδίει γὰρ τὴν ἐς τοὐπιὸν ἐπανάστα‐ σιν, καὶ ὡς μή ποτε Σικελοὶ τῆς ἐλευθερίας ἐρασθεῖεν προμηθούμενος, πᾶ‐
20σαν αὐτοῖς ἀγαθὴν ἐλπίδα ἀπέκοψεν, ὅση τε ἐν χρήμασι καὶ ὅση ἐν ἅρμασι καὶ ἵπποις τεθέαται καὶ ὅση περιβόλοις πόλεων εὐτειχίστοις καὶ ἀνδράσιν εὐγενέσι καὶ ἐχυροῖς ἐρύμασιν ἐμπερικροτεῖ. Πλὴν καὶ τὸ μέλλον δεινὸν ὁσῶραι ὑφορώμενος καὶ μὴ παρὸν προα‐ ποκρουόμενος ἐπεβουλεύθη παρά τινων, καὶ κρείττων τῆς ἐκείνων φανεὶς
25ἐπιθέσεως οὐ τῷ διὰ ξίφους θανάτῳ τοὺς ἀντιστάτας ἠμύνατο, ἀλλὰ πο‐480

Alex3,pt1

481

λυτρόπως πρότερον βασανίσας οἰκτρότατα οὕτω τοῦ ζῆν ἐστέρησεν· ὃν μὲν γὰρ διακεχαλακὼς καχλάζοντι λέβητι καὶ θεὶς ἐπὶ κανοῦ καθάπερ σῖτον ἐκπέπομφε τοῖς οἰκείοις, ὃν δὲ ἠκοντικὼς εἰς πυρὰν ἀνακαεῖσαν ἑπτα‐ πλασίως, ὃν δὲ ἐνσακκεύσας καὶ βυθῷ παραπέμψας ἐξέτριψε. τὸν δέ γε πρω‐
5τουργὸν τοῦ συστρέμματος καὶ πρὸς ἡγεμονίαν ἐπιλεγέντα βαρυτέρᾳ τιμωρίᾳ τῶν λοιπῶν ὑπεδίκασε· στέφος ἐκ χαλκοῦ ἐπιτάξας γενέσθαι, ἐγκαρσίους ἔχον ὀπὰς ἴσας τοῖς πέρασι, περιτίθησι τοῦτο τῷ ἀντάραντι χεῖρας ἐκείνῳ, ἔπειτα τέτρασι μεγίστοις ἕστορσιν ἐς τὸ διαμπερὲς δια‐ βεβλημένοις τῇ κεφαλῇ ἐνερείσας τὸ διάδημα οὕτω διαφῆκε βαδίζειν,
10„ἔχεισ“ εἰπὼν „ὃν ἐδίωκες, ἄνθρωπε, στέφανον· φθόνος οὐδείς· ἀπό‐ λαυε τοῦ ἐφετοῦ σοι λίαν καὶ περισπουδάστου χρήματοσ“. ὁ δὲ σκο‐ τοδίνης πλησθεὶς καὶ πρηνὴς πεσὼν μετὰ βραχὺ ἐτεθνήκει τῷ οἰκτρῷ ἐκείνῳ ἐναπορρήξας στεφανώματι τὴν ψυχήν. Κατὰ δὲ τὴν ἅλωσιν τῆς Σικελίας ἀπήχθη μεθ’ ἑτέρων αἰχμάλωτος
15καὶ ἡ θυγάτηρ Ἰσαακίου τοῦ αὐτοκράτορος, ἧς ἡ κλῆσις Εἰρήνη, καὶ προσαρμόζεται Φιλίππῳ τῷ τοῦ ῥηγὸς Ἀλαμανίας ἀδελφῷ, ἐκ πορνι‐ κῶν φυέντι σπερμάτων, ἀποβαλοῦσα αὕτη θανάτῳ τὸν ἐκ παρθενίας καὶ πρότερον σύνευνον, ὃς ἐτυράννησε Σικελίας μετὰ μόρον τοῦ τεκόντος αὐ‐ τὸν Ταγκρέ.
20 Ἀλλ’ ἐκποδὼν καὶ τοῦδε τοῦ κακοῦ θεόθεν γεγενημένου, μεγίστου τε ὄντος καὶ ὑφ’ οὗ πᾶσα ἡ Ῥωμαίων ἐκαραδόκει τὰ δεινότατα πείσεσθαι,
ἕτερον ἐπεκύμανε κοινοβλαβὲς καθ’ ἅλα κακόν. Γενουΐτης γάρ τις, Κα‐481

Alex3,pt1

482

φούρης τοὔνομα, νῆας δικρότους καὶ τρικρότους πηξάμενος καὶ πλοίοις στρογγύλοις φραξάμενος τὰς παραθαλαττίους ἔκειρε πόλεις καὶ τὰς νή‐ σους ἐπιὼν ἐτίθει κακῶς, αἳ κατὰ τὸ Αἰγαῖον ἀνίσχουσι πέλαγος. ἀλλὰ καὶ τῷ Ἀτραμυττίῳ προσβαλὼν λείαν ἐκεῖθεν ἤλασε καὶ συνέλεξε πλοῦτον
5οὐ σταθμητόν. ὡς δὲ ῥέγκοντες βαθέως ἐξανέθορον ὀψέ ποτε καὶ ἀνέ‐ νηψαν βράδιον οἷς ἐξῆν τὰ τοιαῦτα σκέπτεσθαι, στέλλεται κατὰ τοῦ Καφούρη μετὰ τριάκοντα νηῶν ὁ Στειριόνης Ἰωάννης, πειρατὴς μέν ποτε γεγονὼς καὶ πειρατῶν ὁ χείριστος, ἐκ Καλαβρίας ὁρμώμενος, Ἰσαακίῳ δὲ τῷ βασιλεῖ προσρυεὶς ἐπὶ μεγίστοις φιλοτιμήμασι καὶ Ῥω‐
10μαίους πλειστάκις ὠφεληκὼς ἐν τοῖς κατὰ θάλατταν ἀεθλεύμασιν. ἐξιὼν οὖν κατὰ τοῦ Καφούρη κακοδαιμονεῖ παρὰ δόξαν· ἔχων γὰρ διὰ μελέτης κατασοφίσασθαι τὸν ἀντίπαλον, πλείω προβεβλημένον ἰσχύν, ὑπ’ ἐκείνου καταναυμαχεῖται, πεπονθὼς ὃ δράσειν ἐκεῖνον ἐνενόει διὰ παντός. ταῖς γὰρ Ῥωμαϊκαῖς ναυσὶ περὶ Σηστὸν σαλευούσαις λαθρηδὸν ἐπιστὰς ὁ
15Καφούρης, ὡς εὗρε περὶ μεσημβρίαν κεκενωμένας τοῦ ναυτικοῦ, ἁπαξα‐ πάσας μετὰ τῶν ὅπλων καὶ ὧν εἶχον ἔνδοθι βιωσίμων αἱρεῖ. ἐκ δὲ τούτου τὰς νήσους ἀδεῶς ἐπιὼν καὶ χωρία τὰ πάραλα ληϊζόμενος φόρους ἐπέταττε καὶ συνέλεγεν, ὡς ἠβούλετο. Βασιλεὺς τοίνυν ἐξηπορηκὼς ἐπὶ τούτοις δεῖν ἔγνω σπείσασθαι τῷ
20πειρατῇ. ἀμέλει καὶ στείλας τινὰς τῶν συνήθων ἐκείνῳ Γενουϊτῶν (πολ‐ λάκις γὰρ κατ’ ἐμπορίαν ὅδε κατήχθη ἐς τὸ Βυζάντιον καὶ ὃ δέδρακεν ἐς χρήματα ζημιωθεὶς παρὰ τοῦ τότε δουκὸς τοῦ στόλου Μιχαὴλ τοῦ Στρυφνοῦ εἰργάσατο) ἀνεκίνει μὲν καὶ λόγους περὶ σπονδῶν, οὐδὲν δὲ ἧττον καὶ πρὸς πόλεμον ἡτοιμάζετο, τριήρεις ἄλλας καταρτισάμενος καὶ
25ταύτας αὖθις τῷ Στειριόνῃ παραδούς. ὡς δὲ συνέβησαν, ὁ μὲν βασιλεὺς ἓξ κεντηνάρια χρυσίου στεῖλαι τῷ Καφούρῃ καὶ χώραν ἀποδάσασθαί οἱ Ῥωμαϊκὴν ἑπτακοσίους ἔχουσαν τρέφειν ὁμογενεῖς ἐκείνῳ ὁπλίτας, ὁ
δὲ ὑπείκειν τῷ βασιλεῖ, ἐφ’ οἷς ἂν ὑπ’ αὐτοῦ ἐπιτάττοιτο, ἐφίσταται τῷ482

Alex3,pt1

483

πολεμίῳ, δόξαν οὕτω βασιλεῖ, ἀπροσδόκητος ὁ Στειριόνης μετὰ τῆς ἑπομένης αὐτῷ Πισσαϊκῆς δυνάμεως, ἔτι οὔσης τῆς εἰρήνης ἀμφιπαλοῦς, καὶ μάχην συνάψας αὐτόν τε τὸν Καφούρην ἑλὼν ἀναιρεῖ καὶ τὰς ἐκείνου νῆας πλὴν τεττάρων αἱρεῖ· αὗται δὲ τὸν ἐκείνου ἦγον ἀνεψιόν.
5 Ἀλλὰ καὶ τῶνδε τῶν κακῶν ἐκποδὼν γενομένων ὁ ἐν τοῖς ἀρχείοις ἐπεγείρεται τάραχος, ὃς τὰ κατὰ τὸν βασιλέα ᾔσχυνέ τε τὰ μέγιστα καὶ ἐφ’ ἱκανὸν διεκύκησε. μέλλων δὲ τὰ περὶ τούτων διεξιέναι, ὡς εἰς ἀρχὴν τὸν λόγον ἀνάγειν πειράσομαι σαφηνείας ἕνεκα τῶν ῥηθησομένων. Ὁ βασιλεὺς Ἀλέξιος, ὥς μοι καὶ ἄνωθεν ἀμυδρῶς λέλεκται, οὐκ εἰρη‐
10νικὸς ᾤετο τοῖς πλείστοις πρὸ τῆς ἀρχῆς, ἀλλὰ καὶ λίαν πολεμικός· ὅθεν ἐν ἐλπίσιν ἔκειτο πᾶσιν ὡς οὐ μόνον τοῖς ἐχθροῖς Ῥωμαίων τὴν λόγχην ἀνατενεῖ βασιλεύσας, ἀλλ’ οὐδὲ τοῖς ἀρχομένοις αὐτοῖς ἐσεῖται παντελῶς μέτριος. ἄρξας δ’ οὖν ἑτεροῖος ὦπτο παντάπασι καὶ πάντας ἐν τοῖς καθ’ αὑτὸν εἰκαιομύθους ἀπέδειξε πράγμασιν.
15 Ἵν’ οὖν τὰ πλείω παραγκωνίσωμαι, μή πως καταγορεύων ἁλῶ καὶ εἰς ψόγον τὴν ἱστορίαν διατιθέμενος, ἄρξας εὐθὺς ἀνεκήρυξε μὴ χρημά‐ των ὠνίους τὰς ἀρχὰς ἀνατίθεσθαι, ἀλλ’ ἀριστίνδην καὶ δῶρον αὐτὰς βραβεύεσθαι. καὶ ἦν ὄντως τὸ τοιοῦτον ἐννόημα ἐλευθέριόν τε ἄγαν καὶ ἀξιάγαστον καὶ κρηπὶς χρηστῆς βασιλείας καὶ ὑποβάθρα καὶ θέμεθλος,
20οὐδ’ ἄν, εἰ παραλληλίζειν τις ἕλοιτο, οὐκ ἄν ποτε οὐδ’ ἐγγὺς ἀφίκοιτο παραδείγματος ἐπὶ τῶν ἡμετέρων ἡμερῶν. ἀλλ’ οἱ τῷ βασιλεῖ προσήκον‐ τες, κερδοσυλλέκται πάντες τυγχάνοντες καὶ ταῖς συχναῖς μεταθέσεσι τῶν ἀρχόντων μηδὲν ἕτερον περισπουδάζειν δεδιδαγμένοι ὅτι μὴ κλέψαι καὶ διαρπάσαι καὶ τὰς δημοσίους εἰσφορὰς ὑφελέσθαι καὶ περιβαλέσθαι
25πλοῦτον βαθύν, τούς τε προσιόντας σφίσιν ὅτου ἕνεκεν ὡς ἰσχύουσι παρὰ βασιλεῖ ἐληΐζοντο καὶ τὰ ξυλλεγόμενα ἰδιοῦντο χρήματα, ἁδρὰ ὄντα καὶ τύχην ἰδιωτικὴν ὑπερβαίνοντα. Διὰ δὴ ταῦτα τά τε ἄλλα ἡμαρτήθη ὡς οὔ ποτε κατ’ ἄλλην ἀρχὴν καὶ παντάπασι τὰ Ῥωμαίων διέφθαρται πράγματα, καὶ αἱ ἀρχαὶ
30χειρόνως καὶ οὐχ ὡς πρότερον τοῖς πρίασθαι θέλουσι προύκειντο. ἦν483

Alex3,pt1

484

οὖν τοῦ βουλομένου παντὸς χώρας ἀρχὴν ἀναζώσασθαι καὶ τοῦ με‐ γίστου παρὰ Ῥωμαίοις τυχεῖν ἀξιώματος. οὐ μόνον τοίνυν οἱ ἐν τρι‐ όδοις καὶ ἀγοραῖς καὶ κολλυβισταὶ καὶ πράται τῶν ὀθονῶν σεβαστοὶ ἐτιμήθησαν, ἀλλὰ καὶ Σκύθαι καὶ Σύροι ὤνιον ἀργυρίων εὕραντο τὸ
5σεβάζεσθαι, τοῖς πρὶν ὑπηρετεῖσθαι δεσπόταις ἠδοξηκότες. Τούτων δὲ πάντων αἰτία τις ἦν, ὡς εἴρηται, πρωτουργὸς ἡ τῶν βασιλικῶν φρενῶν ἐλαφρία καὶ τὸ πρὸς διοίκησιν τῶν πραγμάτων ἀπροσφυές, οὐκ ἔλαττον δὲ καὶ ἡ λιχνεία τῶν περὶ αὐτὸν καὶ τὸ πρὸς συλλογὴν χρημάτων ἄπληστόν τινων καὶ ἀκόρεστον· ὅθεν ὑπὸ τῆς
10γυναικωνίτιδος καὶ ὅσοι τῶν ἐξ ἀνδρῶν αὐτῷ προσῳκείωντο διεπετ‐ τεύετο τὰ κοινά. τοσοῦτον δ’ ἀπεῖχε τοῦ εἰδέναι τὰ δρώμενα, ἐς ὅσον καὶ Ῥωμαίων ἀποσχοινίζονται οἱ τῆς Θούλης οἰκοῦντες τὰ ἔσχατα. οὐκοῦν αὐτός τε ὁ τῆς ἀρχῆς πηδαλιοῦχος κακῶς ἤκουε παρὰ πάντων καὶ τὸ ἐς πρωρεῖς καὶ νηΐτας ὑπ’ ἐκείνου ταχθὲν παλαμναιοτάταις
15ἀραῖς ὑπεβάλλετο. Ἡ τοίνυν βασιλὶς οὐκ ἀνασχετὸν τὸ γινόμενον οὕτω κρίνουσα, ὅτι μηδὲ διαδρᾶναι οἷόν τε ἦν τὸ ταύτης ἐρευνητικὸν καὶ ἐρασιχρή‐ ματον, ἔγνω μὴ ἐπὶ μακρὸν ἐθελοντὶ ἀτρεμεῖν, ἀλλ’ ἢ κατὰ τοὐπίταγμα τοῦ ταύτης ἀνδρὸς τὰς προβλήσεις 〈εἶναι〉 ἀπριάτους ἢ γοῦν τὴν
20βασίλειον γάζαν στέγειν τὰ ξυλλεγόμενα. καὶ τὰ μὲν πρῶτα εἰς ὑπουρ‐ γὸν ἡ βασιλὶς ἐπέταξεν ἑαυτῇ τὸν Μεσοποταμίτην Κωνσταντῖνον· ἦν δ’ οὗτος ὁ παρ’ Ἰσαακίῳ τῷ Ἀγγέλῳ τὰ μέγιστα δυνηθείς, καθὼς ἐν τοῖς περὶ ἐκείνου λόγοις εἰρήκειμεν. ἔπειτα δὲ τῷ ἀνδρὶ καταλλάσσει δύσνως πρὸ τῆς ἀρχῆς εἰς αὐτὸν ἔχοντι καὶ μετὰ τὴν τοῦ κράτους ἔτι
25ἀποστρεφομένῳ τοῦτον ἀνάζωσιν, ὅτι τε πολλὰ τῶν καθεστώτων πραγμάτων Ῥωμαίοις μετακεκίνηκε τοῦ στασίμου καὶ ὅτι ξυγκυκῶν κατὰ πρόοδον καὶ συνταράσσων τὰ σύμπαντα οὐδαμῶς ἔληγεν. Ὡς οὖν ἡ τῶν κοινῶν διοίκησις πάλιν πρὸς τὸν Μεσοποταμίτην μετανενεύκει, ἔσβεστο μὲν ἡ τῶν ἄλλων ἰσχύς, ἠμαύρωτο δὲ τῶν τῷ
30βασιλεῖ προσκολλωμένων τῆς δυναστείας τὸ φῶς· καὶ ὁ πρώην παρὰ τῷ κρατοῦντι ἀπόβλητος ἀξύμβλητος τηνικαῦτα ἐκρίνετο κέρας τε
Ἀμαλθείας ᾤετο παρ’ ἐκείνῳ καὶ πολυμιγὴς κρατὴρ ἀγαθῶν ἢ τὸ παρὰ484

Alex3,pt1

485

τῷ Ἰὼβ παμβότανον τοῦ ἀγροῦ καὶ πᾶσι πάντα προσφυῶς καὶ κατ‐ αλλήλως εἰδὼς γίνεσθαι, φῶς μὲν ὀφθαλμοῖς ἀναπεπταμένον, ἀὴρ δ’ εἰσκεχυμένος ῥισὶ ζωογόνος, τὸ τοῦ Περόζου ἄντικρυς μάργαρον ἀεὶ πρὸς τοῖς ὠσὶ τοῦ βασιλέως ἀπαιωρούμενον καὶ τῆς ὅλης ἀντάξιον ἀρχῆς
5κρινόμενον, εἴτε μὴν Ἀρτέμων ὁ περιφόρητος καὶ Ἄργος ὁ πολυόμματος καὶ ὁ ἑκατόγχειρ Βριάρεως. Τὸ δὲ δὴ παράλογον οὑτωσὶ συμπεσὸν βαρέως μὲν καὶ ἄλλοι ἤνεγκαν, ὁπόσοι τῆς προτέρας ἰσχύος ἐξέπεσον ἢ γοῦν κατὰ πυγολαμ‐ πίδας ἠμαύρωντο μειδιασάσης ἡμέρας, οἱ δ’ ἐξ αἵματος τῆς δεσποίνης
10Ἀνδρόνικός τε ὁ Κοντοστέφανος, ὃς Εἰρήνῃ τῇ ταύτης θυγατρὶ συν‐ ηυνάζετο, καὶ ὁ ταύτης ὁμαίμων ὁ Καματηρὸς Βασίλειος μικροῦ τῷ γενομένῳ καὶ ἀπεπνίγησαν. ἀφέντες οὖν τῷ τέως τὴν κατ’ αὐτῶν βληθεῖσαν καὶ εἰς πρόσκομμα κειμένην λίθακα, τὸν Μεσοποταμίτην φημὶ Κωνσταντῖνον, ἐπὶ τὴν ἀφιεῖσαν δέσποιναν ὅλον τὸν δρόμον συνέτειναν
15καὶ τὸν χόλον ἐμημέκεσαν, ζητοῦντες ἐν καιρίοις τὴν ὄρεξιν τῆς ἀντι‐ λυπήσεως. Μετὰ γοῦν ἱκανωτάτην σκέψιν τοῦ ποιητέου καὶ μεθ’ ὅσην τῆς ἐπιβουλῆς προμήθευσίν τε καὶ προβούλευσιν προσίασι βασιλεῖ πρὸς τὰ ἑσπέρια μέρη ἀπαίροντι. ἰδίᾳ τε τούτῳ ἐντυχόντες ἔφησαν „εἰ καὶ ἡ
20φύσις οἶδε τὸ συγγενὲς τιμιώτερον καὶ πρὸς ἀγάπησιν ἐπιτηδειότερον, ἀλλ’ αὐτοὶ φιλοβασιλεῖς μᾶλλον καὶ φιλαλέξιοι πλέον ἢ φιλευφρόσυνοι καὶ εἶναι καὶ ἀκούειν βουλόμεθα. σοῦ μὲν γὰρ μηδέν τι ἀπευκταῖον ἐξ ἀνθρω‐ πίνης χειρὸς πεπονθότος, τὸ κοινὸν τοῦτο πάντων ἀνθρώπων σωτή‐ ριον, ὅ ἐστι τὸ τὴν βασιλείαν σώζεσθαι, καὶ ἴδιον ἀγαθὸν ἡμῖν ποι‐
25ούμεθα· εἰ δ’ ἐπὶ σοί τι ξυμβαίη τῶν ἀδοκήτων, κοινῇ συνανατραπέντες καὶ συμφορὰς ἰδίας προσεπιμαξόμεθα, φρούδων ἁπάντων γεγενημένων, ἅπερ ἀναδούμεθα σοῦ βασιλεύοντοσ“. Οὕτω φροιμιασάμενοι καὶ δεξιῶς χορδολογήσαντες τὸ τοῦ λόγου βάρβιτον ἐπήνεγκαν τὸν κολοφῶνα τῆς ὑποθέσεως, οἷόν τι μέλισμα
30ἐξιστῶν τὸν βασιλέα φρενὸς καὶ μεταφέρον εἰς μανιώδη ἀλλοίωσιν, ὡς485

Alex3,pt1

486

οὐδ’ Ἀλέξανδρον πάλαι πρὸς ὅπλισιν τὰ Τιμοθέου ἐνεθέαζον κρού‐ ματα· φασὶ γὰρ ὡς „ἡ σὴ ἄλοχος, δέσποτα, ἐς πράξεις μυσαρωτάτας ἀνακεκαλυμμένῃ χωρεῖ κεφαλῇ, καὶ σὲ τὸν εὐνέτην ὡς μαχλὰς ἐς τὴν κοίτην ἀδικοῦσα δεδίαμεν μὴ καὶ νεωτέροις ἐγχειρήσειε πράγμασι
5μικρῷ ὕστερον· ᾧ γὰρ λεσχηνεύουσα καὶ ἀναίδην συγκατακλινομένη γέγηθε, τοῦτον εἰκὸς καὶ ἄρχειν αὐτὴν αἱρεῖσθαι καὶ τὴν πᾶσαν πρὸς τοῦτο συντείνειν πρόθεσιν. δεῖ τοίνυν αὐτὴν μὲν ἀνακοπῆναι τοῦ τὰ πάντα δύνασθαι καὶ πλούτῳ περιρρεῖσθαι πολλῷ, τὸν δ’ ἐραστὴν αὐτῆς, ὃν αὐτὸς μὲν ἐς παῖδας ἐνέγραψας, ἡ δὲ ἀθεμίτως ἑαυτῆς πε‐
10ποίηκεν ἐπιβήτορα, ἐκποδὼν γενέσθαι ἀνυπερθέτως καὶ μάλα αὐτίκα, ὡς μηκέτι τοιοῦτόν τι ξυμπεραίνηται μίασμα. τὰ δ’ ἐς τὴν ἄδικον σύζυγον γενησόμενα χρεὼν ἀναβεβλῆσθαι κατὰ καιρόν, καθ’ ὃν σὺν θεῷ ἀνύσας τὴν προκειμένην ἐς τὴν Κωνσταντίνου αὖθις ἐπαναλύσειασ“. Ταῦθ’ οἱ μὲν εἰπόντες καὶ ὑποθέμενοι ἀνδρῶν ἠκηκόεισαν βέλτιστοι
15καὶ χρῆμά τι σπάνιον ὁμοῦ καὶ ἀσπάσιον· ὁ δὲ βασιλεὺς μέγ’ ὀχθήσας ὅτι τῶν πρὸς τὸν Βατάτζην εὐποιϊῶν ταύτην ἀντείληφεν ἀμοιβήν, στείλας εὐθὺς τῶν δορυφόρων ἕνα, ᾧ ἐπίκλησις Βαστραλίτης, τίθησιν ἐξ ἀνθρώπων. ὁ μὲν γὰρ τοῖς περὶ τὴν Βιθυνίαν διέτριβε μέρεσιν, ἔτι ἀντιστα‐ τοῦντος Ἀλεξίου τοῦ Κίλικος. ὁ δὲ Βαστραλίτης ἀφικόμενος καὶ τοῦτον
20τοῦ στρατοπέδου ἀπαγαγών, ὡς ἂν οὕτω μηδενὸς ἀΐοντος ἀπαγγελεῖ τὰ βασιλέως ἐντάλματα, ἅπερ εἰς ἐκεῖνον ἥκει φέρων ἀπόρρητα, αὐτός τε τὸ ξίφος ἐσπάσατο καὶ οἳ τῶν ἐκείνου πρὸς φονουργίαν προητοι‐ μάσθησαν, καὶ ἦν ὁ μεῖραξ ἐντεῦθεν ὡς βόσκημα διαμελιζόμενος. καὶ τὸ μὲν ἔργον τοῦτο βαρέως καὶ δυσφόρως ἅπαντες ἤνεγκαν ὁ στρατός,
25ὁπόσοις τὸ πραχθὲν ἐν ὀφθαλμοῖς προύκειτο· ὁ δὲ Βαστραλίτης πηριδίῳ τὴν τοῦ Βατάτζη κεφαλὴν ἐνθέμενος εὔζωνος ἐπανῆκεν ἐς βασιλέα. καὶ οὗτος τῷ κρανίῳ πρὸ τῶν ποδῶν ῥιφέντι λὰξ ἐναλλόμενος καὶ ἱκανῶς αὐτῷ
ἐμβλέπων προσλαλιάν τινα διεξῄει μηδαμῶς ἱστορίᾳ δοθῆναι πρέπουσαν.486

Alex3,pt1

487

Καὶ βασιλεὺς μὲν μετὰ τοῦτο τῆς προκειμένης ἐχόμενος ἄπεισι πρὸς τὰ Κύψελλα, σωτήριόν τι ταῖς Θρᾳκίαις πόλεσιν ἐργασόμενος, ἃς οἱ Βλάχοι καὶ Σκύθαι κακῶς ἐτίθεσαν, ἐπὶ δὲ συλλαβεῖν τὸν Χρύσον προ‐ θέμενος ἢ γοῦν ἀνακόψαι τῶν ἐκδρομῶν, ἃς ἐποίει λαθραίως τὰ περὶ τὰς
5Σέρρας κείρων χωρία. Ἦν δ’ ὁ Χρύσος οὗτος Βλάχος τὸ γένος, τὴν ἡλικίαν συνεσταλ‐ μένος, μὴ συμφρονήσας μὲν ἀφισταμένοις Ῥωμαίων Πέτρῳ καὶ τῷ Ἀσάν, ὅτι μὴ καὶ μᾶλλον κατ’ αὐτῶν ἀράμενος ὅπλα μεθ’ ὧν εἶχε πεντακοσίων ὁμογενῶν καὶ Ῥωμαίων γεγονὼς ἔνσπονδος. οὐ πολλῷ
10δ’ ὕστερον ἁλοὺς ὡς ῥέπων πρὸς τὸ ὁμόφυλον, τοῖς πρόσω βαίνων διὰ παντὸς καὶ δυναστείαν ἑαυτῷ μνηστευόμενος, φρουρᾷ παραδίδοται. εἶτα ἀνεθεὶς καὶ σταλεὶς ἐπὶ τῷ φρουρῆσαι τὴν Στρούμμιτζαν τὸν μὲν ἐκεῖσε πεπομφότα βασιλέα τῶν ἐλπίδων ἐψεύσατο, τῇ δὲ γνώμῃ χρη‐ σάμενος ἦν τοῖς ἐκ γειτόνων Ῥωμαίοις κἀκεῖνος κακὸν ἀδυσώπητον.
15 Πρὸς τοῦτον τοίνυν ἐξορμήσας ὁ βασιλεὺς καὶ στράτευμα ἱκανὸν ἐς τὰ Κύψελλα ἠθροικώς, μετὰ βραχὺ ἀποστὰς τῆς προθέσεως ἐρᾷ ἐπ‐ ανόδου, ὡς μάτην μὲν ἐκεῖσε τὴν στρατιὰν ἁλισθῆναι, εἰκαίως δὲ καὶ αὐτὸν τὴν ἐς τὰ Κύψελλα πορείαν ἑλέσθαι. οὐκοῦν τὰ κατὰ τὴν ἑσπέραν ἀφεικὼς φέρεσθαι, ὡς πρώην εἶχον καὶ ἔπασχον, ἐς τὸ Βυζάντιον ἐπ‐
20ανέζευξε μηδὲ δύο μῆνας ἀνασχόμενος θυραυλῆσαι. Καὶ ὁ μὲν τοῖς κατὰ τὴν Ἀφάμειαν βασιλείοις ἐναυλισάμενος τὸ Φιλοπάτιον κατειλήφει μετέπειτα. ἡ δέ γε βασιλὶς Εὐφροσύνη συν‐ αθροῦσα τῷ νῷ καὶ συλλαμβάνουσα ὅσα κατερρέθη αὐτῆς καὶ δεδοι‐ κυῖα τὸν σύλλεκτρον τὰς χεῖρας πρὸς ἅπαντας ὤρεγεν ἐλεεινῷ καὶ
25ἀπεσβεσμένῳ βλέμματι καὶ ἠντιβόλει τοὺς παρὰ βασιλεῖ πεποίθησιν ἔχοντας, προστῆναί τε αὐτῆς καὶ τὰ δυνατὰ ὑπερφθέγξασθαι οὐ μόνον ἀτίμως ἐξωσθῆναι τῶν ἀνακτόρων κινδυνευούσης, ἀλλὰ καὶ τὸν περὶ ψυχῆς ἤδη τρεχούσης περιφανῶς. ᾤκτειρον οὖν αὐτὴν οἱ πλεῖστοι· καὶ οἱ μὲν ἀπολιγωρῆσαι τῶν κατὰ τῆς γυναικὸς εἰσηγηθέντων τὸν
30βασιλέα ἐνῆγον ἐνδιέβαλλόν τε τοὺς κατειπόντας αὐτῆς ἄνδρας ἀκαν‐487

Alex3,pt1

488

θώδεις τὸν τρόπον καὶ συρραφέας ψεύδους καὶ στρεβλοχείλους αὐτοὺς ὀνομάζοντες καὶ φιλαιτίους ἔτι καὶ μεμψιμοίρους· οἱ δὲ ὑπετίθουν μετὰ προμηθείας πλείστης τὸ γενησόμενον διαπράξασθαι, ἵνα μὴ ἁλῷ ἐκείνην εἰσοικιζόμενος ὕστερον, ἣν ἀπέλυσε σήμερον ὡς μοιχεύτριαν, καὶ τὴν
5αὐτὸς αὐτοῦ αἰσχύνην διατεχνώμενος ἐσεῖται οὕτως παγκόσμιον περι‐ λάλημα κἀκείνοις τῶν ζώων παραβαλλόμενος τοῖς ἐκκρούουσι μὲν ἐπὶ τῶν κροτάφων τὰ ἀμυντήρια, παροξυνομένοις δὲ οὐδαμῶς, οὔτε μὴν τὸ κέρας ὁπλίζουσι κατὰ τῶν ἐπιθορνυμένων ἐν ὄψεσι ταῖς θηλείαις αὐτῶν.
10 Μετὰ δὲ τοῦτο εἰς τὰ κατὰ Βλαχέρνας ἀνάκτορα εἰσιὼν οὐκ εὐθέως τὸν κότον ἐξέρρηξεν, ἀλλὰ σύσσιτον καθάπαξ παραλαβὼν τὴν ὁμό‐ λεκτρον καὶ τότε τὴν ἔνδον ταραχὴν ὑπεμφαίνων τῷ τῆς ὄψεως σκυ‐ θρωπῷ καὶ τῷ ἄλλοσέ πῃ προσνεύοντι βλέμματι, καιόμενός τε τῷ πυρὶ τοῦ θυμοῦ, μὴ μέντοι γε καταπιμπράμενος, ἢ γοῦν ἀφανῶς ἐξαπτόμενος
15καὶ λεληθότως αὖθις ἀποσβεννύμενος, οὐκέτι ὁμιλῆσαι ταύτῃ καὶ συνδειπνῆσαι προσέθετο. ἡ δὲ κρίσιν ἐπὶ τοῖς εἰσαγομένοις κατ’ αὐτῆς ἐξαιτοῦσα ἐνέκειτο καὶ πάντα παθεῖν ἑτοίμως ἔλεγεν ἔχειν, ὁπόσα ἂν ἡ κατ’ αὐτῆς ἐξενεχθεῖσα ψῆφος ἀποφανεῖται· ἐδεῖτό τε τοῦ βασιλέως μὴ τῇ κομψείᾳ καὶ συγγενείᾳ τῶν καταγορευσάντων αὐτῆς προσώπων,
20τῇ δ’ ἀκριβείᾳ καὶ ἀληθείᾳ τῶν πραγμάτων προσσχεῖν. ὁ δὲ πρὸς οὐδέν τι τοιοῦτον ἑαυτὸν ἀπευθύνας, ἀλλά τινας τῶν κατευναστριῶν γυναικῶν βασάνοις ὑπαγαγὼν κἀκ τῶν θαλαμηπόλων εὐνούχων ἀκριβωσάμενος τὰ τοῦ δράματος, ἀπάγειν αὐτὴν μεθ’ ἡμέρας τῶν βασιλείων ἐκέλευσε, παντὸς ἐστερημένην ἀρχικοῦ στολίσματος καὶ
25λαμπροῦ περιβλήματος. ἐξάγεται οὖν τῶν ἀνακτόρων διὰ καθόδου τοῖς πολλοῖς ἀδήλου, εὐτελὲς περικειμένη χιτώνιον, ὁποῖον τῶν γυναικῶν αἱ χερνήτιδες, καὶ δύο ἀμφιπόλους βαρβάρους ἔχουσα, παραγραμμα‐ τιστρίας καὶ ταύτας τῆς Ἑλληνίδος φωνῆς, καὶ δικώπῳ ἁλιάδι παραρ‐ ριφεῖσα κατά τινα γυναικείαν μονὴν ἀπάγεται περί που τὸ τοῦ Πόντου
30στόμα δεδομημένην καὶ τῆς Νηματαρέας ὠνομασμένην. Ἀλλ’ οὕτω τῆς δεσποίνης ἐκποδὼν γενομένης, οἱ μὲν κατειρηκότες αὐτῆς οὐ πάντῃ ἀνεπαχθῶς ὑπέφερον τὸ συμβάν, ἐπειδήπερ καὶ τοῦ ἄγαν ἐκκροῦσαι τὴν βασιλίδα πειρώμενοι κατεῖπον αὐτῆς ἐς τὸν ἄνακτα,
οὐ μὴν ἐκσφαιρίσαι παντάπασι τῆς ἀρχῆς βουλόμενοι ἢ γοῦν ἐκ θεμε‐488

Alex3,pt1

489

λίων αὐτῶν εἰς τέλεον κατασεῖσαι· καὶ τὸν βασιλέα οὐκ ᾤοντο ὅλως τοιαῦτα δράσειν ποτὲ κατ’ αὐτῆς, εἰς τὴν τούτου ἀφορῶντες μαλα‐ κότητα καὶ τὸ φέρεσθαι αὔραις μικροῦ καὶ ῥιπίζεσθαι. καὶ οἱ μὲν ἐφ’ οἷς τὸ γένος ᾔσχυναν ἤχθοντο, εἰ καὶ μὴ ἐς ὅσον ἔδει καὶ δυσφορεῖν, καὶ
5οἱ ὀνειδισμοὶ δὲ τοῦ λεὼ καὶ αἱ κερτομίαι τούτοις ἐπιπίπτουσαι κατ‐ επίεζον. Ἓξ μὲν οὖν μῆνες ἐξίκοντο, καὶ ἡ βασιλὶς Εὐφροσύνη τῶν βασιλείων ἀποβέβλητο. ἐς τέλος δ’ ἂν παρεώρατο, εἰ μή γε οἱ τρώσαντες ἰάσαντο, οὐχ ὃν τρόπον Ἀχιλλεὺς Τήλεφον, ἀλλὰ τὸ πρὸς αὐτοὺς πάγκοινον
10μῖσος, ὅτι τὴν δοξάσασαν αὐτοὺς οὐδὲν δέον αὐτοὶ ἀπεδόξασαν, εὕ‐ ραντο πρὸς ἐπάνοδον οἵδε πανάκειαν ἄντικρυς. παντὸς γὰρ τοῦ ἐκ συγγενείας τῷ βασιλεῖ συνωμονοηκότος, καὶ τοῦ Μεσοποταμίτου Κων‐ σταντίνου πάντα κάλων, ὅ φασι, κεκινηκότος καὶ ἀνταρκέσαντος, ἐπανακαλεῖται αὖθις καὶ προσλαμβάνεται, καὶ ἦν ἰσχὺν τὴν προτέραν
15ὑπερβαλοῦσα τῇ ὕστερον. τοῖς δ’ ἀντίφροσι πρὸς οὐδὲν ἐβαρυμηνίασε προδήλως ἢ ἐδολορράφησε τὰ ἀντίσταθμα, οὔτε μὴν τῇ κατακωχῇ τοῦ θυμοῦ ὡς Μήδεια ἀνοίστρησε βακχευτικῶς κατ’ αὐτῶν, ἀλλὰ θηροκο‐ μοῦσα τὸν σύζυγον καὶ πάλαι μὲν ἀποστέργοντα, τότε δὲ καὶ τέλεον αὐτῆς ἀποσχόμενον καὶ πρὸς εὐνὴν ἐκείνῃ μηδαμῶς συνερχόμενον,
20σοφιστικῶς ὑπήρχετο, θωπεύουσά τε σὺν τέχνῃ ἐχρῆτο, ὡς ᾑρεῖτο, τῷ τοῦ ἀνδρὸς ἤθει μικροῦ πᾶσαν ἀναζωσαμένη τῆς ἀρχῆς τὴν διοίκησιν. καὶ τῇδε μὲν εἶχε καὶ ταῦτα. Ὁ δὲ Μεσοποταμίτης Κωνσταντῖνος (δοτέον γὰρ ἔτι τῷ λόγῳ τὰ κατὰ τὸν καθ’ ἡμᾶς Πρωτέα καὶ πολυτροπώτατον ἅμα καὶ ποικιλώτατον
25τόνδε ἄνθρωπον) ἀνέσπα τὴν ὀφρὺν καὶ βλακῶδες ἔβαινε διὰ τὴν τῆς δεσποίνης ἐπάνοδον. καθ’ ὅν, οἶμαι, λόγον μηδ’ ἐξαρκεῖν αὐτῷ ἐς τιμὴν τὸ παρὰ βασιλεῖ δύνασθαι τὰ πάντα οἰόμενος, τὸ μὲν ἐπὶ τοῦ κανικλείου ὀφφίκιον, ὅπερ Ἰσαακίου εἶχεν ἀνάσσοντος, βραβευόμενον αὖθις ὡς μὴ χωροῦν αὐτοῦ τῆς ἰσχύος τὸ μέγεθος ἀπηνήνατο, ἐκ δ’
30ἀναγνώστου κληρωθῆναι εἰς διάκονον ᾑρετίσατο, μὴ καὶ τῶν ἱερῶν ἐπιθιγγάνειν ἀξόνων οὐ κρίνων ὅλως ἀνασχετόν. καὶ ἦν ἡ πρόθεσις ἔργον εὐθύς· καὶ βασιλεὺς αὐτὸς κατὰ τὸν ἐν Βλαχέρναις περίπυστον
κατῄει νεών, καὶ ὁ πατριάρχης ἅμα οἱ παρῆν προχειρίζων τοῦτον ἐξ489

Alex3,pt1

490

ἀναγνώστου διάκονον, καὶ στάσις αὐτῷ καὶ βαθμὸς ἀναβάσεως συγ‐ κεχώρηται πρώτιστος. τοῦτο δ’ ἠνυκὼς σχηματίζεται τὸν ὑπονο‐ στοῦντα καὶ μηκέτι τοῖς ἀρχείοις παραβαλοῦντα ἢ ὑποδρηστεύσοντα βασιλεῖ ὅλως· τοὺς γὰρ κανόνας μὴ ἐνδιδόναι οἱ ὁπωστιοῦν καὶ θεῷ
5ἱερᾶσθαι καὶ κοσμικαῖς προσπλέκεσθαι πραγματείαις· ἀποδιεστάναι γὰρ ἄμφω καὶ μηδαμῶς συναλείφεσθαι, ὥσπερ καὶ τὸ δουλεύειν θεῷ τε καὶ μαμωνᾷ κατὰ διάμετρόν εἰσιν ἀντικείμενα. ὁ γοῦν βασιλεὺς ὅσα καὶ κιττὸς ἐξεχόμενος τούτου καὶ περιεχόμενος τόμον εὐθὺς ἐκθέσθαι τὸν πατριάρχην Ξιφιλῖνον ἠνάγκασεν ἐνδιδόντα τῷ Μεσοποταμίτῃ θεῷ
10καὶ βασιλεῖ, νεῷ τε καὶ ἀρχείοις προσδιαπλέκεσθαι, μηδὲν ὑφορωμένῳ βλάβος ἐκ τῶν κανόνων, οἳ τοῖς ἀμφιβίοις τούτοις δριμύσσονται δυσκο‐ λαίνοντες. τετέλεστο γοῦν καὶ τοῦτο. μικρῷ δ’ ὕστερον καὶ τῆς λαμ‐ προτάτης πόλεως Θεσσαλονίκης ἀρχιερεὺς προχειρίζεται. Ἦν ἂν οὖν τὰ τῆς δόξης ταύτης κληρούμενος οὐκ ἀπόβλητος ἴσως
15ὁ ἄνθρωπος, οὐδ’ ὧν ἐς ὕστερον πέπονθε δεινῶν αὐτὸς ἑαυτῷ παραίτιος, εἰ τῶν βασιλείων ἀπέστη λαμπρῶς, ὅρον ὀψέ ποτε τῇ ἐφέσει θέμενος ἢ τῆς φιλοπράγμονος γνώμης βραχύ τι καθυπενδούς. νῦν δὲ ἀλλ’ ἡ τῶν πολλῶν καὶ μεγίστων τιμῶν, καὶ τούτων ἀνομοίων, λυσσώδης καὶ ἀπέραντος λίχνευσις καὶ τῶν χθαμαλωτέρων αὐτὸν ἐξέκρουσε· καὶ
20προύθηκεν εἰς παράδειγμα τὸν αὐτὸν ὕψους ὑπερφυοῦς καὶ ταπεινότητος ἀμέτρου ἡ τοῖς ἀνθρωπίνοις πράγμασι βραβεύουσα πρόνοια, καὶ ἀνα‐ βὰς ἕως τῶν οὐρανῶν, καταβέβηκεν ἕως τῶν ἀβύσσων τῇ παλιμπνοίᾳ τῶν πράξεων. οὐκ ἀνασχετὰ γὰρ κρίνων, εἰ μὴ τῇ λαιᾷ μὲν τῶν ἱερῶν ἔχοιτο πραγμάτων, τῇ δεξιᾷ δὲ τῶν κατὰ τὰ ἀνάκτορα λάζοιτο, συμ‐
25μάρπτων τὰς ἀρχὰς ἀμφοτέρας καὶ περισφίγγων ὅσα καὶ λίθος τῶν διεστώτων συνδέτης ἀκρόγωνος, ἀμεταθέτως εἶχε καὶ πάλιν τῆς πρώην προθέσεως. ἀλλὰ μηδ’ ἄτερ τῆς αὐτοῦ γνώμης περατοῦσθαί τι βου‐ λόμενος, ὡς σφῆνάς τινας καὶ βλῆτρα τοὺς ἑαυτοῦ κασιγνήτους ἐνέβυσε τῇ ἀρχῇ. ἢ ὡς ἐνώτια ταῖς τοῦ βασιλέως ἑκατέραις ἀπῃώρησεν ἀκοαῖς,
30ἵν’ εἴ ποτε τῇ ἐκκλησίᾳ παραβάλλων τῇ συνόδῳ συγγίνοιτο, μηδὲν εἴη διαπραχθὲν ἢ καὶ λεχθὲν ἀφώρατον, μηδὲ λάθῃ τις αὐτὸν εἰς τὸν
ἐκείνου χῶρον παρεισιών. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν Θεσσαλονίκην490

Alex3,pt1

491

ἀφικόμενος καὶ μικρόν τι φανεὶς καὶ ὅσον ἐνιδρυθῆναι τῷ θρόνῳ ἐς τὸ Βυζάντιον αὖθις πτηνὸς ἀνέζευξε, μὴ περιβλέψας ἐς τὰ ὀπίσω μηδὲ στὰς ἐν πάσῃ τῇ περιχώρῳ, καὶ κατ’ αὐτὸ μὲν δὴ τοῦτο ὑπερόπτης τῶν ἁπάντων γενόμενος, ὅτι τὰ πάντα τῷ δακτύλῳ μετῆγέ τε καὶ μετέφερε,
5μάλιστα δ’ ὅτι τοῦ βασιλέως κατὰ τοῦ Χρύσου αὖθις ἐξωρμηκότος αὐτὸς ἐς ὅσα τῷ βασιλεῖ πρὸς βουλῆς τὰ κατὰ τὸν ἀποστάτην τοῦτον διῳκηκὼς ἔδοξε καὶ τακτικαῖς ἐνδέξιος ἐπιβαλεῖν ὑποθέσεσι καὶ ἀτεχνῶς βασίλειον ἱεράτευμα. Ὅθεν ὅπερ ἐπὶ τῶν σωματικῶν ἕξεων ὁ Κῷός φησι ποιητής, ὡς εἰς
10τὸ ἄκρον προελθοῦσαι φιλοῦσι πρὸς τὸ κάταντες ὡς φιλυπόστροφοι μεταφέρεσθαι, μὴ ἀτρέμας ἔχουσαι μένειν τῷ συνεχεῖ ἀεὶ τῆς κινήσεως, τοῦτο καὶ ἐπὶ τῷ Μεσοποταμίτῃ συμπέπτωκεν ἄντικρυς· ἀεὶ γὰρ τοῦ προβαίνειν πειρώμενος καὶ μηδένα τοῦ δοξοθηρεῖν εἰδὼς κόρον ἔλαθεν ὡς ὁ μυθικὸς κώνωψ ὁ λέοντι συμπλακεὶς ἀραχνίῳ λεπτῷ συλληφθεὶς
15καὶ πᾶσαν ἐξαναλύσας δόξαν δι’ ἀτιμίας, ἣν περισπερχῶς ἀνώδευσε πρότερον, κατὰ τὸ ψαλτῴδημα τοῦ Δαυὶδ „κύψας ἦν καὶ πεσὼν ἐν τῷ κατακυριεῦσαι τῶν τότε πενήτων γνώσεωσ“. ἐς γὰρ φατρίαν οὐ μετρίαν ἀθροισθέντες καὶ κοινῇ συνελθόντες ὁπόσων αὐτὸς ταῖς κεφα‐ λαῖς κατὰ τὴν τῆς κωμῳδίας ψύλλαν ἐφήλατο καὶ οὓς μικροῦ κατὰ
20κόρρης ἐρράπιζεν ὡς ἀνδράποδα καί τινας οὐχ ὑγιεῖς κατ’ αὐτοῦ κατ‐ ηγορίας ὡς ἀφυσγετὸν ἠθροικότες προσίασι βασιλεῖ καὶ τὸ αὐτοῦ εὐένδοτόν τε καὶ ῥᾴδιον παντὶ καθυπάγεσθαι ῥήματι συνέριθον πρὸς τὸ ἔχθος εὑράμενοι κατέδραμον γενναίως. καὶ τὸ ἐντεῦθεν οὐ μόνον τῶν ἀνακτόρων ἐκτοπίζεται ὡς σφαῖρά τις εὐπερίγραπτος διαφεθεῖσα
25ἰσχυρῷ μηχανήματι, ἀλλὰ καὶ τῆς ἀρχιερωσύνης ἐξοστρακίζεται, ἑνός τινος προκοιλίου ἐς ἀγορητὴν ἐπιλέγδην παρὰ τῶν ὅλων προβλη‐ θέντος, λέγω δὴ τοῦ τότε δουκὸς τοῦ στόλου Μιχαὴλ τοῦ Στρυφνοῦ, ᾧ καὶ μᾶλλον ὁ Μεσοποταμίτης ἀντεπολιτεύετο ὡς καὶ ὑπὲρ πάντας ὄντι φιλοκερδεῖ καὶ τὰ κοινὰ νοσφιζομένῳ καὶ χανδὸν καταβροχθίζοντι
30χρήματα. Πλὴν ἀλλὰ τοῦτο μὲν οὐ πάνυ δεινόν, καίπερ ὂν δεινόν, τό τινας ἀβασανίστως καὶ ἄλλης μὲν ὑπηρεσίας ἀδίκου γλώττης ἀπάγεσθαι
πάρεργον, μάλιστα δ’ ἀποπίπτειν τοῦ τῆς ἱερωσύνης μεγίστου χρή‐491

Alex3,pt1

492

ματος. ἐκεῖνο δὲ καὶ λίαν ἀσύγγνωστον καὶ πολλὴν ἀβελτηρίαν τῶν δεδρακότων κατηγοροῦν· δεῆσαν γὰρ ἕτερον ἀρχιερέα ψηφισθῆναι Θεσσαλονίκης, ἡ τοῦ Μεσοποταμίτου καθαίρεσις κατ’ ἐρήμην προτί‐ θεται πρὸς ἐξέτασιν. καὶ ὡς ἔδοξαν σκάζοντά τε καὶ μὴ ἐρρωμένα τῶν
5ἐν αὐτῇ κεφαλαίων τινὰ πρὸς ἀρχιερωσύνης ἀφαίρεσιν, ὁ δὴ πατρι‐ άρχης, εἴτε βασιλείῳ ὑπείκων κελεύσματι, εἴτε τῷ πρὸς τὸν Μεσοποτα‐ μίτην ἔχθει φρονεῖν οὐκ ἔχων τὰ καίρια, εἴθ’ ἑτέρως καθ’ ὃν οὐκ ἴσημι λόγον ἐκκρουσθεὶς τοῦ καθήκοντος, τινὰς τῶν ἀρχιερέων ἀγηοχὼς καὶ δικαστὰς αὐτῷ συνεδριάσας, ὁπόσοι κακόσχολοι καὶ τὴν ἐκ βασιλέως
10εὔνοιαν ὅλῳ ποδὶ καὶ συντόνῳ προθυμίᾳ μεταδιώκοντες, μεταλλοιοῖ τὴν καθαίρεσιν καὶ παρένθετά τινα τῷ τόμῳ προσθεὶς αἰτιάματα, ἐκ τοῦ δήπουθεν ἀναμφηρίστου πάσης ἱερᾶς ἀποξενοῦντα λειτουργίας τὸν τούτοις ἁλόντα, τῷ χαρτοφυλακίῳ ἀποτίθησιν, ἐκδοὺς ἔκτοτε καὶ τῷ Χρυσάνθῳ ἀντίγραφον, ὃς τῆς Θεσσαλονίκης ἐνεχειρίσθη τοὺς οἴακας.
15κἀπὶ τοῖς τελεσθεῖσι τούτοις δέον ἐγκαλύπτεσθαι, τῶν δέ τινες καὶ ἐπεσκίρτων, ὡς εἴπερ πολεμίων ἐθνῶν ὑπόπτωσις ἐντεῦθεν κατώρθωτο ἢ θηρίον δυσάλωτον ἐκεχείρωτο πόλεις ἐξερημοῦν καὶ τοὺς κατοίκους διαφθεῖρον καὶ πρὸς χρόας ἀνομοίους μεταλλαττόμενον, ὁποῖα τὰ Λιβυκά φασιν, ἢ ὁ παρὰ τῷ Ἰὼβ ἀνάλωτος δράκων συνείληπτο καὶ
20ὁ βορὸς μυρμηκολέων ἀπώλετο, εἴτε μὴν ἡ πολυθύσανος αἰγὶς καὶ δειμα‐ τώδης ἐκείνοις ἐς χάος ἐλήλαται καὶ διέσπασται. Καὶ οὕτω μὲν ὁ Μεσοποταμίτης Κωνσταντῖνος καὶ οἱ τούτου δύο κασίγνητοι τῶν κοινῶν ἐκκρούονται διοικήσεων, ἀντεισάγεται δ’ ἕτερος περὶ τὰς κοινὰς διοικήσεις οὐκ ἐνδέων τοῦ ἀκριβοῦς, χαρίεις τὸ
25ἦθος, μάλα τε τοὺς λόγους ἀποτορνεύειν εἰδὼς καὶ ἀπομηκύνειν ἐς περιόδους ῥητορικῶς· ὁ Εἰρηνικὸς ἦν οὗτος Θεόδωρος, καὶ παρεῖχεν ἑαυτὸν τοῖς πᾶσι κατάλληλον. συνέζευκτο δέ τις ἐκείνῳ καὶ τῶν πόνων συνελαμβάνετο φιλοχρηματῶν ἱκανῶς καὶ βηχὶ συνεχεῖ κάτοχος. ἀμφό‐ τεροι οὖν ταῖς πολιτικαῖς ἐπεστάτουν πράξεσι. πλὴν τὸ τοῦ Μεσο‐
30ποταμίτου πτῶμα μηδαμῶς ἐν γέλωτι ἔχοντες, ἀλλὰ διὰ παντὸς προ‐ ορώμενοι καὶ τὸ τοῦ κρατοῦντος εὔκολον ὑφορώμενοι οὐκ ὄρθιοι καὶ
ἀκλινεῖς ὡς οἱ ἀκράδαντοι τῶν ἱπποτῶν κατά τε πρανῶν καὶ ὀρθίων492

Alex3,pt1

493

ἐφέροντο, ἀλλὰ τὸ δυναστεῦον ὑποποιούμενοι ἀνεῖργόν τε καὶ ἀνεσεί‐ ραζον ἀεὶ τὴν ἰσχὺν καὶ πολλὰ τῶν δεόντων παρέτρεχον τὴν ἀπόβασιν εὐλαβούμενοι. Ἐν τούτοις μὲν οὖν καὶ τοιούτοις παραπλησίοις ἐνιαυτὸς ἐξίκετο
5τρίτος ἄρχοντι Ῥωμαίων Ἀλεξίῳ τῷ Κομνηνῷ. τὰ δ’ ἐφεξῆς οὐδὲν ἀντιστατοῦντα τοῖς πρότερον· δίαιτα γὰρ ἦν ἡ αὐτὴ καὶ πάλιν καὶ βίος χαλαρὸς καὶ ἐξημβλυμένον ἀεὶ φρόνημα. Τότε δὲ καὶ αἱ εἰρηνικαὶ σπονδαὶ παρωράθησάν τε καὶ συνεχέθησαν, ἃς εἶχε βασιλεὺς ἐκτελέσας μετὰ Πέρσου τοῦ διέποντος τὸ Ἰκόνιον. ὁ
10μὲν γὰρ Καϊχοσρόης (τοῦτο γὰρ ἦν ὄνομα τῷ βαρβάρῳ) δύο Ἄραβας ἵππους ἐκ τοῦ σουλτὰν τῆς κατ’ Αἴγυπτον Ἀλεξανδρείας τῷ βασιλεῖ στελλομένους ἀφείλετο. τοίνυν καὶ θατέρῳ τούτων τὸ γόνυ ἐξαρθρω‐ θέντι ἐν τῷ πρὸς δρόμον ἀνίεσθαι πέμψας εἰς βασιλέα συγγνώμην ᾐτεῖτο, ὅτι τε ὅλως εἰς αὐτὸν διαβαίνοντας ἵππους ἔσχεν ἰδιωσάμενος
15καὶ ὅτιπερ ἡ τοῦ ἑνὸς ἀχρείωσις καὶ τὴν θατέρου ἀποστολὴν πεποίηκεν ὑποστείλασθαι· πάντως δὲ φροντιεῖν τοῦ τῷ φίλῳ ἀνεπαχθοῦς καὶ τοῦ μὴ τῶν ἵππων ἐς μακρὸν στέρεσθαι. καὶ ὁ μὲν ἐφ’ οἷς ἔδρασεν εὐπρόσω‐ πον οὕτως ἠγόρευε τὸν ἀπόλογον· ὁ δὲ μήτε τὸ μεγαλόψυχον ἐπαι‐ νέσας, μήτε μὴν τὴν ἀνάγκην τρέψας ἐς τὸ φιλότιμον ἢ γοῦν ἐν νῷ
20βαλλόμενος τὸν καιρὸν βαρὺν ἐνστάτην ἀεὶ αὐτῷ ἐφιστάμενον καὶ πρὸς πνῖγμα ἐπὶ πᾶσι κατάγχοντα, ὡς πρῖνος αὐτίκα καιόμενος τῷ θυμῷ ἐπεβρόντα. πλὴν ἕτερον μὲν οὐδέν τι γενναῖον πρὸς ἀντιπαραλύπησιν τοῦ Πέρσου συνεώρακε διαπράξασθαι, καθ’ ἑαυτοῦ δὲ στρατεύεται ἀτεχνῶς καὶ τὸ ξίφος τῷ τέως κρυπτόμενον ἀναδείκνυσι. τοίνυν ἐπι‐
25τάττει φυλακαῖς ἐνειρχθῆναι καὶ τὰ ὄντα πάντα ἀφαιρεθῆναι ὁπόσοι
Ῥωμαῖοί τε καὶ Τοῦρκοι πραγματευταὶ τοῦ Ἰκονίου ἀπάραντες τὸ493

Alex3,pt1

494

Βυζάντιον ἐπεισῄεσαν. καὶ τὰ μὲν ἐκείνων ἐμπορεύματά τε καὶ ὑποζύγια οὔτ’ αὐτὸς εἶχεν ὡς δέον οἰκειωσάμενος οὐτ’ ἐναπελείφθη ἐκείνοις, ἄλλα γὰρ ἄλλοις καὶ πάνθ’ ὁμοῦ σχεδὸν διεσκέδαστο καὶ ἠφάντωτο. Καὶ ὁ βάρβαρος τὸ συμβὰν ἐνωτισάμενος, μηδέν τι τῆς προθυμίας
5καθυφείς, μήτε μὴν εἰς δευτέραν βλέψας πρεσβείαν, κατὰ Ῥωμαίων ὅπλα βαστάζει, καὶ προσπεσὼν ἀπροσδόκητος ταῖς κατὰ Μαίανδρον κωμοπόλεσι Καρίαν τε καὶ Τάνταλον καθ’ ἡλικίαν ἠνδραποδίσατο καὶ πόλεις ἄλλας ὅτι πολλὰς ληϊσάμενος πρὸς αὐτὴν ἠπείγετο τὴν κατὰ Φρυγίαν Ἀντιόχειαν.
10 Καὶ τάχ’ ἂν ἐξεῖλε καὶ ταύτην ὥσπερ χθιζὰ Καρίαν καὶ Τάνταλον, εἰ μὴ παρὰ δόξαν ἀντέστη τῷ βαρβάρῳ πρὸς τὸ ὀξὺ τῆς σκυλεύσεως οὐκ ἐκ προνοίας τινὸς ἀνθρωπίνης, ἀλλά πως αὐτομάτως ἢ καὶ θεόθεν παρεισπεσόν τι συγκύρημα. ὁ μὲν γὰρ νύκτωρ ἐξαναστὰς κατὰ κράτος εἰς Ἀντιόχειαν ἤλαυνεν, ἐπιθησόμενος ὄρθριος καὶ πορθήσων τὸ πό‐
15λισμα· ἔτυχε δ’ ἡμέρας ἐκείνης τῶν παρὰ τῇ πόλει δυναμένων τινὰ θύειν γάμους θυγατρί. ἦν οὖν, ὡς ἐν ταῖς τοιαύταις εἴθισται τελεταῖς, ὅμαδος ἀνθρώπων θαλιαζόντων κύμβαλά τε δι’ ὅλης τῆς νυκτὸς ἐκείνης ἀλαλάζοντα καὶ τύμπανα περικτυπούμενα καὶ ὀρχησταὶ τὼ πόδε παρενσαλεύοντες καὶ χοροὶ γυναίων τοῖς ὑμεναίοις τὰ πρόσφορα ᾄδον‐
20τες. ὡς οὖν ἤγγισε τῇ πόλει Καϊχοσρόης, τὴν τῶν ὀργάνων ἁρμονίαν εἰς ὦτα δεξάμενος καὶ τῆς συμφωνίας τῶν ᾀδόντων ἀκροασάμενος οὐχὶ τοῦ ὄντος κατεστοχάσατο, ἀλλ’ ἀνδρῶν ἡτοιμασμένων πρὸς πόλεμον συνθήματα εἶναι ταῦτα ὑπολογισάμενος, τὴν ἐκείνου προεγνωκότων ἔφοδον, ᾤχετο ἐκεῖθεν καὶ πρὸς τὴν Λάμπην ἀφίκετο.
25 Ἔνθα δὴ ἀπογραφεῖς ἐπιστήσας τῶν αἰχμαλώτων περί τε τῆς πατρίδος ἕκαστον καὶ τῆς κλήσεως ἐπυνθάνετο, καὶ ὅστις ὁ συλλαβὼν
ἀνηρώτα, καὶ εἴ τι τῆς οὐσίας ἀπολωλέκει, καὶ εἰ παῖς ἢ θυγάτριον ἢ494

Alex3,pt1

495

ἄλοχος ὑπό του τῶν Περσῶν ἀποκέκρυπται. καὶ τοιαύτην ἔκταξιν ποιησάμενος, πάντα ἀποδοὺς Ῥωμαίοις καὶ κατὰ φῦλα καὶ συγγενείας πάντας ἀπομερίσας, τῆς ἐπὶ τὰ πρόσω εἴχετο. συνεκεφαλαίωτο δὲ ἡ τῶν ἀνδραποδισθέντων πληθὺς εἰς πέντε χιλιάδας ἀνθρώπων. ἐν δὲ
5τῇ ἀπαγωγῇ ταύτῃ ἐμέλησε τῷ βαρβάρῳ, καὶ ὅπως τῶν ζωαρκῶν μὴ σπανίζωνται οἱ αἰχμάλωτοι, καὶ σῖτον αὐτοῖς διαδοὺς οὐδὲ τὸ τῆς ὥρας ψῦχος παρῆκεν ἀνήκεστον· πέλεκυν γὰρ ἐγχείριον ἔχων καὶ αὐτουργῶν ἐς σχίδακας διῄρει, τυχὸν οὕτω, χρόνῳ ἀνατραπὲν γεράν‐ δρυον· ἀλλὰ καὶ τοῖς συνδραμοῦσι πρὸς τὴν θέαν Πέρσαις ὁμοίως δρᾶν
10ὑπετίθετο, προσεπάγων ἅμα καὶ ὑποβάλλων τὸ τῆς ἐργασίας αἴτιον καὶ τὸ πρὸς τί εὔχρηστον αὐτοῖς ἐπιλέγων· Πέρσαις μὲν γὰρ ἐξεῖναι διὰ παντὸς ἐξιέναι τῆς παρεμβολῆς καὶ ξυλεύεσθαι, ὅτι μηδ’ ἔσται τις αὐτοῖς προσιστάμενος, Ῥωμαίοις δὲ οὐχί, φυλαττομένοις τὸ μὴ δοκεῖν ἀπο‐ διδράσκειν καὶ τὰ ἐκ τοῦδε ὑφορωμένοις ὡς φυγάσιν ἐπικεισόμενα δεσμά.
15 Ἐπεὶ δὲ τὸ Φιλομίλιον κατέλαβεν, ἐπαύλεών τε μετέδωκε καὶ γῆς ἐπεμέτρησε μέρος πρὸς ἐργασίαν ἀγαθῆς σῖτόν τε αὖθις διέδωκε καὶ ὅσα τῶν ἡμέρων καρπῶν σπόριμα. ναὶ μὴν ἐλπίδων χρηστῶν ἐνέπλησε, τέλος εἰπὼν ὡς αὐτοῦ καὶ βασιλέως αὖθις φιλιωθέντων καὶ πρὸς τὰς πρότερον σπονδὰς ἀπιδόντων προῖκα καὶ αὐτοὶ τὴν οἴκαδε ἐπάνοδον
20ἕξουσιν· εἰ δέ τι ἕτερον μεταβουλεύσεται βασιλεύς, ἐπὶ πέντε ὅλοις ἐνιαυτοῖς ἀδασμολόγητοι καθεδοῦνται, μηδένα τὸν ὁποιονοῦν ἀπό‐ δομα εἰσπράττοντα ἔχοντες, μετέπειτα δὲ καταβαλοῦνται ὃν ἂν αὐτὸς ἀνεπαχθῆ διατάξαιτό σφισι φόρον, οὐχ ὑπερβαίνοντα τὸν ὅρον, ὡς εἴθισται παρὰ Ῥωμαίοις, οὐδὲ πρὸς τὸ πολλαπλάσιον κορυφούμενον. καὶ ὁ
25μὲν ταῦθ’ οὕτω διατεταχὼς ἐπανῆκεν ἐς τὸ Ἰκόνιον· τὸ δὲ φιλάνθρωπον τόδε διάγγελμα οὐ μόνον οὐδένα τῶν αἰχμαλώτων πατρίδος ἀφῆκε μνήσασθαι, ἀλλὰ καὶ πολλούς, ὁπόσοι πρὸς Περσῶν οὐχ ἑάλωσαν, ἐς τὸ Φιλομίλιον ἐφειλκύσατο, ἀκηκοότας ὅσα τοῖς καθ’ αἷμα καὶ πατριώ‐ ταις ὁ Πέρσης εἰργάσατο.
30 Οὕτως ἐκ τῆς τῶν εἰς ἡμᾶς Ῥωμαίων γενεᾶς οὐχ ὅπως ἐκλέλοιπεν ὅσιος καὶ ὠλιγώθησαν αἱ ἀλήθειαι, ἀλλὰ καὶ διὰ τὸ πληθυνθῆναι τὴν
ἀνομίαν ἀπεψύγη τῶν πολλῶν ἡ ἀγάπησις, ὡς τὴν παρὰ βαρβάροις495

Alex3,pt1

496

ἀποικίαν πόλεις ὅλας Ἑλληνίδας ἑλέσθαι καὶ τῆς πατρίδος ἀσμένως ἀλλάξασθαι· αἱ γὰρ συχναὶ τυραννίδες τό τε ὑπ’ ἀρχὴν τῆς σώφρονος διαίτης ἐξέκρουσαν καὶ ταῖς ἁρπαγαῖς οἱ πλείους ἐγγυμνασάμενοι οὐδέν τι πρὸς τοὺς ὁμοφύλους μέτριον ἐνενόουν καὶ διεπράττοντο.
5 Ἀλλ’ οἷα καὶ τὰ παρὰ βασιλέως πρὸς τὰ οὑτωσὶ συμβάντα διῳκη‐ μένα. στέλλει τὸν Δοῦκαν Ἀνδρόνικον νεανίαν πρώτως ὑπηνήτην τῷ Πέρσῃ συμπλακησόμενον. ὁ δὲ μεθ’ ὧν ἡγεμόνευεν ὀψὲ ποιεῖται κατὰ τῶν Τούρκων ἔφοδον. ἀμέλει καὶ νυκτὸς ἐπιθέμενος ποιμνίταις καὶ βουκόλοις ἀμηρᾶ τινος Ἀρσανῆ μετ’ οὐ πολὺ ἐπανέζευξεν.
10 Ἀλλὰ καὶ βασιλεὺς αὐτὸς ὡς ἀπὸ λωτοῦ καὶ Σειρήνων τῶν τρυφε‐ ρῶν χωρίων τῆς Προποντίδος μόλις ἀποσπασθεὶς κατὰ Νίκαιαν καὶ Προῦσαν ἀφίκετο, οὐκ ἀντιμετρήσων ἢ ἀνταποδώσων τοῖς Πέρσαις ὃ ἐμέτρησαν καὶ ἀνταπέδωκαν ἡμῖν ἀνταπόδομα, ἀλλ’ ἵνα μὴ τὰς ἐκεῖσε πόλεις καὶ χώρας κακῶς διάθωνται τῶν τοῦ Βάθους ἐξαναστάντες
15μερῶν, ἐν οἷς οὐ μέτριοι τότε ηὐλίζοντο. πλὴν καὶ βασιλεὺς μῆνα τοῖς ἐκεῖσε ἕνα προσδιατρίψας ὀξέως ἐπάνεισιν εἰς Βυζάντιον. Ἀνατείλαντος δ’ ἔαρος γίνονται πάλιν συνδρομαὶ τῶν στρατευ‐ μάτων καὶ συλλογαὶ μεθ’ ὅσης οὐκ εἴπῃ τις ἂν ὁρμῆς καὶ συντονωτάτης ἐπειγωλῆς, ἐπεὶ καὶ ταῖς πολλάκις τοῦ ἔτους συνόδοις καὶ ταῖς συχναῖς
20συντάξεσιν ὁ στρατὸς ἀποκναίσαντες στῆναί τε τῶν ἐπαλλήλων συν‐ ελεύσεων ἤρων καὶ τῆς οἴκοι ἀναβολῆς ἐγλίχοντο. ὡς ὑπὲρ ἰσχὺν τοίνυν ἀγωνιούμενοι συνελέγησαν, καὶ ἢ κρείττους τῶν ἀλλοφύλων ἐσόμενοι ἢ μετ’ εὐκλείας ὑπὲρ τῶν πατρίδων ἀποθανούμενοι. καὶ οὕτω μὲν αἱ δυνάμεις ὡς εἰς ἓν στρατόπεδον τὰ Κύψελλα συνηθροίζοντο.
25 Ὁ δὲ βασιλεὺς αὐτογνωμονῶν ἀποθαρρεῖ ὅπερ ὁ λόγος λέξων ἔρχεται. ἔπασχε τὰ ἄρθρα τοῦ σώματος κατὰ κύκλον οἱονεὶ καὶ περίοδον,
τοὺς δὲ πόδας καὶ μάλιστα ὕλης ἐνσκηπτούσης μοχθηροτέρας καὶ ὀδύνας496

Alex3,pt1

497

δυσυποίστους ἀποτικτούσης, ἐξ ὧν ἀκινησίαι τε προσεπήγοντο τοῦ πάθους φλεγμαίνοντος καὶ λάβροι πυρετοὶ πολλάκις ἐπῄγιζον. κατά τινα οὖν ἡμέραν τὰς θύρας τοῦ κοιτῶνος ἐπιζυγώσας, ἄλλῳ μὲν οὐδενὶ τοῖς δὲ προκοίτοις ἐκφήνας τὸ ἀπόρρητον, σιδήρια πυρακτωθέντα τοῖς
5σκέλεσιν ἐπιτίθησι καὶ εἰς βάθος τὸν καυτῆρα ἐπαγαγὼν τὰ μὲν πρῶτα φιλοσοφῶν τὰς ὀδύνας πρὸς τὰς καύσεις τῶν ποδῶν ἀπεμάχετο μεθ’ ὕβρεών τε τοὺς ἰατροὺς ἀπεπέμπετο, περὶ μόνα τὰ καθάρσια τούτους λέγων ἀεὶ στρέφεσθαι καὶ μηδέν τι πλέον τῶν κενωσίμων εἰδέναι καὶ μετ‐ ιέναι τοῖς κάμνουσιν ἴαμα. τὰ δ’ ἐφεξῆς φλεγμοναὶ τῶν καυτηριῶν καὶ
10περιωδυνίαι τῶν πρώην δριμύτεραι, οἱ ἰατροὶ ἐπὶ τούτοις εἰσκεκλημένοι, οὐχ ὁ μὲν ὁ δ’ οὔ, ἀλλὰ πάντες κοινῶς, πρὸς δὲ τούτοις καὶ δέος ὑποθρᾶτ‐ τον τὸ αἷμα, μή πως τὸ τῆς ὕλης μεθιστάμενον, τῆς περὶ τοὺς πόδας καθόδου ἀνακοπέν, εἴς τι καίριον ἐνσκήψῃ μέρος τοῦ σώματος καὶ αὐτὸν μὲν παρασύρῃ τοῦ ζῆν αἰφνηδόν, ἡ δ’ ἀρχὴ μεταπεσεῖται παρὰ δόξαν
15πρὸς ἕτερον. Οἱ μὲν οὖν τῶν σωμάτων θεραπευτῆρες φαρμακεύειν αὐτὸν ἐγνώκε‐ σαν· οὕτω γὰρ ἂν τὸ τῆς ὕλης κινούμενόν τε ἅμα καὶ πλεονάζον γαλη‐ νιάσειε ταῖς κενώσεσι. καὶ ἦν τὰ φάρμακα ἦμαρ παρ’ ἦμαρ σχεδὸν κεραννύμενα, καὶ τὸ ἀνύσιμον αὐτοῖς ἐφωμάρτει. ἡ δὲ βασιλὶς Εὐφροσύνη
20ἐφρόντιζε μὲν καὶ τῆς ὑγείας, ὡς εἰκός, τοῦ εὐνέτου, ἐσκέπτετο δὲ πλέον μετὰ τῶν συνήθων καὶ οἷς τὰ κρυφιώδη τῶν φαντασμάτων προσανετίθει καὶ τοῦ στήθους ἀνεμήρυε τὰ ἀπόρρητα περὶ τοῦ παραληψομένου τὴν βασιλείαν, ὡς ἔσται τις αὐτῇ μὴ ἀνάρσιος μηδ’ ἀπεχθής, ἀλλ’ ἀσπάσιος. βασιλεῖ μὲν γὰρ οὐκ ἦν διάδοχος υἱὸς τῆς ἀρχῆς, δυάζουσαι δὲ θυγατέρες,
25καὶ αὗται τῶν συνεύνων πρὸ μικροῦ σπανιζόμεναι. ἡ μὲν γὰρ προφερεστέρα καθ’ ἡλικίαν Εἰρήνη θανάτῳ μαλακῷ δαμέντα τὸν σύλλεκτρον Ἀνδρόνι‐ κον τὸν Κοντοστέφανον ἀπεβάλετο, Ἄννα δὲ ἡ κατὰ τὴν γένεσιν ἐφεπο‐ μένη, τῷ δὲ κάλλει προτερεύουσα, Ἰσαακίῳ συνῴκει τῷ Κομνηνῷ, ὃς
κατὰ Μυσίαν ἐναπέθανε τοῖς δεσμοῖς, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις εἰρή‐497

Alex3,pt1

498

κειμεν. ἐπιλογαὶ τοίνυν καὶ ψηφηφορίαι τῶν ἀρξόντων ἄλλαι τε παρ’ ἄλλων ἐγίνοντο καὶ πᾶσαι πρὸς τὸ τῶν προβαλόντων ἐτελοῦντο χρή‐ σιμον, τοῦ δ’ ἀξίως βασιλεύσοντος Ῥωμαίων καὶ ὡς ἄριστα τὰ κοινὰ διακυβερνήσοντος πράγματα οὐδεὶς οὐδένα λόγος εἰσήρχετο· ὥστε ὑπὸ
5τῶν ἀβελτέρων καὶ νήπια ἔτι ἐν γάλαξιν ὄντα καὶ σπαργάνοις ἐνειλη‐ μένα πρὸς τὴν ἀρχὴν ἐπεκρίνετο. αὐτῶν μέντοι τῶν ἐν γένει καὶ πλούτῳ περιβλεπομένων ὁ μὲν πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης τῷ πρὸς μητρὸς ἀντεκάθητο θείῳ τῷ σεβαστοκράτορι Ἰωάννῃ, οὗτος δ’ αὖθις κατ’ αὐτοῦ ἀντωφθάλμει. οἱ δὲ τοῦ βασιλέως κασίγνητοι τρεῖς ὄντες
10καὶ τὰς κόρας πάντες ἐκκεκομμένοι παρ’ Ἀνδρονίκου, ἀλλὰ δὴ καὶ ὁ ἐπὶ τῇ ἀδελφῇ τούτων Εἰρήνῃ γαμβρὸς ὁ Καντακουζηνὸς Ἰωάννης, ἐξ ὀμμά‐ των καὶ αὐτὸς δεικνύμενος, παισὶ τοῖς ἑαυτῶν τὴν ἀρχὴν ἠνδρολόγουν. ἦσαν δ’ οἳ χθές τε καὶ πρώην διαμασσώμενοι τὰ δρυόκαρπα καὶ τὸν Ποντι‐ κὸν λάρδον ἐπὶ στόματος ἔτι φέροντες ἐπείρων καὶ ἤρων τῆς βασιλείας
15μάλα λαμπρῶς καὶ ὅλοις ἐς αὐτὴν περιέργοις ἐνητένιζον ὄμμασι, προαγω‐ γοῖς καὶ προμνήστορσι χρώμενοι ὁπόσοι τῶν ἀγοραίων ὤνιοι χρημάτων καὶ κοιλιόδουλοι, ὡς μακρῷ κάκιον τοῦ καθ’ ἕνα τὸ κοινῇ γινόμενον εἶναι ψήφισμα. Ὢ περίπυστον πρᾶγμα Ῥωμαίων ἀρχὴ καὶ πᾶσιν ἔθνεσι ζηλωτὸν
20καὶ προσκυνητὸν ἀξίωμα, οἵους ὑπήνεγκας βιαστάς· οἷοί σοι ἐπανέστη‐ σαν ὑβρισταί· οἷοί σοι ἐπεμάνησαν ἐρασταί· οἵους ἐνηγκαλίσω· οἵοις ὑπέθηκας ἑαυτὴν καὶ φιλοτήτων μετέδωκας ἐταινιώκεις τε τῷ στεφάνῳ καὶ περιέβαλες τὸ διάδημα καὶ τὸ φοινικόχροον περιέδησας πέδιλον. θυμαλγέστερά εἰσιν ὄντως τὰ σὰ οἷς πέπονθε Πηνελόπη παραλληλιζό‐
25μενα, καὶ κατ’ οὐδὲν ἀπέοικας βασιλείας γυναικὸς πανευδαίμονος, σεμνῆς τὸ κάλλος, εὐφυοῦς τὸ μέγεθος, εὐπρεποῦς τὴν ὄψιν, ἑαλωκυίας μέντοι
χερσὶν ἐραστῶν ἀναιδῶν μηδὲ τιμωμένων ὀβολοῦ παρ’ ἐχέφροσιν, οὔτε498

Alex3,pt1

499

μὴν ἐχόντων τὸ μεγαλοπρεπὲς αὐτῆς συνιδεῖν μηδ’ εὐλαβουμένων τὸ ὕψος μηδ’ ὑποστελλομένων τὸ εὐγενές, ἐνίοτε δὲ καὶ πρὸς ὕβριν περιελ‐ κόντων καὶ εἰς κοίτην ἀπαγόντων ἀθέμιτον. Αἲ αἲ τῆς αἰσχρουργίας, οἷα πέπονθας, οἷα τεθέασαι. ὄψις πόρνης
5ἐγένετό σοι χρῆμα περίπυστον καὶ πρᾶγμα περίδοξον. καὶ φροῦδον μέν σοι τὸ ἀπέριττον ἐκεῖνο κάλλος καὶ τὸ τοῦ τρόπου αἰδῆμον καὶ ἡ σώφρων καὶ προτέρα ἐγκρατὴς δίαιτα, περίεργον δὲ καὶ μετεγγραφὲν ἐντρίψεσι καὶ φαρμάκοις τὸ σὸν πρόσωπον, καὶ διεσκεύασαι πρὸς τρυφὴν καὶ πρὸς ἦθος ἀκόλαστον μετερρύθμισαι· οἱ γάρ σε βιασάμενοι τὴν πρώην ἀπε‐
10ριέργως καλὴν καὶ τὸ εἶδος ἀγαστὴν καὶ ἐπέραστον πρὸς τὸ ἑταιρικὸν μετεπλάσαντο σχῆμα. πότε ἀνανεύσεις τῆς ἀμόρφου ταύτης εὐμορφίας καὶ τοῦ δυσειδοῦς εἴδους καὶ τοῦ ἐπιποιήτου βλέμματος καὶ βαδίσματος; ἢ τίς ὁ ἐξάξων σε τῶν πρὸς βίαν τυραννικῶν τούτων περιπλοκῶν καὶ πρὸς τὴν πρώτην ἐπανάξων ἀκαπήλευτον διαγωγήν; ὡς νῦν γε καὶ τὸν
15οἶκτον εἰς γέλων μετενεγκεῖν κινδυνεύομεν, οἷς οὐ δεῖ συμφερομένην ὁρῶν‐ τες σε καὶ τὸ τῆς ἀσχημοσύνης χρόνιον φέρειν οὐκ ἔχοντες. ἀλλ’ εἶεν. Ὁ δὲ δὴ αὐτοκράτωρ μήπω καθαρῶς ἀνασφήλας τῆς νόσου μηδ’ ἐπὶ τῶν ποδῶν στῆναι δυνάμενος ἔξεισι καὶ ἄπεισι πρὸς τὰ Κύψελλα, ἐξαρτύσας ὅσα πρὸς πόλεμον ἄραρεν. αὐτοῦ δ’ ὄντος ἔτι ἐν καχεξίᾳ,
20Σκύθαι μετὰ μοίρας Βλάχων τὸν Ἴστρον διαβάντες τοῖς Θρᾳκικοῖς ἐπῄεσαν πολίσμασιν, ὁπόσα περὶ Μεσήνην καὶ Τζουρουλόν, καὶ τὰ ἔτι τούτων ἐχόμενα ἐξ ἐφόδου ἔκειρον κατ’ αὐτὴν τὴν ἐτήσιον μνήμην Γεωργίου τοῦ χριστομάρτυρος. Ἦν μὲν οὖν, ὡς ᾔδετο, τοῖς βαρβάροις σκέμμα καὶ σύνθημα πρὸς τῶν
25ἡγεμόνων τῆς ὁδοῦ δοθὲν ἐς τὸ Κουπέριον ἀφικέσθαι (τὸ δέ ἐστιν ἐκ γει‐
τόνων τῇ Τζουρουλῷ διακείμενον, ἔνθα ἤγετο τηνικαῦτα τῷ μάρτυρι499

Alex3,pt1

500

ἑορτὴ καὶ πανήγυρις συγκεκρότητο), ὀμίχλης δὲ περισπασθείσης ἕωθεν χαμαιφερῶς τὸ μὲν πολὺ τῶν βαρβάρων τῆς προκειμένης ἀπορραγὲν εἰς χωρία μετέρρευσεν ἕτερα μέχρι καὶ τοῦ παράλου Ῥαιδεστοῦ κατιόν, μοῖρα δέ τις αὐτῶν περὶ τὸ Κουπέριον ἐπενσκήψασα τῷ μὲν ναῷ καὶ ταῖς
5περὶ τὸ τέμενος ἑστίαις οὐδαμῶς προσέβαλε· τὸ γὰρ συνελθὸν πλῆθος ἐπὶ τῷ τὰ ὅσια τελέσαι τῷ μάρτυρι δρᾶσαί τι μᾶλλον φθάσαν ἢ παθεῖν ἀναμεῖναν κεκρικὸς δέον, ἁμάξας ἀγηοχὸς καὶ τὸν νεὼν περιφραγμῶσαν, κατὰ τὴν πρώτην εὐθὺς τῶν βαρβάρων ἐπέλευσιν τὰ ἐκεῖσε πεποίηκεν ἄβατα ἄλλως τε καὶ τοῖς Σκύθαις ἀπείρητα, τειχομαχεῖν τὰ ἐν κώμαις
10ἐκτρεπομένοις ἐς δεῦρο καὶ πόλεσιν ὀχυρώματα, ὡς οἷα πρὸς τὴν πρώτην ὁρμὴν κατὰ λαίλαπος κίνησιν ἀναρριπτόντων τὰ ἐν ποσὶ καὶ πρὸς ἤθη τὰ οἰκεῖα μεταχωρούντων. τοὺς δέ γε τοῦ νεὼ ἀφεμένους καὶ πρὸς τὸ πόλισμα τὴν Τζουρουλὸν ὡς ἔχον σῶσαι μεταχωρήσαντας πανδημεὶ ᾐχμαλώτευσαν, μὴ λαβέσθαι φθάσαντας τοῦ ἐρύματος.
15 Ἦσαν δ’ ἂν ἅπαντες τοῦ κακοῦ τῆς αἰχμαλωσίας ἀπείρατοι, εἰ μὴ ὁ κάκιστ’ ἀπολούμενος ῥακενδύτης, ὃς ἐκ τῆς Ἀντιγόνου μονῆς ἐκεῖσε ἀφίκετο τελωνήσων τὴν πανήγυριν, παρ’ οὐδὲν ἔθετο ὅσα ἦν ἐπιστείλας ὁ Βρανᾶς Θεόδωρος, ὃς τῶν ἐκεῖθι χωρῶν ἡγεμόνευεν, ἀπαγορεύοντα μὲν τὴν τῶν πολλῶν ἐς τὸ Κουπέριον συνδρομήν, τὴν δ’ ἐπιδρομὴν τῶν
20Σκυθῶν ἀπαγγέλλοντα καὶ προτιθέντα αἵρεσιν, ἢ κακῶν ἀπαθεῖς εἶναι τοὺς συνελθόντας τῶν ἐντελλομένων ἀκούσαντας ἢ τεθνάναι παρακού‐ σαντας. νῦν δὲ ὁ τοῖς ἐν κόσμῳ ἐπίπαν ἀποταξάμενος καὶ λαμπρῶς τῶν κάτω ἀπορραγείς, τὸ δὲ κατὰ Χριστὸν τριβώνιον ἐθελοντὴς ὑποδύς, δείσας μὴ χάλκεος στατὴρ αὐτὸν διαδράσειε τοῦ λεὼ διασπαρέντος, τὴν
25μὲν δέλτον τῷ κόλπῳ ἐνέβυσε καὶ ὡς ἐν σκότει τῇ μελανειμονίᾳ παρέ‐ πεμψε, τοῖς δ’ ἀγειρομένοις προύλεγεν, ὡς εἰ καὶ προφήτου ἦν περισσό‐ τερος ὁ τὰς ἐννοίας, ἔνθα τὸ κέρδος, ἐμπορικὸς καὶ δριμύτατος, ὡς οὐδέν τι πείσονται ἀηδὲς καὶ ὁποῖον αἱ φῆμαι τὰ πολλὰ τὴν ἀλήθειαν τυραν‐
νοῦσαι μὴ διακριδὸν καταγγέλλουσι.500

Alex3,pt1

501

Καὶ οὕτω μὲν οἱ Σκύθαι λείαν πολλὴν ἐλάσαντες ἀνεζεύγνυον, ὁ δὲ τὴν Βιζύην φυλάσσων Ῥωμαϊκὸς στρατός, μαθὼν ἐπανιέναι τοὺς Σκύθας, τὴν ἐπ’ αὐτοὺς ἐτράπετο. ἐπεὶ δὲ καὶ ξυνέβαλον ἀμφότερα τὰ στρατεύ‐ ματα, κρατεῖ τὸ ἡμέτερον φόνος τε καὶ τροπὴ γίνεται τῶν Σκυθῶν καὶ τὸ
5τῆς αἰχμαλωσίας πλεῖστον ἀνίεται, καὶ τοῦτ’ ἐπὶ βραχύ· ἡ γὰρ σύμ‐ φυτος καὶ μανιώδης κἀπὶ τοῖς μηδαμῶς καθήκουσιν ἀμετάβλητος Ῥω‐ μαίων λίχνευσις τὴν νίκην διέφθειρεν. ὅλοι γὰρ τοῦ ἀφαρπάζειν καὶ με‐ ταφέρειν γενόμενοι ἅπερ ἦγον οἱ Σκύθαι τὰς Ῥωμαϊκὰς κώμας πορθήσαν‐ τες τὸ ἀπιὸν καὶ δραπετεῦον ἤδη πολέμιον ἐπέστρεψαν καθ’ ἑαυτῶν καὶ
10παλίωξιν ἐντεῦθεν εἰργάσαντο.501

Alex3,pt2

502

(1t)

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ
2tΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΑΛΕΞΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ
3 Καὶ τῇδε μὲν καὶ ταῦτα συμβέβηκε· βασιλεὺς δ’ ἀπάρας ἐκ τῶν Κυψέλ‐ λων τῇ Θεσσαλονίκῃ ἐφίσταται, κἀκεῖθεν ἀναστὰς κατὰ τοῦ Χρύσου
5ὁρμᾷ. οὗτος γὰρ τὴν Στρούμμιτζαν ἰδιωσάμενος καὶ φρούριόν τι ἀπο‐ λαβὼν λεγόμενον Πρόσακον εἰς τυραννεῖον ἑαυτῷ κατεσκεύασε, κρατύνας παντοίως τὸ ἔρυμα, ὅπερ ἡ μὲν φύσις ἀρχῆθεν φιλοτίμως ἐξεῦρέ τε καὶ ἀνέδωκε· πέτραι γάρ εἰσιν ἀπορρῶγες δισχιδεῖς, συνεπτυγμέναι ἀλλή‐ λαις, μία δ’ ἐς αὐτάς ἐστιν ἄνοδος στενὴ καὶ βίαιος καὶ ἀμφίκρημνος, ἡ δὲ
10λοιπὴ περίμετρος τῶν πετρῶν αἰγίλιψ ἅπασα καὶ ἀπρόσβατος, καὶ πο‐ ταμὸς βαθυδίνης ὁ Ἀξειὸς ἀμφιπερικλώμενος ἐπιτειχίζει ταύτας παρα‐ λογώτερον· ἐλθοῦσα δ’ ἐς ὕστερον ἡ τέχνη ἀνθαμιλλήτρια τῇ φύσει ἀναλώτους αὐτὰς μικροῦ ἐτεκτήνατο· τείχει γὰρ ἀρραγεῖ διειληφυῖα κατὰ τὴν ἐνδοθεῖσαν ἄνοδον ὑπερφυὲς τετέλεκεν ὁρμητήριον.
15 Ἀλλὰ τὸ τοιοῦτον ἔρυμα τὸν Πρόσακον Ῥωμαῖοι μὲν πάλαι παρεῖ‐ δον, Βουλγάρων ἀφροντιστοῦντες, καὶ κατέλιπον ἔρημον, ὁ δὲ Χρύσος ἐπιποιήσας εἶχε κατὰ Ῥωμαίων ἀπρόσμαχον οἰκητήριον, πᾶν ὅτιπερ
ὅπλοις τρόφιμον ἐγγενὲς ἐκεῖσε συνηλικὼς ἀφετήριά τε ὄργανα περιστή‐502

Alex3,pt2

503

σας καὶ τὰ πρὸς τὸ ζῆν ἐνθέμενος ἄφθονα, ποίμνιά τε καὶ βουκόλια κατ’ ἀγέλας ταῖς ἀκρωνυχίαις ἀνεὶς νέμεσθαι· οὐ γὰρ εὐπερίληπτος ἡ τοῦ φρουρίου τοῦδε περίοδος, ἀλλ’ ἐς ὅτι πλεῖστον εὐρύνεται καὶ μηκύνεται καὶ ἄλσεσιν ἐξ ὄμβρων κομᾷ καὶ χωρίοις δρυμώδεσι βέβριθεν, ἑνὸς δέ τινος
5καλοῦ, καὶ τούτου ἀπαραιτήτου μάλιστα καὶ κρατίστου τὸ φρούριον στέρεται· οὐδὲ γὰρ βραχεῖά τις ὕδατος λιβὰς ἐκεῖ που ἐκδίδωσιν οὐδὲ φρεάτιά εἰσιν ὀρυκτά, ἀλλὰ δεῖ ἐς τὸν ποταμὸν κατιέναι καὶ ὑδρίοις ἀρύ‐ σασθαι τὸ ποτόν. τοιούτου τοίνυν ἐρύματος ἐγκρατὴς ὁ Χρύσος γενό‐ μενος πρὸς οὐδὲν ὅτι κατ’ αὐτοῦ βασιλεὺς ἔπεισιν ἐτετάρακτο, ἀλλ’ ὡς
10ἀντιταξόμενος ἡτοιμάσατο. Τοῖς μὲν οὖν ἐν πείρᾳ πολέμων Ῥωμαίοις, εἴ τις που τέως καὶ ὑπολέ‐ λειπτο, καὶ οἷς ἡ τῶν ἐκεῖσε θέσις χωρῶν οὐδαμῶς ἠγνόητο δέον ἐκρίνετο καὶ τῷ βασιλεῖ συνεβούλευον παραλλάξαι μὲν τὸν Πρόσακον, μετελθεῖν δὲ τὰ λοιπὰ πολίσματα καὶ τὰς κώμας, ὁπόσαι κατήκοοι Χρύσῳ γεγόνα‐
15σι, μετὰ δὲ τὴν τούτων χείρωσιν τῷ Προσάκῳ παρεμβαλεῖν· οὕτω γὰρ ἐσεῖσθαι καὶ τὸ στράτευμα εὐθαρσέστερον τὰ εὐχείρωτα καταστρεψά‐ μενον πρότερον καὶ λείαν ἐκεῖθεν περιβαλόμενον, καὶ αὐτὸν δὲ τὸν Χρύ‐ σον τῇ βίᾳ τῶν πραγμάτων ἀγχόμενον μεταβουλεύσασθαί τι χρηστότε‐ ρον, ἐνδόντα τοῦ ἄγαν ἢ καὶ ἀπογνόντα τῶν καθ’ αὑτόν. τὸ δέ γε κατὰ
20τὴν πρώτην ὁρμὴν τοῖς ἀπροσμάχοις εὐθὺς προσβαλεῖν καὶ πρὸς ὄρη διαμιλλᾶσθαι ἀπότομα, μὴ καὶ εἶναι μάταιον ἔλεγον, καὶ ἄλλως ἱδρῶτας ὁρᾶν αἱματόεντας καὶ προκείμενον πόνον πολὺν καὶ φαντάζεσθαι κόρσας ἀναύχενας τῶν μαχουμένων ἀνδρῶν. Καὶ οἱ μὲν ταῦτα παρῄνουν. ἀντέστησαν δὲ γενναιότερον οἱ μὴ
25ἐνόρχαι τοῦ βασιλέως πρόκοιτοι, ὧν ἐπρωτίστευεν ὁ Οἰναιώτης Γεώρ‐ γιος, καὶ τὰ ἐπὶ τῆς θεραπείας λειογένεια μειράκια. οὗτοι γὰρ περιστάν‐ τες τὸν βασιλέα παλαιοὶ καὶ πανδέξιοι ἔπεισαν ἐς τὸν Πρόσακον εὐθυώ‐
ρως ἄγειν τὴν στρατιάν, καὶ κατ’ αὐτοῦ τοῦ Χρύσου ἀντία τὰ ὅπλα φέρειν503

Alex3,pt2

504

καὶ τὸ δόρυ διαγκωνίζεσθαι, ὡς „εἰ οὗτος ἁλώσεται, οὐκ ἔστιν ὅστις ἐς τὸ ἑξῆς ἀντιστήσεται. καὶ ἄλλως δὲ τί τὸ προσιστάμενον μὴ κατὰ τοῦ καιρίου μέρους αὐτίκα χωρεῖν, ἀλλ’ ἐκ περιόδων καὶ κύκλων μετέρχεσθαι τὸ πολέμιον; πρὸς δὲ τούτοις τίς ἂν καὶ ἀνέξεται ὅλως ταῖς βαρβαρικαῖς
5ταύταις καὶ ἀχαριτώτοις χώραις διατρίβειν ἐπὶ πολὺ δι’ οὐδὲν ἢ μικρὸν ὄφελος, τῆς σικύων καὶ τῶν πεπόνων ὥρας ἐφισταμένης καὶ τῶν ἄλλων περκαζόντων ὡραίων τῆς γῆς, οἷς ὑπερβέβριθε Προποντὶς ὅσα καὶ παράδεισος χειρὶ θεοῦ φυτευθείς. εἴθε ὑπὸ πλάκα Ῥηγίου γενοίμεθα καὶ Ἀφάμειαν θεασαίμεθα, ὅπως προσείποιμεν τὴν ἱερὰν Κωνσταντινού‐
10πολιν κἀκεῖθεν ἐς τὰ πρὸ τοῦ Πόντου τρυφερὰ χωρία προσαναπλεύσαι‐ μεν, ἔνθα πραεῖά τις αὔρα βόρειος καὶ ζωογόνος προσβάλλει διὰ παντός, καὶ ἰχθύες νεαλεῖς περισκαίρουσι καὶ δελφῖνες ἥδιστον ἀναθρώσκουσι, λουτρῶν τε χάριτες διαγελῶσιν ἁπανταχῇ καὶ ἀργύρεα πλανώμενα ὕδατα τὸν θεατὴν διαχέουσι, καὶ τὰς ἀκοὰς τῶν δεῦρο κἀκεῖσε περιφοι‐
15τώντων ἑστιῶσι κατακηλοῦσαι κωτίλλουσαι χελιδόνες καὶ μελεάζουσαι ἀηδόνες καὶ πᾶν ἕτερον ἄλλῃ καὶ ἄλλῃ τρύζον ἐν ταῖς λόχμαις καὶ τιτυ‐ βίζον μουσικὸν πτερόν“. Ὅλῳ τοίνυν ῥυτῆρι πρὸς τὸν Πρόσακον φέρεται βασιλεύς, εἴπερ ἐς ἴσον αὐτῷ κατέστη τῇ θέᾳ ὁ λόγος. ὅθεν τινὰ μὲν ἐρύματα πάρεργον
20ὁδοῦ κατεστράφησαν θημωνίαι τε καρπῶν καὶ λήϊα πυροφόρα κατῃθαλώ‐ θησαν καὶ παρὰ Περσῶν ἑάλωσαν Βλάχοι δορύκτητοι, οὓς ὁ τῆς πόλεως Ἀγκύρας σατράπης ἐπικούρους ἀπέσταλκε βασιλεῖ· ὅτε καὶ τὸ μὲν περὶ τὴν ὀρθόδοξον πίστιν ὑγιὲς καὶ θερμότερον τὸν βασιλέα Ἀλέξιον ἐξελι‐ πάρησε μὴ συγχωρῆσαι ὅλως τοῖς Τούρκοις οἴκαδε ἀνθρώπους μετε‐
25νεγκεῖν θεόν, ὃν ἡμεῖς πρεσβεύομεν, σεβομένους, ἵνα μὴ τὴν πίστιν ἄκον‐ τες μεταθέμενοι τὸ θεῖον κατὰ τῶν ἐκδόντων ἐκμήνωσιν, ἀλλὰ τὸ μὲν Βλαχικὸν αἰχμάλωτον ἐς οἰκετικὸν ἀποδοθῆναι Ῥωμαίοις, αὐτοὺς δὲ τοὺς χειρωσαμένους Πέρσας φιλοφρονηθῆναι δεξιώσεσιν ἑτέραις βασιλι‐
καῖς· ὁ δὲ οὐδ’ ὅλως τοῖς λεγομένοις ἐπένευσεν.504

Alex3,pt2

505

Ἐπεὶ δὲ καὶ ἐς αὐτὸν ἐφθάκει τὸν Πρόσακον, βαλὼν ἐκεῖ που στρατή‐ γιον ἔγνω τοῦ φρουρίου αὐτίκα πειράσασθαι. καὶ ἦν ἔργα πρὸς Ῥω‐ μαίων τηνικαῦτα τελούμενα κατιδεῖν γέρατος καὶ θαύματος ἄξια· ὑπὲρ γὰρ ἐλπίδας διηγωνίσαντο. οἱ μὲν γὰρ θυρεοῖς καὶ γυμνοῖς φραξάμενοι
5ξίφεσιν, οἱ δὲ τόξα καὶ βέλη φέροντες περὶ τὰ ἀνάντη τοῦ φρουρίου ἀνερ‐ ριχῶντο γεώλοφα καὶ τοῖς ἀπὸ τειχῶν καὶ τῆς ἄκρας μαχομένοις ἐπεγχρί‐ πτοντες ἔβαλλον. ἀμέλει καὶ μετὰ κάματον καὶ φόνον πολὺν ἐξέκρουσαν τοὺς βαρβάρους τοῦ προτειχίσματος, ὅπερ προφύλαγμα τῶν ἐκεῖσε πυλῶν ἐπῳκοδόμητο νεωστί. ἦσαν δ’ οἳ καὶ διὰ τῶν κρημνωδῶν ἀνιμώμενοι
10ἀνόδων ἠκροβάτουν ὡς αἴγαγροι, πειρώμενοι γενέσθαι εἴσω τειχῶν καὶ πρὸς αὐτὴν τὴν ἄκραν ἀναδραμεῖν. Ἀλλ’ ὅτε τι διανύσαι ἔργον ᾠήθησαν σωτήριόν τε ἅμα καὶ κάλλιστον τοὺς ἐπὶ τῶν τειχῶν ἀμυνομένους τρεψάμενοι καὶ εἴσω ἐγκλείσαντες, τότε εἰκαίως διαπονούμενοι ἔγνωσαν· αἰτήσαντες γὰρ σκαπάνας εἰς τὴν τῶν
15περιβόλων καθαίρεσιν οὐδένα εἶχον τὸ αἰτηθὲν ὅπλον προσάγον‐ τα. ἐπιμένοντες δὲ καὶ οὕτω τῷ μόχθῳ καὶ κατὰ τῶν ἐπὶ τῶν βασιλι‐ κῶν ὅπλων ἀγανακτοῦντες, χερσί τε καὶ ξίφεσιν ὡς ἀμάλαις χρώμενοι, τοὺς λίθους ἀπέσπων τῆς ἁρμογῆς καὶ τὰ θωράκια καθῄρουν ἀναθορνύ‐ μενοι. σχολαίτερον δὲ τοῦ ἔργου προβαίνοντος καὶ αὐτῶν προσπασχόν‐
20των κακῶς ἐκ τῶν ἐπικειμένων ἄνωθεν ἀντιπάλων, ὀψὲ καὶ βραδέως ὁ τοῖς ὅπλοις ἐφεστὼς θλαδίας ἀφίκετο σκαπάνας κομίζων εἰς ἕνα ὁρμαθὸν διὰ μηρίνθου συμβεβλημένας. δέον οὖν αὐτίκα καταποντισθῆναι τὸν ἐπίρρητον ἢ γοῦν δυσφόρως καὶ χαλεπῶς ὑπενεγκεῖν τὸ πραχθὲν εἰς βραχεῖαν ἀναψυχὴν τῶν μάχῃ καὶ δίψει καὶ πνίγει κακουχουμένων διὰ
25τὸν ἐξ ἡλίου καύσωνα, ὁ δὲ μόνῃ ἐπιπλήξει, καὶ ταύτῃ ἀκκισμῷ μετεχού‐505

Alex3,pt2

506

σῃ, καὶ τῇ περιψοφήσει τῶν χειλέων τὸν ἀγανακτοῦντα ὑποκρινάμενος κατέβαλεν οὕτω τὰ τῶν γενναίων ἐκείνων ἀνδρῶν φρονήματα. ἐπὶ δὲ τούτῳ καὶ κλίμακας αἰτησάμενοι, ὅπως δι’ αὐτῶν ἐς τὰ ἄνω γένωνται τῶν τειχῶν, οὐδὲ τούτων αὐτίκα ηὐμοίρησαν. ὅθεν μὴ ἐπ’ ἀνηνύτοις
5εἰσέτι μογεῖν ἀνεχόμενοι μετέβησαν ἐκεῖθεν οὐχ ἑκοντί. Ἐκ τοῦ ἀναμφιλέκτου δ’ ἄν, ὡς οἱ τειχομαχούμενοι Βλάχοι διετεί‐ νοντο ὕστερον, ἑάλω τὸ φρούριον καὶ ὁ Χρύσος συνείληπτο καὶ Ῥω‐ μαίοις εὔφημον τὸ ἔργον τόδε γεγένητο καὶ πολλῶν ἐσέπειτα καμάτων ἀναίρεσις, εἰ τὰ πρὸς καθαίρεσιν τοῦ τείχους ὄργανα προητοίμαστο καὶ
10τοῖς κατὰ καιρὸν αἰτουμένοις παρείχετο· νῦν δὲ ἡ τῶν καθηκόντων ἀμέ‐ λεια ἢ καὶ θεὸς αὐτὸς (ἀλλ’ ἡμῖν ἱλήκοι θεός, εἰ ἐμπλήκτως τοῖς αὐτοῦ ἐπιβάλλομεν κρίμασι) μὴ ἐν τοῖς τότε ἀνθρώποις ἐπευδοκῶν προσέστη τοῖς ἀγωνίσμασι. Καὶ κατ’ ἐκείνην μὲν τὴν ἡμέραν οὕτω Ῥωμαῖοι διημιλλήθησάν τε
15καὶ διελύθησαν· τὴν δ’ ἐπιοῦσαν πρὸς δευτέραν αὖθις ἐξῄεσαν συμπλο‐ κήν, εὗρον δὲ μετὰ φρονήματος καὶ κόμπου τὸ ἀνθιστάμενον ἁμιλλώμενον διὰ τὰ ξυνενεχθέντα χθιζά. ἀλλὰ καὶ τὰ πετροβόλα μηχανήματα, οἷς ἐχρῶντο οἱ βάρβαροι, ἀνῄρουν οὐχὶ βραχεῖς, ἐπιτυχῶς καὶ ἀφ’ ὕψους τοὺς λίθους διακοντίζοντα· ἦν γὰρ καὶ ὁ ταῖς τῶν πετρῶν ἀφέσεσιν ἐφεστὼς
20καὶ τὸν λύγον περιάγων καὶ τὴν σφενδόνην διατιθεὶς ἐν μηχανουργοῖς ἄριστος, Ῥωμαίοις μὲν ἐπὶ μισθῷ τὰ πρῶτα ὑπηρετούμενος, τότε δὲ πρὸς Χρύσον ἀπονοστήσας ἐκ τοῦ μὴ ἔχειν τὸν μισθὸν χορηγούμενον.
οὐ μόνον δὲ οἱ ἐκ τῶν ἀφετηρίων ἀποσφενδονούμενοι σφαιρωτοὶ λίθοι506

Alex3,pt2

507

κακῶς ἐτίθουν τὸ στράτευμα, ἀλλὰ καὶ οἱ κατὰ πρανοῦς ἐπικυλιόμενοι ἄνωθεν. ἐν πολλοῖς δὲ καὶ τὰ μὴ ἐφικνούμενα σωμάτων ἐκ τῶν μηχανῶν χερμάδια εἰς θάνατον κατῆγον οἷς προσεπέλαζον· ταῖς γὰρ ἀνεστη‐ κυίαις πέτραις προσαρασσόμενα, εἶτα τῇ τοῦ ἀφεικότος βέλους σφοδρό‐
5τητι πρὸς πλεῖστα διαιρούμενα τμήματα, τῇδέ τε κἀκεῖσε διακριδὸν σκεδαννύμενα θανατηφόρον ἦσαν κακόν. Καὶ νυκτὸς δὲ λάθρᾳ τοῦ ἐρύματος ἐξιόντες οἱ βάρβαροι τάς τε μηχανὰς διέλυσαν, ἃς ἐπὶ τῶν ἐκεῖσε γηλόφων ἔστησαν οἱ Ῥωμαῖοι, καὶ τὸ νυκτοφυλακοῦν διαθροήσαντες στράτευμα τῇ τοῦ πρωτοβεστιαρίου
10Ἰωάννου σκηνῇ φεῦγον ἐπικατέλαβον, ὡς καὶ τοῦτον θορυβηθέντα ἐξαναστῆναί τε αὐτίκα τοῦ λέχους, ὡς εἶχε καταδαρθάνων, καὶ δρασμῷ χρήσασθαι ὠρακιῶντα καὶ ὑπὸ δέους παλλόμενον. ἀμέλει καὶ τὰ ἐν τῇ σκηνῇ διελόμενοι, ἐν οἷς ἦν καὶ τὰ βατράχεια τὸ χρῶμα πέδιλα τοῦ πρω‐ τοβεστιαρίου, ὅλην ἐκείνην τὴν νύκτα ἐν μωκείᾳ καὶ γέλωτι τὰ Ῥωμαίων
15ἐτίθεσαν πράγματα. ἐπὶ δὲ καὶ οἴνων δοχεῖα τυμπανοειδῆ ἐκ λύγων καὶ διάκενα διαχαλῶντες ἄνωθεν ἐξίστων τῷ δούπῳ τὸ στράτευμα, μὴ εἰδὸς ὡς ἐν σκότει τὸ γινόμενον. Ταύτῃ τοι καὶ βασιλεὺς τὰ κατὰ σκοπὸν οὐχ ὁρῶν περαινόμενα, ἄλ‐ λως τε μηδὲ χρονοτριβεῖν ἐκεῖσε προθέμενος, ἐς ξυμβάσεις τρέπεται. τοῦ
20τε οὖν Προσάκου καὶ τῆς Στρουμμίτζης καὶ τῶν χωρῶν τῶν πέριξ Χρύσῳ ἐξίσταται καὶ μίαν τῶν ἐκ τοῦ γένους συνευνάσαι οἱ συντίθεται, μὴ γυναι‐ κὸς σπανίζοντι. ἀμέλει καὶ εἰσιὼν τὸ Βυζάντιον τὴν τοῦ πρωτοστράτο‐ ρος θυγατέρα τοῦ συνοικοῦντος ἀπέζευξε καὶ τῷ Χρύσῳ ταύτην ἐκ‐ πέπομφε, νυμφαγωγὸν ἀναδείξας τὸν σεβαστὸν Κωνσταντῖνον τὸν
25Ῥαδηνόν. τελεσθέντων δὲ τῶν νυμφευμάτων καὶ τῆς γαμηλίου δαιτὸς παρατεθείσης, ὁ μὲν Χρύσος ἐζωροπότει καὶ ἤσθιε τενθευόμενος, ἡ δὲ γυνὴ τὸν τῶν νεονύμφων αἰδουμένη νόμον ἐγκρατῶς εἶχε τῶν παρα‐
κειμένων. ἐπιταχθεῖσα δὲ πρὸς τοῦ νυμφίου συμμετέχειν ἐκείνῳ βρώσεως507

Alex3,pt2

508

καὶ μὴ οὕτως αὐτίκα δράσασα εἰς ὀργὴν ἐκμαίνει τὸν ἄνδρα. ἀμέλει καὶ πλεῖστα καθ’ ἑαυτὸν ὑποβαρβαρίσας καὶ θυμομαχήσας ἐφ’ ἱκανὸν μεθ’ ὑπεροψίας ἔφησεν ὕστερον „μὴ φάγῃς μηδὲ πίῃσ“ Ἑλληνίδι φωνῇ. Τότε δὲ καὶ Σκυθῶν ἔφοδος γεγένητο μεγίστη τε καὶ φρικαλεωτέρα
5τῶν πρότερον· εἰς γὰρ τέσσαρα διαιρεθέντες στρατόπεδα πᾶσαν τὴν Μακεδονίαν ἐπῆλθον, ἀποπειρασάμενοι καὶ πόλεων εὐτειχίστων καὶ κορυφὰς ἐπανιόντες ὀρῶν, ὥστε καὶ τὸ Γάνος τὸ ὄρος διερευνησάμενοι πολλὰ φροντιστήρια ἐσκύλευσαν καὶ μονάζοντας ἀπέκτειναν, μηδενὸς ἐς χεῖρας τολμῶντος ἰέναι διὰ δέος, ὅτι καὶ μετ’ ἐλαττόνων ἔμελλον πρὸς
10πλείους συμπλέκεσθαι καὶ διὰ τοῦτο τῆς ἑαυτῶν ὑπερορᾶν οὐκ εἶχον ψυχῆς. Ὁ δὲ βασιλεὺς τὰς θυγατέρας ὁρῶν ὀργάδας ἐπὶ λέχος δεύτερον διὰ νεότητα καὶ ὥραν σώματος ἐφυλοκρίνει τοὺς συζευξομένους αὖθις αὐταῖς, ὥστε καὶ δυνάστας ἐθνῶν ἐξελέγετο τὰ τῶν Χριστιανῶν πρεσβεύοντας,
15οὓς ὡς πολεμίους ἦν δεδιώς. ὀψὲ δὲ τῶν τοιούτων σκεμμάτων μεθαρ‐ μοσθεὶς Ῥωμαίοις αὐτὰς ἐκδέδωκε, τὴν μὲν Εἰρήνην συνάψας τῷ Παλαιολό‐ γῳ Ἀλεξίῳ, διαζευχθέντι πρότερον ἥτις ἐννόμως αὐτῷ ἐγινώσκετο ὥρας καὶ γένους εὖ ἔχουσα, τὴν δ’ Ἄνναν συνηρμόκει Θεοδώρῳ τῷ Λάσκαρι, νεανίᾳ τολμητίᾳ καὶ ῥαγδαίῳ πρὸς ἔργα πολέμια.
20 Ἦν δ’ ὁ καιρός, καθ’ ὃν αὗται γεγόνασιν αἱ συνάφειαι, ἐγγίζων ταῖς ἀπόκρεω, καὶ τοῦ κηδεστοῦ βασιλέως οὔκουν ἐνσχολάσαι προθεμένου σταδιοδρόμων ἵππων ἁμίλλαις, οἱ νεόγαμοι ἐνέκειντο θέατρα ἐξαιτούμε‐ νοι. διαιτῶν τοίνυν ὁ βασιλεὺς ἑαυτῷ τε καὶ τοῖς γαμβροῖς εἰς μὲν τὸ μέγα παλάτιον οὐδαμῶς ἀφικνεῖται, οὔτε μὴν ἐσάνεισι τὸ στάδιον, τὰς
25δ’ ἱππικὰς ἄντυγας ἐς τὸ ἐν Βλαχέρναις ἀρχεῖον προστάξας ἐνεχθῆναι σχεδιάζει θέατρον. καὶ δὴ αἱ μὲν φῦσαι τῶν πολυαύλων ὀργάνων κατὰ τὴν ἐκεῖσε αὔλειον εἰς καμπτῆρας διατίθενται, εἰς δ’ ἔπαρχον τῆς βασιλί‐ δος διασχηματίζεται πόλεως ἐκτομίας τις· τὸ δὲ ὄνομα ἑκὼν παραδρά‐ μοιμι, πλούτῳ δ’ ἦν οὗτος περιβριθὴς καὶ μεγίστας χειρίζων ἀρχὰς καὶ
30τοῖς περὶ τὴν βασίλειον αὐλὴν ἐγγραφόμενος. πλεγμάτιον τοίνυν ἐκ λύγων συγκείμενον, ὅ φησιν ἡ δημώδης φράσις ὄνον ξύλινον, χρυσοπά‐
στῳ σάγῳ ζῳωτῷ ἐς τὸ διαμπερὲς σκεπόμενον διαζωσάμενος τὸ σχέδιον508

Alex3,pt2

509

ἐκεῖνο θέατρον εἴσεισιν, ὅτε καὶ ἦν τὸν αὐτὸν ὁρᾶν καὶ ὡς ἀναβάτην μεγα‐ λοπρεπευόμενον καὶ ὡς ἵππον εὐήνια προποδίζοντά τε καὶ χρεμετίζοντα· μετὰ βραχὺ δὲ κατὰ τοὺς πάλαι τῶν δραμάτων ὑποκριτὰς τὸν ἔφιππον ἀποδυσάμενος ἔπαρχον τὸν μαππάριον ὑποκρίνεται. ἦσαν δὲ οἱ τὸν
5γυμνικὸν ὑποδύντες ἀγῶνα οὐ τῶν ἐξ ἀγορᾶς καὶ τριόδων τινές, ἀλλ’ εὐπατρίδαι νεανίαι, πρώτως φύοντες γένειον. ἐθεᾶτο γοῦν τὰ σκηνικὰ ταῦτα καὶ γελοιώδη παίγνια ὁ βασιλεὺς καὶ ἡ βασιλὶς καὶ ὅσον αὐτοῖς τοῦ γένους ἐπίσημον καὶ τὸ τῆς θεραπείας εὐπαρρησίαστον· τοῖς δ’ ἄλ‐ λοις πᾶσα πάροδος ἐπικέκλειστο. ἐπεὶ δ’ ἐφειστήκει καιρός, καθ’ ὃν ἔδει πρὸς
10τὸ τρέχειν γενέσθαι τοὺς τὸν γυμνικὸν ἐκτελέσοντας δίαυλον, ὁ μὲν ὑποδὺς τὸν μαππάριον εὐνοῦχος, τὴν μέσην εἰληχὼς χώραν, εἰς βραχίονας τὰς χεῖρας ἀνεκάλυψε καὶ τὸ καταντυγῶδες ἀργύρεον κάλυμμα τῇ κεφαλῇ περιθέμενος ἐκ τρίτου ἦν εἰς τὸ θέειν τὰ μειράκια προσκαλούμενος· ἑστὼς δέ τις ἐξόπισθεν νεανίσκος εὐγενής, ἀξιώματι λαμπρῷ περίβλεπτος,
15τοσαυτάκις αὐτὸν τοῦ ποδὸς τῷ πλατεῖ κατὰ τῶν πυγῶν καὶ τῶν γλου‐ τῶν ἔτυπτεν εἰς ἐξάκουστον, ὁσάκις συνιζάνων ἐκεῖνος τὸ τοῦ δρόμου παρ‐ είχετο σύνθημα. Ἀλλ’ οὔπω ἀκριβῶς διηγώνιστο τὰ μειρακιώδη ταῦτα ἀθύρματα, καὶ οἰκτρά τις ἀγγελία τὴν ἐν τούτοις διαδέχεται χαρμονήν. ἡ δὲ ἦν τὸ
20ἀποστῆναι τὸν Ἰβαγκὸν κατὰ Φιλιππούπολιν. ὡς γὰρ ἄνωθεν εἴπο‐ μεν, μετονομασθεὶς ὅδε Ἀλέξιος καὶ γαμβρὸς ἐπὶ θυγατρόπαιδι τῷ βασιλεῖ γεγονὼς καὶ πλείω τῆς δεούσης ἰσχὺν ὑποδὺς στρατηγεῖν εἰλήφει καὶ προεστάναι τῶν τάξεων, αἳ τοῖς ὁμογενέσιν αὐτῷ Βλάχοις περὶ τὴν Φιλ‐ ίππου ἐπαρχίαν ἀντεκάθηντό τε καὶ ἀντεφέροντο. ἀμέλει καὶ τῶν
25ἐκεῖσε χωρῶν φανεὶς κύριος ἦγέ τε τὰ πάντα καὶ ἔφερεν, ἀγχίστροφος ὢν καὶ δραστήριος πρὸς ἅπαν σύνδρομον ἔργον τοῖς ἐν τῇ ψυχῇ κινήμασι καὶ βουλεύμασιν. ἤσκει τε εἰς πόλεμον τὸ περὶ αὐτὸν ὁμόφυλον, δωρεαῖς πιαίνων καὶ ὁπλισμοῖς κρατύνων, καὶ φρουρίων ἐρυμνῶν ἀνεγέρσεσι τὰ
ἀντικείμενα τῷ Αἵμῳ ὄρη ἀνεπιχείρητα μικροῦ ἀπειργάζετο.509

Alex3,pt2

510

Βασιλεὺς μὲν οὖν ἐπῄνει ταῦτα μανθάνων καὶ δι’ αἰδοῦς ἐτίθετο τὸν Ἀλέξιον, πολλαῖς καὶ μεγίσταις φιλοφρονούμενος αὐτὸν δωρεαῖς, ἡδέως τε αὐτοῦ ἤκουε καὶ τὰς αἰτήσεις ἐξεπέραινε ῥᾴδιον. τὰ δὲ παρὰ τοῦ ἀνδρὸς τοῦδε πραττόμενα οἱ περὶ τὸν βασιλέα συνορῶντες καλὰ μὲν
5ἀπεφαίνοντο εἶναι καὶ ἀρίστως ἔλεγον δρᾶσθαι, οὐ μὴν καὶ ἐπὶ σκοπῷ Ῥω‐ μαίοις συνοίσοντι παρὰ τοῦ πράττοντος γίνεσθαι, ὅθεν καὶ παραίνεσιν εἰσῆγον τῷ αὐτοκράτορι παραλῦσαι τῆς ἀρχῆς τὸν Ἀλέξιον· μηδὲ γὰρ ἂν βάρβαρον ἄνδρα μὴ πάνυ πρώην Ῥωμαίοις πολεμιώτατον ἐς τὴν ἐναντίαν ἐξαίφνης οὕτως μεταπεσεῖν ἀκραιφνῆ διάθεσιν, ὡς φρούρια καὶ
10πολίχνας ἐν τοῖς ἐπικαίροις νεουργεῖν τόποις καὶ αὔξειν μὲν τὸ ἐμφύλιον αὐτῷ στράτευμα, σμικρύνειν δὲ τὸ Ῥωμαϊκόν, ἐνιαχοῦ δὲ καὶ ὡς δύσχρηστον τιθέναι ἀπόμαχον, εἰ μή τις αὐτῷ ἐνέσπαρτο τοῦ τυραννίδι ἐπιβαλεῖν ἔννοια, ἐπεὶ μηδὲ τά τινων ἐννοήματα φιλεῖ πως ἀεὶ ὡς διὰ πυλῶν τῶν χειλέων ἐκφέρεσθαι, ἀλλ’ ἐν πολλοῖς καὶ φωνῆς τρανότερον αἱ
15πράξεις ὅσα κέκευθεν ἡ φρὴν ἐξαγγέλλουσιν. Οὐ μὴν εἰς ὦτα ἀκουόντων τὰς σοφὰς ταύτας γνώμας ἦσαν εἰσηγού‐ μενοι· ὁ γὰρ βασιλεὺς ἐχέγγυον εἰς πίστιν τὸν τῆς υἱωνοῦ γάμον καθά‐ παξ ὑπολαβὼν οὐκ ἔστιν ὅπως ἐπὶ πᾶσιν οὐκ ἀσφαλῆ τὰ πρὸς εὔνοιαν καὶ ἀπρόσκοπον ἔκρινε τὸν Ἀλέξιον, κατευμεγεθούσης, οἶμαι, κἀνταῦθα
20τῆς κακοποιοῦ δυνάμεως τῆς ἐπὶ τὸ κάταντες ἀεὶ φερούσης τὰ Ῥωμαίων
πράγματα. ὡς δ’ οὐ πολλῷ ὕστερον εἰς ἔργον τὸ δέος ἐκβέβηκεν, ἐνεὸς510

Alex3,pt2

511

ἐπὶ τοῖς ἠκουτισμένοις φανεὶς καὶ μὴ ἔχων, ὅ τι καὶ δράσειεν, ὡς ἀναρ‐ ραγέντος τοῦδε τοῦ κακοῦ ἀπροόπτως καὶ ὅτε τῶν στρατευμάτων ἐργώδης ἡ συλλογή, ἐν μὲν τῷ παραυτίκα στέλλει πρὸς τὸν ἀποστάτην Ἀλέξιον θλαδίαν τινά, τὰ πρῶτα τῶν ᾠκειωμένων αὐτῷ, ὑπομνήσοντα
5τοῦτον τῶν συνθηκῶν καὶ τοῦ μηδέν τι πώποτε παθεῖν ἀηδὲς καὶ τῶν ἐλπίδων ἀνάξιον, ἐξ ὅτουπερ αὐτῷ προσκεχώρηκεν· οὐδὲ γὰρ ἦν ἀπογινώσκων τὴν τῆς γνώμης μεταβολήν. τῇ δὲ κατόπιν καὶ οἱ νεόνυμ‐ φοι γαμβροὶ τοῦ βασιλέως συνεξῄεσαν μετά γε παντὸς τοῦ οἰκιδίου καὶ συγγενικοῦ πληρώματος.
10 Ἀφιγμένος οὖν ὁ βέβηλος εὐνοῦχος πρὸς τὸν Ἀλέξιον οὐ μόνον οὐδέν τι πρὸς τὴν ὑπόθεσιν ὡράθη διαπραξάμενος, ἀλλὰ καὶ προσεπέρ‐ ρωσε μᾶλλον ἐκεῖνον τῇ ἰδίᾳ παρουσίᾳ εἰς ἔργον τὸ ἐν χερσί, προ‐ σημάνας τὴν κατ’ αὐτοῦ τῶν Ῥωμαίων ὅσον οὐδέπω ἐπέλευσιν καὶ δι‐ δάξας οἷς εἴρηκεν ἀποσχέσθαι μὲν τῶν πεδινῶν, ἐπιλαβέσθαι δὲ τῶν
15ὀρεινῶν, ὡς ἐκεῖνον σώζειν ἐχόντων καὶ τὸ συναποστὰν ὁμόφωνον σύνταγμα. οἱ δὲ περὶ τοὺς γαμβροὺς τοῦ βασιλέως καὶ τὸν πρωτοστρά‐ τορα Μανουὴλ τὸν Καμύτζην ἐδίωξαν μὲν ὀπίσω ἱκανῶς τοῦ ἀντάρτου, καὶ ἦν θαυμαστή τις ἡ προθυμία καὶ πρωταγωνιστεῖν ἠβούλοντο ξύμπαντες· τὴν δὲ τοῦ καιροῦ ῥοπὴν ἀπολέσαντες ἐκ τοῦ διασοβηθῆναι
20τὸ θήραμα τὸ πρόθυμον ἔσχασαν. Τοῖς μὲν οὖν θερμοτέροις ἐπιδιώκειν καὶ οὕτως ἐδόκει καὶ διερευνᾶν ἐφέποντας οἷ τῶν ὀρέων ἀπέδρα Ἀλέξιος, τοῖς δ’ ἀσφαλεστέροις οὐχ
ἥνδανεν ὅλως ἀετοῦ ἴχνη ἀναδιφᾶν ἐπιποτωμένου πάγοις καὶ ὄρεσιν, ἢ511

Alex3,pt2

512

μεταλλᾶν ἑρπυσμὸν ὄφεως ἐπὶ πέτρας, ἢ ἐκμαίνειν εἰς συμπλοκὴν χαυλιό‐ δοντα μονιὸν πολλάκις τὸ στῆθος εἰς διακόντισιν προτεινάμενον, περιελ‐ θεῖν δὲ τὰ πολίχνια, ὁπόσα ἐπεσκεύασέ τε καὶ ἀνήγειρεν ὁ Ἀλέξιος, καὶ θέσθαι βασιλεῖ κατήκοα. καὶ τῆς βουλῆς ταύτης ὡς ἀμείνονος κυρωθείσης,
5τῷ φρουρίῳ προσβάλλουσιν, ὃ καθ’ ὑπόβασιν ὄρους ἐν τόπῳ Κριτζιμῷ λεγομένῳ ἐδομήσατο ὁ Ἀλέξιος· ἔνθα καὶ πλεῖστα Ῥωμαῖοι καμόντες καὶ φιλοκινδύνως ἁμιλλησάμενοι οὐκ ὀλίγους ἄνδρας ἀγαθοὺς ἐν τῷ προσάγειν τῷ τείχει τὰς κλίμακας ἀπεβάλοντο, ὧν ἦν πρώτιστος ὁ Παλαιολόγος Γεώργιος. ὀψὲ δ’ ἐξελόντες τὸ ἔρυμα καὶ ἕτερα πολισμά‐
10τια ἐπὶ τῷδε συναφῶς ἐχειρώσαντο, πῇ μὲν μεθ’ αἵματος, πῇ δὲ καὶ ὁμολογίᾳ τούτων περιγινόμενοι. Εὐμήχανος δ’ ὢν ὁ Ἀλέξιος καὶ πολύχους εἰς ἔργα πολέμια ἄλλα τε πλεῖστα κατὰ Ῥωμαίων ἔργα στρατηγικῆς ἐμπειρίας πλήρη μαχόμενος ἐπεδείξατο, τέλος δὲ καὶ τοιόνδε τι μεθόδευμα μετιὼν δεξιώτατον σὺν
15ἄλλοις καὶ αὐτὸν χειροῦται τὸν πρωτοστράτορα. πλεῖστα γὰρ ὅσα τῶν ἀγελαίων ζώων ἐκ τῶν περιωπῶν εἰς τὸ πεδίον μετενεγκών, καὶ ταῦτα παραδοὺς τοῖς πρὸς Αἷμον ἀπάξουσιν ὁμοφύλοις μετὰ καὶ μοίρας αἰχ‐ μαλώτων Ῥωμαίων ὥσπερ τι σκύλων ἀφαίρεμα καὶ ἀπόδασμα τῷ ἄρχοντι τῆς Ζαγορᾶς Ἰωάννῃ καὶ χάριν ἀμοιβὸν ἐσόμενα, ἐπεὶ καὶ
20σπεισάμενος Ἀλεξίῳ ἐκεῖνος κατὰ Ῥωμαίων διαθήκας διέθετο, λόχους ἔκτοτε ὑποκαθίσας Ῥωμαίους ἐπάλευεν· ᾔδει γὰρ τὸ ἁρπαλέον καὶ πρὸς κέρδος ἑτοιμοτρεχὲς τῶν ἀνδρῶν, οὐδ’ ἦν ἀγνοῶν ὡς αὐτίκα μάλα τοῖς φιλικοῖς ἐντυχόντες σφίσι Ῥωμαῖοι τὰς ψυχὰς αὐτοῖς ἐπιθήσουσιν ἐξερεθισθέντες καὶ μηδένα λόγον τῆς σωτηρίας ἑαυτῶν ποιησάμεοι.
25ἀμέλει καὶ εἶχε Ῥωμαίους μετὰ μικρὸν αὐτὰ ταῦτα διαπραττομένους, ὁπόσα ἔστρεφε κατὰ νοῦν. ὁ γὰρ δὴ πρωτοστράτωρ ἅμα τῇ ἀκοῇ
τῶν δρωμένων ἐκ τοῦ Βατραχοκάστρου ἀπάρας, ἔνθα ἦν σκηνούμενος,512

Alex3,pt2

513

ἐς τὸ Βακτούνιον παραγίνεται. καὶ τῷ φαινομένῳ προσσχών, τὸ δὲ σόφισμα τοῦ Ἀλεξίου παραδραμών, τὰ ἐν ὀφθαλμοῖς σκυλεύειν διαφῆκε τὸ στράτευμα, καὶ αὐτὸς δὲ μὴ πολεμιστηρίῳ ἵππῳ ἔποχος ὢν ἐπι‐ παριὼν ἐθεᾶτο τὰ δρώμενα. ἐκ δὲ τούτου τῶν λόχων ἀνακύψας Ἀλέξιος
5ὡς ἐς κύκλωμα τὸν πρωτοστράτορα περίεισι καὶ ὥσπερ ἀμφίβληστρον ἢ σαγήνην τὸ περὶ αὐτὸν ἐκτείνας ὁπλιτικὸν 〈τοὺς μετ’ αὐτοῦ ἔκτεινεν〉 αὐτόν τε τὸν στρατηγοῦντα ζωγρεῖ. καὶ τὸ κλέμμα τοῦτο τοῦ ἀποστά‐ του καὶ διανόημα τὴν μὲν περιλειφθεῖσαν Ῥωμαϊκὴν στρατιὰν ἐξενεύ‐ ρισε τέλεον, τὸ δ’ ἀποστατικὸν ἐπέρρωσε πλήρωμα.
10 Οὐκέτι γοῦν ηὐχρήστουν Ῥωμαῖοι ἢ γοῦν ἀπεθάρρουν ἀντι‐ μέτωποι στῆναι τῷ Ἀλεξίῳ κατὰ μάχην ἀγχώμαλον, ἀλλὰ περὶ τὴν Φιλίππου στρεφόμενοι ἠγάπων, εἰ μὴ καὶ ταύτην Ἀλέξιος παραστήσε‐ ται. ὁ δὲ πρὸς τὸ δοκοῦν οἱ καταστησάμενος ὅσα πολισμάτιά τε καὶ φρούρια εἰς ὀρῶν ὑπερβολὰς ἀνεστήκασιν ἀντικαθήμενα τῷ Αἵμῳ καὶ
15ἀνθυψούμενα καὶ ταῖς δυσχωρίαις οὐχ ἧττον φιλοτιμούμενα, οὐδὲ τὰ λοιπὰ μένειν ἐπὶ χώρας κατέλιπεν, ἀλλ’ ἦν ὑπονοθεύων καὶ ἀφιστῶν Ῥωμαίων ὁπόσα ἐς Μοσυνόπολιν ἐπινένευκε μέχρι Ξανθείας αὐτῆς καὶ πρὸς ὄρος τὸ Πάγγαιον ὡς ἐπ’ Ἄβδηρα παρατείνουσιν. ἀμέλει καὶ τὸ θέμα τῶν Σμολένων ὑπεποιήσατο καὶ τὰ ὅμορα ἐπενέμετο κατὰ κα‐
20χέκτημα διαδόσιμον, ἐξαιρῶν μὲν Ῥωμαίους καὶ ἀναιρῶν, ἀπ’ ἐνίων δὲ καὶ λύτρα διαλαμβάνων, τοὺς δ’ ὁμογενεῖς ἐκείνῳ προστιθεμένους ἑκόντας ἐπὶ τῶν σφετέρων μένειν ἐῶν. Καὶ ὁ μὲν ἐμπλατυνόμενος ἦν ἀεὶ καὶ μακρῷ κακίων τῶν πρώην ἀποστατῶν, ἐπεὶ καὶ ἐς τοσοῦτον ὠμότητος ἤλασεν, ἣν ἀνδρείαν οἱ
25πλεῖστοι τῶν βαρβάρων οἴονται, ὡς τοὺς ἐν πολέμῳ ζωγρουμένους Ῥωμαίους κατὰ πότον μελιστὶ διαιρεῖν. ὁ δὲ βασιλεύς, ὡς ἐξ ὧν ἔδρασε
καθυπέδειξεν, ἕρμαιόν τε καὶ χάριεν καὶ κάλλιστον τύχης βράβευμα τὴν513

Alex3,pt2

514

τοῦ πρωτοστράτορος ᾠήθη κατάσχεσιν· ὅθεν τῇ τοῦ ἀνδρὸς ἐπι‐ θέμενος οὐσίᾳ, ῥυηφενεῖ καὶ τυραννικῇ ἄντικρυς οὔσῃ, καὶ μηδὲν αὐτῆς ἀναψηλάφητον ἢ ἀνεξερεύνητον ἀφεικώς, ἀλλὰ καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν ὑποδικάσας φρουρᾷ, οὐκ οἶδ’ ὅ τι δοκοῦν, ἔαρος ὑπολήγοντος
5ἔξεισι καὶ ἄπεισιν εἰς τὰ Κύψελλα. Ὅτε καὶ τὸ περὶ τῶν θείων μυστηρίων ἀνακαλυφθὲν δόγμα πρὸς μοίρας ἐναντίας διέστησε τὸ Χριστώνυμον καὶ λαμπρῶς ἐπ’ ἀγορᾶς καὶ τριόδων παρὰ τοῦ βουλομένου παντὸς τὰ τῆς τιμῆς ὁμοῦ καὶ σιγῆς ἐξεφαυλίζετο ἄξια. μετὰ γὰρ τὸν Ξιφιλῖνον Γεώργιον, ὃς ἔτεσιν ἑπτὰ
10τὴν ἐκκλησίαν διεκυβέρνησεν, ὁ Καματηρὸς Ἰωάννης τὸν πατριαρχικὸν εἴληφε θρόνον, καὶ δέον τὸ ἐπὶ Ξιφιλίνου ἀρξάμενον ὑπολαλεῖσθαι καὶ φύεσθαι δόγμα πρόρριζον ἐκτεμεῖν καὶ καθυποβαλεῖν μὲν ἀναθέματι τὸν γεννήτορα τούτου τὸν ψευδομόναχον Σικιδίτην ὡς αἱρεσιάρχην καὶ νέα ἐπεισάγοντα δόγματα, τοὺς δ’ ἄλλους ἐχεμυθεῖν πεῖσαι τῷ καθ’
15ἑαυτὸν ὑποδείγματι, ὡς εἶναι τὸ μυστήριον αὖθις μυστήριον, ὁ δὲ λογικαῖς μεθόδοις ἐχρῆτο καὶ ἀποδείξεσι βιαζομέναις εἰς συγκατάθεσιν τὸν προσδιαλεγόμενον ἐν τοῖς ὑπερφυέσι καὶ τῆς ἔξωθεν μὴ ἐπιδεομένοις ἐπιτεχνήσεως. ἀλλὰ καὶ κατηχητηρίους συντιθεὶς λόγους τὴν τῶν νηστίμων ἡμερῶν προθεσμίαν ἐφεστάναι προκαταγγέλλοντας καὶ τοὺς
20τῆς πνευματικῆς πάλης πρὸς τὸν ἀγῶνα ὑπαλείφοντας, ἐν μέρει μνημο‐ νεύων τοῦ δόγματος, ὅπως μὲν συνεζητήθη καὶ τίνα τὰ παρ’ αὐτοῦ δοξαζόμενα καὶ ἅ φασιν οἱ ἀντίφρονες σιωπῇ παρεδίδου, οἶμαι τὴν ἀντίφασιν ἐκτρεπόμενος, τῷ δὲ δόγματι ἐπιβάλλων ἐκεῖνά τινων κατ‐
ηγόρευεν, ἃ οὐδ’ ὅλως ᾔδεσαν οὐδ’ ἐβάλοντό ποτε κατὰ νοῦν.514

Alex3,pt2

515

Ζητήσεως γὰρ οὔσης εἰ τὸ μεταλαμβανόμενον ἅγιον σῶμα Χριστοῦ ἄφθαρτόν ἐστιν, ὁποῖον τὸ μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν, εἴτε φθαρτὸν ὡς τὸ πρὸ τοῦ πάθους, καὶ τῶν μὲν λεγόντων ἄφθαρτον— ὁμολογίαν γάρ τινα καὶ ἀνάμνησιν εἶναι τοῦ τεθνάναι τε καὶ ἀναβιῶναι
5δι’ ἡμᾶς τὸν Κύριον τὴν τῶν θείων μυστηρίων μετάληψιν κατὰ τὸν μέγαν ἐν θεολογίᾳ Κύριλλον, καὶ ὡς ὃ ἂν μέρος τις δέξηται, ἐκεῖνον εἰσδέχεται ὅλον τὸν παρὰ τοῦ Θωμᾶ ψηλαφηθέντα, καὶ ὡς ἐσθίεται μετὰ τὴν ἀνάστασιν, καθὼς ὁ χρυσοῦς τὴν γλῶτταν Ἰωάννης φησί, κἀ‐
κεῖνα τῶν τοῦ λαμπτῆρος τῆς ἐκκλησίας προτιθέντων Εὐτυχίου „ὅλον515

Alex3,pt2

516

οὖν ἅπαν τὸ ἅγιον σῶμα καὶ τὸ τίμιον αἷμα τοῦ Κυρίου δέχεται, κἂν εἰ μέρος τις τούτων δέξηται· μερίζεται γὰρ ἀμερίστως ἐν ἅπασι διὰ τὴν ἔμμιξιν, καθὼς καὶ σφραγὶς μία πάντα τὰ ἐκτυπώματα αὐτῆς καὶ μορ‐ φώματα τοῖς μεταλαμβάνουσι μεταδίδωσι, καὶ μία μένει καὶ μετὰ τὴν
5μετάδοσιν, οὐκ ἐλαττουμένη οὐδὲ ἀλλοιουμένη πρὸς τὰ μετέχοντα, κἂν ᾖ τῷ ἀριθμῷ πλείονα, ἢ καὶ ὡς μία φωνὴ ὑπό τινος προαχθεῖσα καὶ εἰς ἀέρα χεθεῖσα καὶ ἐν τῷ ταύτην προεμένῳ πᾶσα μένει καὶ ἐν τῷ ἀέρι γενομένη πᾶσα ταῖς ἀκοαῖς πάντων ἐναπετέθη, οὐδενὸς πλεῖον ἢ ἔλαττον τοῦ ἑτέρου τῶν ἀκουσάντων εἰσδεχομένου, ἀλλὰ ὅλη ἐστὶν ἀδιαίρετος
10καὶ ὁλόκληρος παρὰ πᾶσι, κἂν μυρίοι τὸν ἀριθμὸν ἢ πλείους ὦσιν οἱ ἀκούσαντες, καίτοι σῶμα ὑπάρχουσα· οὐδὲν γὰρ ἕτερόν ἐστι φωνὴ ἢ πεπληγμένος ἀήρ. μηδεὶς οὖν ἀμφιβολίαν ἐχέτω, τὸ ἄφθαρτον μετὰ τὴν μυστικὴν ἱερουργίαν καὶ τὴν ἁγίαν ἀνάστασιν καὶ ἀθάνατον καὶ ἅγιον καὶ ζωοποιὸν αἷμα καὶ σῶμα τοῦ Κυρίου τοῖς ἀντιτύποις ἐντιθέμενον
15διὰ τῶν ἱερουργιῶν ἔλαττον τῶν προειρημένων παραδειγμάτων τὰς οἰκείας ἐναπομόργνυσθαι δυνάμεις, ἀλλ’ ὅλον ἐν ὅλοις εὑρίσκεσθαι“. τῶν μὲν οὖν ταῦτα προτεινομένων καὶ μαρτυρίας ἄλλας πλείστων διδασκάλων τῆς ἐκκλησίας παραγόντων, τῶν δ’ ἐκ τῆς ἑτέρας μερίδος φασκόντων μὴ καὶ ἀναστάσεως ὁμολογίαν, ἀλλὰ θυσίαν μόνην τὸ
20τελούμενον εἶναι, καὶ φθαρτὸν ἀκολούθως καὶ ἄνουν καὶ ἄψυχον, μηδὲ τὸν τῇ μεταλήψει προσιόντα ὅλον δέχεσθαι τὸν Χριστὸν ἀλλὰ μέρος ὡς καὶ μέρους μεταλαμβάνοντα· „εἰ γὰρ ἦν“, φησίν, „ἄφθαρτον καὶ
ἔννουν καὶ ἔμψυχον, ἦν ἂν καὶ ἀναφὲς καὶ ἀθέατον, μηδ’ ὀδοῦσι κειρό‐516

Alex3,pt2

517

μενον καὶ ἀληθόμενον, οὐδ’ ἐν τῷ τμᾶσθαι μηδαμῶς δυσχεραῖνον καὶ ὀδυνώμενον, ἐπεὶ καὶ ὡς εἰ τῶν σωμάτων ἠθέτουν τὴν ἔγερσιν“, ἔφασκον (εἰδεῖεν δ’ ἂν ὅπως) ἐκεῖνοι ἐσεῖσθαι ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἁφῇ τε καὶ ὁράσει καὶ σχήματι ἀνθρωπείῳ μηδαμῶς ὑποπίπτοντας,
5ἀλλὰ κατὰ τὰς ἀσωμάτους σκιὰς ἀΐσσοντας, καὶ τὴν διὰ τῶν κεκλεισμέ‐ νων θυρῶν εἰσέλευσιν τοῦ Κυρίου μὴ θαῦμα ἰσχυρίζοντο εἶναι, ἀλλά τι προσφυὲς καὶ ἐφάρμοστον τοῖς ἀνισταμένοις ἐκ τῶν νεκρῶν. τοιοῦτον μὲν ἐν τοῖς γραφεῖσιν οὐκ ἔστιν ὅλως εὑρεῖν οὐδέν, καταδρομὴν δέ τινων ἀναιδῆ καὶ ἀμάρτυρον, ὡς οἷα λεγόντων ἐξ αὐτῆς ἑνώσεως καὶ κοινω‐
10νίας ἠφθαρτίσθαι τὸν κυριακὸν ἄνθρωπον καὶ ἀναλυθῆναι εἰς θεότητα,
καὶ διὰ τοῦτο φρονούντων καὶ τὸ μεταλαμβανόμενον ἄφθαρτον.517

Alex3,pt2

518

Ὅ γε μὴν βασιλεὺς τῇ κρείττονι προστεθεὶς δόξῃ παραγέγονεν, ὡς ἔφην, ἐς τὰ Κύψελλα καὶ τὸ συναθροισθὲν ἐκεῖσε παρειληφὼς στρά‐ τευμα ἄνεισιν εἰς Ὀρεστιάδα. ἔνθα καὶ πλείστας ἡμέρας ἐνδιατρίψας ἀμηχανίᾳ συνείληπτο, τὸν μὲν ἀποστάτην ὁρῶν δυσμαχώτατον, τὸ δὲ
5συνὸν αὐτῷ στράτευμα ἀντιθέτως ἔχον καὶ πρὸς μόνην ἐκθνῆσκον τὴν τῶν πολεμίων ἐνήχησιν. τοῖς δὲ πολλοῖς καὶ ὄνομα χλευαζόμενον ἡ βασίλειος ἐκεῖσε συνελογίζετο ἄφιξις καὶ ὑπετίθουν παλίσσυτον φέ‐ ρεσθαι ὡς αἴσχους ἐμπιμπλάμενον ἐν τῷ παρεῖναι καὶ μηδέν τι μηδαμῶς χρηστὸν κατορθοῦν καὶ τὸν βάρβαρον μᾶλλον ἐν τῷ ὑποστέλλεσθαι
10προσεπαίροντα εἰς θρασύτητα. ὁ δὲ τὸ τῶν πραγμάτων ἄγριον καὶ δυσπρόσιτον, ὡς ὁ καιρὸς ἐδίδου, περιποππύζων καὶ διασαίνων τοὺς αὐτῷ οἰκειοτάτους βιβλιοφόρους ἔπεμπε πρὸς Ἀλέξιον, ἐς ξυμβάσεις αὐτὸν προσκαλούμενος. ἔστι δ’ ὅπῃ καὶ δολοφονίας ἐφρόντιζε, μηδὲ τοῦ πολέμου παντάπασι μεθιστάμενος.
15 Τῷ τοι καὶ τὴν στρατιὰν ἀναλαβὼν καὶ τὴν Φιλίππου ἐπαρχίαν καταλαβὼν περὶ τὸ φρούριον στρατοπεδεύεται τὸν Στενίμαχον, εἰς ὃ πολλοὶ τῶν βαρβάρων συνέφυγον, καὶ διειληφὼς αὐτὸ τοῖς στρατεύ‐ μασιν ἐξεῖλέ τε κατὰ κράτος καὶ τοὺς ἐνόντας ἠνδραποδίσατο. ὁ δ’ ἀποστάτης ἀφικέσθαι μὲν ἐς βασιλέα οὐδαμῶς συνετίθετο, ἀλλὰ μηδ’
20ἂν ἑτέρως σπείσασθαι διετείνετο, εἰ μὴ χωρῶ καὶ πόλεων ἐγγράφως αὐτῷ βασιλεὺς ὑπεκσταίη, ὁπόσας αὐτὸς ἐχειρώσατο, καὶ τὴν κατηγ‐
γυημένην αὐτῷ Θεοδώραν μετὰ τῶν ἀρχικῶν ἐκπέμψειε παρασήμων.518

Alex3,pt2

519

Τῶν δὲ συνθηκῶν ὀψέ ποτε καὶ τῶν ὅρκων τετελεσμένων, ὡς ᾐτεῖτο Ἀλέξιος, βουλεύεταί τι μετέπειτα βασιλεύς, οὐκ οἶδα εἰ στρατηγοῖς καὶ βασιλεῦσιν ἁρμόδιον, οὓς παρὰ πᾶν ἕτερον τὸ εὐορκεῖν τιθέναι περὶ πλείστου χρεών· τὸν γὰρ Ἀλέξιον θείων ἀκουσμάτων ἀποστολαῖς
5διὰ τοῦ πρεσβυτέρου τῶν γαμβρῶν Ἀλεξίου πρὸς ἑαυτὸν ἐφελκυσά‐ μενος μετὰ τὴν τῶν ὅρκων, ὡς ἔφην, συμπλήρωσιν συνειληφὼς εἶχεν ἐν δεσμοῖς. κἀκ τοῦδε τῶν τε πόλεων καὶ φρουρίων ἀπονητὶ περι‐ γίνεται, ὧν ἦρχεν Ἀλέξιος, καὶ τὸν ἀδελφὸν αὐτοῦ Μῖτον φυγάδα τίθησι. καὶ τοιαῦτα δράσας ἐπάνεισιν ἐς Βυζάντιον.
10 Εὑρίσκει δὲ καὶ τὴν σύνευνον Εὐφροσύνην μὴ πάντῃ τὴν οἰκουρίαν ἀσπασαμένην, ἀλλὰ κατὰ στασιωτῶν καὶ δημοκόπων κἀκείνην ἀνδρι‐ σαμένην καὶ ὡς μίτον Πηνελόπειον ἀναλύσασαν τὰ παρά τινος Κοντο‐ στεφάνου ἐξυφανθέντα συστρέμματα. ἦν δ’ ἂν οὐκ ἀποσπούδαστα ταῦτα, οὐδὲ τοῦ ἄγασθαι πόρρωθεν, ὡς ὑπὸ γυναικὸς κατορθούμενα,
15εἴπερ ᾔδεσαν μέτρα καὶ ὅροις ὑπήγοντο· νῦν δὲ τὸ ἄγαν τυφομανὲς καὶ πολυσπερχὲς τῆς δεσποίνης καὶ τὸ δοκοῦν ἴσως δεόντως ἀκριβωθῆναι ἠχρείου τε καὶ διέφθειρεν ὡς νέφεσιν ἥλιος τοῖς ἐπιγινομένοις ἀπευκταί‐ οις ἀφαυρούμενα. τραπομένη γὰρ ἐς προγνώσεις τῶν ἐσομένων ἀρρη‐ τουργίαις καὶ μαντείαις προσέκειτο καὶ πολλὰ τῶν ἀθεμίτων εἰργάζετο,
20ὥστε καὶ τοῦ Καλυδωνίου συὸς τὸ ῥύγχος ἀπέτεμεν, ὃς ἐν τῷ ἱππικῷ χαλκοῦς ἱστάμενος φρίσσει τὴν λοφιὰν καὶ χωρεῖ χαυλιόδους πρὸς λέοντα, καὶ τὸν καλλίνικον Ἡρακλῆν, τῶν Λυσιμάχου ἔργων τὸ κάλ‐ λιστον ὄντα, χειρὶ βαλόντα τὴν κεφαλὴν τῆς λεοντῆς ὑπεστρωμένης κοφίνῳ καὶ τὰς ἰδίας τύχας ὀλοφυρόμενον, πολλαῖς κατὰ νώτου ξᾶναι
25διενοεῖτο.519

Alex3,pt2

520

Ἡράκλεις τοῦ ἀτοπήματος καὶ παπαὶ τῶν ἐπὶ σοὶ τολμωμένων, ἥρως ἄλκιμε, μεγαλόθυμε. τίς σοι Εὐρυσθεὺς τοιοῦτον πώποτε πρού‐ θηκεν ἄεθλον; ἢ τίς Ὀμφάλη, ἐπίτριμμα ἐρώτων καὶ κακότεχνον γύναιον, οὕτως ὑπερηφάνως σοι προσενήνεκται;
5 Οὐ ταῦτα δὲ μόνον ἀναιδῶς διεπράττετο, ἀλλὰ καὶ ἄλλων ἀνδρει‐ κέλων ἀφῄρει μόρια καὶ σφυρῶν καταφοραῖς ἐκαρατόμει ἕτερα. τὸ δὲ τῆς πόλεως πλῆθος τί μὲν ἐπὶ τούτοις δυσχεραῖνον ἀπρεπὲς οὐκ ἐφθέγ‐ γετο, ποίαις δὲ οὐκ ἔπλυνε τὴν ταῦτα πράσσουσαν ὕβρεσιν; ἔνιοι δὲ τῶν ἀγοραίων καὶ τὰ μιμηλὰ τῶν πτηνῶν καὶ ὅσα ἡ φύσις ἐστόμωσε
10πρὸς μουσουργίαν ἀεὶ μίαν ὑποβάλλοντες μάθησιν, καὶ ταύτην κοινό‐ λεκτον, ᾄδειν ἐπὶ στενωπῶν καὶ τριόδων „πολιτικὴ τὸ δίκαιον“ ἐξεπαί‐ δευσαν. ἡ δ’ αὐτὴ καὶ δορὰν χρυσόπαστον ἐγχείριον ἔχουσα διεσχισμέ‐ νην ἐς δάκτυλα κυνηγέτην ἀνεῖχεν ὄρνιθα καὶ ἐξιοῦσα πρὸς θήραν ἐπέκλωζέ τε καὶ ἐπεθώϋζε καὶ τοὺς περὶ τὴν θεραπείαν τούτων καὶ
15κομιδὴν ἱκανοὺς εἶχεν ἐφεπομένους. Οὐ πολὺς δ’ ὁ ἐν μέσῳ καιρός, καὶ Καϊχοσρόης ὁ τοῦ Ἰκονίου σατράπης ἀπαντᾷ πρὸς βασιλέα, κυρβασίαν ἐπὶ κεφαλῆς ἔχων καὶ στολὴν διηνθισμένην χρυσῷ ἀμπεχόμενος. ἀλλὰ μικρόν τι περὶ τοῦ γένους τοῦ Πέρσου τοῦδε τὸ λέγειν διαλαβὸν τῆς τῶν ἑξῆς ἱστορίας
20αὖθις ἅψοιτο. Τῷ Ἰκονιεῖ Κλιτζασθλάν, ὃς ἐν τοῖς ἄνω χρόνοις ἠδυνήθη τὰ μέγιστα κἀπὶ πολλοῖς ἀντετάξατο τῷ βασιλεῖ Μανουὴλ καὶ νίκαις διαπολεμῶν ἐστεφάνωτο, πλείους γεγόνασιν υἱεῖς. Ἀμάσειαν οὖν καὶ Ἄγκυραν
πόλεις Ποντικὰς εὐδαίμονας τῷ Μασοὺτ ἀπεκλήρωσε, Μελιτηνὴν δὲ520

Alex3,pt2

521

καὶ σὺν Καισαρείᾳ Κολώνειαν ὁ Κοτπατῖνος διεῖπεν· Ἀμινσὸν δὲ καὶ Δόκειαν καὶ παράλους πόλεις ἑτέρας ὁ Ῥουκνατῖνος παρείληφεν εἰς ἀρχήν· Καϊχοσρόης δὲ ὅδε ἡγεμόνευεν Ἰκονίου Λυκαονίας τε καὶ Παμφυ‐ λίας προΐστατο καὶ ὅσα παρατείνει ἐς αὐτὸ τὸ Κοτυάειον.
5 Ὡς οὖν ὁ Κοτπατῖνος τοῦ ζῆν παραλέλυτο, περὶ τῆς σατραπείας τοῦδε διαμιλλῶνται ὅ τε τῆς Δοκείας κρατῶν Ῥουκνατῖνος καὶ ὁ κα‐ τάρχων τῆς Ἀγκύρας Μασούτ. ἅτερος τοίνυν αὐτῶν ὁ Ῥουκνατῖνος τὸν ἀντιτρέχοντα ὑποφθάσας κασίγνητον τὸ νῖκος ἤρατο, δεξιωτέραν φύσιν λαχὼν καὶ πολεμοχαρὴς διαφερόντως δεικνύμενος. ἀμέλει καὶ
10μείζονος εὐμοιρήσας ὁ Ῥουκνατῖνος ἐντεῦθεν δυνάμεως τὸν μὲν Μα‐ σούτ, ὑπενδόντα καὶ φίλα οἱ φρονεῖν συνθέμενον, μέρος τῆς τοπαρχίας ἀφελόμενος τῆς λοιπῆς χώρας ὡς πρώην διαφῆκε προΐστασθαι, τῷ δέ γε Καϊχοσρόῃ μάλα ἐμμανῶς ἐπεφύη, παλαιὸν ὑποτύφων Ἰκονίου ἔρωτα ὡς ἀρχείου πατρῴου, καὶ τοῦτον ὡς μητρόθεν Χριστιανὸν μυσαττόμενος.
15πέμπων οὖν ὑπεκστῆναί οἱ παρῄνει τοῦ Ἰκονίου καὶ τῆς ὅλης ἀπαρεῖν δυναστείας, εἴγε βούλοιτο εὖ μὲν πράξειν αὐτός, τὰς δὲ πόλεις καὶ κατ’ ἄνδρα καὶ κατ’ ἔθνος ἀπειράτους μεῖναι τῶν ἐκ τοῦ πολέμου δεινῶν· οὕτω κεκομπασμένος ἦν καὶ ἀνυπέρβλητος τὸν τῦφον ὁ βάρβαρος καὶ τὴν ὀφρὺν ὑπερνέφελος καὶ ὡς ἰὸς πολύφθορος κατὰ πλεῖστον διαχεό‐
20μενός τε καὶ διασκιδνάμενος. Πρόσεισι τοίνυν Καϊχοσρόης τῷ βασιλεῖ ἐκεχειρίας γενομένης, τὸν ἑαυτοῦ τοκέα κατὰ τοῦτο ἐζηλωκώς, ἐπεὶ κἀκεῖνος τοὺς ἀφ’ αἵματος ἀδικῶν καὶ ὑπ’ αὐτῶν ἀδικούμενος μετὰ τὴν τοῦ φύσαντος ἐκεῖνον Μασοὺτ ἀποβίωσιν ὡς εἰς ἄγκυραν ἱερὰν καὶ χεῖρα στερεὰν δυναμένην
25ὑπολαβεῖν τὸν αὐτοκράτορα προσέβλεψε Μανουήλ. ἀλλ’ ἐκεῖνος μὲν
οὐ κατόπιν ἐλήλυθε τῶν ἐλπίδων, μᾶλλον μὲν οὖν καὶ ὑπὲρ δόκησιν521

Alex3,pt2

522

ἁβραῖς αὐταῖς ἐντετύχηκε, Καϊχοσρόης δὲ βραχέα ἄττα φιλοφρονηθεὶς καὶ τῶν ἐν νῷ οὐδ’ ὅσον εἰπεῖν ἐνδεέστερα, μήτε σύναρσιν εὑρηκὼς τῆς πρὸς τὸν κασίγνητον ἀντιτάξεως ἐπανέκαμψεν οἴκαδε. Ἀλλ’ οὐκ ἔφθη καθαρῶς εἰσιὼν τὸ Ἰκόνιον, καὶ τοῦ Ῥουκνατίνου
5κατ’ αὐτοῦ ἐπιόντος τῆς τε ἀρχῆς ἐκσφαιρίζεται καὶ φυγὰς εἰς Ἀρμενίαν παρὰ Λεβούνῃ γίνεται. τὰ δ’ ἐπὶ τούτοις οὐκ ἀμυδρὰ μὲν τὰ τῆς ἐκεῖ παραδοχῆς τοῦ ἀνθρώπου, ἐπαγωγὰ δὲ μᾶλλον καὶ ἄλλως χαρίεντα, εἰ καὶ ξυνέβη σφας πολλάκις κατ’ ἀλλήλων ἐξενεγκεῖν πόλεμον, ἐπεὶ καὶ φιλοῦσιν ἄνθρωποι μὴ μόνον τὸ συγγενὲς καὶ ὁμόπιστον πάσχον
10κακῶς, ἀλλά πως καὶ τὸ ἀλλόγλωττον καὶ φανὲν πολλάκις πολέμιον προσιὸν καὶ προσπῖπτον φιλανθρωπίας καταξιοῦν· τὰ δέ γε τῆς ἀμύνης καὶ τῆς καταγωγῆς ἐς τὴν προτέραν ἡγεμονίαν ὁλοσχερῶς ὁ Λεβούνης ἀπείπατο, Ῥουκνατίνῳ σπείσασθαι φάσκων καὶ μηδὲ τὴν σύναρσιν ἔχειν ὁρᾶν ἀναίμακτον.
15 Διὰ ταῦτα τοίνυν ἐς βασιλέα Καϊχοσρόης μετακεχώρηκε πάλιν, συλλήψεσθαί οἱ πρὸς τὴν ἀνάρρυσιν τῆς ἀρχῆς ὁπωσδήποτε φαντα‐ ζόμενος. τῶν δὲ κατὰ σκοπὸν αὖθις διαμαρτὼν Ῥωμαίοις συνῆν, μὴ πάνυ μεταλαγχάνων θεραπείας τῷ γένει ἐπεοικυίας. Τῷ δ’ ἐφεξῆς ἔτει μετὰ Κομάνων ἐξιόντες πάλιν οἱ Βλάχοι καὶ τὰ
20κράτιστα τῆς χώρας κείραντες ἀσινεῖς ἐπανέλυσαν. τάχα δ’ ἂν καὶ ταῖς χερσαίαις πύλαις τῆς βασιλίδος προσήγγισαν ἐπ’ αὐτὴν τραπόμενοι, εἰ μὴ τὸ χριστιανικώτατον γένος οἱ Ῥὼς καὶ οἱ τούτων ἀρχικῶς προ‐ εδρεύοντες, τοῦτο μὲν κατ’ αὐθαίρετον ὁρμὴν κινηθέντες, τοῦτο δὲ ταῖς τοῦ ἀρχιποίμενος αὐτῶν λιταῖς ὑπενδόντες, ἀξιάγαστον οἷον τὸ πρό‐
25θυμον ἐπὶ τοῖς Ῥωμαίων ἐπεδείξαντο πράγμασι, ταῖς τοῦ ἔτους πολλάκις ἀπαγωγαῖς καὶ ταῖς ἀποδόσεσι τούτων εἰς ἔθνη τὰ μὴ χριστώνυμα
δυσχεράναντες. ὅθεν καὶ διὰ ταχέων παρασκευασάμενος ὁ τῆς Γαλίτζης522

Alex3,pt2

523

ἡγεμὼν Ῥωμανὸς ἀγαθήν τε καὶ πολλὴν ἠθροικὼς στρατιὰν κατὰ Κομάνων ἐξώρμησε καὶ τὴν γῆν αὐτῶν κατὰ πολλὴν εὐπέτειαν ἐπιὼν ἔφθειρε καὶ ἠφάνισε. καὶ τοῦτο φιλοφρόνως εἰς καύχημα καὶ μεγαλω‐ σύνην τῆς τῶν Χριστιανῶν ἀμωμήτου πίστεως πολλάκις διαπραξά‐
5μενος, ἧς καὶ τὸ βραχύτατον καὶ ὅσον κόκκος σινάπεως μεθίστησιν ὄρη καὶ μετατίθησι, τὰς τῶν Κομάνων ἐφόδους ἔστησε καὶ τοῖς ἀνήκεστα πάσχουσι Ῥωμαίοις ἀνακωχὴν ἐβράβευσε τοῦ κακοῦ, ἀνυπονόητος ἀρωγὴ καὶ ἀσυλλόγιστος συνασπισμὸς καὶ φάλαγξ ὡς εἰπεῖν θεοσύλ‐ λεκτος ἔθνει ὁμοπίστῳ φανείς.
10 Πλὴν οὐδὲ τὰ κατὰ τοὺς Ταυροσκύθας τούτους ὁ τότε χρόνος παρ‐ έδραμεν ἀστασίαστα, κατὰ δ’ ὁμοφύλου σφαγῆς τὸ ξίφος ἔβαψαν ὅ τε Ῥωμανὸς οὗτος καὶ ὁ διέπων τὸ Κίαβα Ῥούρικας· νίκην δ’ ὁ Ῥωμανὸς ἀπενεγκάμενος, ῥωμαλέος ὢν τὸ σῶμα καὶ τὰς χεῖρας δραστήριος, πολλοὺς καὶ τότε τῶν Κομάνων κατέστρωσεν, οἳ συνεφήψαντο τῆς
15μάχης τῷ Ῥούρικα, κρατίστη καὶ γενναιοτάτη φάλαγξ περὶ αὐτὸν ὁρώμενοι. Ἀλλὰ χρεὼν μηδὲ τοῦτο παρελθεῖν ἀνιστόρητον. ἦν τις κολλυ‐ βιστής, Καλομόδιος τὴν προσηγορίαν. οὗτος χρήμασιν ἐβεβρίθει πολλοῖς, ἀργαλέας καὶ δολιχὰς ἐκδημίας κατ’ ἐμπορίαν πολλάκις στει‐
20λάμενος, κερδαλεόφρων ἄνθρωπος. ἀμέλει καὶ συγκαθεύδων τῷ φασκω‐ λίῳ καὶ πρίζων τὸ κύμινον καὶ πάντα τιθεὶς τοῦ χρηματίζεσθαι δεύτερα δέδωκε καθ’ ἑαυτοῦ πολλάκις λαβὰς τοῖς χρυσοθήραις ἄρχουσιν ἀνθρώ‐ πων εἶναι ῥυηφενέστατος καὶ ὡς κῆπος Ἀλκινόειος καὶ τῆς ὥρας τὸ ἀκαρὲς οὐκ ὄχνην τρέφειν ἐπ’ ὄχνῃ σῦκόν τ’ ἐπὶ σύκῳ παρέχειν, χρυσὸν
25δὲ φέρειν ἐπὶ χρυσῷ, ἐπὶ δ’ ἀργυρίῳ φύειν ἀργύριον. ὁ δὲ φυτὸν ἄντι‐ κρυς γνώσεως ἦν, ὡς ἐν Ἐδὲμ πεφυτευμένον τῇ ἀγορᾷ καὶ τοῖς τῆς πόλεως
στενωποῖς.523

Alex3,pt2

524

Οὐκοῦν καὶ ὡς ἡ ἄνθη τῆς ὀπώρας πάλαι τοὺς γενάρχας ἐδουλα‐ γώγησεν, οὕτω καὶ τοῦ χρυσίου τότε τὸ πυρωπὸν τοὺς περὶ τὸν βασιλέα εἶχεν ἐς τρύγην ἐφελκυσάμενον. ἀλλ’ ἅμα τῷ Καλομοδίῳ τὰς χεῖρας ἐπέβαλον, καὶ ἅμα τὴν πόλιν εἰς στάσιν ἀνέσεισαν, μεῖζόν τι τῶν
5προπατόρων πεπονθότες δυστύχημα· οἱ μὲν γὰρ τοῦ καρποῦ δρεψά‐ μενοι καὶ μεταλαβόντες, μηδὲ τὴν λιχνείαν ἐς μόνην τὴν ὅρασιν περι‐ στήσαντες τῇ δίκῃ δικαίως ὑπέπεσον, οἱ δὲ μηδ’ ἐμβλέψαι τοῖς χρήμασι φθάσαντες μάτην ἠλέγχθησαν ἐγχανόντες καὶ δίψος Ταντάλειον ἔπα‐ σχον. ἔχοντες γὰρ τὴν πηγὴν οὐκ εἶχον καὶ πιεῖν ἐξ αὐτῆς, ἀλλὰ συχνά‐
10κις ὡρμηκότες ἀρύσασθαι εὕρισκον τὸ ὕδωρ τῶν οἰκείων χειρῶν ἀφαν‐ τούμενον. οἱ γὰρ ἀγοραῖοι ἑσπέρας μαθόντες τὴν τοῦ Καλομοδίου κατάσχεσιν καὶ τὸ αἴτιον αὐτῆς ἐπιγνόντες κατὰ φατρίας ὄρθρου ἠθροίσθησαν καὶ τὸν τοῦ θεοῦ νεὼν εἰσιόντες καὶ τῷ πρώτῳ ἐποφθέντες ἀρχιερεῖ (ἦν δὲ οὗτος ὁ Καματηρὸς Ἰωάννης) περιστάντες μικροῦ καὶ
15διασπᾶν ἠπείλουν καὶ κύμβαχον ἐκ τῆς ἑστίας κάτω βαλεῖν, εἰ μὴ ὅσα καὶ σύριγγι τοῖς πρὸς βασιλέα χρησάμενος γράμμασιν ὡς πρόβατον ἀπολωλὸς καὶ ἀπόνομον τὸν Καλομόδιον αὐτοῖς ἐπανακαλέσεται. ὁ δὲ μόλις καταστείλας τοῦ λεὼ τὸν θόρυβον τῇ τῶν χειλέων περιψοφήσει καὶ τῷ λαμπρῶς ἐπὶ τούτῳ παθαίνεσθαι ἐπανήγαγεν αὐτοῖς ὡς ἀμνὸν
20τὸν ζητούμενον, μὴ τὸν χρυσὸν ὡς δορὰν ἀποσυρέντα παρὰ τῶν συσχόντων αὐτὸν λυκιδῶν μηδὲ λυμανθέντα τὴν τρίχωσιν. Καὶ τὸ μὲν οὕτως ἀναιμωτὶ παρελήλυθεν, ἐξ αἰτίου τραγικοῦ τε καὶ σκυθρωποῦ ἐς κωμικὸν κατέληξεν ἀκοὰς διαχέον ἄθυρμα καὶ σχημα‐
τίζον τὸν κλαυσιγέλωτα· οὐ πολλαῖς δ’ ἡμέραις ὕστερον ἕτερον ἀν‐524

Alex3,pt2

525

ερράγη κακόν, ὃ καὶ εἰς αἱμάτων προύκοψεν ἔκχυσιν. Ἰωάννης γάρ τις, Λαγὼς τὸ ἐπώνυμον, ἐκ βασιλέως εἰληφὼς προΐστασθαι τῆς τοῦ πραιτωρίου φρουρᾶς, ἤθελεν ἑαυτῷ τε καὶ τοῖς προστησαμένοις πορί‐ ζειν ἐνθένδε χρήματα· (φεῦ τῆς ῥυπαροτάτης γνώμης· οὐ γάρ τι
5πλέον ὁ τῆς ἱστορίας νόμος εἰπεῖν ἐπιτρέπει μοι·) ὅθεν τὰς ψυχικὰς τῶν φιλοθέων οἰκειούμενος διαδόσεις, νυκτὸς ἀνίει φρουρᾶς καὶ δεσμῶν τοὺς ἐπὶ κλεπτοσύνῃ διαβοήτους, οἱ δὲ λάθρᾳ τὰς οἰκίας διερευνῶντες προσῆγον ἐκείνῳ τὰ φώρια· καὶ ἆθλον ἀσεβείας ἐκ τῶν σύλων τοῖς νυκτιλόχοις διαδιδοὺς τὰ λοιπὰ οἷς οὐ δέον προσέφερε, τὸν πιστὸν
10ὑπηρέτην ὁ θεῷ τὸ πᾶν ἄπιστος ἐν τοῖς ἀτολμήτοις σχηματιζόμενος. τούτου δὴ πολλοὶ κατεῖπον ἐς βασιλέα ὡς δρῶντος ἀνόσια· ὁ δὲ τὴν διόρθωσιν ἐπαγγειλάμενος ὥσπερ οὐ δυνάμενος ἀνεβάλετο. ὅθεν οὐδα‐ μῶς ἐπὶ τοῖς τολμωμένοις ὑποπτήσσων ἦν ὁ Λαγώς, ἀλλ’ ὡς ἀνεύθυνον χειρίζων ἀρχὴν ἀναίδην τὰ θεομισῆ διεπράττετο.
15 Ἐνίοτε δὲ τῶν ἀγοραίων ἕνα συνειληφώς, μετὰ τὸ πλῆξαι πολλὰς κατὰ νώτου τριχῶν ὑποδικάσας κουρᾷ, τὸ θερμότερον τῆς πόλεως καὶ τῷ παθόντι ὁμότεχνον πρὸς στασιασμὸν ἀνερρίπισε. σύγχυσις οὖν τὴν πόλιν κατείληφε καὶ πλῆθος χειρωνακτικὸν οὐκ ὀλίγον ἐς τὸ πραιτώριον συλλεγὲν θηρεύειν ἐπεβάλετο τὸν Λαγών, ὁ δὲ ὑπὲρ δασύποδα συντονίᾳ
20δρόμου χρησάμενος ἐκεῖθεν ἠφάνισται. ὁ μέντοι λεὼς καὶ οὕτως ἐπισυρ‐ ρέοντες ὥρμων τὸν Μέγαν εἰσιέναι Νεὼν καὶ βασιλέα ἕτερον ἀνειπεῖν. προκαταληφθέντος δὲ τοῦ τεμένους παρὰ τῶν εἰς αὐτοῦ φρουρὰν ἀπ‐ εσταλμένων πελεκυφόρων, μὴ μεθιστάμενοι τοῦ πραιτωρίου κατὰ τοῦ κρατοῦντος ἐρεσχελίας ἠφίεσαν ἀπρεπεῖς. ὁ δὲ μὴ παρὼν τῇ πόλει,
25ἀλλὰ περὶ τὴν Χρυσόπολιν ἐναυλιζόμενος, πέμπει μοῖραν τῶν ἐπὶ φυλακῇ τοῦ σώματος καταληψομένην τὸ πραιτώριον. ἵκετο δ’ ἐκεῖσε καὶ ὁ τῆς πόλεως ἔπαρχος Κωνσταντῖνος ὁ Τορνίκης· ἡ δὲ πληθὺς καὶ πρὸς μόνην τὴν αὐτῶν θέαν ἐκτραχυνθέντες τόν τε ἔπαρχον λαϊβολίαις ἐκτρέπονται καὶ τοὺς σωματοφύλακας ἀποπέμπονται. ἐπὶ δὲ τὰς τοῦ
30πραιτωρίου ἀνατρέψαντες πύλας ἄνεσιν τοῖς ἔνδον διδόασι σκυλεύουσί τε τὸν ἐκεῖσε Χριστιανικὸν νεών, τὸ δὲ τῶν Σαρακηνῶν συναγώγιον
ἀνασπῶσιν ἐκ βάθρων αὐτῶν. καὶ ταῦτα σὺν οὐδενὶ διαπραξάμενοι525

Alex3,pt2

526

λόγῳ ἐφίστανται τῇ φρουρᾷ τῇ λεγομένῃ Χαλκῇ, κἀκεῖσε τὰ ὅμοια δράσοντες. στρατιᾶς δ’ ἀφιγμένης βασιλικῆς μεθ’ ἑνὸς τῶν τοῦ βασι‐ λέως γαμβρῶν (ἦν δ’ οὗτος ὁ Παλαιολόγος Ἀλέξιος) ἀνασειράζονται τῆς ὁρμῆς, οὐ μὴν ἀφίστανται τέλεον, ἀλλὰ σώμασι γυμνοῖς, εἶτα καὶ
5βραχεῖς τοὺς μεθ’ ὅπλων ἐφισταμένους ἔχοντες ὅλαις καταφράκτοις συνεπλέκοντο στρατιαῖς, πρὸς οὐδὲν ἀνύσιμον ἢ παρεκτικὸν ἔργον εὐκλείας τελευτᾶν ἑλόμενοι. ἦσαν δ’ οἳ καὶ τῶν τεγῶν ὑπερφαινόμενοι κεράμους κατέφερον καὶ λίθους ἔνιοι χειροπληθεῖς ἐπιπέμποντες καὶ ὀϊστεύοντες ἕτεροι τῇ βασιλείῳ ἀντεμάχοντο φάλαγγι. ὅλης οὖν τῆς
10ἡμέρας ἐκείνης μηδέν τι παραλύσαντες τῆς ὀργῆς μόλις ὑπενόστησαν πρὸς ἑσπέραν. τῇ δ’ ὑστεραίᾳ οὔτε τι ἐβαττάρισαν ὅλως οὔτε πρὸς ἀγῶνα συνέδραμον δεύτερον. Ἀλλὰ καὶ τοῦδε τοῦ κακοῦ παρελθόντος, ἐκ τοῦ τῶν Κομνηνῶν τις γένους τῷ βασιλεῖ ἐπανίσταται, Ἰωάννης τοὔνομα· προκοίλιος δ’ ὢν
15καὶ πιθώδης τὴν πλάσιν τοῦ σώματος τὸν Παχὺν εἰς ἐπώνυμον εἴληχεν. οὗτος τοίνυν τῷ Μεγίστῳ Νεῷ ἐξάπινα εἰσρυεὶς καὶ τῶν στεφανίσκων ἕνα τῇ κεφαλῇ περιθείς, οἳ τὴν ἱερὰν ἀμφιπεριῃώρηνται τράπεζαν, ἔξεισιν ἐκεῖθεν· καὶ προσληφθεὶς ὑπὸ τῶν ὀμοτῶν (πλεῖστοι δὲ ἦσαν οὗτοι καὶ σχεδὸν τοῦ ἐπισήμου πάντες αἵματος), συνδραμόντων καὶ
20ὄχλων οὐκ ὀλίγων πρὸς φήμην τῶν πραττομένων, τὸ μέγα παλάτιον εἴσεισιν εὐμαρῶς, καὶ αὐτὸς μὲν ἐπὶ θρόνου διαχρύσου καθίσας τινὰς ἐπὶ τῶν μεγίστων ὀφφικίων προβάλλεται, ὁ δ’ ὄχλος καὶ τοῦ συναπο‐ στάντος μέρους τινές, τὰς ἀγορὰς καὶ ἀγυιὰς διιόντες καὶ τὰς ἠϊόνας καταλαμβάνοντες βασιλέα Ῥωμαίων αὐτὸν ἀνηγόρευον καὶ οἰκίας
25κατέσπων περιφανεῖς. Νυκτὸς δ’ ἐπιούσης οὔτε τῆς φρουρᾶς, ὡς ἔδει, τῶν ἀρχείων ὁ Ἰωάννης ἐφρόντισεν, οὔτε τὰς ἀνατραπείσας πύλας ἀνέστησεν, ἀλλ’
ὡς ἐν τῷ ἀσφαλεῖ καθιστάμενος καὶ μηδένα ἔχων ἤδη τὸν ἀνθιστάμενον526

Alex3,pt2

527

κατὰ δελφῖνας ἀναφυσῶν καὶ ὕδατος ὅλα κεράμια ἐκκενῶν, δίψει συν‐ εχόμενος οἷα κρεωβριθής, ἀπέψα τοὺς ἱδρῶτας κρουνηδὸν ἀποστά‐ ζοντας καὶ θερμὸν ἀπατμίζοντας. τὸ δὲ περὶ αὐτὸν ὁπλιτικὸν λαμπρὰν τὴν ἱπποδρομίαν περιιὸν ἤλυε τηνάλλως ἐκεῖσε· οἱ γὰρ ὄχλοι δύναντος
5ἡλίου κατ’ ἀγέλας ὀρνίθων διέστησαν, τάχιον διαγελάσαι τὴν ἕω γλιχόμενοι, ὡς αὖθις συνδραμόντες τοῖς ὑπερηφάνοις ἐπεισπέσωσιν οἴκοις καὶ τὰ σφίσιν ἐνόντα διερευνήσωσι. βασιλεὺς δ’ ὁπόσον συγ‐ γενὲς συναθροίσας καὶ τὸ περὶ αὐτὸν οὐκ ἀπόλεμον πέμπει κνεφαίους ἐπιθέσθαι τῷ Ἰωάννῃ· οὐδὲ γὰρ ἂν ἡμέρας διαφαυσάσης ἡσυχίαν
10ἀγαπήσειν τὸν τῆς πόλεως ὅμιλον, ἀλλὰ πλείονα πολλῷ καὶ δυσκά‐ θεκτον περὶ τὸν τύραννον συνελθεῖν ὀρθριώτερον, συλληψόμενον ἐκείνῳ τοῦ ἔργου καὶ πολυμερῶς αὐτοῖς ἀντιμαχησόμενον. Οἱ μὲν οὖν πλοίων ἐπέβησαν καὶ τῇ ἀκτῇ προσίσχουσι τῆς μονῆς τῶν Ὁδηγῶν κἀκεῖθεν τοῖς πελεκυφόροις συμμίγνυνται τοῦ βασιλέως
15ὑπασπισταῖς· οὐδὲ γὰρ ἦν ὁπλοφόρους διὰ μέσης τῆς πόλεως παρ‐ ελθεῖν. ναὶ μὴν ἐξάπινα συρραγέντες τοῖς περὶ τὸ θέατρον στασιώταις τοῦ Ἰωάννου αὐτούς τε ῥᾳδίως διασκεδάζουσι καὶ κατὰ ῥᾳστώνην πᾶσαν τῷ Ἰωάννῃ προσβάλλουσι, κτείνουσί τε ὡς βόσκημα πανσώ‐ μους ἐπενεγκόντες πληγάς, καὶ τὴν κεφαλὴν ἀφελόμενοι τῷ βασιλεῖ
20προσάγουσι. καὶ ἡ μὲν τῇ κατὰ τὴν ἀγορὰν ἁψῖδι μετεωρίζεται πρὸς θέαν πάνδημον, ἔτι τοῦ αἵματος ἀποβλύζουσα σεσηρυῖά τε δεινὸν καὶ μεμυκυῖα τὼ ὀφθαλμώ· ὁ δὲ λοιπὸς Ἰωάννης ἀρθεὶς ἐπὶ κλίνης αἴθριος
προτίθεται κατὰ τὴν μεσημβρινὴν πύλην τῶν ἐν Βλαχέρναις ἀρχείων.527

Alex3,pt2

528

Καὶ βασιλεὺς τὰς ἄνωθεν αὐτῆς ἀρχικὰς διαίτας εἰσανιὼν ἐθεᾶτο κάτωθεν, ὁμοῦ μὲν τὰς ὄψεις διδοὺς τῷ πτώματι ὑπὲρ βοῦν διῳδηκότι μεγαλόπλευρον, ὁμοῦ δὲ καὶ διαχεόμενος τῷ ὁράματι καὶ καταλαζο‐ νευόμενος τὸ κατόρθωμα. μετὰ δὲ τὸ σῶμα ἐκεῖθεν ἀρθὲν κυσὶ καὶ ὄρνισι
5βορὰ παρατίθεται, ὃ καὶ θηριῶδες μικροῦ καὶ ἀπάνθρωπον τοῖς ἅπασιν ἔδοξεν. οἱ δ’ ἐκ τῆς συνωμότιδος μερίδος τοῦ Ἰωάννου συσχεθέντες καὶ βασάνοις ὑποβληθέντες, ὅπως ἐκφήνωσι τοὺς συνίστορας, δεσμοῖς καὶ φρουραῖς παραπέμπονται. Ἀλλ’ οἷον καὶ τόδ’ ἔρεξεν οὗτος ὁ βασιλεύς. ἀνδρί τινι παραδοὺς
10τριήρεις ἕξ, ᾧ ἡ μὲν κλῆσις ἦν Κωνσταντῖνος, ἡ δ’ ἐπίκλησις Φραγγό‐ πουλος, ἐς τὸν Εὔξεινον Πόντον ἐξέπεμψε, τῷ μὲν δοκεῖν περὶ φορτίου πλοίου τινὸς ἐξετάσοντα, ἐκ Φάσιδος καταίροντος εἰς Βυζάντιον, περὶ δὲ Κερασοῦντα ναυαγήσαντος, τῷ δὲ ὄντι ταῖς ἐς πόλιν τὴν Ἀμινσὸν καταπλεούσαις ὁλκάσιν ἐπιθησόμενον καὶ τούτων τὰ ἀγώγιμα προ‐
15νομεύσοντα. ὁ δὲ κατ’ ἐπίταγμα τὸ βασιλικὸν ἐς τὸν Εὔξεινον ἀνα‐ πλεύσας οὐδεμιᾶς φείδεται νηός, ἀλλὰ πάσας σκυλεύσας, ὅσαι τε ἐς Βυζάντιον ἐμπορευμάτων πλήρεις κατήγοντο καὶ ὅσαι αὖθις ἀνήγοντο ἀποδόμεναι τὰ ἑαυτῶν καὶ ἄλλ’ ἄττα ἐνθέμεναι, μετὰ δύο μῆνας ὑπ‐ έστρεψε, τινὰς τῶν ἐμπόρων μαχαίρᾳ ὑποδικάσας καὶ τῷ βυθῷ παρα‐
20πέμψας, ὧν τὰ χρήματα αὐτὸς ἰδιώσατο, τοὺς δ’ ἄλλους ὑπέρου γυμνο‐ τέρους ἀποπεμψάμενος. οἱ δὲ τὴν πόλιν εἰσιόντες πολλὰ μὲν ἱκέτευσαν ὑπὲρ ὧν παρὰ δίκην πεπόνθασιν, ἀρχείοις προσιόντες καὶ θείοις μετὰ φώτων τεμένεσι παραβάλλοντες, οὐκ εἶχον δὲ τὸν βασιλέα πρὸς οἶκτον ἐπιρρεπῆ, τὰς αὐτῶν ἐμπορίας καθάπαξ ἐξαργυρώσαντα καὶ τῷ αὐτοῦ
25ταμείῳ ἐγκαταθέμενον. Οἱ ἐξ Ἰκονίου τοίνυν ὁρμώμενοι ἔμποροι τῷ Ῥουκνατίνῳ προσίασι, καὶ πέμψας οὗτος εἰς βασιλέα τὰ τούτων ἀπῄτει χρήματα· ἦν δὲ καὶ
λόγος τότε περὶ σπονδῶν. βασιλεὺς δὲ ἀποστάτην ὀνομάζων ἑαυτοῦ528

Alex3,pt2

529

τὸν Φραγγόπουλον τῆς οἰκείας γνώμης ἀπῆγεν ὅσα οὗτος ἀν‐ οσιούργησεν, ἐπὶ ψεύδει τὴν ἐλπίδα τιθέμενος καὶ τῇ ἐναργείᾳ τῶν πραγμάτων ἀντιμαχόμενος. τελεσθείσης δὲ τῆς ἀγάπης ὁ μὲν Ῥουκνατῖνος μεθ’ ἑτέρων ἐτησίων φόρων καὶ μνᾶς ἀργυρίου
5προσειλήφει πεντήκοντα εἰς ἀπόδομα ὧν οἱ ἔμποροι ἀφῃρέθησαν, ὁ δὲ βασιλεὺς φωρᾶται μεθ’ ἡμέρας ἐπιβουλεύων τῇ ἐκείνου ζωῇ. μεγίσταις γὰρ ὑποσχέσεσι Χασίσιόν τινα ἐλαφρίσας καὶ τούτῳ ἀμα‐ θῶς, ὡς ἐς φιλίαν ἀστάθμητος, ἐγχειρίσας γραμμάτιον ἐρυθρόγραφον, ἐκπέμπει τὸν Ῥουκνατῖνον ἀναιρήσοντα. συλληφθέντος δὲ τοῦ Χα‐
10σισίου καὶ τὸ γράμμα καὶ τὸ δρᾶμα ἐκφήναντος, παρεβάθησαν μὲν αἱ σπονδαί, πολλαὶ δ’ ἐκ τῶν Τούρκων ἐπιδρομαὶ δι’ αἰτίαν τοιαύτην ταῖς ἑῴαις ἐπανέφυσαν πόλεσι. Καὶ Μιχαὴλ δέ τις ἐκ νοθείας υἱὸς Ἰωάννου τοῦ σεβαστοκράτορος, τῆς ἐπαρχίας Μυλάσσης φορολόγος ἀποσταλείς, νέος ὢν καὶ αὐθάδης
15τοῦ βασιλέως ἀφίσταται. πολέμῳ δὲ ἡττηθεὶς καὶ φυγὼν τῷ Ῥουκνα‐ τίνῳ προσρύεται, καὶ τῷ πρὸς βασιλέα μίσει προσδεχθεὶς ἀσμενέστατα, στρατιὰν ἐξ ἐκείνου δεχόμενος τὰς Μαιανδρικὰς πόλεις πολυτρόπως ἐσίνετο, χείρων τῶν ἀλλοφύλων καὶ νηλεέστερος ἀνδροφόνος δεικνύ‐ μενος.
20 Εἴ τι οὖν αἰτιώτατον τοῦ τὴν Ῥωμαίων ἀρχὴν ἐς γόνυ καταπεσεῖν καὶ χωρῶν καὶ πόλεων χειρώσεις παθεῖν, ὕστατα δὲ καὶ αὐτὴν ἐξαπο‐ λωλέναι, τοῦτο οἱ ἐκ Κομνηνῶν γεγόνασιν ἀφιστάμενοι καὶ βασιλει‐ ῶντες· παρὰ γὰρ ἔθνεσι καταλύοντες μὴ φίλα Ῥωμαίοις νοοῦσι τῆς πατρίδος ἦσαν πανώλεια, καίπερ ἐν τῷ παρ’ ἡμῖν μένειν πράγμασιν
25ἐγχειρήσειν ἑλεῖν τε καὶ κρατήσειν ἀνεπιτηδειότατοι ὄντες καὶ πάντων ἀχρειότατοι καὶ σκαιότατοι. Διὰ δὲ τὴν τοῦ Μιχαὴλ νεωτέρισιν περὶ μῆνα τὸν φυλλοχόον ἔξεισιν εἰς ἕω Ἀλέξιος, ὑποστρέφων δ’ ἐκεῖθεν παρενέβαλεν εἰς τὰ Πύθια, τοῖς θερμοῖς ἐννηξόμενος ὕδασιν. ὡς δ’ ἅλις εἶχε λουτήρων καὶ κρατήρων,
30ἐρᾷ καὶ μακροτέρου πλοός· διημφισβήτουν γὰρ παρὰ τῷδε τῷ ἄνακτι
καὶ ἀνὰ μέρος ἐκράτουν αἱ ἐπίγειοι καὶ ἐνάλιοι χάριτες καὶ λαμπρὰν529

Alex3,pt2

530

ἀνεδοῦντο τὴν νίκην. νῆα τοίνυν εἰσιὼν στρατηγίδα εὐθὺ τῶν νησι‐ δίων διαπλωΐζεται, ἃ ἄγχιστα τῆς Κωνσταντίνου ἀμφιρρέονται, τὸν Ἀστακηνὸν κόλπον ἀφεὶς περιπλεῖν· λαίλαπος δ’ ἀνεγερθείσης ἐξ‐ αίφνης καὶ μετεωρισάσης τὸ κῦμα, ὀρθὸν τὸ πλοῖον ἐκ πρώρης ἐπὶ
5πρύμναν αἴρεται καὶ μικροῦ καταδύεται, ἔνθεν καὶ ἔνθεν ἐπικλυζόμενον. ἐθορύβουν μὲν οὖν οἱ πλωτῆρες καὶ ἱδρῶσι περιερρέοντο, βοαὶ δὲ τῶν ἐμπλεόντων καὶ θεοκλυτήσεις ἦσαν, οἰμωγαί τε καὶ ὀλολυγαὶ διωλύγιοι ἐξηκούοντο· συνέπλεον γὰρ βασιλεῖ πᾶσαί τε καὶ πάντες ἐπιτήδειοι, οἷς καὶ ποθεινὴ μὲν ἡ γῆ τοῖς βαδίζουσι, ποθεινὴ δὲ καὶ αὐτοῖς ἐδόκει τις
10ἐντυχεῖν. πολλὰ δὲ καὶ παντοῖα διακινδυνεύσαντες ἀγαπητῶς καὶ μόλις περὶ τὴν Πρίγκιπον διασώζονται, ἐκ δὲ ταύτης τοῦ κύματος ἠρεμήσαντος ἐς Χαλκηδόνα καταίρουσιν· ἔνθα τοῦ ἰλίγγου ἀνεθέντες καὶ τὴν ἅλμην ἀποπτύσαντες καὶ λήθης βυθῷ παραδόντες τὰ χαλεπὰ τοῦ κινδύνου καὶ φοβερὰ ἐς τὸ μέγα διαπεραιοῦνται παλάτιον, ἁμίλλας
15τελέσοντες ἵππων καὶ θεάτροις τὸν δῆμον δεξιωσόμενοι. Ὡς οὖν εἰλήφει πέρας καὶ τάδε, βασιλεὺς μὲν ἀπελθεῖν ἐς Βλαχέρνας αὐτίκα ἤθελε, τῆς δὲ τῶν ὡρῶν ἀκαιρίας προσισταμένης (οἱ γὰρ ἐς ἡμᾶς αὐτοκράτορες καὶ μέχρι βηματίσαι τὴν τῶν ἄστρων θέσιν περι‐ εργάζονται) τὴν πρώτην τῶν νηστειῶν ἑβδομάδα τῷ μεγάλῳ παλα‐
20τίῳ προσέμενεν οὐχ ἑκών. ὡς δ’ ἦν ἡ ἕκτη τῶν ἡμερῶν οὐκ ἀνάρσιος πρὸς μετάβασιν, καὶ μάλιστα τῷ βαθέος ὄρθρου μεθισταμένῳ, ἔγνω μεταναστεῦσαι κνεφαῖος καὶ μήπω τοῦ ἡλίου διασπείραντος τὰς ἀκτῖνας τὰς Βλαχέρνας καταλαβεῖν. ἥ τε οὖν τριήρης παρὰ ταῖς ἀκταῖς τῶν ἀρχείων ἐσάλευε καὶ τὸ συγγενὲς ἅπαν τοῦ βασιλέως παρ’ αὐτὸν μετὰ
25φώτων συνήλιστο, σύμπλουν ἐσόμενον· τοῦ θεοῦ δὲ δεικνύντος ὡς κύριός ἐστιν ὡρῶν καὶ χρόνων αὐτὸς καὶ παρ’ αὐτοῦ κατευθύνεται εἴτε μὴν συμποδίζεται τά τινων διαβήματα, τὸ πρὸ τῆς βασιλείου κλίνης δάπεδον αὐτομάτως ὑποχαλᾷ καὶ εἰς χάσμα ἱκανῶς διανοίγεται. καὶ βασιλεὺς μὲν παραδόξως τοῦ κινδύνου ῥύεται, ἅτερος δὲ τῶν τούτου
30γαμβρῶν, ὁ Παλαιολόγος Ἀλέξιος, καὶ συχνοὶ ἄλλοι ἐνίσχονται τῷ διαστήματι καὶ πάσχουσι κακῶς τὰ βάθρα τοῦ σώματος· εἷς δέ τις
ἐκτομίας καὶ ἐτεθνήκει ἐς τὸ βάθιστον τοῦ χάσματος καταδύς. οἵαν μὲν530

Alex3,pt2

531

οὖν ἔννοιαν ἢ μετάνοιαν ἐπὶ τούτοις εἴληφεν ὁ κρατῶν, οὐδαμῶς ἔχω ἐπεξιέναι· ὃ δὲ κατὰ πόδας ἐπηκολούθησε, τοῦτο δὴ καὶ τῇ ἱστορίᾳ παραδίδωμι. Τῷ βασιλεῖ τῷδε καὶ τρίτη θυγάτηρ ἦν, Εὐδοκία τοὔνομα. ταύτην,
5ἔτι τοῦ τεκόντος Ἀνδρόνικον ἐκδιδράσκοντος Ἰσμαηλίτας τε καὶ Παλαι‐ στίνην περιιόντος πλάνητος, ὁ πατράδελφος Ἰσαάκιος ἑνὶ τῶν παί‐ δων εἰς γάμον ἐκδέδωκε τῷ Στεφάνῳ τοῦ Νεεμάν· ἦν δ’ οὗτος ἡγεμὼν τῶν Τριβαλλῶν. ἀλλ’ ὁ μὲν βραχὺν ἐπιμείνας τῇ ἀρχῇ χρόνον τὸ ὄρος ἄνεισι τὸ Παπύκιον καὶ βίον ὕπεισι τὸν μοναδικόν· ὁ δέ οἱ υἱὸς Στέ‐
10φανος συγκληροῦχον τῆς πατρῴας σατραπείας τὴν Εὐδοκίαν δεικνὺς ἡλίους συχνοὺς ἐξεμέτρησε καὶ παίδων ἐξ αὐτῆς ἀκούει πατήρ. Καινοτόμος δ’ ὢν ὁ χρόνος καὶ προβολεὺς τῶν ἀνομοίων ἄληκτος διίστησιν ἀμφοτέρους τῆς πρὶν ἑνότητος καὶ συμπνοίας, οὐκ ἄχρι τῶν ἐσχάτων ἀναπνοῶν τὴν συμφυΐαν παρεὶς ἀνόθευτον, ὃ τοῖς ἐχέφροσι
15ζυγίταις πλήρωμα τῆς ἀνθρωπίνης εὐδαιμονίας κρίνεται. οὐκοῦν ὁ μὲν τῇ γυναικὶ ἐνεκάλει τὸν τῆς ψωρώδους ἀκρασίας ὀδαξησμόν, ἡ δὲ τἀν‐ δρὶ προσῆπτε τὸν εὐθὺς ἐξ ἑωσφόρου ἀκροχάλικα καὶ τὸ μὴ πίνειν ὕδατα ἐξ οἰκείων ἀγγείων καὶ τὸ κρυφίων ἄρτων ἐμπίπλασθαι. καὶ προβαινούσης οὕτω τῆς διχονοίας ἀεὶ ἐπὶ μέγα σκέπτεταί τι βαρβα‐
20ρώτατον ἔργον ὁ Στέφανος καὶ αὐτὸ μέτεισι· πλασάμενος γάρ, εἴτε καὶ φάμενος ἀληθῶς, μοιχευομένην ἁλῶναι τὴν Εὐδοκίαν παντὸς ἀπογυμνοῖ περιβλήματος γυναικείου, τὸν ἔσχατον αὐτῇ καὶ λεπταλέον χιτῶνα μόνον καταλιπών, καὶ τοῦτον κύκλῳ περικοπέντα ὡς μόλις περιστέλλειν τὰ τῶν μελῶν ἀσχήμονα, καὶ διαφίησιν οὕτως ἀτίμως, ἔνθα δὴ καὶ
25ὀργῴη πορεύεσθαι. Πρὸς δὲ ταυτηνὶ τὴν πρᾶξιν τὴν ὄντως ἄσεμνον καὶ ἀπότομον καὶ τὴν ὑπέρογκον ἀμυντηρίαν ὁ ἀδελφὸς ἀντιστὰς Βόλκος ἔς τε τὸ ἀπ‐
άνθρωπον ὠνείδισεν ἦθος τὸν κασίγνητον μεθαρμοσθῆναί τε τῆς ὀργῆς531

Alex3,pt2

532

καὶ καθυφεῖναί τι μικρὸν καθικέτευσεν, ἀπιδόντα πρὸς τὸ μεγαλεῖον τοῦ γένους τῆς Εὐδοκίας καὶ ἑαυτὸν δὲ οἰκτειρήσαντα, γενησόμενον οὕτως ἐπ’ ἀσχήμοσιν ἔργοις ἀοίδιμον. οὐκ ἔχων δὲ καὶ πείθειν ὡς τὴν γνώμην ἀκαμπῆ καὶ δυσμείλικτον αὐτὸς τὴν Εὐδοκίαν προσηκούσης
5κομιδῆς ἀξιώσας παραδίδωσι τοῖς ἀπάξουσι δεόντως εἰς τὸ Δυρράχιον. μαθὼν δὲ τὸ γεγονὸς ὁ πατήρ, πέμψας ἀμφικέφαλον καθέδραν καὶ κόσμους περιδερραίους ἄλλας τε λαμπρειμονίας βασιλικάς, εἰσοικίζεται τὴν θυγατέρα. Πλὴν οὐδ’ οἱ τοῦ Νεεμὰν οὗτοι υἱοὶ ἀδελφὰ φρονοῦντες ἐς τέλος
10διήρκεσαν, ἐκπολεμωθέντες δὲ κατ’ ἀλλήλων τῷ χορῷ τῶν ἄλλων καὶ οἵδε συνήφθησαν, οὓς μικρῷ πρόσθεν εἰρήκειμεν ἠγνοηκέναι τὴν φύσιν διά τε φιλαρχίαν καὶ τρόπου σκαιότητα· καὶ φανεὶς κρείττων ὁ Βόλκος τῆς ἀρχῆς ἅμα καὶ τῆς πατρίδος ἐκτοπίζει τὸν Στέφανον. ἐκ γὰρ τῆς τῶν πόλεων βασιλίδος ὥσπερ τινὸς ὑπογραμμοῦ καὶ τύπου καὶ κοινοῦ
15θεμιστεύματος τῆς ἀδελφοκτονίας ἐξιούσης καὶ διαδραμούσης τῆς γῆς τὰ πέρατα, οὐ Πέρσαι μόνον καὶ Ταυροσκύθαι καὶ οἵδε οἱ Δαλμάται καὶ μετέπειτα Πάννονες, ἀλλὰ καὶ λοιποὶ ἕτεροι παρ’ ἔθνεσι δυναστεύοντες στάσεων καὶ φόνων τὰς ἑαυτῶν πατρίδας ἐνέπλησαν, καθ’ ὁμογενῶν τὰ ξίφη σπασάμενοι.
20 Κατὰ δὲ τοὺς χρόνους τούτους ἔξεισι τῆς Μυσίας ὁ Ἰωάννης καὶ μεγίστῳ τε καὶ παγχάλκῳ στρατεύματι διειληφὼς τὴν Κωνστάντειαν χειροῦται κατὰ πᾶσαν εὐπέτειαν, διάσημον οὖσαν ἐν τοῖς τῆς Ῥοδόπης σχοινίσμασι. καὶ καθελὼν τὸν ταύτης περίβολον ἐκεῖθεν ἀπανίσταται καὶ περὶ τὴν Βάρναν στρατοπεδεύεται καὶ πολιορκεῖ γενναίως καὶ
25ταύτην κατὰ τὴν ἕκτην τῶν τοῦ Χριστοῦ παθημάτων ἡμέραν. παν‐ τοίαν δ’ ἔνστασιν ἐνδεικνυμένων τῶν ἔνδοθι, κρατίστων ὄντων τῶν πλείστων κἀκ τοῦ Λατινικοῦ στίφους συγκροτουμένων, τετράπλευρον συντίθησι μηχανήν, συμμηκιζομένην τῷ εὔρει τῆς τάφρου καὶ ἰσοϋψῆ τῷ τείχει τῆς πόλεως, καὶ ταύτην ὑπότροχον οὖσαν τῆς τάφρου ἄγχιστα
30στήσας, εἶτα ἀνατρέψας ἀμφοτέρων τῶν περάτων ἐπιλαμβάνεται καὶ532

Alex3,pt2

533

τῷ αὐτῷ καὶ ἑνὶ μηχανήματι ζεύγματί τε τῆς τάφρου χρησάμενος καὶ κλίμακι ἐξικνουμένῃ τοῦ ὕψους τῆς πόλεως τρισὶν ἡμέραις τῆς Βάρνας κρατεῖ. οὔτε δὲ τῆς ἡμέρας τὴν δύναμιν ὁ βάρβαρος πτοηθείς (ἦν γὰρ τὸ ὑπερευλογημένον σάββατον, καθ’ ὃ ὕπνωττεν ἐν τάφῳ Χριστός),
5οὔτε τὸν Χριστιανὸν αἰδεσθείς, ὃν μόνοις περιέφερε χείλεσιν, ἀλλὰ φιλαιμάτοις δαίμοσιν ἐλαστρούμενος πάντας, οὓς συνείληφε, κατὰ τῆς τάφρου ζῶντας ὠθεῖ καὶ χοῦν ἐς ἰσόπεδον ἐπιχέας πολυάνδριον τὸν τόπον δείκνυσιν. ἔπειτα καὶ τὰ τείχη καταστρεψάμενος ἐς Μυσίαν ἐπάνεισιν, ἐναγίσμασι τοιούτοις καὶ τελεταῖς μυσαρωτάταις τὴν μίαν
10τῶν σαββάτων καὶ τῶν ἡμερῶν κυρίαν τετιμηκώς. Καὶ τῇδε μὲν καὶ ταῦτα ἐφέρετο· ὁ δέ γε πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης, χρόνιος ἐν Μυσίᾳ καθειργνύμενος, δεῖται τοῦ ἐξαδέλφου καὶ βασιλέως ἐκ τῆς οἰκείας οὐσίας λυθῆναι, μηδ’ ὡς κακοῦργος ἐπὶ πολὺ παροφθῆναι παρὰ βαρβάροις δορύκτητος. οὐκ εἶχε δὲ καὶ πείθειν δι’
15ὧν ἐπέστελλεν. ἀπειρηκὼς οὖν τὸν κηδεστὴν μέτεισι Χρύσον καὶ παρ’ αὐτοῦ δεῖται λυθῆναι, καὶ ὡς εἶχε τὰ ᾐτημένα πεπερασμένα, ἐκ Μυσίας ἐς Πρόσακον ἄπεισιν. ἀλλ’ οὐδ’ ἐκεῖσε γενόμενος καθυφῆκε τοῦ βασιλέως δεόμενος, εἴ πως τῷ Χρύσῳ τὰ λύτρα κατάθοιτο, εἰς δύο ποσούμενα χρυσοῦ κεντηνάρια, πολλαπλασίονα τούτων ἀφαιρεθῆναι φάσκων πλὴν
20τῶν ἀργυρέων καὶ χρυσέων σκευῶν τῶν σηρικῶν τε νημάτων καὶ τῶν περιφανῶν ἐσθημάτων, οἷς ὑπερεκόμα ῥυηφενέστατος ἀνθρώπων φα‐ νείς. ὁ δὲ τὴν σχέσιν τοῦ πρωτοστράτορος ἐν πλάστιγγι μιᾷ τοῦ τῆς φρενὸς ζυγοῦ κατατιθείς, ἐν δὲ θατέρᾳ τὰ τούτου χρήματα, καὶ ταλαν‐ τεύων ἀμφότερα, πολὺ τῇ ῥοπῇ βαρύτερα τὰ δεύτερα εὕρισκεν· ὅθεν
25οὐδ’ ἄκροις ὠσὶν εἰσῳκίζετο τὰ ὑπ’ ἐκείνου γραφόμενα. Ἀπειπὼν οὖν ὁ Καμύτζης ἔγνω σὺν Χρύσῳ τοῖς ἀγχιτέρμοσι Προσάκῳ Ῥωμαϊκοῖς ἐπιθέσθαι θέμασιν. εὐμαρῶς οὖν Πελαγονίαν
χειροῦνται καὶ ῥᾳδίως ὑπάγονται Πρίλαπον, ἐπιφύονται τοῖς ἑξῆς,533

Alex3,pt2

534

ἀφιστῶσι τὰ πόρρωθεν, διεκπίπτουσι τῶν Θετταλικῶν Τεμπῶν, τῶν πεδιάδων ἐπιλαμβάνονται, παρακινοῦσι τὴν Ἑλλάδα, παλίμβολον τιθέασι τὴν τοῦ Πέλοπος. Τότε δὲ καὶ δεύτερος ἀποστάτης κατὰ τοὺς σπαρτοὺς ἐπανέτειλε
5Γίγαντας. Ἰωάννης γάρ τις τὸ γένος Κύπριος, Σπυριδωνάκης τοὐπώνυ‐ μον, τὸ εἶδος φαῦλος, τὴν ἡλικίαν φαυλότερος, στράβων τὰς ὄψεις, χειρῶναξ τὴν τέχνην, τὴν τύχην χθόνιος, τῷ βασιλεῖ τῷδε ὑπηρετού‐ μενος, ταῖς δὲ παραλόγοις προόδοις καὶ ἀναβάσεσι τῶν ἔσω λεγομένων ταμείων φύλαξ ταχθείς, εἶτα καὶ τὴν ἀρχὴν τῶν Σμολένων χειρίζειν
10λαχών, καταγινώσκει τοῦ πεπομφότος εὐτέλειαν νοὸς καὶ ἀφέλειαν καὶ τῷ δυσπροσόδῳ τῆς χώρας ἐπαρθεὶς εἰς ἀπόνοιαν δισσούμενον γίνεται ἐκείνῳ ἀντιστάτημα καὶ Σατὰν καὶ σκόλοψ καὶ ἀπρόσκοπον συγ‐ κύρημα χείριστον. Ὁ δὲ βασιλεὺς καὶ τρίτῳ τότε κακῷ τῇ συνήθει καχεξίᾳ τρυχό‐
15μενος, ἥτις ἐπενέμετο τὰ ἄρθρα τοῦ σώματος, τὸν Ἐπιμηθέα εἶχε κατ’ ἄμφω δεινῶς ἐπικείμενον καὶ εἰς πνῖγμα μικροῦ ἐναλλόμενόν τε καὶ ἐπεμβαίνοντα, ὅτι τε τὸν ἐξάδελφον οὐκ ἐλύσατο καὶ ὅτι τὸν οὐτιδανὸν ἐν ἀνθρώποις Σπυριδωνάκην εἰς ὄνειδος οἰκεῖον πόλεων τοσούτων ἐρυμνοτάτων κατέστησεν ἄρχοντα.
20 Διχῇ οὖν διαιρῶν τὸ συναγόμενον στράτευμα τὸ μὲν τῷ γαμβρῷ παρεδίδου Ἀλεξίῳ τῷ Παλαιολόγῳ τὸν ἀνθρωπίσκον μετιόντι Σπυρι‐ δωνάκην, τὸ δ’ ἐξέπεμψεν εἰς τὸν Ἠονοπολίτην Ἰωάννην τῷ πρωτο‐ στράτορι ἀντικαθιστάμενον. ὁ μὲν οὖν τοῦ βασιλέως γαμβρὸς Ἀλέξιος
ἀρετὴν καὶ τόλμαν ἐνδειξάμενος ἔμφρονα τὸν Σπυριδωνάκην καταγω‐534

Alex3,pt2

535

νίζεται σὺν πόνῳ βραχεῖ καὶ φυγάδα τίθησι τὸ Πυγμαϊκὸν ἀνδράριον ἐς Μυσίαν· ἡ δὲ τοῦ πρωτοστράτορος ἀντιστασία ἐφ’ ἱκανὸν μὲν δι‐ ήρκεσε χρόνον, αἴσιον δ’ οὖν καὶ αὕτη πέρας ἐδέξατο. ὁ γὰρ βασιλεὺς ἄλλαις τε μεθόδοις ἐχρήσατο μεθ’ ὑπουλίας μετιὼν τὸν Χρύσον, καὶ δὴ
5καὶ τὴν θυγατρόπαιδα Θεοδώραν, ἣν τῷ Ἰβαγκῷ κατηγγύησεν, ἐμνήστευσεν αὐτῷ εἰς εὐνέτιν ἐκ Βυζαντίου μεταπεμψάμενος. καὶ τούτοις τοῖς μεθοδεύμασιν ἀνασώζεται Πελαγονίαν καὶ Πρίλαπον καὶ Θετταλίας ἀπανίστησι τὸν Καμύτζην, πῇ μὲν πολέμῳ κατατροπούμενον, πῇ δὲ φυγῆς ἐθελοντὶ ἁπτόμενον. ὕστατα δὲ καὶ αὐτοῦ τοῦ Στανοῦ μετα‐
10νάστην δείκνυσιν, εἰς ὃν ὡς εἰς ἀνάλωτον ἀπέδρα κρησφύγετον. καὶ τοιούτοις ἔργοις ἑαυτὸν περιανθίσας, ἐπὶ μακρὸν ὀφθέντα οἰκουρὸν καὶ ἀπόλεμον, εἰς Βυζάντιον ἐπανέδραμε. τότε δὲ καὶ τῆς Στρουμμίτζης ἐκράτησεν, ἀπάτῃ κἀνταῦθα τὸν Χρύσον περιελθών, καὶ τὰς πρὸς Ἰωάννην σπονδὰς ἐξεπέρανεν.
15 Ἀλλὰ μέχρι μὲν δὴ τούτων εὔδρομος ἡμῖν ὁ λόγος καὶ διὰ λείας φέρων ὁδοῦ, τὸ δ’ ἐντεῦθεν οὐκ οἶδ’ ὅπως τῷ λόγῳ χρήσομαι. τίνα γὰρ ἂν γνώμην ἔχειν εἰκὸς τὸν τὰς κοινὰς διεξιέναι μέλλοντα συμφοράς, ὧν ἡ τῶν πόλεων αὕτη πεπείραται βασιλὶς τῶν γηΐνων ἀγγέλων βασιλευόντων; ἐβουλόμην μὲν οἷός τε εἶναι διεξελθεῖν ἀξίως τῷ λόγῳ
20τὰ πάντων τῶν κακῶν ἀχθεινότατά τε καὶ χαλεπώτατα· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, ἐν ἐπιτόμῳ καὶ δὴ ποιήσομαι τὴν ἀφήγησιν, κερδαλεωτέραν ἐσομένην δήπου τοῖς ὀψιγόνοις διὰ τὴν τῶν ἀλγεινῶν ἀκουσμάτων
μετρίασιν καὶ τὴν ἐντεῦθεν τῆς πλείονος λύπης ὑφαίρεσιν.535

Alex3,pt2

536

Εἶχε μὲν οὖν ὁ βασιλεὺς Ἀλέξιος τὸν ἀδελφὸν Ἰσαάκιον καθῃρηκὼς τῆς ἀρχῆς· δέον δὲ μὴ πάντῃ ἀμελῆσαι τῆς αὐτοῦ φυλακῆς, ὁ δὲ λαθό‐ μενος ὡς ἐγκαίονται τοῖς πλείστοις αἱ συμφοραὶ καὶ εἰσὶν ἀναπόνιπτοι οὔτε μὴν ἡ δίκη δι’ ὅλου τις ἀδιύπνιστος καὶ ταῖς χρονίαις φιληδοῦσα
5μεταβολαῖς, ἀλλ’ ἔπεισι καὶ ταχύπους καὶ ἀψοφητὶ ἐπιπίπτειν φιλεῖ τοῖς ἔργα ῥέζουσιν ἔκδικα, ἐνδίδωσι τῷ κασιγνήτῳ διάγοντι κατὰ τοὺς κίονας, οἳ περὶ τὸν πορθμὸν ἀκταῖοι καὶ δυάζοντες ἵστανται, βίοτον ἔχειν ἄνετον καὶ πᾶσιν ἀνεπέγκλητον εἶναι τὴν εἰς αὐτὸν διαπλώϊσιν. ἦν οὖν τοῦ βουλομένου παντὸς καὶ οἳ ἐκ γένους μάλιστα τῶν Λατίνων
10εἰς Ἰσαάκιον ἀναπλεῖν· οἷς καὶ κρυφίων κοινωνὸς ἐδείκνυτο βουλευ‐ μάτων, ὁπόσα τὴν ἀντιπάθειαν ἐβυσσοδόμευον καὶ τὴν Ἀλεξίου καθαίρεσιν ἐμεθόδευον, γραμμάτια πρὸς Εἰρήνην πέμπων τὴν θυγατέρα, κοινωνοῦσαν λέχους Φιλίππῳ τῷ κρατοῦντι τότε τῶν Ἀλαμανῶν, πρὸς τὴν πατρῴαν ἐκδίκησιν ὑπαλείφοντα, κἀκεῖθεν διαποτώμενα
15ἔχων ἀντίγραφα τὸ ποιητέον αὐτῷ εἰσηγούμενα. Εἶτα καὶ τὸν υἱέα τούτου Ἀλέξιον τῆς εἱρκτῆς ἀνεικὼς ἐλεύθερον ἀφῆκε τρέφεσθαι. ἐν δὲ τῷ μέλλειν κατὰ τοῦ πρωτοστράτορος ἐξιέναι καταλύσας ἐς Δαμοκράνειαν συνέκδημον καὶ τοῦτον ἐπήγετο. ὁ δὲ κατὰ γνώμην δήπουθεν τοῦ πατρὸς Πισσαίῳ τινὶ περὶ δρασμοῦ κοινολογη‐
20σάμενος, στρογγύλης προεστῶτι μεγίστης νεώς, ἐκαιροφυλάκει θέσθαι ἐν θαλάσσῃ τὸ ὅρμημα καὶ τὸ ἴχνος ἐν πολλοῖς ὕδασιν. ὡς δ’ ἐπέστη
καιρὸς οὐκ ἀνάρσιος πρὸς τὴν ἄπαρσιν, ἡ μὲν ναῦς ἱστίοις πτεροῦται536

Alex3,pt2

537

καὶ κατ’ οὖρον φέρεται καὶ προσοκέλλει τῇ καθ’ Ἑλλήσποντον Αὐλω‐ νίᾳ, τὸ δέ γε ταύτης ἐφόλκιον κατᾶραν ἐς τὸν Ἀθύραν ἐπὶ τῷ δέξασθαι τὸν Ἀλέξιον, τιθὲν τὴν σκέψιν ἀφώρατον, ἐνεφόρει ψάμαθον φόρτον ἐσομένην τῇ νηῒ κεκενωμένῃ δῆθεν τῶν ἀγωγίμων. ὁ δ’ Ἀλέξιος ἐκ
5Δαμοκρανείας ἐκεῖσε παραγενόμενος τὴν ὁλκάδα εἴσεισι καὶ πρὸς τὴν νῆα μετακομίζεται. γνωσθείσης δὲ τῆς τούτου φυγῆς πέμπονται μὲν παρὰ τοῦ βασιλέως οἱ τὸ πλοῖον ἐξερευνήσοντες, οὐ μὴν ἴσχυσαν συλλαβεῖν τὸν Ἀλέξιον· οὗτος γὰρ τὴν κόμην κειράμενος περιτρόχαλα καὶ τὴν αὐτὴν τοῖς Λατίνοις στολὴν ἐνδυσάμενος, ὡς ἐν ὁμίλῳ πολλῷ
10συναναστρεφόμενος τοὺς διφῶντας ἐλάνθανεν. ἀπαχθεὶς οὖν ἐς Σικελίαν δῆλος τῇ ἀδελφῇ γίνεται· ἡ δὲ δορυφορίαν ἱκανὴν ἀποστείλασα τὸν ἀδελφὸν ἀγκαλίζεται καὶ δεῖται τοῦ ἀνδρὸς Φιλίππου τὰ δυνατὰ τῷ πατρὶ ἐπαμῦναι φάος ἅμα καὶ κράτος ὑπὸ τῶν γνησίων ἀφῃρημένῳ καὶ τῷ ἀδελφῷ ἐπαρήξειν ἀστέγῳ τε καὶ ἀπόλιδι κατ’ ἀστέρας μετα‐
15φερομένῳ τοὺς πλάνητας καὶ μηδὲν ἐπαγομένῳ πλὴν τοῦ σώματος. Ἀλλὰ γὰρ πρὸς τούτοις καὶ ἄλλα μοι ἐπιρρεῖ, ἃ μὴ χρεὼν παρ‐ όψεσθαι. οἱ Ἀγγελώνυμοι κασίγνητοι καὶ ἄλλως μὲν πλημμελῶς διῴκουν τὰ τῆς ἀρχῆς, ὡς ἤδη λέξαντες ἔχομεν, μάλιστα δὲ φιλοχρημα‐ τίαν νοσοῦντες οὔτ’ ἀπὸ δικαίων πόρων πλουτεῖν ἠνείχοντο, οὔτε
20ξυνεῖχον τὰ συλλεγόμενα, ἀλλ’ ἐξέφερον ἀμφοτέραις αὐτὰ καὶ περιττῇ μὲν θεραπείᾳ καὶ κόσμῳ πολυτελεῖ σώματος, πλέον δ’ ἀπεπλούτουν πρὸς ἑταιρίδας καὶ συγγενεῖς ἀλυσιτελεῖς παντάπασι τῷ κοινῷ. οὐ μόνον τοίνυν τὰς Ῥωμαϊκὰς πόλεις ἐκαλαμῶντο καὶ ἐπεφύλλιζον, εὑρεταὶ καινῶν εἰσφορῶν καθιστάμενοι, ἀλλὰ καὶ τοὺς ἐκ φυλῶν Λατι‐
25νίδων ἐν οἷς εἶχον εἰσέπραττον. πολλάκις οὖν τὰς πρὸς Βενετίκους537

Alex3,pt2

538

ξυνθήκας παραβλεψάμενοι αὐτούς τε εἰς χρήματα ἐζημίωσαν καὶ τὰ πλοῖα τούτων ἠργυρολόγουν καὶ τοὺς ἐκ Πίσσης αὐτοῖς ἐπανέστησαν. ἀμέλει καὶ ἦν ὁρᾶν ὁτὲ μὲν τῆς πόλεως ἔνδοθεν, ὁτὲ δὲ κατὰ θάλατταν διὰ μάχης ἀμφότερα τὰ γένη χωροῦντα, κρατοῦντά τε ἀνὰ μέρος καὶ
5κρατούμενα, καὶ παλίωξιν ἐντεῦθεν καὶ ἀντισκύλευσιν. Ἀτὰρ οἱ Βενέτικοι, παλαιῶν μεμνημένοι πρὸς Ῥωμαίους σπονδῶν καὶ μεταχωροῦσαν πρὸς Πισσαίους τὴν σφετέραν δεξίωσιν οὔκουν ὁρᾶν ἀνεχόμενοι, δῆλοι ἦσαν Ῥωμαίων κατὰ βραχὺ ἀφιστάμενοι καὶ μελε‐ τῶντες ἐν καιρίοις τὴν ἀντιλύπησιν, καὶ μάλισθ’ ὅτι κιμβικευόμενος ὁ
10Ἀλέξιος οὐκ ἀπεδίδου σφίσι χρυσίου μνᾶς διακοσίας ἐνδεούσας ἔτι πρὸς τὸ ἅπαν ὀφείλημα τῶν δέκα πρὸς τοῖς πέντε κεντηναρίων, ἃ συνέθετο δοῦναι τοῖς Βενετίκοις ὁ βασιλεὺς Μανουήλ, ἡνίκα συνειληφὼς Βενε‐ τίκους δημόσια τὰ τούτων ἔθετο χρήματα. Ἦν δὲ δεινὸν οὐκ ἐλάχιστον καὶ ὁ τηνικαῦτα δοὺξ Βενετίκων Ἐρίκος
15Δάνδουλος, ἀνὴρ πηρὸς μὲν τὰς ὄψεις καὶ τῷ χρόνῳ πέμπελος, ἐπι‐ βουλότατον δὲ πρᾶγμα Ῥωμαίοις καὶ φθονερώτατον, ὃς παιπάλημα ὢν ἀγυρτείας καὶ φρονιμώτερον τῶν φρονίμων ἑαυτὸν ὀνομάζων καὶ δοξομανῶν ὡς οὐχ ἕτερος θανάτου ἐτιμᾶτο τὸ μὴ τίσασθαι Ῥωμαίους τῆς ἐς τὸ γένος αὐτοῦ παροινίας, φρεσὶν ἀναπεμπάζων καὶ λογιστεύων
20ὁπόσοις κακοῖς οἱ Βενέτικοι προσωμίλησαν τῶν Ἀγγελωνύμων ἀδελ‐ φῶν ἀνασσόντων, καὶ πρὸ τούτων Ἀνδρονίκου, καὶ ἀνόπιν ἔτι τοῦ Μανουὴλ τὰ τῶν Ῥωμαίων σκῆπτρα διέποντος. εἰδὼς δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς προχωρήσειν, εἴ τι που Ῥωμαίοις ἐπίβουλον μετὰ μόνων τῶν ὁμοφύλων ἐργάσεται, καὶ ἄλλους προσλαβέσθαι συλλήπτορας
25σκέπτεται καὶ τούτοις κοινωνῆσαι τῶν ἀπορρήτων, οὓς ᾔδει πρὸς Ῥωμαίους ἄσπονδον μῖσος τρέφοντας καὶ τοῖς τούτων καλοῖς βάσκα‐ νον καὶ λίχνον ἐνατενίζοντας. τοῦ δὲ καιροῦ χορηγήσαντος αὐτο‐ μάτως τοπάρχας τινὰς εὐγενεῖς, οἳ τὴν ἐς Παλαιστίνην ὥρμων τρα‐ πέσθαι, κατὰ κοινοπραγίαν τούτοις συγγίνεται καὶ συνωμότας ἐπι‐
30σπᾶται τοῦ κατὰ Ῥωμαίων κινήματος. ἦσαν δὲ οὗτοι ὁ Μόντης538

Alex3,pt2

539

Φεράντης μαρκέσιος Βονιφάτιος, ὁ κόμης Φλάντρας Βαλδουῖνος, ὁ κόμης τοῦ ἁγίου Παύλου Ἐρίκος καὶ ὁ κόμης Πλέης Δολόϊκος, καὶ συχνοὶ ἕτεροι τολμητίαι πολεμισταὶ καὶ συμμηκιζομένην οἷον τῷ δολιχῷ τῶν δοράτων τὴν ἡλικίαν προφαίνοντες.
5 Ναυπηγηθέντων οὖν εἰς Βενετίαν δι’ ὅλων τριῶν λυκαβάντων δρομώνων μὲν ἱππαγωγῶν ἑκατὸν δέκα, νηῶν δὲ μακρῶν ἑξήκοντα, ἔτι δὲ πλοίων συναθροισθέντων στρογγύλων μεγίστων ὑπὲρ τὰ ἑβδομήκοντα, ὧν ἓν Κόσμος παρ’ αὐτοῖς ὠνομάζετο ὡς πολὺ τῶν ἄλλων ὑπερφέρον ἐς μέγεθος, εἴσεισιν ἐκ παραγγελίας αὐτὰ ἵππος μὲν
10χιλία σιδήρῳ κατάφρακτος, ἀσπὶς δὲ τρισμυρία εἰς ὁπλίτας πλείστους διῃρημένη, μάλιστα δὲ εἰς τοὺς καλουμένους τζαγγρατοξότας. Ὡς δ’ ἦν ὁ στόλος πρὸς ἀναγωγὴν ἕτοιμος, κακὸν ἐπὶ κακῷ προσ‐ βάλλει καὶ κῦμα, ὅ φασιν, ἐπὶ κύματι Ῥωμαίοις ἐπικυλίνδεται· Ἀλέ‐ ξιος γὰρ ὁ παῖς Ἰσαακίου τοῦ Ἀγγέλου γράμμασιν ἐφοδιασθεὶς τοῦ
15πάπα Ῥώμης τῆς πρεσβυτέρας καὶ τοῦ ῥηγὸς Ἀλαμανίας Φιλίππου, χάριτας μεγίστας ὁμολογούντων τοῖς πειρατικοῖς τούτοις ἐργαστηρίοις, εἰ τὸν Ἀλέξιον εἰσδέξονται καὶ πρὸς τὴν πατρῴαν ἐπαναγάγωσι βασιλείαν, τρισάσμενος μετὰ καιρὸν τῷ στόλῳ ἐφίσταται καὶ προσ‐ βλέπεται ὡς οὐ μόνον τὸν κατὰ Ῥωμαίων λῃστρικὸν ἔκπλουν μετα‐
20σχηματίσων πρὸς τὸ εὐάφορμον καὶ διαμορφάσων πρὸς τὸ εὐπρόσωπον, ἀλλὰ καὶ χρημάτων ἀποθεραπεύσων σωρείαις τὸ κερδαλέον ἐκείνων καὶ φιλοχρήματον φρόνημα. τὸν τοίνυν Ἀλέξιον, οὐ μᾶλλον τὴν ἡλικίαν ἢ τὰς φρένας νεάζοντα, πανοῦργοι πάντες καὶ πράγμασιν ἐντακέντες ἄνδρες παραλαβόντες ἐκείνοις ἐνόρκως συνθέσθαι παρέπεισαν, ἃ μηδα‐
25μῶς ἐπεφύκει πέρας λαβεῖν. οὐ γὰρ μόνον θαλάσσας χρημάτων αἰτη‐539

Alex3,pt2

540

σαμένοις κατένευσε τὸ μειράκιον, ἀλλὰ καὶ σύναρσιν κατὰ Σαρακηνῶν μεθ’ ὁπλομάχων Ῥωμαίων καὶ τρικρότων νηῶν πεντήκοντα. τὸ δὲ δὴ μεῖζον καὶ ἀτοπώτατον, παρεκτροπὴν πίστεως, ὁποία τοῖς Λατίνοις ἀσπάζεται, καὶ τῶν τοῦ πάπα προνομίων καινισμὸν μετάθεσίν τε καὶ
5μεταποίησιν τῶν παλαιῶν Ῥωμαίοις ἐθῶν συγκατέθετο. Καὶ δὴ ὁ μὲν στόλος τὰ πρυμνήσια λύσας κατάγεται πρὸς Ἰάδαρα καὶ ἦν αὐτὰ πολιορκῶν, δόξαν οὕτω Δανδούλῳ τῷ τῆς Βενετίας δουκί, ὡς δῆθεν παλαιὰς συνθήκας παραβλεψάμενα· ὁ δέ γε κρατῶν Ῥωμαίων Ἀλέξιος ἐκ πολλοῦ τὴν τῶν Λατίνων ἐνωτιζόμενος κίνησιν
10πρὸς οὐδέν τι ἄμεινον Ῥωμαίοις διέκειτο· τὸ γὰρ περιττὸν ἐς μαλακίαν ἴσην ἔχει πως καὶ τὴν βλακείαν πρὸς τὰ κοινωφελῆ καὶ τὰ δέοντα. οἵ τε γοῦν αὐτῷ εἰσηγούμενοι περιουσίας ὅπλων φροντίζειν καὶ παρα‐ σκευῆς ἐπιμέλεσθαι ὀργάνων εἰς πόλεμον ἐπιτηδείων, πρὸ δὲ πάντων πολεμιστηρίων νεῶν συμπήξεως ἔχεσθαι, νεκρῷ ἐῴκεσαν προσδιαλε‐
15γόμενοι. καὶ αὐτὸν ἦν ὁρᾶν εἰς ἐπιδόρπιον γέλωτα ὥσπερ ἐθελοκα‐ κοῦντα τὰς περὶ Λατίνων ἀγγελίας τιθέμενον, λουτρῶν τε ἀνεγέρσεις φιλοτίμους καὶ βουνῶν καθαιρέσεις πρὸς ἀλωὴν καὶ φαράγγων ἀνα‐ πληρώσεις σπουδάζοντα καὶ τὸν καιρὸν εἰκαίως ἐν τούτοις καὶ παραπλη‐ σίοις ἄλλοις προϊέμενον. οἱ δὲ τῶν περιφύτων ὀρῶν φύλακες ἐκτο‐
20μίαι, ἃ τοῖς βασιλεῦσιν ἀνεῖται πρὸς κυνηγέσια, καθάπερ ἱερῶν ἄλ‐ σεων, εἰπεῖν δὲ καὶ θεοφυτεύτων παραδείσων, ἐφείδοντο τουτωνὶ καὶ
διηπειλοῦντο τὸν ἔσχατον κίνδυνον τοῖς ἐκτεμεῖν προθεμένοις ἐκεῖθεν ξύ‐540

Alex3,pt2

541

λα ἄττα ναυπηγήσιμα. καὶ βασιλεὺς οἷς οὐκ ἐπετίμα τοῖς ἀβελτέροις, ἐπευδοκῶν τοῖς λαλουμένοις ἡλίσκετο. Ἐπεὶ δὲ παρεστήσαντο μὲν οἱ Λατῖνοι τὰ Ἰάδαρα, τῇ δ’ Ἐπι‐ δάμνῳ προσώκειλαν καὶ βασιλεὺς Ῥωμαίων ὁ συνὼν ἐκείνοις Ἀλέξιος
5παρὰ τῶν Ἐπιδαμνιτῶν ἀνηγόρευτο καὶ τὴν περὶ τούτων φήμην ἀναμφήριστον εἶχεν Ἀλέξιος, γίνεται παροιμιώδης ἀσπαλιεύς, ὃς πληγεὶς κομίζεται νοῦν. ἤρξατο τοίνυν ἐπισκευάζειν τὰ τῶν σκαφιδίων ὑπόσαθρά τε καὶ θριπηδέστατα, μόλις ἐς εἴκοσιν ἀριθμούμενα, περι‐ ελθὼν δὲ καὶ τὰ τείχη τῆς πόλεως τὰς ἔξωθεν οἰκήσεις κατερείπειν
10προσέταττεν. Ὁ δὲ στόλος ἄρας ἐξ Ἐπιδάμνου τῇ τῶν Κερκυραίων παρενέβαλε καὶ περὶ τὰς εἴκοσιν ἡμέρας σχάσας ἐκεῖθι τὸν πλοῦν, ὡς ἔγνω τὴν ἄκραν δυσεπιχείρητον, εὐθὺ τῆς Κωνσταντίνου τὰ λαίφη διαπετάν‐ νυσιν· ᾔδεσαν γὰρ ἐκ μακροῦ τὴν τῶν Ῥωμαίων οἱ ἀφ’ ἑσπέρας ἀρχὴν
15ἐς μηδὲν ἕτερον περιστᾶσαν ἢ κραιπάλην καὶ μέθην καὶ τὴν Βυζαντίδα Σύβαριν ἀτεχνῶς τὴν ὑμνουμένην ἐπὶ τρυφῇ. ὅθεν εὐπλοίας παραδόξου τυχόντες (αὖραι γὰρ διὰ παντὸς ποντιάδες πραεῖαί τε καὶ πλησίστιοι
ταῖς ναυσὶν ἐκείνων ἐπέπνεον) τῇ πόλει ἐφίστανται μηδενὸς εἰδότος541

Alex3,pt2

542

σχεδόν. κατάραντες οὖν ἐς Χαλκηδόνα πρὸς τὴν ἀντίπορθμον τῇ ἕῳ Περαίαν τὴν κάτωθεν μικρόν τι τοῦ Διπλοῦ Κίονος, κώπαις μὲν αἱ νῆες, τὰ δὲ πλοῖα λαίφεσιν ἀφικνοῦνται μετὰ μικρόν, καὶ σαλεύουσιν ἐπ’ ἀγκυρῶν ἄποθεν τῆς χέρσου ἐς ὅσον μὴ εἶναι βέλους ἐντός. οἱ δέ γε
5δρόμωνες τῷ Σκουταρίῳ προσίσχουσιν. Ἠκροβολίζοντο μὲν οὖν Ῥωμαῖοι κατὰ τῶν πλοίων ἐκ τῶν ἐκεῖσε λόφων προφαινόμενοι καὶ ταῖς ἀκταῖς ἐφιστάμενοι, ἀλλ’ ἦν οὐδαμῶς ἀνύσιμα τὰ πεμπόμενα· τὰ δὲ πλείω μηδ’ ἐξικνούμενα τοῦ μήκους κατὰ θαλάσσης ἐβάλλοντο. καὶ φάλαγξ ἑτέρα τις ἄνω περὶ τὸν Δαματρύα
10ἠγραύλει, τὰς τῶν ἱππέων Λατίνων ἐκδρομὰς ἐπισχήσουσα. πλὴν καὶ αὕτη πρὸς οὐδέν τι χρήσιμος ἐγεγόνει· οὐ γὰρ μόνον τοῖς πολεμίοις οὐδ’ ὅλως προσέβαλεν, ἀλλὰ καὶ κατ’ αὐτῆς ἐπιόντων τῶν ἐναντίων ἀπανίσταταί τε καὶ διασκίδναται. Οὔπω συχνοὶ παρήλθοσαν ἥλιοι, καὶ γνόντες οἱ Λατῖνοι ὡς οὐδεὶς
15ὁ κατὰ χέρσον σφίσιν ἀντιστησόμενος ταῖς ἀκταῖς προσπελάζουσι. κἀντεῦθεν ἡ μὲν ἱππικὴ στρατιὰ ἵετο βραχύ τι τῆς θαλάσσης ἀπέχουσα, αἱ δὲ νῆές τε καὶ οἱ δρόμωνες καὶ ἐπὶ τούτοις τὰ πλοῖα πρὸς τὸν ἐσέχοντα κόλπον μετέβαινον. ὡς δ’ οἱ μὲν ἐπίγειοι, οἱ δ’ ἐνάλιοι τῷ φρουρίῳ ἐπέστησαν, ἐν ᾧ εἴθισται Ῥωμαίοις σιδηρᾶν ἀποδέειν βαρυτάλαντον
20ἅλυσιν, ἡνίκα πλοίων πολεμίων ἐνσταίη τις ἔφοδος, εὐθὺς προσ‐
βάλλουσι τῷ ἐρύματι· καὶ ἦν ἰδεῖν οὓς μὲν τῶν φυλάκων μετ’ ἀντι‐542

Alex3,pt2

543

μάχησιν βραχεῖαν φυγάδας ὁρωμένους ἐκεῖθεν, οὓς δὲ ἀναιρουμένους καὶ ζωγρουμένους, ἐνίους δὲ καὶ ὡς διά τινος ἱμονιᾶς τῆς ἁλύσεως κατ‐ ιόντας τε καὶ εἰσιόντας τὰς τῶν Ῥωμαίων τριήρεις, πολλοὺς δὲ καὶ κυμβάχους κατὰ βυθοῦ φερομένους ἐν τῷ τῆς ἁλύσεως διαμαρτεῖν.
5εἶτα καὶ αὐτῆς διαρραγείσης εἴσω ξύμπας ὁ στόλος εἰσρύεται. τῶν δ’ ἡμετέρων τριηρέων αἱ μὲν αὐτίκα χειροῦνται, αἱ δὲ τῷ τῆς πόλεως αἰγιαλῷ προσεγχρίψασαι τιτρῶνται μετὰ τὴν τῶν ἐμπλεόντων κένωσιν. καὶ ἦν πολυειδὲς τὸ κακόν, μηδ’ ἐπὶ καρδίαν ὅλως τινὸς ἀνιόν. ἐνίστατο δὲ τότε μὴν Ἰούλιος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑνδεκάτου
10ἔτους. Ἀνοχευσάμενοι δ’ ἐκ τούτων μικρὸν οἱ Λατῖνοι καὶ ὅσον τὸ ποιη‐ τέον σκέψασθαι, οἱ μὲν μετὰ τῶν νηῶν, ἡ δ’ ἵππος μετὰ τῆς προβεβλη‐ μένης πεζῆς στρατιᾶς τῷ Κοσμιδίῳ ἐφίστανται, μικρὰν ἐφευρηκότες ἐκ τῶν Ῥωμαίων ἀντίστασιν περὶ τὴν ἐκεῖ που γέφυραν καὶ τὸν λεγόμενον
15Τρυπητὸν λίθον. καὶ τὰ μὲν πλοῖα καὶ αἱ νῆες καὶ οἱ δρόμωνες ἐκεῖ που προσίσχουσιν, ὁ δὲ στρατὸς στρατήγιον πήγνυσι διειλημμένον ἐν μέρει ὀρυκτοῖς χαρακώμασι καὶ ξυλίνοις περισταυρώμασι περὶ τὸ γεώ‐ λοφον, ἀφ’ οὗπερ ὁρατὰ μὲν τὰ ἐν Βλαχέρναις ἀνάκτορα, ὁπόσα νένευκε πρὸς ἑσπέραν· περὶ δέ γε τὴν τούτου ὑπόβασιν ὑπτιάζει τις αὔλειος,
20πρὸς μεσημβρίαν μὲν ἐς τὸ τεῖχος λήγουσα, ὅπερ ἔρυμα τῶν ἀρχείων ὁ βασιλεὺς ἀνήγειρε Μανουήλ, κατὰ δὲ βορρᾶν ἄνεμον τῇ θαλάσσῃ ἐγγίζουσα. σκηνάς τε οὖν ὀρθὰς ἑώρων οἱ ἐν τοῖς τείχεσι καὶ μικροῦ
διομιλεῖσθαι εἶχον τοῖς ἐν αὐταῖς περὶ τὴν Γυρολίμνην στρεφομένοις.543

Alex3,pt2

544

Καὶ οἱ μὲν οὐ χάρακι καὶ ὅπλοις, τῷ δὲ περιβόλῳ τῆς πόλεως ἡμῶν διείργοντο· ὁ δὲ βασιλεὺς Ἀλέξιος πάλαι τεθησαυρικὼς ἐν ψυχῇ τὴν φυγὴν καὶ ἅπας αὐτῆς γινόμενος ὡπλοφόρησεν οὐδαμοῦ, οὐδ’ ἀντι‐ μέτωπος ὤφθη τοῖς ἔξωθεν, ἀλλὰ θεατὴς τῶν δρωμένων ἐκάθητο, τοὺς
5ὑπερυψήλους δόμους ἀνιών, οἳ τῆς ἐξ Ἀλαμανῶν δεσποίνης κικλή‐ σκονται. οἱ δέ γε περὶ αὐτὸν οἰκειακοί τε καὶ συγγενεῖς, ὁσονοῦν συν‐ αγηοχότες στράτευμα ἱππικὸν καὶ μοῖραν εὐάριθμον πεζικήν, ἐκ δια‐ λειμμάτων ἐξῄεσαν, μόνον οὐ προθέμενοι δεικνύειν τὸ μὴ ἔρημον ἀν‐ θρώπων τὴν πόλιν εἶναι παντάπασιν. ἐπελάσεις τοίνυν ἐξ ἐπιδρομῆς
10μερικαὶ καὶ διακοντίσεις ἱπποτῶν πρὸς ἱππέας κατ’ ἐρεθισμὸν καὶ ζῆλον ἀνδρείας πολλάκις τῆς ἡμέρας συνέβαινον ἑκατέρωθεν· καὶ ἦσαν ἐν τούτοις οὐκ ἀγεννῆ τὰ ἡμέτερα. ἀλλὰ καὶ πεζῶν ἐκπηδῶσαι δυνάμεις ἐς τὴν αὔλειον μάλιστα, ἣν εἰρήκειμεν, τοῖς ἐναντίοις προσέβαλλον. ἦν δὲ καὶ ἀπὸ πετροβόλων μηχανημάτων ἀχρειούμενα τὰ βασίλεια,
15ἐνιαχοῦ δὲ κἀκ τῶν τειχέων τῆς πόλεως βάρη λίθων ἀποσφενδονού‐ μενα τοὺς ἐναντίους κατέπληττον. Ἐνστάσης δὲ τῆς ἑπτακαιδεκάτης τοῦ Ἰουλίου μηνὸς χερσαῖοί τε καὶ ὑδραῖοι κεκρίκασιν ἀνδρικώτερον διαγωνίσασθαι οἱ ἀντίμαχοι, ὡς ἢ τῶν κατὰ σκοπὸν ἐπιτευξόμενοι ἢ τούτων διαπεσόντες ἐς ξυμβάσεις
20βλέψοντες· ἀμφότερα γὰρ ἡ φήμη περιιπταμένη λαμπρῶς ἐκώτιλλεν. οἱ μὲν τοίνυν τὰ πλοῖα φέροντες ἔστησαν κατέναντι τῶν Πετρίων, βοείαις δοραῖς φραξάμενοι ταῦτα, ὡς εἶεν πυρὶ ἀδῄωτα, κἀν ταῖς κε‐ ραίαις τεκτηνάμενοι κλίμακας τὰς βαθμῖδας μηρινθώδεις ἐχούσας ὑπο‐ χαλωμένας τε διὰ κάλων καὶ αὖθις αἰρομένας εἰς ὕψος προσδεδεμένων
25τοῖς ἱστοῖς· οἱ δὲ τειχεσιπλήτην κριὸν κρατυνάμενοι καὶ τοὺς τζαγγρατο‐544

Alex3,pt2

545

ξότας πολλαχῇ περιστήσαντες ὡς ἀφ’ ἑνὸς συνθήματος ποιοῦνται τὴν σύρρηξιν. καὶ ἦν ἡ μάχη φρικαλέα τις καὶ στονόεσσα πάντοθεν. οἵ τε γὰρ περὶ τὸν κριὸν ὁπλισάμενοι τὸ τεῖχος ῥήξαντες πάροδον ἔσχον ἔσωθεν, ὃ παρατείνει πρὸς θάλασσαν περὶ τόπον, ὃς Ἀποβάθρα βασί‐
5λειος ὀνομάζεται, εἰ καὶ πρὸς τῶν ἐπικούρων Ῥωμαίοις Πισσαίων καὶ τῶν πελεκυφόρων βαρβάρων ἀπεκρούσθησαν γενναιότερον καὶ τραυ‐ ματίαι οἱ πλείους ἐπανέλυσαν· οἵ τε τοῖς πλοίοις ἐνόντες τοῖς τείχεσι προσπελάσαντες καὶ δι’ ἀκατίων τὰς ἀγκύρας ἔραζε ῥίψαντες ἐκ τῶν κλιμάκων, ἔπειτα τοῖς ἐπὶ τῶν πύργων συμπλέκονται καὶ τρέπονται
10τούτους ῥᾳδίως ὡς ἐξ ὑπερδεξίων μαχόμενοι καὶ κατὰ κορυφὴν οἷον ἐφεστῶτες καὶ βάλλοντες· κατὰ πολὺ γὰρ τῶν τῆς πόλεως τειχέων ὑπερανεστήκεσαν αἱ κλίμακες, μετέωροι διὰ πεισμάτων γινόμεναι. Τὸ δ’ ἀπὸ τοῦδε λαβόμενοι τῶν τειχισμάτων οἱ πολέμιοι πῦρ ἐνιᾶσι ταῖς οἰκίαις, ὁπόσαι τοῖς τείχεσιν ἐκκρεμεῖς, διασκεδασθέντες πολλαχῇ.
15καὶ γίνεται τῆς ἡμέρας ἐκείνης ἐλεεινόν τι θέαμα καὶ ποταμοὺς ἐθέλον δακρύων ἀντιρρόπων τῷ πολλῷ τῆς πυρκαϊᾶς· πάντα γὰρ ὅσα ἐκ τοῦ τῶν Βλαχερνῶν βουνοῦ πρὸς τὴν μονὴν διήκει τοῦ Εὐεργέτου κατ‐ ῃθάλωτο καὶ ὑπερεμηκίσθη τὸ καλούμενον Δεύτερον ἡ τοῦ πυρὸς ἐρωή. Ἰδὼν δὲ ὁ Ἀλέξιος τὸ οἰκτρὸν τοῦτο τῆς βασιλίδος δυστύχημα καὶ
20τὴν συνοχὴν τῶν ἀνθρώπων εὐλαβηθεὶς ὁπλίτης μόλις ὁρᾶται, καὶ μάλισθ’ ὅτι πρὸς ὀργὴν τοὺς πλείους ἐπιφρίσσοντας ἑώρα καὶ λόγους ἐπαχθεῖς κατ’ αὐτοῦ καὶ προπηλακισμοὺς ἀφιέντας, οἷς οἰκουρεῖν ἑλό‐
μενος ἦρεν ἐπὶ μᾶλλον τὰ τῶν ἐναντίων φρονήματα, μηδεμίαν ἀρωγὴν545

Alex3,pt2

546

ὑπονοθευομένῃ τῇ πόλει ψηφισάμενος, ἀλλ’ ἀφεὶς τὸν πόλεμον τοῖς τείχεσι προσελθεῖν, πρᾶγμα μὴ εἰς δεῦρο πραχθέν, ὡς εἴπερ οὐκ ᾔδει τῆς ὑστεροβουλίας κρείττονα τὴν προμήθειαν καὶ τὸ φθάσαι βέλτιον τὸν πολέμιον ἢ παρ’ αὐτοῦ προληφθῆναι, ὅσα καὶ σῶμα δεινῷ καχεκτή‐
5ματι τὴν ἴασιν ὑπερπαίοντι. ἐξιὼν τοίνυν τῶν ἀρχείων ἱππότας πλείστους πρὸς ἑαυτὸν ἐπεσπάσατο καὶ πεζή τις φάλαγξ οὐκ ἀγεννὴς συνδεδράμηκεν ἐκ τῆς ἀκμῆς τῆς πόλεως, ὥστε καὶ τῷ κατὰ χέρσον πολεμίῳ στρατεύματι φρικασμὸς ἐπεγένετο σώματος, μεγίστην αἰφνηδὸν θεασαμένῳ παράταξιν. τάχα δ’ ἂν καὶ σωτήριον ἔργον διήνυστο, εἰ
10ὁμόσε κεχωρήκει τοῖς ἀντιπάλοις· νῦν δὲ ἡ ἐνδελεχὴς τῆς φυγῆς ἔννοια καὶ τῶν περὶ αὐτὸν τὸ εὐπτόητον τοῦ τί δεῖ ἐπὶ καιροῦ ποιεῖν ἐξέκρουσε τὸν Ἀλέξιον. καὶ παραταξάμενος μόνον, ὅθεν ἐξῆλθε Ῥωμαίοις ἀσπά‐ σιος ὡς δῆθεν ἀντιταξόμενος τοῖς Λατίνοις, ἐπανῆλθεν αἴσχιστος καὶ ἐφύβριστος, σοβαρώτερον μᾶλλον καὶ θρασύτερον πεποιηκὼς τὸ ἀντί‐
15μαχον, ἐπεὶ καὶ κατεπαρθὲν τῶν Ῥωμαίων ὀπίσω τούτων εἵπετο τραπομένων πρὸς ὑπονόστησιν καὶ τὰ δοράτια ἐπεκράδαινον. Εἰσιὼν οὖν Ἀλέξιος τὰ βασίλεια πρὸς ἀπόδρασιν ἐνσκευάζεται, ὡς εἴπερ φερομένην τὴν πόλιν εἰς ἀτυχὲς πτῶμα καὶ ὑπὲρ αἶσαν ἀφαν‐ τῶσαι διεπονεῖτο καὶ τὸν ταύτης ἀποτεταμένον συνέτεμεν ὄλεθρον.
20τὰ τοῦ σκοποῦ τοίνυν κοινωσάμενος μετρίοις τῶν κατευναστριῶν546

Alex3,pt2

547

ἐκείνῳ καὶ συγγενῶν κἀκ τῶν θυγατέρων τῇ Εἰρήνῃ, καὶ δέκα χρυσίου ἐνθέμενος κεντηνάρια καὶ κόσμους ἄλλους βασιλικοὺς ἐκ λίθων τιμαλφῶν συγκειμένους καὶ μαργάρων διαφανῶν, περὶ τὴν πρώτην ἄρας φυλακὴν τῆς νυκτὸς ἤλαυνεν ἐς τὸ Δεβελτόν, ἔνθα τὴν οἰκείαν προητοίμασεν
5ἄφιξιν, δείλαιος ἐν ἀνθρώποις, μὴ φίλτρῳ παίδων μαλαχθείς, μὴ γυναικὸς ἔρωτι δαμασθείς, μὴ τηλικαύτῃ πόλει μαλακισθείς, μηδέ τι τῶν ἄλλων εἰς νοῦν βαλόμενος, φιλοψυχίᾳ δὲ καὶ δειλανδρίᾳ σωτηρίαν ἑαυτῷ, καὶ ταύτην ἀμφίβολον, χωρῶν καὶ πόλεων τοσούτων καὶ γένους παντὸς ἀλλαξάμενος.
10 Ἐβασίλευσε μὲν οὖν ἐνιαυτοὺς ὀκτώ, μῆνας τρεῖς καὶ ἡμέρας δέκα. ἦν δὲ τὰ μὲν ἐς πόλεμον ὁποῖος εἴρηται, οὐδὲ τὰ πρὸς κοινὴν διοίκησιν ἀπεξεσμένος πέριξ παντάπασιν, ἵνα μὴ λέγοιμι ὡς ἐνέκλινεν εἰς τὸ πάντῃ ὀλίγωρον· τὰ δ’ ἄλλα οὐκ ἦν τις ἀπόβλητος. πλέον δὲ πάντων τῷ μειλίχῳ τοῦ ἤθους ἐκέκαστο μὴ δυσπρόσοδος ὤν, οὔτε μὴν ὑπο‐
15σκυζομένῳ προσώπῳ καὶ ὑπεροφρυάζοντι βλέμματι ἐξέκρουε καὶ τοῦ ὑπ’ ὀδόντα γρῦξαί τινα, ἀλλ’ ἦν τοῦ βουλομένου παντὸς προσελθεῖν ἐκείνῳ καὶ δεηθῆναι, ἐνιαχοῦ δὲ καὶ πρὸς ἀντιφάσεις χωρεῖν οὐχ ὑπο‐
στελλομένῃ φωνῇ. καὶ τοὺς ἐπ’ ἀλλήλοις διαβόλους καὶ τοὺς κόλακας547

Alex3,pt2

548

περιίστατο. ἔχων δὲ τὴν συνείδησιν βάλλουσαν ἐφ’ οἷς ἠνόμησεν εἰς τὸν ἀδελφόν, τὸ χρεὼν ἐδεδίει καὶ τὴν πάντα περισκοποῦσαν τὰ θνητῶν πράγματα δίκην διηνεκῶς ὑπεβλέπετο· ὅθεν κατανύξει καρδίας συν‐ είχετο καὶ δευκνὺς ἀκηδιῶν πνεῦμα ἤλυέ τε καὶ ἐδυσφόρει καὶ ἤχθετο.
5εἰ δὲ μέγα καὶ βασιλεῦσιν ἐργῶδες τὸ μὴ τῶν ἀσταχύων ἐκτέμνειν τοὺς ὑπεραίροντας, μηδὲ θηριωδῶς ἐμπηδᾶν τοῖς παραλυπήσασι, καὶ τοῦτο προσπλουτοῦντα ἴδῃ τις τὸν Ἀλέξιον· οὐδὲ γὰρ πρὸς φυτείαν σκότους ὀφθαλμοὺς ἐπαττάλευεν, οὐδὲ κλαδῶν ἦν ὡς ἀμπέλους τὰ τοῦ σώματος ἀκρωτήρια, μάγειρος ἀνθρώπων γινόμενος. οὐδ’ ὅσον τὴν στυγνό‐
10χροον πορφύραν ἐνεδέδυτο, γυνή τις ἠμφιάσατο μέλανα χήτει ἀνδρός, ὃν μέλας ἐκάλυψε θάνατος. οὐδὲ πῦρ ἔβλεψε τῶν ὀμμάτων ὡς τῶν λίθων οἱ ἀκτινώδεις, οὐδ’ ἐνέφυ τισὶν εἰς ἐπήρειαν ὡς λείβειν θρόμβους
δακρύων ὁποῖα τὰ τῶν μαργάρων σφαιρώματα.548

Isaac2+Alex4

549

(1t)

ΒΑΣΙΛΕΙΑ ΔΕΥΤΕΡΑ
2tΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ
3tΚΑΙ ΤΟΥ ΥΙΟΥ ΑΥΤΟΥ ΑΛΕΞΙΟΥ
4Ὧδε μὲν οὖν ἤλαυνεν ἐς Δεβελτὸν Ἀλέξιος, ὑπ’ οὐδενὸς ἐλαυνόμενος.
5ἦν δ’ ἄρα οὐ μόνον χαλεπὸν γυνὴ καὶ τὸ τῆς συνευνάσεως φίλτρον βλάψειε μᾶλλον ἢ ὠφελήσειε, καθά τις ἐγνωμολόγησε κακῶς ἐς βασι‐ λείαν παθὼν προκοίτου γυναικὸς εἰσηγήσεσιν, ἀλλὰ καὶ γύννις ἀνὴρ ἀργαλέον καὶ χείριστον, καὶ τί οὐκ ἂν ἐπαχθὲς καὶ εἰς κίνδυνον ἐλαῦνον τὸν ἔσχατον τὸ ὑπ’ ἐκεῖνον ταττόμενον πείσεται; ὃ δὴ καὶ Ῥωμαίοις
10αὐτοῖς συνενήνεκται, ἀνειμένους καὶ χαλαροὺς καὶ τὸν ἀπολαυστικὸν βίον μεταδιώκοντας δυστυχήσασιν αὐτοκράτορας, τοὺς δ’ αὐτοὺς δυσπάλαιστον μὲν τὴν ἀνάγκην, ἀνύποιστον δὲ τὸ περὶ ψυχῆς δέος δι’ ὅλου κρίνοντας. Ἀλλ’ ὁ μὲν ὥδευεν ἣν προέθετο· ὁ δ’ ἐντὸς τῶν ἐν Βλαχέρναις
15εὑρεθεὶς ἀρχείων τῷ τότε λεὼς σφόδρα ἤνεγκεν ἀφορήτως τὴν Ἀλεξίου ἀπόδρασιν συστρεφόμενός τε καὶ συγχεόμενος τὴν ψυχὴν διὰ τὰς ἐμφαινομένας τῶν κακῶν ἐλπίδας—καὶ γὰρ ᾤοντο μηδὲν μελλήσαντας τοὺς Λατίνους, οἷα μηδὲ σκηνουμένους ἄποθεν ἢ τὸν ἐπισχήσοντα
ἔχοντας, μεθ’ ὅπλων αὐτίκα ἐπιρρεῦσαι τῇ πόλει καὶ τῶν τειχέων549

Isaac2+Alex4

550

εἴσω παρεισελθεῖν—τοὺς μὲν γένει προσήκοντας Ἀλεξίῳ καὶ τοὺς ἄλλως ἐπιτηδείως ἔχοντας καὶ αὐτὴν τὴν ἄνασσαν Εὐφροσύνην, προ‐ δότου δόξαν λαβόντας, οὐ προσεκαλέσαντο εἰς τὴν ἀρχήν, διὰ δὲ τὸ ἄμαχον τῆς τῶν πραγμάτων ἀγρίας προσβολῆς εἰς αὐτὸν ἀφορῶσι
5τὸν Ἰσαάκιον τὸν Ἀλεξίου κασίγνητον, ὡς εἰς τὴν καλουμένην ἱερὰν ἄγκυραν τελευτῶν οἱ τοῖς ἀκαταστορέστοις περιστοιχιζόμενοι κύμασιν, ἔνδον τῶν ἀρχείων εἱργνύμενον. καὶ δὴ τοῦ ἐκτομίου Κωνσταντίνου, ὃς ἐπὶ τῶν βασιλικῶν ἐτέτακτο θησαυρῶν, τοὺς πελεκυφόρους συν‐ αγαγόντος καὶ τούτοις ὡμιληκότος τὰ δέοντα, συνδραμούσης δὲ καὶ
10συμμορίας τινῶν, οἳ βασιλεύσειν Ἰσαάκιον διὰ σπουδῆς ἐτίθεντο, ἡ μὲν βασιλὶς Εὐφροσύνη συλλαμβάνεται, χειροῦται δὲ καὶ τὸ συγγενὲς αὐτῇ, ὁ δ’ Ἰσαάκιος ἀναγορεύεται αὐτοκράτωρ· καὶ χειραγωγούμενος δι’ ἣν ὑπέστη πήρωσιν ὁ τὸ πᾶν ταττόμενος ἐφορᾶν εἰς θῶκον ἀνάγεται τὸν βασίλειον.
15 Πέμψας δ’ εὐθέως ἀγγέλους Ἀλεξίῳ τε τῷ υἱῷ καὶ τοῖς τοῦ Λατι‐ νικοῦ στρατεύματος ἡγεμόσι παρίστησι τὴν ἀδελφοῦ καὶ βασιλέως φυγήν. οἱ δὲ οὔτε τι τῶν προσδοκωμένων κατὰ τῆς πόλεως ἐνεόχμωσαν καὶ τὸν Ἰσαακίου δὲ υἱὸν οὐ πρότερον αἰτησαμένου τοῦ πατρὸς ἐκπε‐ πόμφασιν, εἰ μή γε καὶ αὐτὸς Ἰσαάκιος εἰς πέρας ἀγαγέσθαι συνέθετο
20ὅσα διέθετο σφίσιν Ἀλέξιος. τὰ δὲ ἦσαν, ὡς ἐν τοῖς λόγοις ἐρρέθη τοῖς ἔμπροσθεν, μηδεμίαν τῶν πρὸς δόξαν καὶ κέρδος τοῖς διαθεμένοις Λατίνοις ὑπερβολὴν ἀπολείποντα· ὑπὲρ γὰρ τοῦ μὴ τῆς πατρῴας ἀρχῆς ἀπο‐
τεύξασθαι πάντα πράττων Ἀλέξιος, χαλίφρον καὶ πραγμάτων ἀδαὲς550

Isaac2+Alex4

551

μειράκιον, οὔτ’ ἠκριβολόγησε πρὸς οὐδὲν τῶν ζητημάτων, οὔτε μὴν τὸ μισορρώμαιον φρόνημα τῶν Λατίνων ὁπωσοῦν ἐβάλετο κατὰ νοῦν. ἐπὶ τοιαῖσδε τοίνυν τοῦ βασιλείου ὕψους καταστροφαῖς τὴν εἰς τὴν πόλιν πριάμενος εἴσοδον συνεδρίας ἠξίωται πατρικῆς καὶ βασιλείας
5προσλέληπται κοινωνός. ἅπας τοίνυν φυλέτης τῆς πόλεως εἰς τὰ ἀρχεῖα συνέτρεχε σὺν τῷ πατρὶ τὸν υἱὸν ὀψόμενος καὶ ἀμφοῖν ἀπο‐ δώσων προσκύνησιν. Μετ’ οὐ πολλὰς δ’ ἡμέρας οἱ τῶν Λατίνων ἡγεμόνες ἐς τὰ βασίλεια παραβάλλουσιν, οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ τὸ γένος παρ’ ἐκείνοις
10ἐπίσημοι· καὶ παρενηνεγμένων σκιμπόδων τοῖς βασιλεῦσι συνηδρίαζον ἅπαντες, εὐεργέται καὶ σωτῆρες ἀκούοντες καὶ πᾶσαν ἄλλην ἀγαθὴν προσηγορίαν δεχόμενοι, ὡς τὸν φίλαρχον Ἀλέξιον ἐς αὐτὰ τισάμενοι τὰ παιδικά, δυσπραγοῦσι δ’ αὐτοῖς ἐπαμύναντες. οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ πάσης μετεῖχον φιλοφροσύνης καὶ δεξιώσεως, θεραπευτήριά τε
15καὶ τρυφητήρια τούτοις ἐπινενόηντο· Ἰσαάκιος γάρ, εἴ τι που ἔστεγεν ἔνδον τὸ γαζοφυλάκιον τὸ βασιλικόν, καὶ αὐτὸς δὲ πορισάμενος ἦν συνειληφὼς Εὐφροσύνην τὴν βασιλίδα καὶ τοὺς τὸ γένος ἐς αὐτὴν ἀνα‐ φέροντας, ἐξεφόρει τε ἀμφοτέραις καὶ μετήγγιζεν ἀφειδέστερον. Ἐπεὶ δὲ ταῦτα ὡσεὶ καὶ ῥανὶς ἐκρίνετο τοῖς λαμβάνουσιν (οὐδὲν γὰρ
20ἔθνος ἐρασιχρηματώτερον τοῦδε τοῦ γένους τρεχεδειπνότερόν τε καὶ δαπανηρότερον ἕτερον) καὶ διψῶντες ἦσαν ἀεὶ προχοῶν πελάγους Τυρσηνικοῦ, ἅπτεται καὶ τῶν ἀψαύστων παναθεμίτως, ὁπόθεν, οἶμαι, καὶ τὰ Ῥωμαίων ἀνατέτραπται τέλεον καὶ ἠφάντωται· ὡς γὰρ χρη‐
μάτων ἐσπάνιζε, καὶ τοῖς θείοις ἐπεφύη διὰ τοῦτο τεμένεσιν. ἦν ἰδεῖν οὐ551

Isaac2+Alex4

552

μόνον τὰς ἱερὰς εἰκόνας Χριστοῦ ἀξίναις ἐκκοπτομένας καὶ χαμαὶ ῥιπτο‐ μένας καὶ τοὺς αὐτῶν κόσμους μὴ σὺν φειδοῖ καὶ ὡς ἔτυχεν ἐκσπωμένους καὶ πυρὶ παραπεμπομένους, ἀλλὰ καὶ σκεύη τὰ σεπτά τε καὶ παναγῆ ἀπεριθαμβήτως ἐκ τῶν ναῶν ἁρπαζόμενα καὶ πυρούμενα καὶ ὡς κοινὸν
5ἀργύριον καὶ χρυσίον τοῖς πολεμίοις στρατεύμασι παρεχόμενα. καὶ τῆς κατὰ τῶν ἁγίων τῆσδε λύττης οὔτ’ αὐτὸν τὸν κρατοῦντα εἰσῄει τις αἴσθησις ὁπωσοῦν τῶν τε ἄλλων οὐδεὶς παρρησιαζόμενος ἦν τὴν εὐσέβειαν, ἀλλὰ τῆς ἐχεμυθίας ἕνεκεν, εἴτ’ οὖν ἀναλγησίας εἰπεῖν οἰκειότερον, οὐδὲν τῶν παραφόρων διενηνόχαμεν, ὅθεν ὡς ὑπεύθυνοι
10πεπόνθαμέν τε καὶ εἴδομεν ὁπόσα βαρυσυμφορώτερα τῶν κακῶν. Ὁποῖον γὰρ τὸ χυδαΐζον στῖφος τῆς πόλεως, μήτ’ αὐτόθεν τοῖς ἐπαινετοῖς προσχωροῦν, μήθ’ ἑτέρῳ πειθόμενον εἰσηγουμένῳ τὰ λῴονα, ἤδη ταῖς Ῥωμαϊκαῖς χώραις εἰσκεχυμένων τῶν πολεμίων εἰς ἔδαφος καθαιρεῖ καὶ διαλύει παραλόγως εἰς χοῦν τὰς πρὸς θάλασσαν οἰκίας τῶν
15ἐξ ἑσπέρας ἐθνῶν, μὴ διαστεῖλαν τοῦ πολεμίου τὸ φίλιον. ἐδυσχέραινον οὖν πρὸς τὴν ἀτοπίαν ταύτην καὶ ἀβουλίαν οὐχ οἵπερ μόνον ἐκ τῆς Ἀμάλφης ἤθεσιν ἐντεθραμμένοι Ῥωμαϊκοῖς, ἀλλὰ καὶ οἳ τῶν ἐκ τῆς Πίσσης τὴν Κωνσταντίνου ἀνθείλοντο. μήπω τοίνυν φυγὰς ὁ βασιλεὺς ὀφθεὶς Ἀλέξιος χρησταῖς ἐλπίσι τοὺς ἐκ τῶνδε τῶν γενῶν ἐβουκόλει καὶ
20τὸ τῆς λύπης ἀφῄρει πολύ. ὡς δ’ ὁ μὲν δρασμῷ ἐχρήσατο, βασιλεύσας δ’ ἦν Ἰσαάκιος, καταλλάσσει τοὺς ἐκ Πίσσης τοῖς Βενετίκοις, καθ’ ἡμῶν καὶ τοῦτο ἐπιτεχνώμενος· οἱ δὲ πρὸς τὴν Περαίαν ἀπάραντες, ἐν ᾗ κατέλυον οἱ διάφοροι, γίνονται τοῖς πρώην ἀντίφροσι σύσκηνοι καὶ
ὁμόδειπνοι καὶ τὰ πάντα συμφυεῖς καὶ ὁμόφρονες.552

Isaac2+Alex4

553

Ἐννεακαιδεκάτην δ’ ἄγοντος τοῦ Αὐγούστου μηνός, τῆς ἕκτης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑνδεκάτου ἔτους, τι‐ νὲς τῶν Φραγγίσκων (οὗτοι δέ εἰσιν οἱ πάλαι Φλαμίονες κικλησκό‐ μενοι) Πισσαίων καὶ Βενετίκων μοῖραν προσειληφότες ὡς εἰς ὄψον ἕτοι‐
5μον καὶ πρόχειρον ἕρμαιον τὰ τῶν Σαρακηνῶν διαπλωΐζονται χρήματα. καὶ δὴ τὸ σύνταγμα ἐκεῖνο τὸ πονηρὸν τῇ πόλει προσσχὸν δι’ ἁλιάδων (οὐδὲ γὰρ ἦν τις ὁ προσιστάμενος ὅλως ἐπεισπλέειν σφας τῇ πόλει καὶ αὖθις ἀνάγεσθαι) τῷ τῶν ἐξ Ἄγαρ συναγωγίῳ λάθρᾳ ἐπεισπίπτουσιν, ὅ φησι Μιτάτον ἡ δημώδης διάλεκτος, καὶ τὰ ἐνόντα μετὰ ξίφους λῃ‐
10στεύουσιν. ὡς δ’ οὕτω ταῦτα παραλόγως καὶ ὑπὲρ δόκησιν πᾶσαν παρηνομεῖτο, ἠμύνοντο μὲν αὐτοὺς οἱ Σαρακηνοὶ τὰς χεῖρας τοῖς παρα‐ τυχοῦσιν ὁπλίσαντες, ἐπιβοηθοῦσι δὲ καὶ Ῥωμαῖοι, παρὰ τῆς τοῦ κακοῦ φήμης ἐκεῖσε συνηλισμένοι. καὶ οὔκουν μὲν ἅπαν ὁπόσον καὶ ἔδει κατήνυσαν, ἐπὶ δὲ βραχὺ τῆς τῶν ἀνδρῶν ἐκείνων ὁμαιχμίας ἀναχώ‐
15ρησις γίνεται. οἱ δὲ τὸ δι’ ὅπλων ἀντέχειν μεθέντες ἐπὶ τῷ μὴ πάνυ πρότερον ἐμπρησμῷ διανοοῦνται καὶ πρόσφατον, ἀνυσιμώτατον ἀμυντήριον καὶ ὑπὲρ ἅπαν ἕτερον τὴν πόλιν ἔχον ταχὺ κατεργάσασθαι πείρᾳ μεμαθηκότες τὸ πῦρ. Καὶ δὴ κατὰ πλείστους διαστάντες τόπους πῦρ ταῖς οἰκίαις ὑ‐
20φάπτουσι. τὸ δὲ μεταρσιωθὲν ὑπὲρ ἔννοιαν τὴν νύκτα ὅλην ἐκείνην καὶ τὴν ἐπιοῦσαν ἡμέραν καὶ τὴν ταύτης διάδοχον ἑσπέραν τὸ πᾶν ἐπενέμετο. καὶ ἦν καινὸν τὸ ὁρώμενον καὶ πᾶσαν ὑπερβαῖνον λόγου δύναμιν· πολλῶν γὰρ καὶ ἄλλων τῇ πόλει πρότερον ἐμπρησμῶν, οὐμενοῦν
εἴπῃ τις ὁπόσων καὶ οἵων γεγενημένων, ὁ τότε συμβὰς ἐναύσματα553

Isaac2+Alex4

554

βραχέα τοὺς πάντας ἀπέδειξε. πολλαχοῦ γὰρ διαιρούμενος καὶ δια‐ σπώμενος τῆς συνεχείας αὖθις συνήρχετο καὶ ὡς εἰς ὁλκὸν ἕνα πυρόεντος συνήπτετο ποταμοῦ. ἀνετρέποντο στοαί, ἀγορῶν κάλλη κατερρι‐ πτεῖτο, κιόνων μέγεθος διεφορεῖτο καθ’ ὕλην εὔπρηστον. οὖκ ἦν τῶν
5ὄντων οὐδέν, ὃ ἦν ἐκείνου τοῦ πυρὸς σθεναρώτερον. τὸ δὲ δὴ καινό‐ τερον, ὡσεὶ ψωμοὶ πυρὸς ἐξ ἐκείνης τῆς βαρυβρόμου καὶ σιδηρᾶς ἐμπρή‐ σεως ἀποσπώμενοι καὶ φερόμενοι διαέριοι τὰς πόρρωθεν οἰκοδομίας κατέφλεγον, κατὰ διαστήματά πως ἀκοντιζόμενοι καὶ ὡς οἱ ἐν αἰθέρι διᾴττοντες ἐκτεινόμενοι· καὶ τὸν ἐν μέσῳ χῶρον ἀθιγῆ τῷ τέως ἐῶντες
10καὶ ἀκατάπρηστον, μετὰ βραχὺ κἀκεῖνον ἐπανιόντες συνέμαρπτον καὶ ἠφάνιζον. ἐν πολλοῖς δὲ καὶ κατ’ εὐθυωρίαν τὸ πῦρ προϊόν, ὑπ’ ἀνέμου βορρᾶ ἐλαυνόμενον, μετὰ βραχὺ παρεγκλῖναν, ὡς εἰ νότος αὐτὸ διερ‐ ρίπιζεν, ὡρᾶτο δόχμιον, ἀμαυροῦν ἐπιστροφάδην καὶ τὰ ὅλως ἐμ‐ πρησθῆναι ἀνυπονόητα. ἐπελάβετο δὲ καὶ τοῦ Μεγίστου Νεὼ τὸ δεινόν.
15καὶ δὴ ὅσα πρὸς ἁψῖδα νένευκε τοῦ Μιλίου καὶ τῷ ἀνδρῶνι συνῆπται τῷ Μάκρωνι καὶ τῷ λεγομένῳ αἱ Σύνοδοι εἰς ἔδαφος κατερράγησαν, μὴ τῆς ὀπτῆς ἐπαρκεσάσης πλίνθου, μὴ τῶν βαθέων ἀντισχόντων θεμέθλων, ἀλλ’ ἐνδόντων πάντων καὶ δίκην θρυαλλίδων κατεργασθέντων. Ἤρξατο μὲν οὖν ἡ πρώτη τοῦ πυρὸς ἁφὴ ἀπὸ τοῦ συναγωγίου
20τῶν Σαρακηνῶν (τὸ δέ ἐστι κατὰ τὸ πρὸς θάλασσαν ἐπικλινὲς καὶ βόρειον μέρος τῆς πόλεως καὶ τῷ τεμένει ἐγγίζον, ὃ ἐπ’ ὀνόματι τῆς ἁγίας Εἰρήνης ἵδρυται), καὶ πρὸς μὲν ἕω κατὰ εὖρος ἐλώφησεν ἐς τὸν νεὼν τὸν παμμέγιστον, κατὰ δ’ ἑσπέραν ἐς τὸ λεγόμενον Πέραμα ἐξεμη‐ κίσθη, καὶ διερρύη ἔκτοτε τοῦ πλάτους λαβόμενον τῆς πόλεως καὶ πέρας
25ἔθετο τῆς ὁρμῆς τὰ νότια τείχη τῆς πόλεως, ἢ μᾶλλον τὸ καινότατον, καὶ ταῦτα κατ’ ἐπίβασιν ὥσπερ ὑπεραλάμενον τὰς ἔξωθεν οἰκήσεις
κατενεμήσατο καὶ νῆα περιπλέουσαν ἄνθρακες ἐκτιναχθέντες κατέφλεξαν.554

Isaac2+Alex4

555

ᾐθάλωντο δὲ καὶ οἱ τοῦ Δομνίνου λεγόμενοι ἔμβολοι αἵ τε ὑπόστεγοι ἀμφίδυμοι ἄμφοδοι αἱ ἀπὸ τοῦ Μιλίου ἀρχόμεναι, ὧν θατέρα εἰς αὐτὸ παρέτεινε τὸ Φιλαδέλφιον. σὺν αὐτοῖς δὲ καὶ ἡ Κωνσταντίνειος ἀγορὰ καὶ τὰ μεταξὺ πάντα, ὅσα πρὸς βορρᾶν καὶ νότον πρόεισιν ἄνεμον.
5οὐδ’ αὐτὸ τὸ ἱππικὸν ἀδιαλώβητον ὑπολέλειπτο, ἀλλὰ καὶ τούτου τὸ πρὸς τοὺς δήμους ἅπαν μέρος ἐξεπυρώθη, καὶ ὅσα κάτεισιν ἐς Σοφίας καὶ κατ’ αὐτὸ τὸ Βύκανον παρεκτείνεται, καὶ καθεξῆς ὁπόσα τοῖς τῶν Ἐλευθερίου ἀγχιτέρμονα μέρεσι. Τοῦ δὲ πυρὸς ἀπὸ θαλάσσης ἕως θαλάσσης τὴν πόλιν διαζώσαντος
10καὶ διελόντος ὡς εἰς χάσμα μέγιστον ἢ ποταμοῦ πυρὸς μέσον ἕλκοντος, οὐκ ἦν ἀκίνδυνον συμμῖξαι τοῖς φιλουμένοις, εἰ μή τις ἀκατίῳ διεπορ‐ θμεύετο. τότε καὶ οἱ πλείους τῶν οἰκητόρων τῆς πόλεως τῶν οὐσιῶν ἀπεψίλωντο, οἷα τοῦ πυρὸς τοῖς μὲν ἀπαρασκεύοις ἐπιπαφλάσαντος, τῶν δὲ τὰ ὄντα μεταθεμένων πρὸς ἑτέρας καταγωγὰς καὶ μηδ’ οὕτω
15διασωσαμένων αὐτά· ἕλιξι γὰρ καὶ περικαμπαῖς ἐκτροπαῖς τε πλείσταις καὶ ἐπανόδοις τὸ πῦρ χρησάμενον ἠφάντου τὰ μεταγόμενα. ὤ μοι τῶν λαμπροτάτων καὶ περικαλλῶν δόμων καὶ παντοίας γεμόντων χάριτος καὶ τοῦ ῥυηφενοῦς βίου καὶ ζηλωτέου παρ’ ἅπασι. Πρὸς δὲ τὰ δεινότατα ταῦτα συναντήματα ὅ τε βασιλεὺς Ἰσαάκιος
20καὶ ὁ τούτου υἱὸς Ἀλέξιος οὐχ ὅπως οὐκ ἐδυσχέραινον, ἀλλὰ καὶ συν‐ τελεσμὸν ἐπηύχοντο τοῦ παντός, οἱ τῆς πατρίδος δαλοί, οἱ τὴν ὄψιν φλογεροί, κἀντεῦθεν διαχαράττοντες τὸν ἐμπρηστὴν γραφικὸν πονηρὸν
ἄγγελον. μήπω δὲ καθαρῶς λωφήσαντος τοῦ πυρός, ἡ τῶν θείων555

Isaac2+Alex4

556

αὖθις κειμηλίων συλλογή τε καὶ χώνευσις ὑπὲρ τὸ πρὶν ἐπετείνετο. ὁ δέ γε τῶν Λατίνων στρατὸς τὸν χορηγούμενον αὐτοῖς οὕτω χρυσόν τε καὶ ἄργυρον εἴς τε τὰς σωματικὰς χρείας ὡς ὕλην βέβηλον μετεσκεύαζον καὶ τοῖς βουλομένοις προύβαλλον εἰς πρατήριον, ἑαυτοῖς μὲν τὸ ἀν‐
5επέγκλητον ἐπιμαρτυρόμενοι (οὐδὲ γὰρ ἠγνόουν, ὁπόθεν συνείλεκτο τὰ σφίσι βραβευόμενα χρήματα) ὡς τὰ ὠφειλημένα λαμβάνουσι, τοῖς δὲ Ῥωμαίοις τὴν ὑψόθεν ἐπιχαλῶντες ὀργήν, ὡς περιέπουσι μὲν τὰ οἰκεῖα, κοινοῦσι δὲ τὰ θεοῦ. Δεῆσαν δὲ κἀκ τῶν Λατινικῶν δυνάμεων σύναρσιν εὕρασθαι τὸν
10Ἀλέξιον (ὁ γὰρ θεῖος αὐτῷ καὶ πρώην βασιλεύων Ἀλέξιος ἀπαναστὰς Δεβελτοῦ τὴν Ἀδριανοῦ κατέλαβε, καὶ ἣν ἀπείπατο βασιλείαν ἐρασταῖς καταπροδοὺς ἐκμανέσιν, ἐρᾶν τε πάλιν καὶ πειρᾶν οὐκ ἠνέσχετο), οὐκ ἄλλως συνέκδημον αὐτῷ καὶ συστράτηγον τὸν μαρκέσιον ἐπεσπάσατο Βονιφάτιον, εἰ μὴ χρυσίου δέκα πρὸς τοῖς ἓξ καταθέσθαι οἱ συνέθετο
15κεντηνάρια. ἐξιὼν τοίνυν φυγάδα δείκνυσι τὸν Ἀλέξιον συντονωτέρῳ τοῦ προτέρου καὶ πολλῷ μακροτέρῳ χρησάμενον δραπετεύματι. ἀμέλει καὶ τὰς Θρᾳκίας πόλεις περιελθών, καὶ ταύτας καταστησάμενος, εἰπεῖν δὲ καὶ καλαμησάμενος (ὁ γὰρ συνέκδημος ἐκείνῳ στρατὸς συχνάκις ὠρεκτία τῶν χρυσορρείθρων ἀρύεσθαι καὶ κατὰ τοὺς διψάσι δηχθέντας
20πίνων οὐκ ἐκορέννυτο), καὶ μέχρι Κυψέλλων κατιών, ἐπάνεισιν αὖθις εἰς τὰ βασίλεια, ἅπας τῆς φατρίας ἐξηρτημένος, οἳ τὴν τοῦ πατρὸς πήρωσιν καὶ τὴν ἐκ τῆς ἀρχῆς καθαίρεσιν Ἀλεξίῳ τῷ θείῳ συνδι‐ επράξαντο. Ὃ καὶ μὴ φέρειν Ἰσαάκιος ἔχων, ὅτι καὶ ἦν καιροφυλακῶν εἰς φῶς
25ἐκρῆξαι τὸν κότον, ὃν ὑπέτυφεν ἐκ μακροῦ τῇ ψυχῇ κατὰ τῶν σχέτλια
ἐκεῖνον ἐργασαμένων, κακηγορῶν οὐκ ἔληγε τὸν υἱόν, καὶ μάλισθ’ ὅτι556

Isaac2+Alex4

557

τὴν οἰκείαν ἑώρα ἰσχὺν ὑποβαίνουσαν καὶ κατὰ βραχύ πως ἀφιπτα‐ μένην καὶ πρὸς τὸν υἱὸν μεταρρέουσαν. ἀπεπνίγετο δὲ καὶ πρὸς τὴν μετάθεσιν τῆς ἀναγορεύσεως· ὁ μὲν γὰρ υἱὸς προταττόμενος κατατεινο‐ μέναις ἀνευφημεῖτο φωναῖς, ὡς τῷ πατάγῳ κόπτεσθαι τὰ ἀνάκτορα,
5ὁ δὲ κατὰ τὸ τῆς ἠχοῦς ὑστερόφωνον παρηκολούθει ταῖς υἱϊκαῖς καὶ στερροτέραις ἀνακηρύξεσιν. οὐδὲν δέ τι δρᾶσαι πρὸς τὰ συμβαίνοντα οὕτω δυνάμενος ὑπ’ ὀδόντα ἐτονθόρυζε καὶ οἷς ὡς ἐξ ἀδύτων τῆς καρδίας ἀνεμήρυε τὰ ἀπόρρητα κατὰ τοῦ υἱοῦ ἀπόφημα διελέγετο, ἕωλα μὲν αὐτῷ τὰ χρηστὰ λέγων εἶναι, καὶ ὡς οὐδ’ ὅλως σωφροσύνῃ ἐρρύ‐
10θμισται, ἐν τοῖς χειρίστοις τὸ ἦθος τυπούμενος, φθόροις τε ἀνδράσι συνδιαιτώμενος καὶ κόπτων ἐν τῷ μέρει τοὺς ἑταίρους κατὰ γλουτῶν καὶ ὑπ’ ἐκείνων αὖθις ἐπικρουόμενος. Οὐ μάτην δὲ ταυτὶ καὶ εἰκαίως κατὰ τοῦ υἱοῦ ἠγόρευεν Ἰσαάκιος, ἀλλὰ καὶ πλείω τούτων καὶ ἀσελγέστερα πολλῷ πλημμελῶν τὸ μεγαλο‐
15πρεπὲς καὶ παγκλέϊστον τῆς τῶν Ῥωμαίων βασιλείας κατερρύπαινεν ὄνομα. εἰς γὰρ τὰς τῶν βαρβάρων σκηνὰς μετὰ μετρίων ὀπαδῶν περαιούμενος συνεκραιπάλα τοῖς ἐν αὐταῖς καὶ συνδιημερεύων ἐκύ‐ βευεν. οἱ δὲ συμπαίγμονες ἐκείνῳ τὸ τῆς κεφαλῆς ἀφαιροῦντες διάδημα, χρυσόκολλον ὂν καὶ λιθόστρωτον, αὐτοὶ μὲν ἐκεῖνο περιετίθεντο, τὸν δ’
20Ἀλέξιον περιέβαλλον τὸ λαχνῆεν καὶ ἐρεοῦν καὶ τῆς Λατινικῆς ταλασίας κάλυμμα. Οὐ μόνον δὲ ὁ Ἀλέξιος ἐνευκαιρῶν ταῖς πράξεσι ταύταις παρὰ τοῖς τῶν Λατίνων εὐσχήμοσι καὶ τοῖς τῶν Ῥωμαίων ἐχέφροσι βδελυγμίας ἐκρίνετο, ἀλλὰ καὶ ὁ τούτου πατὴρ Ἰσαάκιος οὐκ ἐπ’ ἔλαττον ἦν
25στυγητός, ἐπειδήπερ καὶ πάλιν ἀλλοκότοις δόξαις περιεφέρετο λόγιά τε
καὶ ὀμφὰς συντιθεὶς οὐκ ἔληγε τῶν ἐπὶ τῆς προτέρας ἀρχῆς ἀρρητότερα.557

Isaac2+Alex4

558

εἴ γε πάλαι μὲν τὸν μόναρχον ἐφαντάζετο καὶ αὐτὸς εἶναι ἀναιδῶς διετείνετο ὁ τῇ δυσμῇ συνάψων τὴν ἕω καὶ κράτος περιζωσόμενος τὸ παγκόσμιον, τότε δὲ καὶ τὴν πήρωσιν ἀποτρίψασθαι προσεδόκα τῶν ὀφθαλμῶν καὶ ὡς λεβηρίδα τὴν νόσον ἀποξύσασθαι τὴν ἀρθρίτιδα καὶ
5τὸ ὅλον εἰς ἄνδρα θεοείκελον ἀμειφθήσεσθαι, ὥστε καὶ τῶν μοναστῶν οἱ καταρατότατοι καὶ βαθεῖ ληΐῳ κομῶντες τὴν τοῦ πώγωνος ἄρουραν, εἰς αἰσχύνην τε οἰκείαν τὸ θεοφιλὲς οἱ θεομισεῖς περικείμενοι σχῆμα, τὰς ἀρχικὰς τραπέζας μεταδιώκοντες καὶ τῶν ἰχθύων τοὺς νεαλεῖς καὶ πίονας περιχαίνοντες, συνδειπνοῦντες Ἰσαακίῳ συγκαθίστων ἐκείνῳ τὴν μον‐
10αρχίαν ἐν λόγοις, τὸν ἀνθοσμίαν ζωρότερον προσφερόμενοι, ἐνίοτε δὲ καὶ τὰς ἐξηρθρωμένας χεῖρας περιπτυσσόμενοι καὶ τοῖς ὀφθαλμοῖς αὐτὰς προσάπτοντες τὴν ὅσον οὐδέπω τούτων προηγόρευον ἀνα‐ καίνισιν καὶ κραταίωσιν. ὁ δὲ διεχεῖτο πῶς ἂν εἴπῃ τις τοῖς λεγομένοις καὶ ἐπεσκίρτα τοῖς βωμολοχεύμασι τούτοις ὡς ἀψευδέσι θεσπιῳδήμασιν.
15 Ἐν πολλοῖς δὲ καὶ τοὺς τῇ ἀστρικῇ προσκειμένους προσιέμενος ἄλλα τε ταῖς αὐτῶν ὑποθήκαις ὑπείκων εἰργάζετο, καὶ δὴ καὶ τὸν Καλυδώνιον σῦν, ὃς ἐν τῷ ἱππικῷ φρίσσων τὴν ἐπινώτιον τρίχα ῥύδην φέρεται, τῆς βάσεως καθελὼν μετήνεγκεν εἰς τὸ μέγα παλάτιον, τὸν τὴν ὁρμὴν συώδη καὶ ἀτάσθαλον δῆμον τῆς πόλεως καταστελεῖν ἐντεῦθεν
20οἰόμενος. Ἀλλὰ καὶ τῶν ἀγοραίων οἱ φιλοινότεροι τὸ ἑστὼς ἐπὶ στήλης ἐν τῷ Κωνσταντινείῳ φόρῳ τῆς Ἀθηνᾶς ἄγαλμα εἰς πλεῖστα διεῖλον τμήματα· ἐδόκει γὰρ τοῖς ἄφροσι σύρφαξιν ὑπὲρ τῶν ἐξ ἑσπέρας ἐστοι‐ χειῶσθαι τοῦτο στρατῶν. ἀνέβαινε μὲν τὴν ἡλικίαν ὄρθιον ὡς ἐς
25τριακάδα ποδῶν, ἠμφίεστο δὲ στολὴν ἐξ ὁποίας ὕλης ὅλον τὸ ἰνδαλ‐ λόμενον κεχαλκούργητο. ποδήρης δ’ ἦν ἡ στολὴ καὶ συμπτυσσομένη πολλαχῇ τῶν μερῶν, ὡς μή τι τοῦ σώματος παραφαίνοιτο, ὅπερ ἡ φύσις περιστέλλειν ἐπέταξε. μίτρα δ’ Ἄρεος τὴν ἰξὺν διειληφυῖα ἱκανῶς
αὐτὴν περιέσφιγγεν. εἶχε δὲ κἀπὶ τοῖς στέρνοις ὂν ὀρθοτίτθιον ποι‐558

Isaac2+Alex4

559

κίλον αἰγιδῶδες ἐπένδυμα, τῶν ὤμων διεξικνούμενον, τὴν τῆς Γοργόνης τυποῦν κεφαλήν. ὁ δέ γε αὐχὴν ἀχίτων ὢν καὶ πρὸς τὸ δολιχόδειρον ἐκτεινόμενος ἄμαχον εἰς ἡδονὴν θέαμα ἦν. τοσοῦτον δ’ ὁ χαλκὸς πρὸς τὴν ἑκάστου μίμησιν πειθήνιος ὑπηλλάττετο, ὥστε καὶ τὰ χείλη δόξαν
5παρεῖχον, ὡς εἰ προσμενεῖ τις, μείλιχον φωνὴν ἐνωτίσεται. καὶ φλεβῶν δὲ διεκτάσεις ὑπεκρίνοντο καὶ ὡς ὑγρὸν ὅλον τὸ σῶμα ἐν οἷς ἔδει περι‐ εκλᾶτο καὶ ζωῆς ἀπέχον μετεῖχεν ὡς ζῶν ἀνθηρότητος, τοὺς ὀφθαλμοὺς ἱμέρῳ παντὶ ῥεόμενον. ἵππουρις δ’ ἐπικειμένη τῇ κεφαλῇ δεινὸν κα‐ θύπερθεν ἔνευεν. ἡ δὲ κόμη ἐς πλέγμα συνεστραμμένη καὶ δεσμουμένη
10ὄπισθεν, ὅση κέχυτο ἐκ μετώπων, τρυφή τις ἦν ὀφθαλμῶν, μὴ ἐπίπαν τῷ κράνει συνεχομένη, ἀλλά τι καὶ παρεμφαίνουσα τοῦ πλοχμοῦ. τῶν δὲ χειρῶν ἡ μὲν λαιὰ τὰ συνεπτυγμένα τῆς ἐσθῆτος ἀνέστελλε, θατέρα δ’ ἐκτεινομένη πρὸς κλίμα τὸ νότιον εἶχε καὶ τὴν κεφαλὴν ἠρέμα ἐγκλινομένην ἐκεῖ καὶ τὰς τῶν ὀφθαλμῶν ἐπ’ ἴσης τεινομένας βολάς·
15ὅθεν οἱ μηδὲ τὰς θέσεις τῶν περάτων ὁπωσοῦν ἐπιστάμενοι ἐς ἑσπέραν ἀφορᾶν τὸ ἄγαλμα διετείνοντο καὶ οἷον ἐπισπᾶσθαι χειρὶ τὰ ἐκ δυσμόθεν στρατεύματα, κακῶς κρίνοντες καὶ μὴ πρὸς ἔννοιαν ὀρθὴν τοῖς ὁρατοῖς ἐπιβάλλοντες. Οἱ μὲν οὖν μετὰ τοιούτων κινημάτων τῆς διανοίας τὸ τῆς Ἀθηνᾶς
20συνέτριψαν ἄγαλμα, ἢ μᾶλλον τοῖς χείροσιν ἀεὶ προβαίνοντες καὶ καθ’ ἑαυτῶν ὁπλῖται γινόμενοι τὴν ἀνδρείας καὶ φρονήσεως ἐπιστάτιν κἀν τοῖς τύποις αὐτοῖς ἀπεώσαντο. οἱ δὲ βασιλεῖς μηδὲν ὅτι μὴ τὴν συλ‐ λογὴν τῶν χρημάτων ἔργον ἀσχολίας πάσης εἶχον ἀνώτερον, ἐπεὶ μηδὲ κόρος ἦν παρὰ τοῖς λαμβάνουσι λήψεως, ἀλλ’ ὅσον αἱ δόσεις πρού‐
25βαινον, τοσοῦτον ἐνήκμαζε τὸ φιλόχρυσον. ἀμέλει κἀκ τῶν πολιτῶν559

Isaac2+Alex4

560

φόρων ὠδίνοντο συλλογαί. τούτου δὲ μὴ ὁμαλῶς προχωροῦντος (ὁ γὰρ λεώς, ὅσα καὶ πέλαγος ἀχανὲς καὶ ἀόριστον ἀνέμῳ, τοῖς μὴ θυμή‐ ρεσι διαρριπιζόμενον ἐπέφρισσεν εἰς ἀπόστασιν), τῆς μὲν προθέσεως ταύτης ἀπέστησαν, τοῖς δὲ ζαπλούτοις ἐπιλέγδην, ὡς ὑπέβαλλεν ἡ
5φήμη, ἐπιφυόμενοι ἤμελγον οὐχ ὅσον ἔδει καὶ ὡς ἔσται βούτυρον, ἀλλ’ ὅπως ἡ Λατινικὴ γαληνιάσειε βούπεινα. καὶ τὰ χρύσεα δὲ τοῦ Με‐ γίστου Νεὼ ἔπιπλα βαρυτάλαντα ὄντα καὶ λυχνίαι σὺν αὐτοῖς αἱ ἀργύρεοι, ἀφαιρούμεναι καὶ παραδιδόμεναι πυρί, πρὸς βρῶσιν ἀτεχνῶς προυβέβληντο τοῖς κυσὶ καὶ μῖξις ἦν τῶν ἀμίκτων ἀνόσιος.
10 Ἀλλὰ καὶ τούτων οὕτω γινομένων καὶ προδήλως ἀνομουμένων οὐδὲν ἐπεραίνετο. ἠβούλοντο γὰρ οἱ τῶν χρημάτων εἰσπράκτορες, τῆς τῶν Ῥωμαίων εὐηθείας κατατρυφῶντες καὶ τῆς τῶν κρατούντων ἠλι‐ θιότητος καταπαίζοντες, τοὺς μὲν τὰς τιμίας ὕλας ἀποφορτίζεσθαι παρ’ αὐτοῖς, τοὺς δὲ παρεστάναι ἀχθοφοροῦντας, ἄλλους προσιέναι χρυσαγω‐
15γούς, ἐνίους ἐνσκευάζεσθαι πρὸς τὴν ἄφιξιν, καὶ τοῦτο δρᾶσθαι διὰ παντός. ὅθεν τοῖς περὶ τὴν μεγαλόπολιν τρυφηλοῖς χωρίοις καὶ τοῖς ἐν Προποντίδι ἱεροῖς τεμένεσι τοῖς τε λαμπροτάτοις οἰκοπέδοις τῶν βασιλέων παραλλὰξ οἱ στρατηγοὶ ἐφιστάμενοι, καὶ παρὰ θάτερον ἅτερος ὁπλιζόμενοι, ἐσκύλευόν τε τὰ ἐνόντα καὶ αὐτὰ πυρὶ παρεδί‐
20δοσαν, φειδόμενοι μηδενὸς παραλίου οἰκοδομήματος οἱ τοῦ καλοῦ ἀνέραστοι κηρεσιφόρητοι βάρβαροι. Πλεῖστα δὲ κἀν ταῖς ᾐόσι τῆς πόλεως ἐπιπλέοντες συνίστων πόλε‐ μον. καὶ ἦν ἡ νίκη ἀμοιβαδὸν ἐπιμειδιῶσα καὶ Ῥωμαίοις καὶ μὴ τιθεῖσα πάντῃ τὰ τῶν ἐναντίων ἀπρόσμαχα. ὁπόθεν καὶ τὸ δημῶδες τῆς
25πόλεως ἀνδριζόμενοι ἐνέκειντο τὸν βασιλέα αἰτούμενοι συνάρασθαι
σφίσι μετὰ στρατεύματος κατὰ τῆς τῶν πολεμίων ἀντιμαχήσεως,560

Isaac2+Alex4

561

πιστοῖς οὖσι καὶ πατριώταις, εἴπερ μὴ χείλεσι μὲν Ῥωμαίοις προσ‐ τίθεται, τῇ δὲ καρδίᾳ Λατίνοις προσνένευκεν. ἦσαν δὲ αἱ ἐπαγγελίαι πρὸς μηδὲν ἀνύσιμον προϊοῦσαι· ὅ τε γὰρ Ἀλέξιος ὡπλίσθαι κατὰ Λατίνων μὴ πεφυκὸς ᾤετο καὶ ἀσύμφορον καὶ ὁ τούτου πατὴρ Ἰσα‐
5άκιος εἰσῆγε παραίφασιν κενοφωνεῖν τοὺς ἐκ τριόδων ἐᾶν, τοὺς δ’ αὐτὸν καταγαγόντας εἰς τὴν πατρίδα τιμῆς τῆς ἀνωτάτω καταξιοῦν. ταῖς δὲ γνώμαις ταύταις προσέρρεπον καὶ τὰ τοῦ βασιλείου γένους ἐγκαταλείμματα, ἥλικες ἥλικα τέρποντες τὸν Ἀλέξιον. ἔνιοι δὲ καὶ τοῖς Λατίνοις εἰς ἑταίρους ἀνακραθέντες ὡς ἑώλους ὕθλους τὰς τῶν
10πολιτῶν ἐντεύξεις παρέτρεχον, τὸν τῶν Λατίνων ἐκτρεπόμενοι πόλεμον ὡς οὐδὲ λέοντα βρυχητίαν ἐλάφων στρατόπεδον. Μόνος δ’ ἐκ πάντων ὁ Δούκας Ἀλέξιος, ὃς ἐκ τοῦ συνεσπάσθαι τὰς ὀφρῦς καὶ οἷον τοῖς ὀφθαλμοῖς ἐπικρέμασθαι πρὸς τῶν συνεφήβων ἐπωνομάζετο Μούρτζουφλος, πλὴν καὶ οὗτος βασιλειῶν καὶ τὴν τῶν
15πολιτῶν ἐπιτεχνώμενος εὔνοιαν, τὸν κατ’ αὐτῶν ἀπεθάρρει πόλεμον, ἀρετῆς τε ὡς μάλιστα ποιούμενος ἔνδειξιν περὶ τὸν λεγόμενον Τρυπητὸν λίθον καὶ τὴν ἐκεῖσε περιαγομένην ἁψῖδα τοῖς δυσμενέσι συμπλέκεται. μηδενὸς δὲ τῶν παρεστώτων ὁμοφύλων ἡγεμόνων, δόξαν οὕτω βασιλεῖ, ἐπαρήξαντος μικροῦ συνείληπτο ἄν· ὅ τε γὰρ ἵππος ἐπὶ γόνυ ὤκλασεν,
20ᾧ ἐπεκάθητο, καὶ πᾶσα ἡ ξυμβολὴ πρὸς ἕνα ἀπεκρίθη πολέμαρχον, εἰ μὴ τοξότις νεολαία τῆς πόλεως τὰ δυνατὰ παρατυχοῦσα ἐπήμυνε. Τὸ τοίνυν λαῶδες τῆς πόλεως μηδένα τῆς ἐπὶ Λατίνους ξιφουλκίας συναγωνιστὴν εὑρίσκον καὶ σύμμαχον εἰς ἀποστασίαν οἰδαίνειν ἤρξατο καὶ ὡς λέβης ἐκ πυρὸς κατὰ τῶν κρατούντων ἀτμοὺς ἀνιέναι ὕβρεων
25καὶ τὴν πάλαι ὕφαλόν τε καὶ ἄγνωστον γνώμην ἐκζέειν πρὸς φῶς. ἦγε μὲν οὖν τότε πέμπτην καὶ εἰκοστὴν ὁ Ἰαννουάριος μὴν τῆς ἑβδόμης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ δωδεκάτου ἔτους·
συνδρομῆς δ’ ὅτι πλείστης ἐς τὸν Μέγαν γινομένης Νεὼν ἠναγκάζετο καὶ561

Isaac2+Alex4

562

ἡ σύγκλητος ἥ τε τῶν ἀρχιερέων ὁμήγυρις καὶ οἱ τοῦ βήματος λόγιμοι συνελθεῖν ἐκεῖσε καὶ συνδιασκέψασθαί σφισι περὶ τοῦ ἄρξοντος. περὶ τῶν προκειμένων τοίνυν τὸ παριστάμενον εἰπεῖν λιπαρούμενοι, ἐκ μὲν τοῦ εὐθέος ἐπιθέσθαι τοῖς βασιλεῦσι καὶ χειροτονεῖν ἕτερον εἰς ἀρχήν,
5οὐδὲ τὴν ἀρχὴν ὅλως ἐδοκιμάζομεν ὑποθέσθαι τοῖς συνιοῦσι· καλῶς γὰρ ᾔδειμεν ὡς τὸ μεῖον ὁ προβληθεὶς ἀποίσεται τῇ τε ἄλλῃ καὶ ὅτι τῶν Λατίνων οἱ στρατηγοὶ ἀμφοτέραις καὶ πάλιν ἀνθέξονταί τε τοῦ Ἀλεξίου καὶ περιέξονται. οἱ δὲ λαοὶ χρῆμά τι ὄντες ἀφελὲς καὶ εὐρίπιστον καὶ πλέον τοῦ θεληματαίνειν οὐδὲν ἐπιστάμενοι οὐκέτ’ ἔφασκον ὑπ’ Ἀγγέ‐
10λων βούλεσθαι βασιλεύεσθαι, καὶ ὡς οὐκ ἄλλως ὁ σύλλογος ἐκεῖνος διαλυθήσεται, εἰ μή τις τῶν πραγμάτων προστήσεται θυμήρης αὐτοῖς. Πείρᾳ τοίνυν γνόντες τὸ τῶν ἀνδρῶν ἀμετάθετον ἡσυχάζομεν, ἑαυ‐ τοὺς ταλανίζοντες, καὶ πολλὰ τῶν παρειῶν κατελείβομεν δάκρυα, τὸ μέλλον, ὡς εἰκός, προορώμενοι. οἱ δὲ τὸν ἄρξοντα ἐπιμελῶς ἀνεδίφων,
15καὶ νῦν μὲν τόνδε, νῦν δ’ ἐκεῖνον ἐκ τῆς εὐγενοῦς φυταλιᾶς ηὐτοσχε‐ δίαζον αὐτοκράτορα. τέλος δ’ ἀπειρηκότες τοῖς ὅλοις τοὺς ὀχλαρχικοὺς καὶ δημοκόπους, ἐνίους δὲ καὶ τοῦ καθ’ ἡμᾶς τάγματος στεφηφορήσειν ἀνέπειθον. φεῦ φεῦ, τί τοῦ τότε πειρατηρίου θυμαλγέστερον ἢ ἀχθει‐ νότερον, ἢ τῆς τῶν συνειλεγμένων ἀβελτηρίας γελοιωδέστερόν τε καὶ
20ἀλογώτερον; τὸ γὰρ „ἱμάτιον ἔχεις· γενοῦ ἡμῶν ἀρχηγὸσ“ ἦν ὁρᾶν ἀτεχνῶς περαινόμενον. μόλις δὲ καὶ τρίτης ἡμέρας παριππευσάσης νεανίσκον τινὰ συλλαβόντες Νικόλαον τὴν κλῆσιν, Κανναβὸν τὴν ἐπίκλησιν, εἰς βασιλέα χρίουσιν ἄκοντα. Ὡς δ’ Ἀλεξίῳ ταῦτα ἠνώτιστο τῷ ἀνάσσοντι (ὁ γὰρ Ἰσαάκιος
25ἔκειτο πνέων τὰ λοίσθια, τῶν μακρῶν ἐκείνων προαγγελμάτων τῆς μον‐ αρχίας φρούδων ἐληλεγμένων καὶ ὡς κλινεγέρτου ἀποπτάντων ἐνυ‐
πνίου), μετάκλητος τίθεται ὑπ’ αὐτοῦ ὁ Βονιφάτιος μαρκέσιος, καὶ περὶ562

Isaac2+Alex4

563

τῶν ἐνεστώτων ἄμφω σκεψάμενοι δεῖν ἔγνωσαν δυνάμεις Λατινικὰς εἰσ‐ ενεχθῆναι τοῖς παλατίοις, δι’ ὧν ἀπόβλητος ἐσεῖται ὁ δημοπρόβλη‐ τος καὶ ὁ τοῦτον ἀρχαιρεσιάσας λεώς. Ὡς δ’ ἦν τὰ ἐσκεμμένα ταῦτα πεφωραμένα, τὸν καιρὸν ἁρπάσας ὁ
5Δούκας ὡς πρὸς ἣν ὤδινεν ἀποστασίαν ἁρμόδιον σὺν τῶν ἐκ τοῦ γένους συχνοῖς καὶ τὸν ἐπὶ τῶν ἀρχικῶν χρυσώνων ὑποποιεῖται θλαδίαν, ἁλωτὸν ἀνθρώπιον τιμῶν ἀναβάσεσι καὶ εὐχείρωτον λήμμα‐ σιν. ὁ δὲ τοὺς πελεκυφόρους ἐκκλησιάσας καί σφισι κοινωσάμενος τὴν βασιλέως πρόθεσιν ἐκεῖνα φιλητέα τίθησι κρίνοντας, ὅσα οἱ βουλητέα
10καὶ Ῥωμαίοις ἀσπάσια. κἀντεῦθεν ἡ τοῦ βασιλέως ὧδέ πως δραμα‐ τουργεῖται καθαίρεσις. Πρόσεισιν ὁ Δούκας τῷ βασιλεῖ τῆς νυκτὸς ἀωρὶ (ἐπῳκείωτο γὰρ ὑπὲρ ἅπαντας τιμηθεὶς πρωτοβεστιάριος καὶ τὰ τοῖς πολλοῖς ἑτερό‐ χρωμα καθυποδούμενος πέδιλα) καί φησι περιπαθῶς ὡς οἱ τοῦ αἵματος
15ἐκείνῳ, ἀλλὰ δὴ καὶ πλεῖστοι τῶν ἀνωνύμων, πρὸ δὲ πάντων τὸ πελέ‐ κεσιν ὁπλιζόμενον βάρβαρον πάρεισιν ἐπὶ θύραις ὁρμαῖς μανιώδεσιν, αὐτοχειρὶ αὐτὸν διασπάσοντες ὡς ἤδη τοῖς Λατίνοις ἐκφανθέντα ὁμόνοα καὶ τῆς αὐτῶν ἐξηρτημένον φιλίας. ὁ δὲ πρὸς τὴν ἀκοὴν ταύτην μορμο‐ λυχθεὶς καὶ δειχθεὶς ἔκθαμβος ὑποθέσθαι οἱ τὸ πραχθησόμενον λιπαρεῖ.
20περισχὼν τοίνυν τὸν βασιλέα τῷ κατακεχυμένῳ μέχρι ποδῶν καὶ πλατεῖ ἐπενδύτῃ τοῦ σώματος συνέξεισιν ἐκείνῳ καὶ ἄπεισι δι’ ἀφανοῦς τοῖς πλείστοις πυλίδος ἐς τὸ σκήνωμα, ὃ δὴ τῶν βασιλείων εἶχεν ἐντός, ὡς δῆθεν αὐτὸν ῥυσόμενος. Καὶ βασιλεὺς μὲν ἐπὶ τοῖς οὕτω δρωμένοις μικροῦ καὶ χάριτας ὡμο‐
25λόγει τῷ Δούκᾳ καὶ τὰ τοῦ Δαυὶδ ὑπέψαλλεν ἄντικρυς ἐπ’ αὐτῷ „ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.“ ὁ δὲ καθ’ ἕτερα ψαλτῳδήματα τοῦ Δαυίδ, ἅ φασι „χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά“ καὶ „ἐμοὶ μὲν
εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ’ ὀργὴν δόλους διελογίζοντο,“ ταῦτα ἦν563

Isaac2+Alex4

564

μετιών. καὶ παραχρῆμα ὁ μὲν σιδήρῳ τοὺς πόδας ἀσφαλισθεὶς καὶ παραρριφεὶς δεινοτάτῃ παρὰ πάσας εἱρκτῇ ἔθετο οὕτω σκότος ἀπο‐ κρυβὴν αὐτοῦ, ὁ δὲ τοῖς βασιλικοῖς κοσμεῖται συμβόλοις. Τὰ δ’ ἐπὶ τούτοις οἱ μὲν τῷ Δούκᾳ προσρύονται καὶ τὰς εἰωθυίας τῷ
5αὐτοκράτορι προσρήσεις ἀποδιδόασιν, οἱ δὲ τῷ καθημένῳ ἐπὶ νεὼ προσνεύουσι Κανναβῷ, ἀνδρὶ τὸ ἦθος μειλίχῳ καὶ δεξιῷ τὴν γνώμην καὶ στρατηγικῷ τὰ πολέμια. ἐπεὶ δὲ τὰ χείρω ἐπικρατέστερα παρὰ τοῖς Κωνσταντινουπολίταις καὶ μάλιστα (φιλτέρα γὰρ ὑπὲρ τοὺς ὁμογενεῖς ἡ ἀλήθεια), ὁ μὲν Δούκας ἐκραταιοῦτο καὶ ηὔξανεν, ὁ δὲ
10Κανναβὸς ἀμαυρουμένην εἶχε τὴν αἴγλην κατὰ σελήνην λειψίφωτον. χειροῦται δὲ καὶ πρὸς τῶν ὁπλοφόρων τοῦ Δούκα οὐκ εἰς μακρὸν καὶ εἱρκτῇ παραδίδοται, πρὸς οὐδὲν ἐπαρκέσαντος αὐτῷ τοῦ βασιλευτοῦ λεώ, ἀλλὰ πάντων διασπαρέντων εὐθὺς μετὰ τὴν ἀνάρρησιν. Τῷ δὲ βασιλεῖ Ἀλεξίῳ δὶς μὲν προύτεινεν ὁ Δούκας ζωῆς κατευ‐
15νάστριαν κύλικα· ὡς δ’ ἦν ὁ μεῖραξ τοῦ φαρμάκου νεανικώτερος ἀντι‐ δότοις χρώμενος λάθρᾳ, δι’ ἀγχόνης τὸν τῆς ζωῆς ἐκείνῳ μίτον ἐκτέμνει, ἢ καὶ οὕτως εἰπεῖν, διὰ στενῆς καὶ τεθλιμμένης τῆσδε πορείας τὴν ψυχὴν ἐκείνῳ ἐκθλίβει καὶ ἐς αὐτὸ τοῦ ᾅδου ἐκπυρηνίζει τὸ πέταυρον,
βασιλεύσαντι μῆνας ἓξ σὺν ἡμέραις ὀκτώ.564

Alex5

565

(1t)

ΒΑΣΙΛΕΙΑ
2tΑΛΕΞΙΟΥ ΤΟΥ ΔΟΥΚΑ
3tΤΟΥ ΚΑΙ ΜΟΥΡΤΖΟΥΦΛΟΥ
4Ὡς οὖν καθαρῶς εἰς Δούκαν ἡ βασιλεία μετακεκύβευτο, ὁ μὲν ὤδινε
5πραγμάτων μεταβολὰς καὶ τὸ πᾶν ἀνακυκήσειν ἐσκέπτετο, σοφισματίας ὢν τὸ ἦθος καὶ τὸν τρόπον φρονηματίας, καὶ τὸ κρυψίνουν ἀγχίνουν οἰόμενος, ἐπὶ πᾶσι καὶ τὸν εὐεργέτην ἐς τοὺς Μέτωνος αἰῶνας ἀναδυό‐ μενος ἐκ τοῦ μὴ κρίνειν, ὡς ἔλεγε, βασιλικὸν τὸ αὐτόματον καὶ ἀνάκριβες ἐν ταῖς πράξεσι, τὸ δὲ περιεσκεμμένον καὶ χρόνιον. πρὸς δὲ τὰς τοιαύτας
10γνώμας ὡρμᾶτο μὲν καὶ αὐτόθεν, οὐδὲν ἐκεῖνον λεληθέναι τῶν δεόντων ἰσχυριζόμενος, ἀλλὰ πᾶσι πεφυκέναι πράγμασιν, εἶχε δὲ καὶ συνερίθου σκίασμα ἰσχνὸν παρεπόμενον τὸν κηδεστὴν Φιλοκάλην, ὃν οὐχ ἑτέρως ἔχων ἐπὶ τοῦ ἄκρου στῆσαι τῆς συγκλήτου βατῆρος, ἡμᾶς μὲν ἀπ’ οὐδεμιᾶς εὐσχήμονος προφάσεως τοῦ τοῖς σεκρέτοις λογοθετεῖν παρα‐
15λέλυκεν, ἐκεῖνον δ’ ἀντιπροβέβληκεν. ἀμελέτητος δ’ ὢν ὁ ἀνὴρ ὅδε τοῦ ἑαυτὸν εἰδέναι παντάπασιν, ὑπὸ τῆς ἄγαν φιλοτιμίας τῶν ὑπὲρ τὸ καθῆκον σφαλερῶς ἐφιέμενος, τὸ μὴ σύνθρονος εἶναι τῶν ἐν τιμαῖς ἐνίοις ὑπενόθευε ποδάγραν σχηματιζόμενος, ὡς εἴπερ συνδιέρρεε ταῖς πτέρναις
τὸν νοῦν κἀντεῦθεν ἀλλοφρονέων ὀλιγώρως εἶχε τοῦ δέοντος.565

Alex5

566

Ἀλλὰ καὶ τοὺς βασιλείους θησαυροὺς οὐκ ἐπιχειλεῖς οὐδ’ ἡμιδεεῖς, ἀλλ’ ἐν στενῷ πάντῃ ἀπειλημμένους ὁ ἄρξας Δούκας εὑρὼν θερίζων ἦν, ἔνθα οὐκ ἔσπειρε, καὶ συνάγων ὅσα οὐ διεσκόρπισεν, ἐτάσεσι βαρείαις ὑπάγων τοὺς τὰς μεγίστας ὑπ’ Ἀγγέλων ἀνεζωσμένους πρώην
5ἀρχὰς καὶ μεταρσιωθέντας εἰς ὕψος σεβαστοκράτορσι καθῆκον καὶ καίσαρσι καὶ πρὸς τὰς κοινὰς ἀποκτώμενος χρείας ὁπόσα ἐνθένδε συν‐ έλεγε χρήματα. Ἀπειροκάλως δ’ ἔχων τῆς τῶν Λατίνων ἀντιμαχήσεως κατὰ τοῦτο τὸ μέρος πάντων ἐπρώτευε· τά τε γὰρ παράλια τείχη τῆς πόλεως
10διὰ δοκάνων ἀνύψωσε καὶ τὰς χερσαίας πύλας τειχισματίοις διείληφε καὶ τὴν στρατιὰν ἀνεζωπύρει τῷ καθ’ ἑαυτὸν ὑποδείγματι. ἐν πολλοῖς δὲ καὶ αὐτὸς ξίφος διαγκοινιζόμενος καὶ χαλκήρει κορύνῃ καθοπλιζόμενος τοῦτο μὲν τὰς τῶν ἐναντίων ἀνέκοπτεν ἐκδρομάς, τοῦτο δὲ τοῖς σπορα‐ δικῶς ἐξιοῦσιν εἰς πορισμὸν τῶν σιτίων ἐφιστάμενος ἦν αὐτεπάγγελτός
15τε καὶ αὐτενέργητος. Ἀμέλει διὰ ταῦτα τοῖς πολίταις ἠσπάζετο, εἰ καὶ ὕποπτος ἦν τὰ πολλὰ καὶ ἀσύμβατος τοῖς ἐξ αἵματος· ἅτε γὰρ ἐντραφέντες βλακείᾳ καὶ μαλακίᾳ συνανδρωθέντες, ἀναγωγικὴν αὐστηρίαν καὶ δίαιταν σώφρονα περιιστάμενοι ὡς τὰ κεκρατημένα σώματα νοσοκόμησιν, ἐτραχηλίων
20καὶ ἐσκληρύνοντο. τὴν τοῦ Δούκα τοίνυν ἐπίπληξιν καὶ ἐμβρίμησιν (ἦν γὰρ καὶ φύσει κοῖλος καὶ βαρὺς τὴν φωνὴν καὶ τὸν φάρυγγα βραγ‐ χιῶν) ὅσα καὶ γεῦσιν πολύποδος ὠμοῦ ἢ ἑλλεβόρου τράπεζαν εἴτε μὴν ταυρείου αἵματος κέρασμα ἐκτρεπόμενοι τὴν τούτου καταστροφὴν
ἐπιστροφὴν ᾤοντο θεϊκήν.566

Alex5

567

Ἀμέλει καὶ Βαλδουίνου τοῦ τῆς Φλάντρας κόμητος τὰ περὶ τὸν Φιλέα κείροντος μέρη κἀκεῖθεν φόρους συλλέγοντος, ἔξεισι κατ’ αὐτοῦ βασιλεύς. ὡς δ’ οἱ μὲν ἀπιόντες, οἱ δ’ ἐκ τοῦ πολεμίου στίφους ἀνα‐ ζευγνύντες ἀλλήλοις συνέμιξαν, Ῥωμαῖοι μὲν δέει ξυνέχονται καὶ συν‐
5τόνου φυγῆς ἔχονται, περιλειφθεὶς δὲ μόνος ὁ βασιλεὺς αὐτός τε μικροῦ παραπώλετο καὶ ἡ τῆς θεομήτορος εἰκών, ἣν οἱ βασιλεῖς Ῥωμαίων ποιοῦνται συστράτηγον, τοῖς ἐναντίοις ἑάλωκεν. Ἦν δ’ οὐ μόνον ταῦτα δεινά, ἀλλά γε καὶ τὰ ἐλπιζόμενα πολὺ χείρω καὶ χαλεπώτατα· ἐν γὰρ τοῖς μείζοσι τῶν πλοίων φρικώδεις
10πάλιν κλίμακες ἐτεκταίνοντο καὶ μηχαναὶ παντοῖαι κατεσκευάζοντο σημαῖαί τε ἐπὶ τούτων ἠνέμωντο καὶ τοῖς εἰς αὐτὰς ἀνιοῦσιν ἐπὶ τῷ μάχε‐ σθαι δωρεαὶ προυτείνοντο μέγισται. Καὶ τὰ μὲν τῶν δεινῶν ἐκινεῖτο, τὰ δὲ ὠδίνετο, τὰ δ’ ἤμελλεν· ἠλό‐ γηντο δὲ καὶ οἱ περὶ φιλίας λόγοι καὶ παντάπασι κατημέληντο. μᾶλλον
15δὲ καὶ τούτους πονηροί τινες Τελχῖνες πολλάκις συνέχεον· ὁ γὰρ δοὺξ Βενετίας Ἐρίκος Δάνδουλος ὁμιλῆσαι περὶ σπονδῶν ἑλόμενος βασιλεῖ, νῆα εἰσιὼν τριήρη περὶ ταῖς ἀκταῖς προσίσχει τοῦ Κοσμιδίου. ὡς δ’ ἔφιππος ἐκεῖσε καὶ βασιλεὺς ἀφίκετο, ἀντεκοινοῦντο μὲν ἀλλήλοις τὰ πρὸς εἰρήνην ῥήματα μηδενὶ τῶν ἄλλων τὴν σπουδὴν χαριζόμενοι.
20καὶ ἦσαν τὰ παρὰ τοῦ δουκὸς Βενετίας καὶ τῶν λοιπῶν στρατηγῶν αἰτούμενα χρυσίου πεντήκοντα κεντηνάρια ἐκ τοῦ αὐτίκα μάλα κατα‐ βληθησόμενα καὶ συμφωνίαι τινὲς ἐπ’ αὐτοῖς, ἀποκναίουσαί τε καὶ δυσπαράδεκτοι τοῖς γευομένοις ἐλευθερίας καὶ εἰωθόσιν ἐπιτάσσειν,
οὐκ ἐπιτάσσεσθαι, καὶ Λακωνικαὶ βαρεῖαι κρινόμεναι μάστιγες, οἷς δ’567

Alex5

568

αἰχμαλωσίας πρόκειται κίνδυνος καὶ πάνδημος ἀνέρρωγεν ὄλεθρος, τὸ μέν τι πρώην, τὸ δὲ καὶ ὑπογυίως ἀναστομούμενος, ἀνεκταὶ πάντως μηδὲ παντάπασιν ἀχθειναί. ἐν ᾧ δὲ τὰ πρὸς εἰρήνην εἰς διάλεξιν πρού‐ κειντο, ἱππικαὶ Λατινικαὶ δυνάμεις ἐξ ὑπερδεξίων αἴφνης ἀναφανεῖσαι
5ἡνίοις ὅλοις τῷ βασιλεῖ ἐπιτίθενται, ὡς μόλις μὲν ἐκεῖνον παρερύσαντα τὸν ἵππον διεκφυγεῖν τὸν κίνδυνον, τῶν δὲ συνόντων χειρωθῆναί τινας· τὸ γὰρ ἄκρον τῆς ἐκείνων πρὸς ἡμᾶς ἀπεχθείας καὶ τὸ ὑπερβάλλον τῆς ἐπ’ ἐκείνους ἡμῶν διχονοίας οὐδεμίαν ἑκατέροις παρεισῆγε ῥοπὴν φιλ‐ άνθρωπον.
10 Τὰ δ’ ἐπὶ τούτοις ἀποσαλεύονται τῶν ἠιόνων τὰ μέγιστα τῶν ἀντιπάλων σκαφῶν, ἐφ’ ὧν αἱ κλίμακες εὐτρεπεῖς καὶ ὅσα τῶν ὀργάνων πρὸς τειχομαχίαν ἡτοίμασται καὶ ὡς ἐπὶ ζυγοῦ κατατείναντος ἐπὶ τὴν πρὸς τὰ τείχη μεταβαίνουσι πλάστιγγα, καὶ διειλήφασι τὸν χῶρον, ἐς τὸ ἀποχρῶν ἀλλήλων διιστάμενα, ὃς ἐκ τῆς τοῦ Εὐεργέτου μονῆς ἐς
15τὰ ἐν Βλαχέρναις ἀνάκτορα γραμμικῶς ἐκμηκίζεται, ἐμπεπυρισμένος ὢν καὶ ἀνεσκαμμένος τὰ ἔνδον οἰκόπεδα καὶ παντὸς ἐψιλωμένος ἡδέος θεάματος. ὅπερ ἰδὼν ὁ Δούκας, δρῶν καὶ αὐτὸς τοῖς πολεμίοις ἀντίθετα, τὴν βασίλειον αὐλαίαν προσετετάχει διαταθῆναι κατὰ τὸν ἐν τῇ μονῇ τοῦ Παντεπόπτου κολωνόν, ὅθεν ἦσαν ὁραταὶ μὲν αἱ νῆες αἱ πο‐
20λεμιστήριοι, καταφανῆ δὲ τὰ παρὰ τῶν ἐν ταύταις δρώμενα. Ὡς δ’ ἐπέφωσκεν ἡ ἐνάτη τοῦ Ἀπριλλίου μηνὸς τῆς ἑβδόμης ἰνδι‐ κτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ δωδεκάτου ἔτους, τὰ μὲν
πλοῖα καὶ οἱ δρόμωνες τοῖς τείχεσι προσπελάζουσι, θαρσαλέοι δέ568

Alex5

569

τινες πολεμήτορες ἐπανίασι τὰς κλίμακας καὶ βέλη παντοῖα κατὰ τῶν ἐν τοῖς πύργοις ἠφίεσαν. ὅλην μὲν οὖν ἐκείνην τὴν ἡμέραν μάχη τις ἐνειστήκει στονόεσσα, ἦν δέ πως τὰ Ῥωμαίων ἐπικρατέστερα· αἵ τε γὰρ κλιμακοφόροι νῆες σὺν τοῖς ἱππαγωγοῖς δρόμωσιν ἄπρακτοι τῶν
5τειχῶν ἀπεκρούσθησαν καὶ τὰ τῶν λίθων ἐκ τῆς πόλεως ἀφετήρια πλείστους ὅσους διέφθειραν. Ἀνοχευσάμενοι δ’ οὖν οἱ πολέμιοι τὴν μετ’ ἐκείνην ἡμέραν καὶ τὴν ἐφεξῆς κυριώνυμον, τῇ ὑστεραίᾳ πάλιν τῇ πόλει προσπλέουσι καὶ ταῖς ᾐόσι προσίσχουσιν, ἥτις ἦν δωδεκάτη μὲν τοῦ Ἀπριλλίου μηνός, δευ‐
10τέρα δὲ τῆς ἕκτης ἑβδομάδος τῶν νηστειῶν. μέση μὲν οὖν ἡμέρα, καὶ κατίσχυον τὰ ἡμέτερα, κἂν ἡ ἀκμὴ τοῦ κακοῦ ἰσχυροτέρα τις ἦν καὶ δρι‐ μυτέρα τῆς πρότριτα· ἐπεὶ δὲ ἔδει δούλιον ζυγὸν ὑποδῦναι τὴν τῶν πόλεων πασῶν ἄρχουσαν, ἐν κημῷ τε καὶ χαλινῷ τὰς σιαγόνας ἡμῶν ἄγξαι θεὸς ἐδικαίωσεν, ὅτι καὶ πάντες ἐξέστημεν ἱερεὺς ὁμοῦ καὶ λαὸς
15ὡς ἵππος θρασαύχην τε καὶ δυσχάλινος, ἐκ τῶν κλιμάκων μιᾶς, ἥτις ἄγχιστα ἦν τῶν Πετρίων καὶ βασιλέως ἔναντι διεπονεῖτο, ἄνδρες δύο παραδόντες ἑαυτοὺς τῇ τύχῃ πρῶτοι τοῦ ἑταιρικοῦ ἐς τὸν κατ’ ὄψιν πύργον καταπηδῶσι καὶ διασοβοῦσι τὸ ἐκεῖσε Ῥωμαίοις φυλακικὸν συμμαχικόν, ἐκ δὲ τούτου διασείσαντες τὴν χεῖρα ἄνωθεν οἷον σύμβολον
20χαρᾶς καὶ θάρσους τοὺς φυλέτας ἐπέρρωσαν. ἐξίσου δὲ τοῖς εἰς τὸν πύργον ἁλαμένοις καί τις ἐκ τῆς ἱππάδος Πέτρος τοὔνομα διὰ τῆς πύλης εἴσεισι τῆς ἐκεῖσε, ὅλας φάλαγγας κλονῆσαι κρινόμενος ἱκανώτατος καὶ
τὴν ἀναδρομὴν τοῦ σώματος ὡς γίγας μικροῦ προφαινόμενος ἐννεόρ‐569

Alex5

570

γυιος καὶ αὐτὸν δὲ τὸν κάσιν τῆς κεφαλῆς διεσκευασμένον ἔχων κατὰ πόλιν πυργόεσσαν. οὐδὲ κόρυθος τοίνυν μέτωπον ἑνὸς ἀνδρὸς ἱππαστοῦ, καταπληκτικοῦ τὸ εἶδος, ἀξιοθεάτου τὸ μέγεθος, οἱ περὶ τὸν βασιλέα τῷ γένει διάσημοι καὶ τὸ λοιπὸν στράτευμα κατιδεῖν ἐνεγκόντες ἀγαθὸν
5τοῦ σώζεσθαι φάρμακον τὴν ἐθάδα φυγὴν ὑπειλήφασιν, ὥσπερ εἰς μίαν ἑνισθέντες τε καὶ συντακέντες ἀγεννῆ ψυχήν, ὅθεν εἰς δειλίαν τῶν ὀχυρωμάτων αὐτοῖς τεθειμένων (ἐπὶ γὰρ γηλόφων ὀρθίων ἵσταντο) κατὰ χιλίους ὑφ’ ἑνὸς ἐδιώκοντο· καὶ ταῖς χερσαίαις Χρυσέαις πύλαις ἐπιστάντες τῆς πόλεως τὸ νεόδμητον ἐκεῖσε κατασπῶσι τεῖχος ἐκτρέ‐
10χουσί τε καὶ διασκίδνανται, ὡς ὄφελόν γε τὴν ἐς βάραθρον καὶ πανώλειαν βαδιούμενοι. οἱ δὲ πολέμιοι μηδενὸς εἰς χεῖρας ἰόντος διαθέουσι πολλαχῇ καὶ τὰ ξίφη σπῶσι καθ’ ἡλικίας πάσης καὶ γένους παντός, οὐχ εἷς ἑνὶ συνημμένοι καὶ κατὰ σύνταξιν πλείους ἀλληλουχούμενοι, ἀλλὰ διεκ‐ κεχυμένοι σποράδες ὡς ἤδη παρὰ πᾶσιν ἐπιφοβώτατοι.
15 Ἑσπέρας δὲ τῷ πυρὶ παραδόντες τὰ πρὸς ἕω καὶ ἔτι πρόσω μικρὸν τῆς τοῦ Εὐεργέτου μονῆς, ὃ καὶ κατενεμήσατο τὰ πρὸς θάλασσαν ἐκεῖθεν ἐπικλινῆ καὶ μέχρι τῶν Δρουγγαρίου καταλήγοντα μέρη τῆς πόλεως, ἐπαναλύουσιν αὖθις καὶ περὶ τὴν μονὴν τοῦ Παντεπόπτου στρατήγιον βάλλουσι, τὴν βασίλειον ἐσκυλευκότες σκηνὴν καὶ αὐτῶν τῶν ἐν Βλα‐
20χέρναις ἀρχείων ἀπραγμόνως τε καὶ ἐξ ἐφόδου κεκρατηκότες. Ὁ δὲ βασιλεὺς τῇδε κἀκεῖσε τῶν τῆς πόλεως περιιὼν στενωπῶν ἐπεχείρει μὲν συνιστᾶν καὶ διακροτεῖν πρὸς σύνταξιν τὸν εἰκῇ περι‐ φοιτῶντα λαόν· οἱ δ’ οὔτ’ ἐπείθοντό οἱ ἐπιρρωννύοντι, οὔθ’ ὑπήκουον
ἐπιθαρρύνοντι, ἀλλ’ ἀπογνώσεως πᾶσιν αἰγὶς ἐπεσέσειστο.570

Alex5

571

Καὶ ἵνα τῷ λόγῳ προβιβάσω τὸ λεῖπον, κέκλικεν ἡ ἡμέρα καὶ ἡ νὺξ προύκοπτε, καὶ τῶν μὲν ἀστυπόλων ἕκαστος ἐνεπόνει τῇ μεταθέσει καὶ καταχώσει τῶν οὐσιῶν, ἦσαν δ’ οἷς ᾑρέτιστο καὶ ἡ ἐκ τῆς πόλεως ἄπαρσις, καὶ ὡς ἑκάστοις προυχώρει σώζεσθαι ἠπείγοντο.
5 Ἰδὼν τοίνυν ὁ Δούκας ὡς οὐδὲν ὠφελεῖ, καὶ δεδιὼς ἅμα μὴ συλ‐ ληφθείη καὶ ὡς ὄψον ἢ ἐπιτράγημα ταῖς γνάθοις τῶν Λατίνων προ‐ κείσεται, εἴσεισιν ἀρχεῖον τὸ μέγιστον. καὶ δὴ τὴν βασίλισσαν Εὐφρο‐ σύνην τὴν τοῦ βασιλέως Ἀλεξίου γυναῖκα καὶ τὰς ταύτης θυγατέρας λεμβαδίῳ ἐνθέμενος, ὧν ἔρωτι μιᾶς προκατείληπτο πολυομίλητος ἐκ
10πρώτης τριχὸς καὶ ῥυηφενὴς εἰς κοίτας δεικνύμενος καὶ δύο κουριδίους ἀλόχους παρὰ δίκην ἀποπεμψάμενος, τῆς πόλεως ἔξεισι, βασιλεύσας μῆνας δύο καὶ ἡμέρας ἓξ πρὸς ταῖς δέκα. Τοῦ δὲ βασιλέως οὕτω μεταναστεύσαντος νεανιῶν ξυνωρὶς νηφα‐ λίων τε καὶ ἀρίστων τῇ κατὰ πόλεμον δεξιότητι, ὁ Δούκας οὗτοι καὶ ὁ
15Λάσκαρις, ἀμφοῖν δ’ ἡ κλῆσις ὁμώνυμος τῷ ἀρχηγῷ τῆς πίστεως βασιλεῖ, ὡς περὶ νηὸς χειμαζομένης διαφέρονται τῆς ἀρχῆς, τύχης βράβευμα καὶ φορᾶς ἀλογίστου πέττευμα τὸ μέγιστον ὁμοῦ καὶ περί‐ πυστον χρῆμα τὴν τῶν Ῥωμαίων βασιλείαν ὁρῶντες προκείμενον. εἱστήκεισαν οὖν ἀμφήριστοι τὸν Μέγαν εἰσιόντες Νεών, ἁμιλλώμενοί τε
20ἀλλήλοις καὶ παραβαλλόμενοι, μηδὲν δὲ πλέον ἢ ἔλαττον ἔχοντες, ἀλλὰ τῆς ἴσης ῥοπῆς ἀξιούμενοι, ὅτι μηδ’ ἦν ὁ ἀπελέγχων ἢ ἐπικρίνων
ἑκάτερον.571

Alex5

572

Ἐκ δὲ κλήρου τὸ πρωτεῖον εἰληφὼς ὁ Λάσκαρις τὰ μὲν τῆς βασι‐ λείας οὐ προσίεται σύμβολα, συνεξιὼν δὲ τῷ πατριάρχῃ κατὰ τὸ Μίλιον οὐκ ἀνίει παραινῶν τοῖς συνιοῦσι καί σφας ὑποθωπεύων εἰς ἀντιμάχησιν. ἀλλὰ καὶ τοὺς σείοντας ἐξ ὤμων τὰ ἀρεϊκὰ σιδήρια ἐς τὸν
5προκείμενον ἀγῶνα πέμπων ἐπώτρυνε, μὴ χρῆναι λέγων Ῥωμαίων ἔλαττον ἐκείνους τὸ ἀπολωλέναι δεδιέναι, εἰ πρὸς γένος ἕτερον τὰ Ῥωμαίων μεταρρέψουσι πράγματα· οὐ γὰρ μισθοφορήσουσιν ἔτι ἁδρῶς, οὐδὲ γέρα περιώνυμα τῆς βασιλέων φυλακῆς ἀπολήψονται, ἀλλ’ ἐν αἴσῃ καρὸς τετάξονται. καὶ ὁ μὲν πρὸς τούτοις ἦν· ὡς δ’ οὔτε
10τοῦ λεώ τις τῶν φωνῶν ἐπεστρέφετο, καὶ αὐτὸ δὲ τὸ πελεκυφόρον ἐπὶ μισθῷ τὴν σύναρσιν ἐπηγγέλλετο, ἐμπορίας καιρὸν ὑπούλως καὶ ἐπι‐ κλόπως τὴν ἀκμὴν τοῦ κινδύνου τιθέμενον, ἤδη δὲ καὶ κατάφρακτοι Λατινικαὶ προυφαίνοντο φάλαγγες, ἐκεῖθεν μεθίσταται καὶ τὸ σωθῆναι φυγῇ διατίθησιν.
15 Οἱ δὲ πολέμιοι μηδένα παρὰ δόξαν ὁρῶντες ἰθυμαχοῦντα ἢ ἀντεγ‐ χειροῦντα καὶ ὁπλιζόμενον, ἀλλ’ εὔοδα τὰ ἐν ποσίν, εὔκολα τὰ ἐν χερσί, τὰ ἐν στενωποῖς εὐδιάβατα, τὰ ἐν τριόδοις ἀπρόσκοπα, ἀπὸ πολέμων ἀσφάλειαν, ἀπὸ πολεμίων ὠφέλειαν, τύχης τινὸς εὐμενοῦς προαγούσης καὶ συλλαμβανούσης πάντας σφίσι προσυπαντᾶν μετὰ σταυρικῶν
20σημείων καὶ σεπτῶν ἐκτύπων Χριστοῦ, ὡς ἐν πανηγύρεσιν εἴθισται καὶ πομπαῖς, οὐ πρὸς τὴν ὄψιν τῶν ὁρωμένων τὴν τῆς ψυχῆς μεταμορφοῦσι κατάστασιν, οὐδὲ μέχρι χειλέων ὑπεμειδίασαν, οὐδὲ ἡ ἄελπτος ἐκείνη θέα τὸ στυγνὸν καὶ μανιῶδες βλέμμα καὶ ὅρμημα ἐς εἰκόνα μετέχρωσεν
ἱλαρότητος, ἀλλ’ ἐπρονόμευον ἀδεῶς, ἀλλ’ ἐσκύλευον ἀναιδῶς, ἐκ τῶν572

Alex5

573

ὀχημάτων πρώτως ἀρξάμενοι, οὐ τὰ τῶν πολλῶν μόνον χρήματα, ἀλλ’ ἤδη καὶ τὰ τῷ θεῷ ἀνακείμενα, ξιφηφόροι πάντες, οἱ δὲ καὶ σκεπα‐ στηρίοις ὅπλοις τοὺς πρὸς σάλπιγγα ἐγειρομένους ἵππους ἑαυτῶν περιφράττοντες.
5 Τί δ’ ἂν πρῶτον, τί δ’ ἔπειτα, τί δ’ ὑστάτιον καταλέξαιμι τῶν τηνικαῦτα τολμωμένων παρὰ τῶν παλαμναίων ἐκείνων ἀνδρῶν; ὤ μοι τῆς ἀτίμου τῶν προσκυνητῶν εἰκόνων κατεδαφίσεως καὶ τῆς τῶν λειψάνων τῶν ὑπὲρ Χριστοῦ παθόντων κατὰ τόπων ἐναγῶν ἀκον‐ τίσεως. τὸ δὲ φρικῶδες καὶ ἀκουόμενον, ἦν ὁρᾶν τὸ θεῖον αἷμα καὶ
10σῶμα Χριστοῦ κατὰ γῆς χεόμενον καὶ ῥιπτόμενον. οἱ δὲ τὰ τιμαλφῆ δοχεῖα τούτων διαρπάζοντες τὰ μὲν διέθραυον καὶ τοὺς ἐγκειμένους κόσμους ἐνεκολπίζοντο, τὰ δὲ εἰς σίτων κανᾶ καὶ οἴνων κεράσματα ταῖς ἑαυτῶν τραπέζαις παρέφερον, οἱ τοῦ Ἀντιχρίστου πρόδρομοι καὶ τῶν προσδοκωμένων πανασεβῶν πράξεων ἐκείνου πρωτουργοὶ καὶ προ‐
15άγγελοι. ἀτεχνῶς τοίνυν ὑπὸ τοῦδε τοῦ γένους ὡς πάλαι ποτὲ καὶ τότε ἀπημφιάζετο Χριστὸς καὶ ὑβρίζετο, καὶ μερισμοὶ καὶ κλῆροι τῶν αὐτοῦ ἱματίων ἐγίνοντο, καὶ μόνον οὐ λογχευόμενος τὴν πλευρὰν θεορ‐ ρύτου ῥύακας αἵματος εἰς γῆν καὶ πάλιν ἀπέσταζε. Τὰ δ’ ἐπὶ Νεὼ τοῦ Μεγίστου ἠσεβημένα οὐδ’ ἀκοαῖς εἰσιν εὐπαρά‐
20δεκτα. ἡ μὲν θυωρὸς τράπεζα, τὸ ἐκ πασῶν τιμίων ὑλῶν σύνθεμα συν‐ τετηγμένων πυρὶ καὶ περιχωρησασῶν ἀλλήλαις εἰς ἑνὸς ποικιλοχρόου κάλλους ὑπερβολήν, ἐξαισίου τῷ ὄντι καὶ ἀξιαγάστου παρ’ ἔθνεσιν ἅπασι, κατετεμαχίσθη καὶ διεμερίσθη τοῖς σκυλευταῖς, ὥσπερ καὶ πλοῦτος ἅπας ὁ ἱερός, ὁ τοσοῦτος τὸ πλῆθος καὶ τὴν ἀγλαΐαν ἀπέραντος. δεῆσαν
25δ’ ἐκκομισθῆναι καθά τινα σῦλα τὰ παναγῆ σκεύη καὶ ἔπιπλα, τὰ τὴν χάριν καὶ τὴν τέχνην ἄμαχα καὶ τὴν ὕλην σπάνια, ἀλλὰ δὴ καὶ τὸν δοκίμιον ἄργυρον, ὃς τὸν τοῦ βήματος θριγκὸν καὶ τὸν οἷον ἐκπλῆξαι
ἄμβωνα καὶ τὰς πύλας περιήμπισχε καὶ εἰς παμπόλλους ἄλλους573

Alex5

574

κόσμους περιετέτηκτο, χρυσῷ περιτρεχόμενος ἅπας, ἡμίονοί τε καὶ ὑποζύγια σεσαγμένα μέχρι τῶν ἀδύτων εἰσήγοντο τοῦ νεώ, ὧν ἔνια διωλισθηκότα μηδ’ ἐπὶ ποδῶν στῆναι δυνάμενα διὰ τὴν τῶν ἐπιπέδων λίθων στιλπνότητα μαχαίραις ἐξεκεντήθησαν, ὡς ἐκ τῆς τῶν χολάδων
5κόπρου καὶ τοῦ προχυθέντος αἵματος τὸ θεῖον μολυνθῆναι δάπεδον. ἀλλὰ καὶ γυναικάριον σεσωρευμένον ἁμαρτίαις, Ἐριννύων ζάκορον, δαιμόνων πρόσπολον, ἀρρήτων τε γοητειῶν καὶ ἐπιρρήτων ἐπῳδῶν ἐργαστήριον, καταστρηνιᾶσαν Χριστοῦ, ἐπὶ τοῦ συνθρόνου καθῖσαν κεκλασμένον ἀφῆκε μέλος καὶ πολλάκις περιδινηθὲν εἰς ὄρχησιν τὼ πόδε
10παρενεσάλευσε. Καὶ οὐ ταῦτα μὲν ἠνομεῖτο οὕτως, ἄλλα δ’ οὔ, ἢ ἐκεῖνα μὲν ἐπὶ πλέον, εἰς δ’ ἔλαττον ἕτερα, ἀλλ’ ὁμοθυμαδὸν πάντα παρὰ πάντων ἀνωσιουρ‐ γεῖτο τὰ παναθέμιτα. πάνυ δ’ ἂν ἐφείσαντο γυναικῶν εὐλαβῶν καὶ κορίων ἐπιγάμων ἢ τῶν θεῷ ἀνακειμένων καὶ παρθενεύειν ἑλομένων οἱ
15κατὰ τῶν θείων οὕτω λυττήσαντες; ἐπὶ πᾶσιν ἐργῶδες ἦν καὶ δυσ‐ μήχανον τὸ μειλίξασθαι λιταῖς ἢ ὁπωσοῦν εὔνουν θέσθαι τὸ βάρβαρον, οὕτω μὲν εὐπαρόξυντον ὄν, οὕτω δ’ ἐρευξίχολον ἀκριβῶς καὶ πρὸς πᾶσαν ἀκοὴν ἀθέλητον. πάντα δ’ ἐκρίνετο θυμοῦ ὑπεκκαύματα καὶ ἄνοιαν ὠφλίσκανε καὶ γέλων. καὶ ὡς τὴν γλῶτταν ἀταμίευτος ἐπεπλήτ‐
20τετο, ἐν πολλοῖς δὲ καὶ τὸ παραξιφίδιον εἶχεν ἐπ’ αὐτὸν σπώμενον ὁ καὶ μικρὸν ἀντειπὼν ἢ πρὸς τὰ θυμήρη σφίσιν ἀναδυόμενος. Ὅθεν ἦν εἰς πόνον ἅπασα κεφαλή, ἐν στενωποῖς θρῆνοι καὶ οὐαὶ καὶ κλαυθμοί, ἐν τριόδοις ὀδυρμοί, ἐν ναοῖς ὀλοφυρμοί, ἀνδρῶν οἰμωγαί, γυναικῶν ὀλολυγαί, ἑλκυσμοί, ἀνδραποδισμοί, διασπασμοὶ καὶ βιασμοὶ
25σωμάτων συναφῶν πρότερον. οἱ τῷ γένει σεμνοὶ γυμνοὶ περιῄεσαν,
οἱ τῷ γήρᾳ γεραροὶ γοεροί, οἱ πλούσιοι ἀνούσιοι. οὕτως ἐν πλατείαις,574

Alex5

575

οὕτως ἐν γωνίαις, οὕτως ἐν τεμένεσιν, οὕτως ἐν καταδύσεσιν· οὐδὲ γὰρ ἦν τις τόπος ἀνεξερεύνητος ἢ ἀσυλίαν τοῖς προσρυομένοις διδούς. Χριστὲ βασιλεῦ τῆς τότε θλίψεως καὶ συνοχῆς τῶν ἀνθρώπων. ὁ δ’ ἦχος ὁ θαλάττιος, ὁ δὲ τοῦ ἡλίου σκοτασμὸς καὶ ἡ ζόφωσις, ἡ δὲ
5τῆς σελήνης εἰς αἷμα μεταστροφή, οἱ δὲ τῶν ἀστέρων ἔξεδροι, ὅπῃ καὶ ὅπως οὐ τὰ τελευταῖα ταῦτα κακὰ προεσήμαναν; καίτοι τὸ βδέλυγμα τῆς ἐρημώσεως τεθεάκαμεν ἑστὼς ἐν τόπῳ ἁγίῳ καὶ πορνικὰ στρογγυ‐ λίζον λογάρια καὶ τἆλλα, κἂν μὴ ἐπίπαν, ἀλλ’ ἐκ τοῦ δήπουθεν μετα‐ βάντα πρὸς τὸ ἀντίστροφον, ὅσα παρὰ Χριστωνύμοις σεμνὰ καὶ τὸν
10τῆς πίστεως λόγον ἐξευγενίζοντα. Τοιαῦθ’, ὡς ἐκ πολλῶν βραχέα δοῦναι τῇ ἱστορίᾳ, οἱ ἐξ ἑσπέρας στρατοὶ κατὰ τῆς Χριστοῦ κληρονομίας παρηνομήκασιν, ἐπ’ οὐδενὶ τῶν ὅλων τὸ φιλάνθρωπον ἐνδειξάμενοι, ἀλλὰ πάντας ἀποξενώσαντες χρημάτων καὶ κτημάτων, οἰκημάτων τε καὶ ἐσθημάτων, καὶ μηδενὸς
15τῶν πάντων μεταδόντες τοῖς ἔχουσι. ταῦτα ὁ χαλκοῦς αὐχήν, ἡ ἀλαζὼν φρήν, ἡ ὀρθὴ ὀφρύς, ἡ ἀεὶ ξυριῶσα καὶ νεανισκευομένη παρειά, ἡ φιλαί‐ ματος δεξιά, ἡ ἀκροχολῶσα ῥίν, ὁ μετέωρος ὀφθαλμός, ἡ ἄπληστος γνάθος, ἡ ἄστοργος γνώμη, ἡ τορὴ καὶ τροχαλὴ λαλιὰ καὶ μόνον οὐκ ἐπορχουμένη τοῖς χείλεσι, μᾶλλον δὲ οἱ παρ’ ἑαυτοῖς ἐπιστήμονες καὶ
20σοφοί, οἱ εὔορκοι καὶ φιλαλήθεις καὶ μισοπόνηροι καὶ τῶν Γραϊκῶν ἡμῶν εὐσεβέστεροί τε καὶ δικαιότεροι καὶ τῶν Χριστοῦ διαταγμάτων φύλακες ἀκριβέστεροι, τὸ δὲ πλέον, οἱ τὸν σταυρὸν ἐπ’ ὤμων ἀράμενοι καὶ πολλάκις κατὰ τούτου καὶ τῶν θείων λογίων ἐπομοσάμενοι τὰς μὲν τῶν Χριστωνύμων χώρας παρελθεῖν ἀναιμωτί, μὴ προσνεύσαντες
25ἀριστερά, μηδ’ ἐκκλίναντες δεξιά, κατὰ δὲ Σαρακηνῶν ὁπλίσαι τὰς χεῖρας καὶ τὰ ξίφη πορφυρῶσαι τοῖς αἵμασιν, οἳ τὴν Ἱερουσαλὴμ ἐξεπόρθησαν, μηδ’ ἀνδρίσασθαι γυναιξὶν ἢ καθ’ ὁμιλίαν αὐταῖς συν‐ ελθεῖν ἐφ’ ὅσον ἂν χρόνον τὸν σταυρὸν ἐπωμάδιον φέρωσιν ὡς ἡγνι‐
σμένοι θεῷ καὶ τὴν αὐτοῦ πορείαν στελλόμενοι.575

Alex5

576

Ὄντως λογοποιοὶ ἐξεφάνθησαν καὶ τοῦ θείου τάφου διφῶντες ἐκδίκησιν κατὰ Χριστοῦ προδήλως ἐλύττησαν καὶ μετὰ σταυροῦ τὴν τοῦ σταυροῦ κατάλυσιν ἠνομήκασιν, ὃν ἐπινώτιον ἔφερον, τοῦτον πρὸ ποδῶν τιθέναι μὴ φρίττοντες διὰ χρυσίον βραχὺ καὶ ἀργύριον. καὶ
5μαργαρίτας ἐγκολπιζόμενοι τὸν πολύτιμον μαργαρίτην Χριστὸν ἠθε‐ τήκασι, τοῖς ἐναγεστάτοις τῶν ζώων τὸν παναγέστατον διασπείραντες. οἱ δ’ ἐξ Ἰσμαὴλ οὐχ οὕτως, ὅτι μὴ καὶ πάνυ φιλανθρώπως καὶ προσ‐ ηνῶς τοῖς ἐκ τοῦ γένους αὐτῶν προσηνέχθησαν τῆς Σιὼν κατισχύσαντες. οὔτε γὰρ γυναιξὶ Λατινίσιν ἐπεχρεμέτισαν, οὔτε τὸ Χριστοῦ κενήριον
10πολυάνδριον πεσόντων ἔδειξαν, οὐδὲ κάθοδον ἐς ᾅδου τὴν πρὸς τὸν ζωηφόρον τάφον εἴσοδον, οὐδὲ θάνατον τὴν ζωήν, οὐδὲ πτῶσιν τὴν ἀνάστασιν, ἁπαξάπασι δ’ ἀνέντες τὴν ἔξοδον χρυσίνοις ἀριθμῷ κατ’ ἄνδρα βραχέσιν ἀφώριζον τὰ ζωάγρια, τὰ λοιπὰ τοῖς κεκτημένοις παρέντες, κἂν ψάμμῳ ἦσαν παρόμοια. καὶ τοιῶσδε μὲν τὸ χριστομάχον
15τοῖς ἀλλοπίστοις Λατίνοις ἐχρήσατο, μὴ ξίφος, μὴ πῦρ, μὴ λιμόν, μὴ διωγμόν, μὴ γυμνότητα, μὴ συντρίμματα, μὴ πιέσματα μεγαλοψύχως σφίσιν ἐπενεγκόν· ἡμῖν δ’ ἐκείνως τὸ φιλόχριστον καὶ ὁμόδοξον προσ‐ ενήνεκται, ὡς ἐπιτρέχοντες εἴπομεν, μηδὲν ἐπεγκαλεῖν ἀδίκημα ἔχοντες. Ὦ πόλις, πόλις, πόλεων πασῶν ὀφθαλμέ, ἄκουσμα παγκόσμιον,
20θέαμα ὑπερκόσμιον, ἐκκλησιῶν γαλουχέ, πίστεως ἀρχηγέ, ὀρθοδοξίας ποδηγέ, λόγων μέλημα, καλοῦ παντὸς ἐνδιαίτημα. ὢ ἡ ἐκ χειρὸς Κυρίου τὸ τοῦ θυμοῦ πιοῦσα ποτήριον, ὢ ἡ γενομένη πυρὸς μερὶς πολλῷ δραστικωτέρου τοῦ καταιβασίου πάλαι πυρὸς Πενταπόλεως. „τί μαρτυρήσω σοι; τίνι ὁμοιώσω σε; ὅτι ἐμεγαλύνθη ποτήριον συν‐
25τριβῆς σου,“ Ἱερεμίας φησὶν ὁ φιλόδακρυς τὴν πάλαι Σιὼν κοπτόμενος. τίνες κακοποιοὶ δυνάμεις ᾐτήσαντό σε καὶ ἔλαβον εἰς σινίασιν; τίνες ἀλάστορες φθονεροὶ καὶ ἀμείλικτοι κῶμόν σοι ἐπεκώμασαν ἄγριον; ἢ
γοῦν ἀνάρσιοι καὶ μανιώδεις ἐρασταὶ παστάδα σοι μὲν οὐκ ἐπλέξαντο,576

Alex5

577

οὐδ’ ἀνῆψάν σοι δᾷδα γαμήλιον, ἀφανιστηρίους δ’ ἀνέκαυσαν ἄνθρακας; Ὢ ἡ πολύγονος καὶ βύσσον καὶ πορφύραν ἠμφιεσμένη βασίλειον, πιναρὰ δ’ ἀρτίως καὶ αὐχμηρὰ καὶ πολλῶν κακῶν κληροῦχος καὶ τέκνων τῶν γνησίων χατίζουσα. ὢ ἡ πρώην ὑψίθρονος καὶ βιβῶσα
5μακρὰ καὶ μετέωρα, μεγαλοπρεπὴς τὸ εἶδος, ἀξιοπρεπεστέρα τὸ μέγεθος, νυνὶ δὲ κατερραγμένη καὶ διερρηγμένη τοὺς χλιδῶντας χιτῶνας καὶ τὰ κομψὰ καὶ ἀρχικὰ κρήδεμνα καὶ τὸ ὄμμα ἀπεσβεσμένη τὸ χαροπὸν καὶ γρηῒ καμινοῖ ἴση ἐκ τοῦ κατησβολῶσθαι πυρὶ καὶ ῥυτίσι χαλαραῖς ηὐλακισμένη τὴν στιλπνὴν καὶ τερπνὴν ὄψιν πρότερον. ἐῶ γὰρ λέγειν
10τοὺς πρὸς λύραν ἐντείνοντάς τε καὶ ψάλλοντας τὰ σὰ δυσπραγήματα καὶ κωμῳδίαν τιθεμένους τὴν σὴν τραγῳδίαν ἐν τῷ τὸν οἶνον προσ‐ ίεσθαι καὶ βίου τέχνην ποιουμένους τὴν γελοιώδη τῶν κακῶν σου ἀφήγησιν, τοὺς κονδυλισμούς τε καὶ πτερνισμούς, ἔτι δὲ τὰς ἀθετήσεις καὶ τὰ ὑπώπια, ἅ σοι καθ’ ὥραν πᾶσαν προστρίβονται, παρεζηλωμένῃ
15θεόθεν ἐπὶ μὴ ἐχέφροσιν ἔθνεσιν, ἢ οὐδ’ ἔθνεσιν ἀληθῶς, ἀλλ’ ἀμυδροῖς καὶ σποραδικοῖς γένεσιν, ὧν τὰ πλείω εἰ μὴ ἐγέννησας, ἀλλ’ ὕψωσάς τε καὶ στέατος πυροῦ μετέδωκας. „Τίς σώσει σε; ἢ τίς παρακαλέσει σε; τίς φείσεται ἐπὶ σοί; ἢ τίς σκυ‐ θρωπάσει ἐπὶ σοί; ἢ τίς ἐπανακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σοι;“
20Ἱερεμίου καὶ τάδε τοῦ πολυθρήνου τὰ ῥήματα. τίς τὴν προτέραν στολὴν ἐπενδύσει σε; πότε θεόθεν ἐνωτίσῃ· „ἐξεγείρου, ἐξεγείρου,
ἀνάστηθι ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ μου καὶ τὸ κόνδυ τῆς πτώ‐577

Alex5

578

σεως. ἔνδυσαι τὴν ἰσχύν σου, ἔνδυσαι τὴν δόξαν σου. ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι. ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου· πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου. μὴ φοβοῦ, ὅτι κατ‐ ῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης καὶ ἐκρότησαν ἐπὶ σοὶ χεῖρας
5πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν κεφαλὰς αὐτῶν καὶ εἶπον „αὕτη ἑστὶν ἡ πόλις, στέφανος δόξης καὶ εὐφροσύνη πάσης τῆς γῆσ“ καὶ „πῶς ἐκάθισε χήρα ἡ πεπληθυσμένη λαῶν καὶ ἡ ἄρχουσα ἐν χώραις ἐγεννήθη εἰς φόρους;“ εἶπε γὰρ ὁ θεός σου „χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετ’ ἐλέους μεγάλου οἰκτειρήσω σε. ἐν θυμῷ
10μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου, καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε.“ ἢ γοῦν ᾄσεις Δαυιτικῶς πρὸς θεὸν „κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.“ Τίς ἐπιστήσεταί σοι Μωσῆς καινουργὸς ἢ ἐπανάγων ἐποφθήσεται Ζοροβάβελ; πότε δ’ ἐσεῖταί σοι ἐκ τῶν τεσσάρων ἀνέμων ἐπισυναγα‐
15γεῖν τὰ τέκνα σου, ἐν οἷς διεσπάρημεν, ὃν τρόπον αἱ φιλότεκνοι ὄρνιθες ὑπὸ τὰς ἑαυτῶν ἀθροίζουσι πτέρυγας τὰ οἰκεῖα νεόττια. ὡς νῦν γε οὐδ’ ἐνώπιοι ἐνωπίῳ σοι ἐποφθαλμίσαι καθαρῶς ἔχομεν, οὐδ’ ἐμφύναι περιχαρῶς ὡς μητρί, καὶ ἀκριβῶς ἐπισπεῖσαί σοι δάκρυον, ὅσον ὀφθαλ‐ μὸς βούλεται ἢ δύναται, ἀλλ’ εὐλαβῶς ὡς στρουθοί σε περιιπτάμενοι,
20ὧν συνείληπται ἡ τροφός, ἡ δὲ καλιὰ διεσκέδασται, ἐλεεινόν τι καὶ γοῶδες ἀναβαλλόμεθα, πόρρω που τῶν σῶν φατνωμάτων ἐκτοπι‐ σθέντες, πεινῶντες καὶ διψῶντες, αὐχμῶντες καὶ ῥιγῶντες, καὶ πρὸς φθεῖραν πολλάκις κειρόμενοι καὶ τὰς ψυχὰς ἐν κακοῖς τηκόμενοι, ὁδόν τε μηκέτι κατοικεσίας εὑρίσκοντες πόλεως, ἀλλὰ πολύπλαγκτοι φερόμενοι
25ὡς ὄρνιθες οἱ ἀβέβαιοι καὶ τῶν ἀστέρων οἱ πλάνητες. ἢ καὶ οὕτως578

Alex5

579

εἰπεῖν, ἑνούμεθά σοι διῃρημένως καὶ συμπλεκόμεθά σοι κεχωρισμένως κατὰ τοὺς ψυχῇ συναπτομένους καὶ διισταμένους σώματι καὶ προσ‐ πάσχομεν ἀτεχνῶς ὃ καὶ ἔνια τῶν ζώων πρὸς τὰ παγιδευόμενα ἐκ σφῶν ὑπὸ θηρευτῶν καὶ ἐγκλειόμενα διαφανέσιν ὑελίνοις ἄγγεσιν. ἐκεῖνά τε
5γὰρ τῷ τοῦ σκεύους εἰλικρινεῖ καὶ στιλπνῷ τὴν τοῦ συννόμου ζώου θέαν ἐνοπτριζόμενα συμμῖξαι καὶ ἐν χρῷ γενέσθαι ὅλως ἀδυνατεῖ καὶ διὰ τοῦτο μάτην περὶ τὸ ἄγγος ἀδημονοῦντα στρέφεται, τῷ ἐξηλλαγ‐ μένῳ τῆς ὄψεως ὡς ἀπεναντίῳ τῆς πρώην ἕξεως ἐκθαμβούμενα· καὶ ἡμεῖς ἐπ’ ἴσης σοι τὰς μὲν ὄψεις προσβάλλειν καὶ ἐγγύτερον ἰέναι ἔχομεν,
10τοῦ δὲ περιχυθῆναί σοι γνησίως καὶ προσπλακῆναι θαρραλέως ὡς πρότερον παντάπασιν ἐστερήμεθα, ὅσα καὶ σώματι στερεῷ καὶ πολλῷ στεγανωτέρῳ ὑέλου τῷ βαρβαρικῷ συντάγματι διειργόμενοι. „Ἵνα τί ἔπαισας ἡμᾶς, Κύριε, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ἔγνωμεν, Κύριε, ἁμαρτίας ἡμῶν, ἀδικίας πατέρων ἡμῶν. κόπασον διὰ τὸ ἔλεός
15σου, μὴ ἀπολέσῃς θρόνον δόξης σου. παίδευσον ἡμᾶς, Κύριε, ὅπως μὴ ἀποστῇ ἡ ψυχὴ ἡμῶν ἀπὸ σοῦ, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς. ἔκχεον τὸν θυμόν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεάς, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. πατὴρ ἡμῶν σὺ εἶ, Κύριε· ἡμεῖς πηλός, καὶ σὺ πλάστης ἡμῶν, ἔργον τῶν χει‐
20ρῶν σου πάντες ἡμεῖς. ἐπίβλεψον, καὶ ἴδε τοὺς ὀνειδισμοὺς ἡμῶν. ἡ κληρονομία ἡμῶν μετεστράφη εἰς ἀλλοτρίους, οἱ οἶκοι ἡμῶν εἰς ξένους. ἐπίστρεψον ἡμᾶς πρὸς σέ, καὶ ἐπιστραφησόμεθα. ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν.“ χρηστέον γάρ μοι ἐπικαίρως καὶ ἐφ’ ὁμοίοις τοῖς συναντήμασι τοῖς γραφικοῖς τοῖσδε ῥήμασιν.
25 Ἀλλ’ ἤδη μοι καὶ τὸ λέγειν αὐτὸ ἐπιλέλοιπεν, ὅσα καὶ σῶμα συμφυὲς ψυχῇ καὶ ὁμόστολον τῇ τοῦ λόγου σοι τροφῷ συναπιόν τε καὶ συν‐
θανόν. κωφοῖς τοίνυν δάκρυσι καὶ στεναγμοῖς ἀλαλήτοις τὰ πολλὰ τῶν579

Alex5

580

θρηνημάτων ἀφοσιωτέον σοι καὶ τοῦ περαιτέρω ἀφεκτέον τῆς ἱστορίας εἱρμοῦ. τίς γὰρ ἀνάσχοιτ’ ἂν ἐπὶ γῆς ἀλλοτριωθείσης ἤδη τοῦ λόγου καὶ βαρβαρωθείσης τέλεον τὰ Μουσῶν ἐπιδείκνυσθαι κρούματα; οὐκ ἂν ᾀσαίμην τὰ βαρβάρων αὐτός, οὐδ’ ἐσοίμην παραπέμπων τοῖς
5ἔπειτα πράξεις πολεμικάς, ἐν αἷς μὴ νικῶσιν Ἕλληνες. εἰ γὰρ ὁ Κῷος Ἱπποκράτης πολλοῖς μεταπεμπόμενος χρήμασι πρὸς τοῦ τότε τῶν Περσῶν βασιλεύοντος, ὡς ἂν τὰς ὑπ’ ἐκεῖνον ἐπισκέψαιτο πόλεις κακῶς πασχούσας νοσηλείᾳ σώματος, οὐδ’ ἄκροις ὠσὶ τὰς ὑπερόγκους ὑπο‐ σχέσεις ἠνέσχετο δέξασθαι, ἔρρειν καὶ οἰμώζειν τοὺς βαρβάρους ἀφείς,
10πῶς ἂν ἔγωγε εἴην τὸ βέλτιστον χρῆμα, τὴν ἱστορίαν, καὶ κάλλιστον εὕρημα τῶν Ἑλλήνων βαρβαρικαῖς καθ’ Ἑλλήνων πράξεσι χαρι‐ ζόμενος. Ἀλλ’ οὗτοι μὲν κατὰ τὸν ἐμπρήσαντα τὸν ἐν Ἐφέσῳ ναὸν τῆς Ἀρτέμιδος οἰχέσθωσαν ἄϊστοί τε καὶ ἄπυστοι, μηδὲ προσρήματος γοῦν
15τινος ὑφ’ ἡμῶν ἀξιούμενοι, ἕως οὗ παρέλθῃ ἡ ἀνομία κἀπὶ τοῖς δούλοις αὐτοῦ τὸ θεῖον παρακληθήσεται. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὁ θεὸς ἡμῶν εἰς τέλος ἐπιληθόμενος ἢ συνέχων ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ, μηδὲ προστιθεὶς τοῦ εὐδοκῆσαι ἔτι, ἀλλὰ πατάσσων ἰᾶται καὶ θανατῶν ἐπιστρέφων ζωοποιεῖ. ἂν ὀδόντας θηρίων ἐπαποστελεῖ μετὰ
20θυμοῦ συρόντων ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ τὰς μύλας τῶν λεόντων συνθλᾷ
καὶ τὴν κεφαλὴν συντρίβει τοῦ δράκοντος. ἂν ὡς κάλαμον κατεάξῃ, ἀλλὰ580

Alex5

581

καὶ τοῖς θηρίοις τοῦ καλάμου ἐπιτιμᾷ. ἂν οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἀλλὰ ψευδὴς ἵππος εἰς σωτηρίαν, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. εἰ δείκνυσι τῷ οἰκείῳ λαῷ σκληρὰ καὶ οἶνον κίρνησι κατανύξεως, ἀλλ’ ἑτοιμάζει καὶ τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων,
5καὶ προτείνει ποτήριον εὐφροσύνης μεθύσκον ὡσεὶ κράτιστον. εἰ τοὺς μαστιγοῦντας ἐκ περάτων ἄγει τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν καὶ διὰ προφήτου βοᾷ μεγακήρυκος „γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ παίζοντες· ἡγιασμένοι εἰσί, κἀγὼ ἄγω αὐτούς,“ ἀλλὰ καὶ τούτοις ἐπεντείνει σφοδροτέρας πληγὰς καὶ τῶν
10κακῶν μαστίζει τοῖς χείροσι, χάριν εἰδὼς οὐδαμῶς, εἰ χρῆται τούτοις ὀργάνοις εἰς ὄλεθρον πόλεων καὶ κακοῖς ἐπιδημίοις καὶ δημίοις ἀνθρώπων ἀνοικτίρμοσιν, εἴτε μὴν ὡς νοσηλεῖαι καὶ φάρμακα συναίρονταί οἱ ἐν πλείστοις ὡς ψυχῶν ἰατρῷ, οἷς καὶ φύσις τοιάδε τις ἐμφαίνεται τοῖς ἐπιστήσασι πρόδηλος. αἱ μὲν γὰρ ἢ τοῦ κάμνοντος ἀναρρωσθέντος
15ἐκμαρανθεῖσαι τοῦ δρᾶν ἔληξαν ἢ τῷ πάσχοντι συνδιόλλυνται· τὰ δ’ ἀκεσίνοσα φάρμακα τὸ καχεκτοῦν ἰασάμενα ταῖς τῶν ὑλῶν ἀτιμοτέραις συμπρόεισιν ἀχρειούμενα. Χρῆναι τοίνυν φημὶ μὴ βιβλίον ἀποστασίου πρὸς θεοῦ δεδομένον ἡμῖν ἢ γοῦν τῶν ἀγριελαίων βαρβάρων ἐγκέντρισιν εἰς τὴν καθ’ ἡμᾶς
20καλλιέλαιον τὰ ἐπιόντα οἴεσθαι δεινά, ἀλλὰ παιδείαν μικράν, ὁποίαν ἴσησιν ἐπάγειν θεός, ἀνιεὶς τοῦ ἄγαν μηδ’ ἐνδιδοὺς τὰ πάντα τοῖς
πειρασταῖς, ἀλλὰ καὶ τῶν πειραζομένων φειδόμενος, καὶ μάλιστα εἰ τὸ581

Alex5

582

μὲν δρῶν, κόρον οὐκ εἰδὸς ἀνοσιουργίας, καὶ αὐτοῦ κατεπαίρεται δι’ ἀσέβειαν, παρ’ οὗ τὴν ἰσχὺν εἰλήφει τοῦ μαστιγοῦν, ὡς μὲν Ναβου‐ ζαρδὰν ἀρχιμάγειρος τὴν τοῦ θεοῦ πόλιν παραπέμπον πυρὶ καὶ τὰ λειτουργικὰ σκεύη προνομεῦον, ὡς δὲ Βαλτάσαρ τρυφῶν ἐν αὐτοῖς
5θυσιαστήριά τε καθυβρίζον καὶ τὰ θεῖα μυστήρια ἐξορχούμενον, τὸ δὲ πάσχον ἑαυτοῦ γινόμενον ἐν πρωτολογίαις κατήγορον παρήγορον τὸν παίσαντα θεὸν θερμότερον ἐπικέκληται. Οὐκοῦν φιλανθρωπίαν ἐκδεχομένους θεοῦ δέον ᾄδειν μετὰ Δαυὶδ „μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου· ἐπίσκεψαι ἡμᾶς
10ἐν τῷ σωτηρίῳ σου τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου,“ εὖ εἰδότας ὡς ἀσεβῶν μὲν ἡ ἐς τέλος παρόρασίς τε καὶ ἡ μαστίγωσις, τῶν δ’ ἠλπικότων ἐπὶ Κύριον τῇ παιδείᾳ σύνδρομος
ἡ ἐπανάκλησίς τε καὶ ἡ παράκλησις.582

Halosis,pt1

583

(1t)

ΤΟΥ ΑΥΤΟΥ ΧΩΝΙΑΤΟΥ
2tΤΑ ΜΕΤΑ ΤΗΝ ΑΛΩΣΙΝ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
3tΣΥΜΒΑΝΤΑ ΤΟΙΣ ΡΩΜΑΙΟΙΣ
4Σόλων, ὁ τῶν Ἀθηναίων τὰ κράτιστα, ὑποτυφομένην ὁρῶν τὴν
5Πεισιστράτειον νεωτέρισιν πολλάκις μὲν διειλέχθη τοῖς Ἀθηναίοις πειρώμενος κατασβέσαι τὴν τυραννίδα, εὖ μάλα εἰδὼς εὐμαρέστερον τὸ τὴν ἀρχὴν συνιστάμενον παῦσαι κακὸν καὶ κωλῦσαι πῆξιν ἄρτι δεχό‐ μενον ἢ γοῦν προβὰν ἤδη καὶ κρατυνθὲν ἐκκόψαι καὶ ἀνελεῖν· οὐδενὸς δ’ αὐτῷ προσέχοντος, μηδὲ πείθειν δυνάμενος, μετὰ χεῖρας ὅπλα λαβὼν
10πρὸς ταῖς εἰσόδοις αὐτὰ κατέθετο, εἴ πως ἐκκαλέσαιτο οὕτω καὶ παρ‐ οξυνεῖ τοῦ δήμου τινὰς πρὸς ζῆλον τὸν ὅμοιον. ὡς δ’ οὐκ ἐξηρέθιστό τις πρὸς ταῦτα, οὔτε μὴν συνεπωτρύνετό οἱ πρὸς τὴν τοῦ τυράννου καθαίρεσιν, λέγεται εἰπεῖν „ἔγωγε, ὡς εἶχον, τῇ πατρίδι ἐπήμυνα,“ καὶ
τὸ λοιπὸν ἡσυχίαν ἄγειν καὶ γράφειν ποιήματα καὶ διατωθάζειν Ἀθη‐583

Halosis,pt1

584

ναίους ἐς ἀβουλίαν, ὧν ἔνια μὴ παρασυρέντα τῷ χρόνου ῥεύματι οὑ‐ τωσί πως ξυντέθεινται·
εἰ δὲ πεπόνθατε λυγρὰ δι’ ὑμετέραν κακότητα,
μή τι θεοῖς μῆνιν τούτων ἐμφέρετε·
5
αὐτοὶ γὰρ ταῦτ’ ηὐξήσατ’ ἐρύματα δόντες,
καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην. Εἰ γοῦν λέγων καὶ πράττων ὁ Σόλων πρὸς πειθήνιον λόγοις ὁμή‐ γυριν ἠλέγχετο μάτην ἀμφότερα μετιών, Σόλων ἐκεῖνος ὁ Κοδρίδης μὲν τὸ γένος, τῷ δὲ τῆς σοφίας περιόντι μικροῦ πᾶσαν τὴν τετράκλιμον
10διελθών, ὁποῖον ἄν τις τῶν καθ’ ἡμᾶς εἰσενηνοχὼς τοῖς κοινοῖς ἐπήρ‐ κεσεν ἂν πράγμασιν, ὧν οἱ μὲν βασιλεῖς ἐν ῥᾳθυμίᾳ τραφέντες ἦσαν ἐξ ἀρχῆς καὶ ῥέγκοντες ἡδύτερον Ἐνδυμίωνος καὶ τὰ δεῖπνα πρωϊαίτερον προσιέμενοι καὶ τοσοῦτον τῆς τῶν πραγμάτων εὐκαιρίας ἐκδιιστά‐ μενοι, οἷα καὶ φαύλως ἐν τοῖς ὅλοις ἠγμένοι, ὡς ἐν χειμῶνι μὲν τὰ ἄνθη
15ἐπιζητεῖν, ἔαρος δὲ ποθεῖν ὀπωρίζεσθαι, τὸ δὲ πολίτευμα ἐμπορικόν τε καὶ κάπηλον τὸ φρονεῖν καὶ μὴ μόνον οὐχὶ σάλπιγξι τοῦ λέχους ἐξ‐ ανιστάμενον, ἀλλ’ οὐδ’ ᾠδαῖς ὀρνίθων διυπνιζόμενον, οἷα καθεῦδον νήγρετον καὶ μὴ ἐγνωκός ποτε πόλεμον. Τὸ δέ γε συντιθέναι ποιήματα καὶ τῶν διαμαρτόντων καθάπτεσθαι
20ἦν μὲν καὶ τοῦ μεγαλείου Σόλωνος, ἦν δ’, ὡς ἔοικε, καὶ τοῦ τότε δήμου τῶν Ἀθηναίων, κνωμένου τὸ οὖς ταῖς τῶν εἰσηγήσεων χρησίμοις καὶ ἠρέμα ὑπενδιδόντος ταῖς τῶν ἀρίστων ἀνδρῶν παραιφάσεσι. καὶ
ἄλλως δὲ τῷ πρὸς ὄνειδος ᾄδειν τιθασσοῖς λόγων μέροψιν ἔνεστί τι καὶ584

Halosis,pt1

585

γλυκάζον σὺν τῷ στύφοντι ἐμφαινόμενον· καὶ ἡ μνήμη, ὅσα δὴ καὶ ῥιπὶς τὸ παραμένον ἐν ψυχῇ καὶ ἐνθαπτόμενον ἐμπύρευμα τοῦ καλοῦ κατὰ ζῶσαν ἔτι φλόγα πυρὸς ἀναθάλπουσα, τὴν ἐφ’ ὁμοίοις ἐσέπειτα διαμαρτίαν φυλάττεσθαι διανίστησι. τοῖς δ’ ἐς ἡμᾶς τῆς Κωνσταντίνου
5οἰκήτορσιν, εἰπεῖν δὲ καὶ τοῖς ἐκ τῶν ἄλλων ὁρμωμένοις χωρῶν, οἱ ἔλεγχοι μώλωπες ἀκριβῶς. τοῖς δὲ πολλοῖς οὐδ’ ὦτα πεφύτευται τετρημένα εἰς νοῦν, οὐδ’ ἡ Παφία τῆς ἐλευθερίας ὁποία τίς ἐστιν, ἐς δεῦρο κατείλη‐ πται, ὡς οὐδὲ γλυκύτης μέλιτος τοῖς μηδέπω γευσαμένοις μέλιτος. Ἐπεὶ τοίνυν ἀσύμφωνα τοῖς Σόλωνος τὰ ἡμέτερα, ἄγε τὰ μὲν τῶν
10ἐλέγχων παρήσομεν βούκεντρα, ἐς οὐδὲν ἕτερον προσληφθησόμενα ὅτι μὴ τῶν πλείστων ἑτεροζύγησιν (εἰσὶ γάρ, εἰσὶν οἳ χόρτον ἐν τοῖς κέρασιν ἔχουσι), τῆς δ’ ἱστορίας καθ’ εἱρμὸν ἑξόμεθα. εἰ γὰρ καὶ τὰ τῶν βαρβάρων ᾄδειν ἀπειπάμεθα, ἀλλ’ οὖν τοῦ δρασσομένου σοφοὺς ἐν τῇ σοφίᾳ αὐτῶν ἐν πολλοῖς τοὺς ὑψαύχενας σφήλαντος καὶ τὰ πρόσωπα
15αὐτῶν ἀτιμίας πλήσαντος καὶ παραδόντος εἰς ὄλεθρον βαρβαρωτέροις ἑαυτῶν ἔθνεσι, χρεὼν μηδ’ ἡμᾶς τὴν σιωπὴν ἐς τέλος ἑλέσθαι, χρήσασθαι δὲ τῷ λόγῳ πρὸς ἀνθομολόγησιν τῶν τεραστίων θεοῦ, τοῦ „ζῶ ἐγὼ“ λέγοντος „εἰς τὸν αἰῶνα, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς μου καὶ τοῖς μισοῦσί με ἐξολόθρευσιν,“ καὶ αὖ πάλιν πρὸς Ἀβραὰμ „τὸ δὲ
20ἔθνος, ᾧ δουλεύσουσι, κρινῶ ἐγώ.“ Εἶχε μὲν δὴ οὕτω ταῦτα, καὶ ἡ Κωνσταντίνου καλλίπολις, τὸ κοινὸν ἁπάντων ἐθνῶν ἐντρύφημά τε καὶ περιλάλημα, ᾐθάλωται πυρὶ καὶ ἠμαύρωται, ἑάλω τε καὶ τοῦ πλούτου παντὸς κεκένωται, ὅσος τε δη‐ μόσιος ἦν καὶ τοῖς λεῷς ἐπῳκείωτο καὶ ὅσος θεῷ ἀφωσίωτο, παρὰ γενῶν
25ἑσπερίων σποραδικῶν, ἀφαυρῶν τὰ πλεῖστα καὶ ἀνωνύμων, εἰς λῃ‐585

Halosis,pt1

586

στρικὸν μὲν ἔκπλουν συγκροτηθέντων, ὀργάνῳ δὲ χρησαμένων καὶ προσωπείῳ εὐτυπώτῳ τῆς καθ’ ἡμῶν κινήσεως τῷ κρούσασθαι πρύμναν εἰς ἄμυναν Ἰσαακίου τοῦ ἐξ Ἀγγέλων καὶ ὃν ἐκεῖνος ἐφύτευσεν, ὡς μὴ ὤφελεν, ἐπ’ ἀπωλείᾳ τῆς πατρίδος, ὃν καὶ καλῶν κάλλιστον καὶ σφίσιν
5ἐπέραστον ἀγώγιμον ἐπεφέροντο· ἡ γὰρ ὑπτιότης καὶ οἰκουρότης τῶν τὰ Ῥωμαίων χειριζόντων πράγματα δικαστὰς ἡμῶν καὶ κολαστὰς τοὺς λῃστὰς ἐπεισήνεγκεν. Ἐπὶ δὲ τοῖς συμβᾶσι πᾶσι τῇ βασιλίδι οὐδὲν σημεῖον ὑψόθεν ἢ καὶ γῆθεν ἐκφανθὲν ἔγνωσται, ὁποῖα ἄττα πολλὰ τοῖς πρότερον ξυνηνέχ‐
10θησαν συμφορὰς ἀνδρῶν καὶ κακῶν ἐπαγωγὰς κηρεσιφόρους ὑπο‐ σημαίνοντα. οὔτε γὰρ ψιάδες οὐρανόθεν ὕσθησαν αἱματόεσσαι, οὔτε θέρος ἔναιμον παρεξήλλακται, οὔτε λίθοι πυρόεντες ἐξ αἰθέρος ἠνέχθησαν, οὔτε τι ἕτερον ὡράθη καινουργηθὲν ὁπωσοῦν, ἀλλ’ ἐμβάδι ἀψόφῳ καὶ χερσὶν ἀκροτήτοις πολύπους καὶ πολύχειρ τῇ πόλει καὶ ἡμῖν ἡ δίκη
15ἐπεισπεσοῦσα δυσπότμους ἐν ἀνθρώποις εἰργάσατο, τιμωρὸς ὀφθεῖσα φιλότιμος. Καὶ τὴν μὲν ἡμέραν ἐκείνην, καθ’ ἣν ἡ πόλις ἑάλωκεν, οἱ σκυλευταὶ ταῖς ὁπῃοῦν οἰκίαις ἐναυλισάμενοι τά τε ἔνδον διήρπαζον καὶ περὶ τῶν ἀφανῶν τοὺς δεσπότας ἀνέκρινον, πληγὰς ἐντείνοντες ἐνίοις, πολλοῖς
20δὲ καὶ προσηνῶς συγγινόμενοι, ταῖς δ’ ἀπειλαῖς ἐπὶ πᾶσι χρώμενοι· ὡς δὲ τὰ μὲν εἶχον, τὰ δ’ ἐξέφαινον, τὰ μὲν ὀφθαλμοῖς προκείμενα καὶ
πρὸς τῶν ἐχόντων προσαγόμενα, τὰ δ’ ὑπὸ σφῶν αὐτῶν ἀναδιφώμενα,586

Halosis,pt1

587

καὶ φειδώ τις οὐκ ἦν παρὰ σφίσιν οὐδὲ τῶν ἐνόντων μετάδοσις πρὸς τοὺς ἔχοντας, οὔτε μὴν συμμέθεξις ἑστίας ἢ ἑστιάσεως, ἀλλ’ ὑπεροψία καὶ ἀμιξία καὶ μεθ’ ὕβρεων ἀπαγωγὴ καὶ ἀπόπεμψις, ἔδοξε διὰ ταῦτα τοῖς στρατηγοῦσιν ἀνεικέναι τοῖς βουλομένοις τὴν ἐκ τῆς πόλεως ἄπαρ‐
5σιν. κατὰ συμμορίας τοίνυν ἀγειρόμενοι ἐξῄεσαν, ῥακίοις ἐσπειρα‐ μένοι, ἀπαστίᾳ ἐκτετηγμένοι, τὸν χρῶτα τραπέντες, νεκρώδεις τὰς ὄψεις καὶ ὕφαιμοι τοὺς ὀφθαλμούς, ὡς πλέον αἵμασιν ἤπερ δάκρυσι κλαίοντες. οἱ μὲν γὰρ θρήνων τὰς οὐσίας εἶχον ὑπόθεσιν, οἱ δὲ τὴν τούτων ἀποβολὴν ὡς οὔπω θλῖβον ἐς μὴ λόγον τιθέμενοι ἢ ὡραῖον
10γάμου κόριον ὠλοφύροντο ἁρπαγὲν παρ’ ὅτου καὶ διακορηθὲν ἢ ἀλόχου στέρησιν ἐπωδύροντο, καὶ ἄλλος ἄλλο τι κακὸν ἀνῴμωζε πορευόμενος. Ἵνα δὲ καὶ τὰ κατ’ ἐμὲ συνείρω τῇ ἱστορίᾳ, πολλοὶ τῶν συνήθων εἰς τοὐμὸν συνέδραμον οἴκημα τῆς στυγνῆς ἐκείνης καὶ δυσωνύμου ὄντως ἐπιφαυσάσης ἡμέρας, ὑπόστωον οὖσαν καὶ χαλεπὴν προσπελάσαι καὶ
15ζοφώδη τὴν εἴσοδον· ὁ γὰρ ἄμαχος τῷ κάλλει καὶ τῷ μεγέθει μέγιστος οἶκος ἡμῶν ἐν τοῖς Σφωρακίου ἱδρυμένος ὑπὸ τοῦ δευτέρου πυρὸς ἠφάνισται. ἦν δὲ καὶ ἄλλως εὐμαρὲς ἐκεῖθεν εἰς τὸν Μέγιστον εἰσδῦναι Ναόν, ἐπειδὴ καὶ τῷ τεμένει συνέκειτο. ἀλλ’ ἦν ἀνεξερεύνητον οὐδὲν τοῖς στρατεύμασιν, οὐδὲ τόπος εὐαγὴς καὶ τῇ θέσει παρέχων ἀσφάλειαν
20ἀσινὲς ἐτήρει τὸ προσρυόμενον, ἀλλ’ ὅπῃ τις ἂν καὶ προσέδραμεν, ἀπεσπᾶτο πρὸς τῶν εἰσιόντων ἐκεῖ πολεμίων καὶ ἔνθα πρὸς βουλῆς ἐκείνοις ἀπήγετο. ταῦθ’ ὁρῶντες ἡμεῖς ἀνομούμενα, ὡς ἐκ τῶν παρ‐
όντων εἴχομεν, τὸ σύμφορον μέτιμεν.587

Halosis,pt1

588

Ἦν οὖν ἐμοί τις συνήθης τε καὶ συνέστιος ἐκ τοῦ τῶν Βενετίκων προελθὼν γένους, κομιδῆς ἀξιούμενος καὶ τῆς ἐς τὸ σῶμα ἀσφαλείας κομιδῇ μετέχων τοῖς οὖσιν ἅμα καὶ γυναικί. οὗτος χρήσιμος ἡμῖν ἐν τοῖς τότε καιροῖς δείκνυται. θωρακισάμενος γὰρ καὶ τὸν ἔμπορον εἰς
5στρατιώτην μεταμειψάμενος μάλα ἐμβριθῶς ἀπεκρούετο μέχρι τινὸς τοὺς εἰσιόντας τὸ οἴκημα σκυλευτάς, τὸν συνοπλίτην ἐκείνοις ὑποκρι‐ νόμενος καὶ προειληφέναι τὴν οἰκίαν σχηματιζόμενος, συμβαρβαρίζων ἅμα σφίσι καὶ τὰ εἰκότα διαλεγόμενος. ὡς δ’ οἱ μὲν κατὰ πλῆθος εἰσέρ‐ ρεον, ὁ δ’ ἀντέχειν ἀπείρηκε, καὶ μάλιστα πρὸς τοὺς ἐκ τῶν Φραγγίσκων
10ἐπεισιόντας μὴ τοῖς ἄλλοις ὄντας παραπλησίους καὶ τὰς γνώμας καὶ τὰ σώματα, μόνον δὲ τὸν οὐρανὸν δεδιέναι κομπάζοντας, μὴ εἴη σφίσιν ἐπιπεσών, μεταχωρεῖν ἐκεῖθεν ἡμῖν ὑποτίθησιν, ἵνα μὴ πρὸς τοῖς βαρ‐ βάροις γενόμενοι ἐν μὲν δεσμοῖς οἱ ἄνδρες ἡμεῖς διὰ χρήματα εἴημεν, αἱ δὲ γυναῖκες ἐν ὕβρεσι καὶ ἀσέμνοις ἀπαγωγαῖς.
15 Τοῦ χρηστοῦ τοίνυν ἐκείνου καὶ πρώην μὲν οἰκότριβός τε καὶ πρόσ‐ φυγος, τότε δ’ ἀγαθοῦ συνεργάτου κἀν τοῖς καιρίοις ὑπερασπίζοντος ἐς ἄλλην οἰκίαν ἡγησαμένου, γνωστοὺς ἡμῖν Βενετίκους τρέφουσαν, κατὰ βραχεῖς ἔξιμεν ἐκεῖθεν, ὡς δορίκτητος ἐκείνῳ κλῆρος ἐκ χειρὸς ἑλ‐ κόμενοι κατηφεῖς καὶ δυσείμονες καὶ οὕτω παραπεμπόμενοι.
20 Ἐπεὶ δ’ ἐκεῖνο τὸ μέρος τῆς πόλεως εἰς κλῆρον τοῖς Φραγγίσκοις ἐπέλαχε, μετανάσται πάλιν γινόμεθα. ὅτε καὶ τῶν ἐπὶ τῆς θεραπείας ἡμῶν ἄλλων ἄλλῃ διασπαρέντων καὶ πάντων ἀναθρώπως ἡμᾶς παρ‐ εικότων ἐπωμάδια φέρειν ἡμεῖς ἠναγκάσμεθα τὰ μήπω τῶν παιδαρίων ποσὶ χρώμενα, στέγειν δὲ ὑπὸ μάλην καὶ ἄρρενα παῖδα ὑπομαστίδιον
25καὶ χωρεῖν οὕτω διὰ μέσων τῶν ἀγυιῶν.588

Halosis,pt1

589

Ἡμέρας τοίνυν πέντε μετὰ τὴν ἅλωσιν τῇ πόλει προσμείναντες ἀπαίρομεν καὶ ἡμεῖς. ἦν δὲ τότε σάββατον, κατὰ θεῖον οἶμαι καὶ μὴ περίπτωσιν τυχηρὰν ἢ συγκυρίαν οὑτωσί πως συμβὰν ἄλογον, καὶ χειμών, ἐπὶ δὲ καὶ πρὸς ὠδῖσιν ἔτι ἡμῶν ἡ σύζυγος, ὥστε καὶ τὸ τοῦ
5Χριστοῦ προαγόρευμα, ὅ φησιν „εὔξασθε μὴ γενέσθαι τὴν φυγὴν ὑμῶν χειμῶνος ἢ σαββάτου,“ καὶ „οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις ἐν ἐκείναις ταῖς ἡμέραις,“ ὡς εἴπερ ἐφ’ ἡμῖν προείρητο, πέρας ἀτεχνῶς εἴληφεν. ὡς δ’ ἱκανοὶ συνήθεις καὶ συγγενεῖς καὶ πλῆθος ἕτερον κατὰ θέαν ἡμῶν συνδραμὸν τῆς πορείας εἰχόμεθα, ἐπ’ ἴσης ἀγορᾷ μυρμήκων διιόντες τὰς
10τριόδους, προσυπήντων ἡμῖν οἱ στρατοί, οὐχ ὡπλισμένοι πρὸς ἀκρίβειαν, μαχαίρας δ’ ἐπιμήκεις παρὰ πλευρὸν πλάγιον τοῦ ἵππου ἐξηρτημένοι καὶ παραξιφίδια ταῖς ζώναις ἐνειμένα φέροντες, οἱ μὲν τῶν σκύλων ἔμφορτοι, οἱ δὲ τοὺς παριόντας αἰχμαλώτους ἐξιχνιάζοντες, εἰ λαμπρὰν ἐσθῆτα περίκεινται διερρωγότι περιστελλομένην χιτῶνι ἢ
15γοῦν ἀργύριον καὶ χρυσίον τῷ κόλπῳ ἐνθάπτουσιν, οἱ δὲ καὶ γυναικῶν ταῖς κάλλει διαφερούσαις πεπηγόσι βλέμμασι μηδὲ ῥᾳδίως ἀποσπω‐ μένοις ἐνατενίζοντες ὡς ἁρπάσοντες αὐτίκα καὶ βιασόμενοι. περὶ ταῖς γυναιξὶ τοίνυν ἡμεῖς δείσαντες τὰς μὲν ὡς ἐν σηκῷ τῷ μέσῳ ἡμῶν ἀπ‐ ειλήφειμεν, ταῖς δὲ νεάνισιν ἐπεσκήψαμεν ἐντρίψασθαι πηλῷ τὰ πρόσωπα
20ἀντίρροπα τῶν πρώην κομμώσεων καὶ τὸν πυρσὸν οὕτω κατασβέσαι τῶν παρειῶν, ἵνα μὴ ὡς ἐν νυκτὶ φρυκτωρούμενον πῦρ προκαλῆται τοὺς ὁδευτὰς πρῶτα μὲν θεατάς, ἔπειτα ἐραστάς, ἐκ δὲ τούτου καὶ βιαστάς, ἀνεύθυνον ὁρῶντας τὸ ἴδιον θέλημα ἅμα καὶ χεῖρας ἱκέτιδας αἴροντες εἰς θεὸν καὶ μετὰ συνοχῆς καρδίας τὸ στῆθος τύπτοντες καὶ δακρύοις τὰ
25ὄμματα τέγγοντες, εἴ πως ἅπαντες καὶ πᾶσαι τοὺς ὠμηστὰς ἐκείνους θῆρας σχοίημεν ἀδιαλώβητοι παρελθεῖν. ἔδει δὲ διὰ τῆς Χρυσείας πύλης
ἡμᾶς διελθεῖν.589

Halosis,pt1

590

Ὡς δὲ περὶ τὸν νεὼν ἥκομεν Μωκίου τοῦ καλλιμάρτυρος, ὑβριστὴς καὶ ἀνόσιος βάρβαρος ὡς ἀμνάδα λύκος ἐκ μέσων ἡμῶν ἀφαρπάζει κόρην εὐπλόκαμον, τινὸς τῶν ἐπὶ τῷ δικάζειν θυγάτριον. πρὸς τὴν οἰκτροτάτην τοίνυν ταυτηνὶ θέαν ἡ μὲν συνοδία πᾶσα διαθροηθέντες
5ἐξεβοήσαμεν, ὁ δὲ πατὴρ τῆς παιδὸς γήρᾳ καὶ νόσῳ τετρυχωμένος, τότε δὲ καὶ σφαλεὶς κατὰ τέλματος, ὀλοφυρόμενος καὶ τῷ πηλῷ φυρό‐ μενος δόχμιος ἔκειτο, ὡς εἰς συκίνην ἐπικουρίαν ἀφορῶν συχνάκις ἐμέ, καὶ πρὸς ὄνομα δεόμενος συνάρασθαί οἱ τὰ δυνατὰ πρὸς τὴν τῆς παιδὸς ἀπόλυσιν. ἐπιστραφεὶς οὖν αὐτίκα μάλα, ὡς εἶχον, κατ’ ἴχνια τοῦ
10ἅρπαγος ἔβαινον, μετὰ δακρύων τὴν βίαν ἐπιβοώμενος καὶ σχήμασιν ἱλασίμοις εἰς ἀρωγὴν ἐπισπώμενος τοὺς μὴ πάντῃ ἀμαθεῖς τῆς ἡμετέρας φωνῆς ἐκ τοῦ στρατεύματος παριόντας, ἔστι δ’ ὧν καὶ χειρὸς ἁπτόμενος. καὶ ἴσχυσά τινας οὕτως ἐς οἶκτον προκαλέσασθαι, ὡς μετιέναι ζητεῖν ἐκεῖνον τὸν ἀναιδῆ καὶ φιλόσαρκον.
15 Ἡγούμην τοίνυν αὐτός, οἱ δ’ ἐφείποντο. ὡς δ’ ἐπέστημεν ἔνθα ὁ φιλογύνης κατέλυεν, ὁ μὲν τὴν κόρην εἴσω ἐκπέμψας πρὸς τοῖς πυλῶσιν εἱστήκει, τοὺς ἀντιστησομένους ἀποκρουσόμενος, ἔγωγε δὲ δακτύλῳ αὐ‐ τὸν ὑποδείξας „οὗτοσ“ εἶπον „ὁ ἐπὶ μάρτυρι τῷ φωτὶ ἀδικῶν καὶ τῶν εὖ γεγονότων ὑμῶν παραβλεπόμενος τὰ ἐντάλματα. ὑμεῖς μὲν γὰρ γυ‐
20ναιξὶ ταῖς ὑπὸ ζυγὸν καὶ ταῖς ὅλως ἀπειράτοις ἀνδρὸς καί γε ἔτι ταῖς ἀποθριξαμέναις θεῷ μηδὲ μοιχικοῦ μέχρι βλέμματος, εἰ δυνατόν, συνελθεῖν ἐθεσπίσατε καὶ ὅρκοις τὰ περὶ τούτων φρικώδεσι διειλήφατε· ὁ δὲ ἀποφλαυρίσας τὰς ὑμῶν ἐντολάς, ταῖς παρθενικαῖς ἐπὶ μάρτυσι πολλοῖς ὀνηδὸν ἐπιβρωμώμενος οὐχὶ δέδιε. τοῖς αὐτῶν οὖν ὑμῶν νόμοις
25καὶ τοῖς ἐν χερσὶν ἡμῖν ἐπαμύνατε, μαλαχθέντες τούτοις τοῖς δάκρυσιν, ἃ καὶ θεὸς προσίεται καὶ ἡμῖν ἡ φύσις ἐς τὸν πρὸς ἀλλήλους οἶκτον βοήθημα μέγιστον τοῖς ὀφθαλμοῖς ἐπωχέτευσεν. εἰ δὲ καὶ πατέρες
παίδων ὑμεῖς, ναὶ πρὸς τῶν συλλέκτρων καὶ τῶν φίλων ὑμῖν τέκνων590

Halosis,pt1

591

τοῖς ἱκέταις ὑμῶν χεῖρα ὀρέξατε, ναὶ πρὸς τοῦ τάφου τοῦ θεοδέγμονος καὶ τῶν Χριστοῦ παραιφάσεων, αἳ τοῖς ἀπ’ αὐτοῦ καλουμένοις κοινῶς πᾶσιν ὑποτιθέασιν ἐκεῖνα ποιεῖν τοῖς ἀνθρώποις, ἃ καὶ σφίσιν ὑπ’ ἐκείνων γίνεσθαι βούλονται.“
5 Τούτοις τοῖς ῥήμασιν ὡς ἐξ ἐφόδου χρησάμενος τὰ τῶν ἀνδρῶν ἐκείνων φρονήματα διανέστησα. οὐκοῦν ἐνέκειντο τὴν κόρην αἰτούμενοι. ὁ δὲ τὰ μὲν πρῶτα ὑπερεώρα, ἔρωτι καὶ θυμῷ τυραννικωτάτοις δυσὶ πάθεσιν ἐνισχόμενος· ὡς δὲ εἰς ὀργὴν ἐπιφρίσσοντας ἑώρα τοὺς ἄνδρας καὶ προτείνοντας ἐκείνῳ τὴν ἐπὶ σκόλοπος ἀπαιώρησιν ὡς ἀδίκῳ ἅμα
10καὶ ἀναιδεῖ, τὸ δ’ ὅλον οὐκ ἀπὸ χειλέων μόνον, ἀλλὰ καὶ καρδίας τὴν διάλεξιν ἐκείνῳ πεποιημένους, ἐνδίδωσί τε μόγις καὶ τὴν κόρην ἀπο‐ δίδωσι. περιχαρὴς οὖν ἐπὶ τῇ θέᾳ τῆς παιδὸς φανεὶς ὁ πατὴρ καὶ σπείσας θεῷ δάκρυα ἐπὶ τοῖς ἀστεφανώτοις ἐκείνοις καὶ ἀνυμεναίοις νυμφεύμασιν ἀναστὰς αὖθις σὺν ἡμῖν ἐπορεύετο.
15 Ὡς δὲ τῆς πόλεως ἐξῄειμεν, ἄλλοι μὲν ἄλλως ἀνθωμολογοῦντο θεῷ χαριστήρια καὶ τὰ καθ’ αὑτοὺς ἀνωλόλυζον, ἐγὼ δὲ ῥίψας ἐμαυτὸν ὡς εἶχον εἰς τοὔδαφος μόνον οὐκ ἐμεμψιμοίρουν τοῖς τείχεσιν ὡς μόνοις ἀπαθέσι, μηδὲ κατάγουσι δάκρυα, μήτε μὴν εἰς χῶμα κειμένοις, ἀλλ’ ὀρθίαν εἰσέτι στάσιν ἔχουσιν. „εἰ γὰρ ὧν ἕνεκα ἔκτισθε“ εἶπον „ἐς
20τέλος ἤδη ἐξέλιπον, πυρὶ καὶ πολέμῳ ἠμαυρωμένα, τί ὑμῖν ἔτι καὶ τῷ ἑστάναι; καὶ τίνα περιστελεῖτε μετέπειτα, εἰ μή γε τοῖς πολεμίοις ἀπο‐ τενεῖτε τὸν ὄλεθρον ἐν ἡμέρᾳ ὀργῆς, ὅταν ἀναστῇ Κύριος θραῦσαι τοὺς ἡμᾶς οὕτω διαθεμένους, ἐπιβεβηκὼς ἴσως ἐπὶ δυσμῶν κατὰ τὴν Δαυι‐ τικὴν προαγόρευσιν; καὶ σὺ δὲ ὦ πόλισ“ ἔφην „βασίλεια, πόλις περι‐
25οχῆς, πόλις τοῦ βασιλέως τοῦ μεγάλου, σκήνωμα Ὑψίστου, αἴνεσις καὶ ὕμνησις τῶν αὐτοῦ θεραπόντων καὶ προσφιλὲς ξενοδόχημα, καὶ βασιλὶς μὲν τῶν βασιλίδων πόλεων, ᾆσμα δὲ ᾀσμάτων καὶ λαμπρότης λαμ‐
προτήτων καὶ τῶν σπανίων πανταχοῦ θεαμάτων σπανιώτερον ὅραμα,591

Halosis,pt1

592

τίς ὁ διασπάσας ἡμᾶς ἀπὸ σοῦ ὡς ἐκ μητρὸς φίλης τέκνα φιλούμενα; τίνες γενοίμεθα; ποῖ τραποίμεθα; ποίαν παραψυχὴν εὕροιμεν γυμνοί, ὡς ἐκ κοιλίας μητρὸς τῶν σῶν ἐκσπασθέντες κόλπων; πότε σε θεασόμεθα οὐχ ὡς νῦν πεδίον ἀφανισμοῦ καὶ κοιλάδα κλαυθμῶνος καὶ πατουμένην
5ὑπὸ στρατοπέδων εἴτε μὴν ἐξουθενημένην καὶ ἀπωσμένην, ἀλλ’ ἐξ‐ αιρουμένην καὶ σωζομένην καὶ προσκυνουμένην ὑπὸ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ γάλα ἐθνῶν θηλάζουσαν καὶ πλοῦτον βασιλέων ὡς πρώην ἔδουσαν; πότε δὲ καὶ ὡς φύλλα συκῆς καὶ χιτῶνας δερματίνους ἀποβαλούμεθα τὰ ῥικνὰ ταῦτα ῥάκη καὶ μηδὲ τοῦ παντὸς
10ἐξικνούμενα σώματος, ἃ ἡμῖν περιέθεντο οἱ ἐπίβουλοι ὡς ὄφις ἀλλόφυλοι, τὰ σύνοικα ἡμῖν κακὰ καὶ ἐπίβουλα. Ἀλλ’ ἵλασαι θεόν, ἁγιωτάτη τῶν πόλεων· προβαλοῦ τοὺς νεώς, τὰ τῶν μαρτύρων λειπόμενα, τὰς συμφορὰς αὐτάς, τῶν πειρατηρίων τὸ μέγεθος, ὧν εἰς κόρον μετέσχηκας ἀνδράσιν ἀνοσίοις ἐκδοθεῖσα εἰς
15πύρωσιν. ἐπικάλεσαι γάρ με, φησίν, ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦ‐ μαί σε, καὶ δοξάσεις με. Ἆρα δὲ προσθήσω καὶ εἰς σέ ποτε ἐπιβλέψαι, παμμέγιστε ναὲ καὶ θειότατε, οὐρανὲ ἐπίγειε, θρόνε δόξης θεοῦ, Χερουβικὸν ὄχημα, στερέ‐ ωμα δεύτερον, ἀγγέλλον τὴν τῶν χειρῶν θεοῦ ποίησιν, θέαμα καὶ ἔργον
20ἑναδικὸν καὶ εὔροιζον πάσης τῆς γῆς ἀγαλλίαμα; καὶ τίς ὁ ἐπαγγελ‐ λόμενος, εἰ μὴ μόνος ὁ ἐν οἷς πέπονθε πειραθεὶς τοῖς πειραζομένοις βοη‐ θεῖν ἐπιστάμενος καὶ ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτὸν καὶ ποιῶν
πάντα καὶ μετασκευάζων ἀεὶ πρὸς τὸ βέλτιον.“592

Halosis,pt1

593

Ταῦτ’ ἐξ ὑπεράντλου ταῖς ἀχθηδόσι ψυχῆς κενώσαντες πορευ‐ όμενοι ἐπορευόμεθα, κλαίοντες καὶ βάλλοντες τοὺς θρήνους ὡς σπέρματα. εἰ δὲ καὶ ἐρχόμενοι ἥξομεν, αἴροντες ἐν ἀγαλλιάσει τὰ τῆς δεξιωτέρας ἀλλοιώσεως δράγματα, δῶρον τοῦτο θεοῦ τοῦ παρακαλοῦντος τοὺς
5ὀλιγοψύχους καὶ σωτηρίου περιτιθέντος ἱμάτιον καὶ χιτῶνα εὐφροσύνης ἐνδύοντος. Προῆγε δὲ ἡμῶν ὁ οἰκουμενικὸς ἀρχιποίμην, μὴ πήραν φέρων, μὴ χρυσὸν ἐπὶ τὴν ὀσφύν, ἄραβδος καὶ ἀσάνδαλος καὶ χιτώνιον ἓν περι‐ κείμενος, ἐντελὴς εὐαγγελικὸς ἀπόστολος, ἢ μᾶλλον τοῦ Χριστοῦ ἀντί‐
10μιμος, παρ’ ὅσον ὀναρίῳ πτωχικῷ ἐποχούμενος μεθίστατο τῆς νέας Σιών, οὐ τὸν ἐπ’ αὐτῆς ἐσχεδίαζε θρίαμβον. Τότε δ’ οὖν πέρας τῆς ὁδοῦ τὴν Σηλυμβρίαν ἡμεῖς θέμενοι τοῦ λοιποῦ τοῦ πλάνου πεπαύμεθα, ἀνύβριστοι πανοικί, τὸ μέγα τοῦ θεοῦ περὶ ἡμᾶς φιλοτίμημα καὶ ἀείμνηστον καὶ τέλειον δώρημα, μηδ’ ἀρθρέμβολα
15καὶ σχοινοδέσμους κἀπὶ τῶν κροτάφων ἀστραγάλους ὡς πολλοὶ τῶν καθ’ ἡμᾶς δεξάμενοι διὰ χρημάτων ἀπόδοσιν καὶ πρὸς μόνου θεοῦ τρεφόμενοι τοῦ τὴν τροφὴν ἐν εὐκαιρίᾳ πᾶσι βραβεύοντος καὶ τοὺς νεοσσοὺς τῶν κοράκων τοὺς ἐπικαλουμένους αὐτὸν δειπνίζοντος ἐς τὸ ἄφθονον, ἔτι γε μὴν τὰ μήτε νήθοντα, μήτε σπείροντα κρίνα τοῦ ἀγροῦ
20φιλοτίμως ἐνδύοντος. Οἱ δ’ ἀγκροῖκοι καὶ ἀγελαῖοι ἐπεκερτόμουν μᾶλλον τοῖς ἐκ Βυζαν‐ τίου ἡμῖν καὶ τὴν ἐν πτωχείᾳ καὶ γυμνότητι κακουχίαν ἰσοπολιτείαν ἀφρόνως ὠνόμαζον, οὐ τοῖς τῶν πέλας κακοῖς παιδευόμενοι. πολλοὶ
δὲ καὶ ἀνομίαν ὑπολαμβάνοντες „εὐλογητὸς Κύριος, ὅτι πεπλουτή‐593

Halosis,pt1

594

καμεν“ ἔλεγον, ὀλίγου τὰς τῶν συμφυλετῶν οὐσίας ἀποδιδομένας ὠνούμενοι. οὐ γάρ πω βουθοίνας εἰσῳκίσαντο Λατίνους, καὶ εἴδοσαν, ὅπως μὲν τὸν οἶνον ἄκρατον ὁμοῦ καὶ ζωρότερον ὥσπερ καὶ τὸν χόλον ἀκέραστον χέουσιν, ὅπως δὲ Ῥωμαίοις ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει
5προσφέρονται. Καὶ τοιαῦτα μὲν τὰ ἡμέτερα καὶ τῶν οἳ συνεκοινώνουν ἡμῖν σχή‐ ματος καὶ τῶν λογικῶν ἐν μεθέξει παιδεύσεων. οἱ δ’ ἐκ τῆς φαύλης συμμορίας καὶ ἀγοραῖοι ἐχρηματίζοντο καὶ πάλιν τὰ θεῖα βεβηλοῦντες ὑπὸ Λατίνων ἀποδιδόμενα καὶ ὡς κοινὸν ἀργύριον ἐμπορευόμενοι, ὡς
10εἴπερ τῶν ναῶν ἀφῃρημένα καὶ τὸ εἶναι τοῦ θεοῦ ἀπεβάλοντο. τὸ δέ γε ἀντίπαλον ἐν ἀσελγείαις ἦν καὶ τρυφαῖς, καὶ τούτων ταῖς ἀσέμνοις μάλιστα καὶ τῶν Ῥωμαϊκῶν ἐν κωμῳδίᾳ ἐθῶν. τῶν γὰρ ἱματίων τὰ πλατύσημα μὴ κατὰ χρείαν, πρὸς δὲ γέλων περιβαλλόμενοι τὰς ἀγυιὰς περιῄεσαν, καὶ τὰς ὀθονοσκεπεῖς ἐπικρανίους καλύπτρας ταῖς κορυφαῖς
15τῶν ὀχημάτων περιτιθέντες καὶ τὰ κατὰ νώτου κεχυμένα λευκόλινα ταῖς γένυσιν αὐτῶν περιδέοντες ἄλλῃ καὶ ἄλλῃ τῆς πόλεως ἐξιππάζοντο. οἱ δὲ γραφέας δόνακας καὶ δοχεῖα μέλανος φέροντες τόμοις τὴν χεῖρα ἐδίδοσαν, ὡς γραμματέας ἡμᾶς τωθάζοντες. οἱ δὲ πλείους τὰς μὲν ὑπὸ σφῶν βιασθείσας ἐπὶ τῶν ἵππων ἀνεῖχον, τανυπέπλους τινὰς καὶ ἀπηνη‐
20κώτους καὶ τὰς τρίχας συνεστραμμένας εἰς ὀπίσθιον ἕνα πλοχμόν, τὰ δὲ γυναικεῖα τυμπάνια καὶ τὰ τῶν οὔλων καὶ λευκῶν τριχῶν ἐπικροτάφια καθέματα τοῖς ἵπποις περιετίθεσαν. ἐκώμαζόν τε καὶ ἠκρατίζοντο πανημέριοι, οἱ μὲν βρωμάτων μαγγανείαις προσκείμενοι, οἱ δὲ καὶ τὴν πάτριον ἐδωδὴν παρατιθέμενοι ἐπιδείπνιον, ἥτις ἦν νῶτοι βοείων
25κρεῶν διαχαλώμενοι λέβησι καὶ συῶν τεμάχη ταριχηρὰ κυάμοις ἀλητοῖς συνεψόμενα, ὥσπερ καὶ τὸ ἐκ σκορόδων ἐπέμβαμμά τε καὶ σύνθεμα ἐξ ἄλλων χυμῶν δριμυσσόντων τὴν αἴσθησιν. ἐπεὶ δὲ καὶ τὰ σκῦλα διενεί‐ μαντο, οὐκ ἦν τις παρ’ ἐκείνοις διαστολὴ ἐπίπλων καὶ σκευῶν βεβήλων
τε καὶ ἁγίων. ἀλλ’ ἐπ’ ἴσης ἅπασιν εἰς τὰς σωματικὰς χρείας ἐκέχρηντο,594

Halosis,pt1

595

καὶ θεοῦ καὶ Θέμιδος κατὰ μηδὲν ἐμπαζόμενοι. τὰ δὲ τοῦ Χριστοῦ καὶ τῶν ἁγίων θεῖα εἰκάσματα εἰς ἕδρας καὶ ποδῶν θρανίδας παρῆγον. Ὡς δὲ καὶ κλήρους πόλεων καὶ χωρῶν ἤρξαντο βάλλειν, ἦν ἰδέσθαι καὶ θέσθαι διὰ πλείστου ὅτι τοῦ θαύματος ἀνδρῶν τυφομανῶν μὴ
5ξυμβλητὴν ἀπόνοιαν, εἴτ’ οὖν παράνοιαν εἰπεῖν οἰκειότερον. ὡς γὰρ βασιλέων ἤδη βασιλεῖς καθεστῶτες καὶ τὸ περίγειον ἅπαν ἐν χερσὶν ἔχοντες τοῖς μὲν Ῥωμαϊκοῖς σχοινίσμασιν ἀπογραφεῖς ἐπέστησαν, γνῶναι πρότερον τὰς ἐπετείους ἀποφορὰς θέλοντες, εἶθ’ οὕτω κατὰ πάλους αὐτὰ μερίσασθαι, τὰς δὲ παρ’ ἄλλοις ἔθνεσι καὶ βασιλεῦσι
10καρπουμένας ἀρχὰς καὶ ἐξουσίας ἐκ τοῦ αὐτίκα διείλοντο. ἥ τε οὖν ἐν πόλεσιν εὐδαίμων καὶ πρὸς τῷ Νείλῳ κειμένη Ἀλεξάνδρεια τῷ κλήρῳ ὑπέκειτο καὶ Λιβύη, καὶ Λιβύης τὰ ἐς Νομάδας καὶ Γάδειρα παρατεί‐ νοντα, Πάρθοι τε καὶ Πέρσαι, ἔτι δὲ καὶ Ἴβηρες ἑῷοι καὶ Ἀσσυρία γῆ καὶ Ὑρκάνιος, καὶ ὅσα οἱ πρὸς ἕω μέγιστοι ποταμοὶ τοῖς ὕδασι διειλή‐
15φασιν. ἀλλ’ οὐδὲ τὰ πρὸς βορρᾶν νενευκότα κλίματα εἰάθη ἀκλήρωτα, ἀλλὰ κἀκεῖνα οἱ αὐτοὶ διενείμαντο. καὶ ὁ μὲν ὡς ἱπποτρόφους καὶ φόροις περιβριθεῖς ἃς ἐκληρώσατο πόλεις δι’ ἐπαίνου ἐτίθετο καὶ τοῦ κλήρου ἑαυτὸν ἐμακάριζεν, ὁ δὲ ὡς κομώσας ἄλλοις ἀγαθοῖς θαυμάζων οὐκ ἔληγεν. οἱ δὲ καὶ περὶ κλήρου πόλεων ἤρισαν καὶ ἀντέδοσαν ἄλλοις
20ἕτεροι καὶ ἀντέλαβον πόλεις καὶ ὅρια. τινὲς δὲ καὶ μάλα δόξαν ἀσπάσιον τὸ Ἰκόνιον εἰς κλῆρον εἰληφέναι διηγωνίσαντο. Καὶ πύλας τῆς πόλεως καὶ τέμαχος τῆς ἁλύσεως, ἣ διαταθεῖσα ξυν‐ εῖχε τὸν ναύσταθμον, τοῖς ἐν Συρίᾳ ὁμογενέσι μετὰ πλοίων πεπόμφασι καὶ διαφῆκαν ἀγγέλους ἁπανταχῇ τὴν τῆς πόλεως διατρανώσοντας
25ἅλωσιν.595

Halosis,pt1

596

Δεῆσαν δὲ καὶ βασιλέα χρισθῆναι, εἰς τὸν μέγιστον νεὼν παρα‐ γίνονται τῶν ὁπαδῶν τοῦ Χριστοῦ· ἐκεῖσε γὰρ συνερχόμενοι περὶ τῶν πρακτέων σφίσιν ἐβουλεύοντο. καὶ τὰ μὲν πρῶτα κατά τι πάτριον ἔθιμον κρατῆρας τέσσαρας στοιχηδὸν ἐσκέπτοντο διαθέσθαι, ὧν εἷς τὴν
5ἀναίμακτον θυσίαν στέγειν ἤμελλε, καὶ οὕτως ἐνδοῦναι τοῖς θυηπόλοις ἐφ’ ἑκάστῃ κλήσει τῶν εἰς ἀρχὴν ἐπιλεγέντων αἴρειν ἕνα τῶν σκύφων καὶ προσάγειν αὐτοῖς· ἐκεῖνος δ’ ἦν ὁ τῶν λοιπῶν εἰς τὴν ἀρχὴν προ‐ κριθησόμενος, ὁ καὶ λαχὼν τὸ ποτήριον τὸ τοῦ θείου σώματος καὶ αἵματος τοῦ Χριστοῦ μέτοχον.
10 Δόξαν δὲ τῷ Βενετίας δουκὶ τῷ Δανδούλῳ εἰς ψῆφον ἀπολυθῆναι τὴν πρόβλησιν, ἐκλέγονται ψηφηφόροι πέντε μὲν ἐκ τοῦ τῶν Φραγ‐ γίσκων καὶ Λαμπάρδων γένους, οἱ παρ’ ἐκείνοις ἄριστοι, ἐκ δὲ τῶν Βενετίκων ὁμοίως ἕτεροι πέντε. καὶ τῆς τῶν πλειόνων ψήφου κρατη‐ σάσης ὁ τῆς ἀρχῆς ἔπεσε κλῆρος πρὸς Βαλδουῖνον τὸν τῆς Φλάντρας
15κόμητα, πλήν, ὡς ᾔδετο παρὰ πᾶσι, κατὰ δόλον τε καὶ περίνοιαν τοῦ δουκὸς Βενετίας Δανδούλου. Πηρὸς γὰρ ὢν οὗτος τὰς ὄψεις καὶ τοῦ κλήρου κατὰ τοῦτο τῶν ἀρξόντων διαγραφεὶς ἠβούλετο χειρίζειν τὴν βασιλείαν τὸν τὸ ἦθός τε ἱλαρώτερον καὶ μὴ τὸ φρονεῖν ἀρχικώτερον, τὸ δ’ ἐν μείζονι παρ’ ἐκείνῳ
20μᾶλλον σπουδῇ, καὶ τὴν ἰδίαν χώραν κληρούμενον τῶν τῆς Βενετίας ὅρων διισταμένην κατὰ πολύ, ὡς εἴ ποτε διχονοήσειαν ἀλλήλοις βασι‐ λεὺς καὶ Βενέτικοι, μὴ εἴη ἐκ τοῦ σχεδὸν βασιλεῖ δυνάμεις πλείους οἰ‐ κειακὰς μεταπέμπεσθαι ἢ γοῦν εὐμαρῶς εἰσιέναι τὰ Βενετίκων ὅρια καὶ ταῦτα ὁπωσδὴ κατατρέχειν καὶ σίνεσθαι, ἃ δὴ πάντα ᾔδει πρὸς ἰσχύος
25ἔχοντα δρᾶν τὸν Βονιφάτιον μαρκέσιον ἐκ Λαμπαρδίας τὴν γένεσιν596

Halosis,pt1

597

ἕλκοντα· Λαμπαρδίαν δὲ οἰκεῖσθαι παράλιον καὶ ῥᾳδίας εἶναι τὰς ἐκεῖθεν εἰς τὴν Ῥωμαίων ἐκπλοίας, καὶ Βενετίᾳ δὲ ἀγχουροῦσαν πολλὰ ἂν κατ’ εὐπέτειαν Βενετίκοις κακουργεῖν ἀποτρόπαια. ὑπ’ ἐννοιῶν τοίνυν τοιῶνδε μὴ πάντῃ ἀλογίστων κεκινημένος ὁ Δάνδουλος, καὶ τὰ πολλοῖς
5τῶν ὁρώντων δυστέκμαρτα ταῖς τοῦ νοῦ καταλαμβάνων ὁράσεσιν ὁ πηρὸς ἐκεῖνος τὰς κόρας τοῦ σώματος παρεκρούσατο μὲν τὸν Βονι‐ φάτιον μαρκέσιον, τῶν δὲ Βενετίκων καὶ τῶν Φραγγίσκων εἰς μίαν συν‐ δραμόντων γνώμην τὸν Βαλδουῖνον ἀνθείλετο, εἰδὼς ἐκ τῶν κάτω Γαλλιῶν ὁρμώμενον, Γαλλιῶν δὲ καὶ Βενετίας ἐς τοσοῦτον τοὺς ὅρους
10ἀφεστάναι, ἐς ὅσον Βενετία Ῥωμαίων ἀποσχοινίζεται, καὶ ἅμα οἱ Βαλδουῖνον ὅλῃ ψυχῇ προσκεχηνότα καὶ ἀσμένως ὡς πατρὶ προσ‐ φερόμενον, μήτε μὴν ὑπὸ χρονίας γυμνασίας ἐντακέντα πράγμασιν, ὁποῖον ἠπίστατο τὸν μαρκέσιον· οὐ γάρ πω Βαλδουῖνος τριάκοντα καὶ δύο ἔτη γεγένητο.
15 Ἦν δὲ καὶ ἄλλως ὁ ἀνὴρ οὗτος εὐλαβὴς τὰ πρὸς θεόν, ὡς ἐλέγετο, καὶ τὴν δίαιταν ἐγκρατής, γυναικὶ δὲ μηδὲ μέχρι βλέμματος προσ‐ εσχηκὼς ἐφ’ ὅσον χρόνον τῆς οἰκείας γαμετῆς ἀπεφοίτησεν, ἀλλὰ καὶ 〈πρὸσ〉 τὸν εἰς θεὸν ὑμνητήριον καὶ πρὸς πᾶσαν ἀνάγκην ἀρέμβαστος. τὸ δὲ μέγιστον, δὶς εἶχεν ἑκάστης ἑβδομάδος τὸν ἑσπέρας ἐπεμβοῶντα
20μηδένα τῶν ἀρχείων ἐντὸς κατευνάζεσθαι μὴ νομίμῳ γυναικὶ πλησιά‐ ζοντα. Βασιλεύσας τοίνυν ὁ Βαλδουῖνος ἐς μέρη ἔξεισι τὰ ἑσπέρια, οὐχ ὡς
αὐτὰ χειρωσόμενος (πάντα γάρ οἱ ἁλώσιμα ᾤετο, „πᾷ βῶ καὶ κινήσω597

Halosis,pt1

598

τὰν γᾶν τῷ δόρατι“ μικροῦ κομπάζων καὶ λίαν ἀγερώχως φθεγγό‐ μενος), ἀλλ’ ὡς διὰ φιλίων χώρων παρελευσόμενος καὶ βασιλεὺς Ῥω‐ μαίων ἀναγορευθησόμενος πρὸς παντός, οὗ χάριν οὐδὲ κομιδῆς οἱασοῦν κατηξιώκει τινὰς τῶν Ῥωμαίων ἐκ τοῦ στρατιωτικοῦ τε καὶ πολιτικοῦ
5συντάγματος, ἀλλ’ ἁπαξάπαντας ἀπεπέμψατο. τοῦτο δὲ καὶ τοῖς ἄλλοις τοῦ στρατοῦ ἡγεμόσι καὶ κόμησι δέδοκτο· τὴν γὰρ ἀνδρείαν τῶν συννόμων ἀρετῶν ἀφορίζοντες καὶ ταύτην ἑαυτοῖς οἰκειοῦντες ὡς συγγενὲς καὶ σύντροφον ἐπιτήδευμα οὐδὲν τῶν ἄλλων ἐθνῶν εἰς Ἄρεος ἔργα παρασυμβεβλῆσθαι σφίσιν ἠνείχοντο. ἀλλ’ οὐδέ τις τῶν Χαρίτων
10ἢ τῶν Μουσῶν παρὰ τοῖς βαρβάροις τούτοις ἐπεξενίζετο· καὶ παρὰ τοῦτο οἶμαι καὶ τὴν φύσιν ἦσαν ἀνήμεροι καὶ τὸν χόλον εἶχον τοῦ λόγου προτρέχοντα. Διελθὼν τοίνυν τὰς Θρᾳκίας πόλεις ὁ Βαλδουῖνος τῇ μὲν Ὀρεστιάδι φρουρὰν ἐγκατέλεξεν, ὁμοίως δὲ καὶ κατὰ τὸ Διδυμότειχον καὶ τὴν ἐκ
15Φιλίππου παρώνυμον πόλιν διεπράξατο. ὡς δ’ εἰς Ξάνθειαν ἵκετο, λόχον οἱ ἐκεῖσε ὑποκαθίσαντες Σεναχηρείμ τινος ἐξηγουμένου τῷ στρα‐ τεύματι λάθρᾳ ἐπέθεντο· μικρὸν δέ τι φανέντες ἀπεκρύψαντο, ἐπανι‐ όντες δείλανδροι ὅθεν ἐξῄεσαν θρασυκάρδιοι. ὁ δὲ ἀμαχεὶ ἐκ τοῦδε προυχώρει πρὸς τὴν Θεσσαλονικέων μητρόπολιν. ἐφείπετο δέ οἱ ὁ
20Βονιφάτιος μαρκέσιος, τὴν ἐκ Παιόνων Μαρίαν ἐπαγόμενος, Ἰσαακίῳ μὲν τῷ ἐξ Ἀγγέλων ἁρμοσθεῖσαν πρότερον, μετὰ δὲ τὴν ἐκείνου ἐκ‐ βίωσιν καὶ τὴν τῆς πόλεως ἅλωσιν συνευνασθεῖσαν αὐτῷ κατὰ νόμους. Ἐπεὶ δὲ ὁ μὲν Βαλδουῖνος αὐλίζοιτο κατὰ Μοσυνόπολιν, ὁ δὲ μαρ‐ κέσιος πύθοιτο παρὰ πλείστων μηδέ ποτε προθέσθαι τὸν Βαλδουῖνον
25ὑπεκστῆναί οἱ τῆς λογίμης Θεσσαλονίκης, καθάπερ δὴ καὶ ξυνέθετο,
ἀλλὰ κατὰ τοῦτο προϊέναι καὶ συντόνου ἔχεσθαι τῆς πορείας ὡς τὴν598

Halosis,pt1

599

πόλιν εἰσιὼν ἰδιώσαιτο, αὖος ἦν ἐφ’ ἱκανόν, ὥσπερ ὑπὸ κεραυνοῦ βληθείς. οὐκοῦν ὑπ’ ἀθυμίας φανεὶς κατακώχιμος παλίμπους φέρεται, Γραϊκῶν ἀπατηλότερον καὶ τὸ ἦθος ἄπιστον καὶ παλίμβολον ὑπὲρ ὄστρακον καὶ κύβον τὸν Βαλδουῖνον ἀποκαλῶν. ἀμέλει τοι καὶ κατ‐
5ειληφὼς τὸ Διδυμότειχον καὶ παντοίως αὐτὸ κρατυνάμενος, ἐπὶ δὲ τὰς Θρᾳκίας πόλεις ἀναστατῶν πλὴν τῆς Ὀρεστιάδος (ταύτην γὰρ ἀντι‐ παρήρχετο πλεῖστον ὅσον τὸ ἐκ Βαλδουίνου στέγουσαν ὁπλομάχον) φόρους συνέταττε καὶ Ῥωμαίους ξυνήγειρεν, εἴ τι φρικῶδες ἀνθρώποις καὶ θειότατον ὄνομα φέρων διὰ γλώττης, καὶ μαρτυρόμενος ἀπείπασθαι
10μὲν τὰς μεθ’ ὁμοφύλων σπονδὰς καὶ τὴν προτέραν σύμπνοιαν, Ῥωμαί‐ οις δὲ προσχωρῆσαι λαμπρῶς. ταῦτα λέγων καὶ διομνύμενος προσ‐ εμηχανήσατό τι καὶ ἕτερον ποιοῦν τὰ ῥήματα εὐπαράδεκτα· τὸν γὰρ πρωτότοκον υἱέα τῆς συζευχθείσης αὐτῷ Μαρίας (κλῆσις τουτῳῒ Μανουὴλ) βασιλέα Ῥωμαίων ἀνηγορεύκει, ὑπεκστὰς ἐκείνῳ καὶ σχή‐
15ματος καὶ ὀνόματος καὶ τὸ προσωπεῖον τοῦτο καὶ πρόσχημα κατὰ στίφη τοὺς Ῥωμαίους ἀγήοχε. καὶ τοιούτοις μὲν ἐνεπόνει ὁ μαρκέσιος, μὴ πρὸς ἀλήθειαν ὅλως δρωμένοις, ὡς τὰ μετέπειτα καθυπέφηνε. Τοῦ δέ γε Βαλδουίνου τῇ Θεσσαλονίκῃ ἐγγίσαντος, ἅπας ἐξερρύησαν ὁ λεὼς καὶ μετ’ εὐσήμων βοῶν σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν περιχαρῶς
20ἐνδιδόασιν. ἱκέτευσαν μέντοι μήτ’ αὐτὸν Βαλδουῖνον ἐπιβῆναι τῆς πόλεως, μήτε μὴν εἴσω τὸ στράτευμα συγχωρῆσαι παρελθεῖν· δεδιέναι γὰρ μὴ τὰ ἐκείνου παριδὸν ἐντάλματα τὴν πόλιν σκυλεύσειεν, οἷα μηδ’ ὑφ’ ἕνα ταττόμενον ἡγεμόνα, ἀλλ’ ἐκ πολλῶν ἀγηγερμένον φυλαρχιῶν καὶ πλείστοις ὑποκείμενον ἄρχουσιν. ὁ Βαλδουῖνος τοίνυν τοῦτο μὲν
25ταῖς τῶν αἰτήσεων εὐλόγοις καθυπαχθείς, τοῦτο δὲ βάλλουσαν ἔχων μηδ’ ἀγαθὰ διδοῦσαν φαντάζεσθαι τὴν μαρκεσίου μετ’ ὀργῆς ὑπο‐ χώρησιν, ἐν πολλοῖς δὲ καὶ κεντοῦντα τὴν ἀκοὴν τὰ ὑπ’ ἐκείνου γινό‐ μενα, τοῖς Θεσσαλονικεῦσι προσέσχε καὶ γράμμα σφίσιν ἐρυθρόγραφον
ἐνεχείρισε, πᾶσι τοῖς ἐθίμοις τῇ πόλει τὸ ἔμπεδον χαριζόμενον.599

Halosis,pt1

600

Ἀμέλει καὶ πρὸς ἡμέρας ἐναυλισάμενος ἔξωθεν, καὶ φιλοφρονηθεὶς τὰ εἰκότα ἐπάνεισιν αὖθις εἰς τὸ Βυζάντιον· ἤδη γὰρ καὶ ἀγγελίαν τοῦτ’ αὐτὸ ἐπισκήπτουσαν δεξάμενος ἦν πρός τε τοῦ δουκὸς Βενετίας Δανδούλου καὶ ὅσοι τῶν κομήτων τῇ Κωνσταντινουπόλει παρέμενον.
5ὡς ἐπανῆκε τοίνυν ὁ Βαλδουῖνος, μετάπεμπτος γίνεται καὶ μαρκέσιος, Ἰοφρέ τινος ἐπιδεδημηκότος αὐτῷ, μέγα παρὰ τοῖς τῶν Λατίνων δυνα‐ μένου στρατεύμασι (μαρισκάλδος ἦν τὸ ἀξίωμα ὁ ἀνήρ, δηλοῖ δὲ καθ’ Ἕλληνας ἡ φωνὴ τὸν πρωτοστράτορα), καὶ πίστεις δόντος ὡς οὐδέν τι παραγενόμενος πείσεται ἀηδές. ἀπαντήσας καὶ τῷ Βαλδουίνῳ σπει‐
10σάμενος ἀφίσταται μὲν τοῦ Διδυμοτείχου, ἐς δὲ Θεσσαλονίκην κάτεισι καὶ παρὰ πάντων ἀμαχεὶ προσδεχθεὶς τὴν πόλιν εἴσεισι, τὸν καιρὸν ἐν τῷ αὐτίκα καθυποδὺς καὶ τὸ τοῦ τρόπου σκαιῶδές τε καὶ στρεβλό‐ χειλον ἐπικρυψάμενος. πλὴν οὐκ ἐπὶ πολὺ τοῖς δεδογμένοις ἐμμείνας, τῇ δὲ γαλῇ παρομοιωθείς, ἣν διήλεγξε τὸ στέαρ παρεισπεσόν, ἐς χρή‐
15ματα τοὺς Θεσσαλονικεῖς ἐζημίωσεν, εὐθαλεῖς τὰς ὑπάρξεις εἶναι μαθών. εἶτα καὶ τὰς τῶν οἰκήσεων καλλίστας ἐκ τῶν ἐχόντων ἀφελόμενος τοῖς ἐκ τῆς ἱππάδος ἐκείνῳ διαδέδωκεν εἰς ἐνοίκησιν. Ἐκ δὲ τούτου τὴν σύλλεκτρον Μαρίαν καὶ μοῖραν τῆς στρατιᾶς ἐκεῖσε καταλιπὼν ἔξεισιν αὐτὸς καὶ τὰς πόλεις μέτεισιν, ὅσαι τε περὶ
20Σέρρας καθυπτιάζουσι καὶ τοῖς ὅροις τῆς Βερροίας προσήνωνται καὶ ὅσαι πρὸς τὰ Τέμπη τὰ Θετταλῶν παρατείνουσι. κρατήσας οὖν
τουτωνὶ παρὰ δόξαν ἔγνω καὶ Λαρίσσης αὐτῆς ἐπιβῆναι καὶ δι’ Ἑλ‐600

Halosis,pt1

601

λάδος ἐλάσαι καὶ χειρώσασθαι τὴν τοῦ Πέλοπος, κρίνων ἀεὶ τὰ εἰλημ‐ μένα μικρὰ καὶ τοῖς ἔμπροσθεν προβαίνειν ἐρῶν διὰ τὴν τῶν Ῥωμαίων ἀφέλειαν. συνείποντο δέ οἱ καὶ τῶν Ῥωμαίων τινές, καὶ μάλιστα τῶν εὖ γεγονότων, παλεύοντες τὰς χώρας καὶ τὰς τρίβους διομαλίζοντες,
5κατὰ μὲν ἀπάτην καὶ δόλον τῷ πρωτοτόκῳ τῆς Μαρίας υἱῷ (τοῦτον γὰρ βασιλικῶς ἐσταλμένον καὶ μετ’ εὐφήμων φωνῶν προπεμπόμε‐ νον, ὥσπερ οἱ Θρᾷκες πρότερον, οὕτω καὶ Μακεδόνες τῷ τότε καὶ Θεσσαλοὶ καὶ ὅσα ἐς Ἑλλάδα καθήκουσιν ἀσμένως ἐδέχοντο), πρὸς δ’ ἀληθῆ πρᾶξιν μαρκεσίῳ καὶ Λατίνοις προοδευταὶ καὶ τῶν πρακτέ‐
10ων εἰσηγηταὶ καὶ τῆς πατρίδος προαγωγοὶ γινόμενοι. Καὶ μαρκέσιος μὲν ἐθνῶν οὕτω κρατίστων καὶ πόλεων μεγίστων ἐγκρατὴς ἀμαχεὶ διεδείκνυτο καὶ πολλῷ πλειόνων τοῦ παρ’ ἐκείνῳ στρατεύματος, εἰ πόλιν καὶ ἄνδρα τῷ ἀριθμῷ τις ὑπέβαλεν· ὁ δέ γε Βαλδουῖνος ἐς τὸ Βυζάντιον ἀφικόμενος ἔγνω μηδ’ αὐτὸς ἡσυχῇ κα‐
15θῆσθαι, μηδ’ ἀπόμαχον εἰκῇ τὴν ὑπὸ οἷ τεταγμένην οἰκουρεῖν στρατιάν, ἀλλ’ ἐς Ἀσίαν ταύτην διαβιβάσαι καὶ τῶν ἐκεῖ πειράσασθαι πόλεων, ἐξερεθισθεὶς εἰς τόδε τὸ ἔργον πρός τε τῶν Ἑλλησποντίων Λατίνων, ὧν ἡ πόλις Πηγαὶ κατωνόμασται, καὶ τῶν Τρωϊκῶν Ἀρμενίων· οὗτοι γὰρ οὐδὲ βραχύ τι γοῦν καθυφῆκαν τὸν Βαλδουῖνον ἐνάγοντες καὶ τοὺς
20ἄλλους κόμητας ἐξερεθίζοντες ὡς εἰς προκείμενον ἕρμαιον διαβῆναι τὴν τῶν ἑῴων πόλεων χείρωσιν. Περὶ μῆνα τοίνυν τὸν φυλλοχόον ἔξεισιν Ἐρρῆς ὁ τοῦ Βαλδουίνου κασίγνητος καὶ Πέτρος ὁ ἐκ Πράτζης ὁρμώμενος, ἀνὴρ ἡρωϊκὸς τὴν
ἰσχύν, καὶ πρὸς τῇ παράλῳ Καλλιπόλει γενόμενοι ἐς ἕω διαπλωΐζονται.601

Halosis,pt1

602

καὶ ὁ μὲν Ἐρρῆς συμμίξας τοῖς ἐν Τροΐᾳ Ἀρμενίοις καὶ συμμαχίδας ἴλας ἐκεῖθεν ἐπαμησάμενος ἔκειρε τὰς πόλεις καὶ διετίθει κακῶς, ὅσαι μὴ ἐκείνῳ συνέβαινον, κρατήσας δὲ καὶ τῆς Ἴδης τοῦ ὄρους καὶ διὰ τῶν ταύτης στενῶν παρελθὼν εἰς τὸ Ἀτραμύττιον προκεχώρηκεν.
5 Ὁ δ’ ἐκ Πράτζης Πέτρος ἄρας ἐκ τοῦ τῶν Πηγῶν πολίσματος τὴν ἐς τὸ Λοπάδιον στέλλεται. ἀπήντων δὲ αὐτῷ μετὰ πλείστων Ῥωμαϊ‐ κῶν δυνάμεων περὶ τὸ λεγόμενον Ποιμανηνὸν οἱ περὶ τὸν Λάσκαριν Θεόδωρον. οἱ δὲ τὴν κατ’ αὐτῶν ἐμβολὴν τῶν Λατίνων οὐκ ἐνεγκόντες, οἱ μὲν ἐς φυγὴν ὁρῶσιν, ὁ δὲ Πέτρος ἐς τὸ Λοπάδιον ἄπεισι, μηδένα
10ἔχων τὸν ἐς χεῖρας ἰόντα, ἀλλ’ εὑρίσκων πάντας μετὰ σταυρικῶν ση‐ μείων καὶ τῶν θείων λογίων δεξιουμένους αὐτόν, οἳ καὶ κακῶν ἀπαθεῖς διέμειναν. τοῦτο δὲ καὶ ταῖς λοιπαῖς συνέβαινε πόλεσιν, ὅσαι μὴ χωρεῖν διὰ μάχης Λατίνοις ἐγνώκεισαν, εἰ καὶ πονηρὸν ἐς θεραπείαν χρῆμα Λατῖνος, φωνὴ ἀσύμφωνος Ἕλλησι, γνώμη φιλοχρήματος, ὀφθαλμὸς
15ἀπαιδαγώγητος, γαστὴρ ἀκόρεστος, ὀργίλος καὶ δριμεῖα ψυχή, καὶ χεὶρ διφῶσα τὸ ξίφος διὰ παντός. Πεῖραν δὲ καὶ τῶν ἐν τῇ πόλει τῇ Προύσῃ λαβεῖν οἱ Λατῖνοι θέλοντες καὶ γνῶναι πρὸς οἷς εἰσιν, ἐπεὶ μηδὲ προσεῖχόν σφισι Προυσαῖοι, ἀλλὰ σῖτα παρεσκευακότες διαρκῆ πρὸς πολιορκίαν χρονίαν καὶ τῇ θέσει τοῦ
20τόπου πιστεύοντες μὴ ἄν ποτε βίᾳ ἁλῶναι, ὅτι καὶ ἐπὶ γηλόφου ᾤκισται Προῦσα καὶ τεῖχος ἐχυρὸν περιβέβληται, ἄραντες ἐκ Λοπαδίου τῇ
Προύσῃ προσίασι καὶ τὸ μεσημβρινὸν τεῖχος διειληφότες, καθ’ ὃ τὸ602

Halosis,pt1

603

μὲν ὄρος ὁ Ὄλυμπος ἀναχωρεῖ τι βραχὺ τῆς πόλεως, ὁ δὲ πετρώδης λόφος ὁ τὴν πόλιν διαλαμβάνων μεθίησιν ἐκεῖσε τὴν ὅλην τοῦ χώρου διάζωσιν, ἐνέκειντο τοὺς ἔνδον αἰτούμενοι τῇ πόλει σφᾶς εἰσδέξασθαι, ὡς οὕτω τῶν πρὸς βουλῆς ἐπιτευξομένους, ὅπερ ἀνάγκη μὴ εὑρεῖν
5ὕστερον, ἡνίκα τὴν μὲν πόλιν ὡς ἐς χείρωσιν αὐτοὶ περιέλθοιεν, τὰ δὲ τείχη ταῖς ἑλεπόλεσι τύπτοιντο. μηδὲν δὲ φρονούντων πρὸς ταῦτα ἐνδόσιμον τῶν ἐντός, ἐνίων δὲ καὶ θαρρησάντων τὴν ἔξοδον καὶ πολλοὺς τῶν ἐπισήμων βαλόντων βέλεσι καὶ καταβαλόντων, αὐτίκα, ὡς οὐχ αἱρετέον ἐδόκει τὸ τεῖχος, καὶ μάλιστα τοῖς ἐξ ἐφόδου προσβάλλουσιν,
10ἐκεῖθεν μεθίστανται. Οἱ δὲ Προυσαῖοι πρὸς τὴν τῶν Λατίνων ἄπαρσιν ἔτι μᾶλλον πλη‐ σθέντες φρονήματος κατὰ πλείους ἐπέκειντο. τὰ δ’ αὐτὰ ἔδρων καὶ οἳ τῶν ὑπερδεξίων ἐλάβοντο, δι’ ὧν τὸ πολέμιον ἵετο. οὐ βραχεῖς δὲ καὶ ἀποστάντες Λατίνων ἶσα τοῖς μὴ δεξαμένοις Λατίνους κατὰ Λατίνων
15ὡπλίσαντο καὶ πολλοὺς αὐτῶν ἀπέκτειναν. ἦσαν δὲ καὶ οὕτως τὰ Λατίνων αὖθις ἐπικρατέστερα καὶ σφαγαὶ προύβησαν συχναὶ καὶ ἄλλῃ μέν, ἀλλὰ δὴ καὶ κατὰ τὸ πόλισμα τὴν Καισάρειαν. Ἶσα δὲ τούτοις καὶ ὁ Φιλαδελφεὺς Θεόδωρος προθέμενος διαπρά‐ ξασθαι διὰ μάχης χωρεῖ τῷ Ἐρρῇ περὶ τὸ Ἀτραμύττιον διατρίβον‐
20τι. ἀμέλει καὶ μὴ προσδόκιμος ἐπιὼν τῷ ἀνδρὶ τὰ μὲν πρῶτα πρὸς τὸ πλῆθος ἀποκναῖσαι τοῦτον πεποίηκεν· ὡς δὲ διακινδυνευτέα τῷ
Ἐρρῇ ἐδόκει, ἡ ἱππὰς ἐς παράταξιν διατίθεται. ἡ δὲ ὀρθὰ τὰ δόρατα603

Halosis,pt1

604

ἀνατείνασα τὴν ἀπὸ τῶν Ῥωμαίων ἐγχείρησιν ἐπέμενεν. ἐπεὶ δὲ ῥᾳθύ‐ μως εἶχον Ῥωμαῖοι πρὸς τὴν τῆς μάχης πρωτούργησιν, κατὰ μὲν δράκοντα φλογωπὸν ὁλκοῖς λορδούμενοι στρατευμάτων καὶ φολίσιν ἐπιφρίσσοντες ὅπλων καὶ ὡς εἰς χάσμα διανοιγόμενοι στόματος ταῖς
5ἑκατέρων τῶν κεράτων ἀναπτύξεσι, πρὸς δὲ τὰς ἐπελάσεις ἀτονώτερον ἔχοντες καὶ νωθέστερον, ὡς ἀπὸ ἑνὸς συνθήματος οὗτοι τὰ ξυστὰ ἀπ‐ ευθύναντες καὶ κατὰ τὸ σύνηθες ἀλαλάξαντες, αὐτοῦ δὴ τοῦ Ἐρρῆ τῶν ἄλλων προεκθορόντος καὶ διὰ μέσων τῶν τάξεων τὸν ἵππον ἐλά‐ σαντος, διασκεδάζουσι Ῥωμαίους καί σφισιν ἐπικείμενοι φεύγουσι
10φόνου πάρεργον πλείστους ἔθεντο, οἷα τῶν ἱππέων Ῥωμαίων καὶ πρὸς τὴν πρώτην ἔμπτωσιν τῶν Λατίνων καὶ τὴν τῶν δοράτων ἀγκώ‐ νισιν ὅλοις ἀποδράντων ῥυτῆρσι καὶ τὰς πεζικὰς τάξεις παρεικότων εἰς κεράϊσιν τοῖς ἀντιμάχοις καὶ προνομήν. Καὶ τῇδε μὲν τὰ κατ’ Ἀσίαν ἐφέρετο· τὰ δὲ Θετταλὰ Τέμπη ἐκπε‐
15ριελθὼν μαρκέσιος ὑφ’ ἡγεμόσι Ῥωμαίοις ἦγε διὰ ταχέων ἐν τοῖς μὴ ὀρειαίοις τὴν δύναμιν, ὥστε καὶ ἔλαθε τὰ πεδινὰ τῶν Λαρισσαίων κατέχων τοὺς ταῖς ἄκραις ἐφεστῶτας Ῥωμαίους καὶ τὰς ὑπερβολὰς τηροῦντας ἐπιμελῶς, αἳ τὸν μὲν Πηνειὸν ποταμὸν ἐς τὸ στενότατον πάντῃ ξυνάγουσιν, ὡς καὶ καχλάζειν ἐν πολλοῖς ἐπὶ μέγα τὸ ῥόθιον
20καὶ τὰς ὄχθας τῇ τῶν κτύπων ἀντιπέμψει συνεπηχεῖν, περὶ δὲ τὰς τῶν ὀρῶν ὑποβάσεις μίαν ἀτραπὸν παρανοίγουσι, συνεπτυγμένην καὶ ταύτην καὶ χαλεπὴν τοῖς βαδίζουσιν, ὥστε πῃ μηδ’ ἐπὶ τεσσάρων ἀσπίδων αὐτὴν ἀναπτύσσεσθαι, ὑπὸ πετρῶν λισσάδων καὶ ποταμίου ῥεύματος ἐς τὸ πάντῃ συνιοῦσαν στενόπορον. ἐκ δὲ Λαρίσσης ἄρας
25προυχώρει τοῖς ἔμπροσθεν, μηδενὸς ἐς χεῖρας αὐτῷ προσιέναι θαρρεῖν604

Halosis,pt1

605

ἔχοντος. ὀψὲ δὲ καὶ μόλις περὶ τὰς Θερμοπύλας λόχον ὁ Σγουρὸς Λέων ὑποκαθίσας, μηδὲν δέ τι καὶ δράσας γενναῖον, ἀλλὰ καὶ πρὸς μόνην τὴν τῶν ἱππέων Λατίνων ὄψιν ἀλλοφρονήσας φυγὰς ἐκεῖθεν ἐς τὸν Ἀκρο‐ κόρινθον ᾤχετο.
5 Ὁ δὲ Σγουρὸς οὗτος ἐκ τοῦ Ναυπλίου γεγενημένος χρόνον μέν τινα τῶν ἐκ τοῦ γένους βίᾳ μᾶλλον ἤπερ πειθοῖ κατίσχυε, πατρῷόν τι μέτρον ἀναπληρῶν καὶ χειρίζων οὐχ αἱμάτων καθαρεῦον κληρούχημα· ἀεὶ δὲ τῷ τῶν πραγμάτων ἀνωμάλῳ ἐπιδιδοὺς καὶ τοῖς στασιώδεσι καιροῖς οἰδαινόμενος μέγας ἐκ μικροῦ πρόεισιν, ὡς οἱ χείμαρροι τοῖς ὄμβροις καὶ
10τοῖς βιαίοις τὰ κύματα πνεύμασι. τὸ γὰρ ἱππόβοτον Ἄργος ὑπο‐ νοθεύσας καὶ ἐπὶ τῷδε τὴν Κόρινθον ληϊσάμενος καὶ προϊὼν ἀεὶ τοῖς λῃστεύμασιν εἶτα καὶ ταῖς Ἀθήναις αὐταῖς προσήραξε μετὰ πολεμικῶν νεῶν καὶ τὸν Ἰσθμὸν διελθόντος στρατεύματος, ἐλπίσι θαλπόμενος ὡς εὐμαρῶς κρατήσει τῆς ἀκροπόλεως ἢ γοῦν ἑλεπόλεις ἐπιστήσας ὡς
15ἀπόλεμον θροήσει τὸ ἔνδον ἀπομαχόμενον. ἦν δ’ ἀναπεμπάζων φρεσὶ καὶ εἰκαίως διανοούμενος τὰ μὴ πέρας ὅλως δεξόμενα. Ὁ γὰρ ἀρχιποίμην Ἀθηνῶν Μιχαὴλ (κασίγνητος οὗτος ἐμός, ναὶ ἐμός· ἐγκαλλωπίζομαι γὰρ τῇ ὁμογνιότητι καὶ χαίρω καθ’ αἷμα τῷ ἀνδρὶ συναπτόμενος, εἰ καὶ τῆς ἀρετῆς καὶ τοῦ λόγου κατὰ διάμετρον
20ἐκδιίσταμαι) τὸ οἰκεῖον λάχος ὁρῶν τῶν αὐτοῦ βουλῶν καὶ εὐχῶν ἐξεχόμενον, ἐπεὶ παρεμβαλόντα θεάσαιτο τὸν Σγουρόν, ἔγνω μετιέναι τοῦτον θεοφιλῶς, εἴ πως ἐκεῖθεν ἀποστῆσαι δυνήσεται μηδ’ ἄλλως ἀσυ‐
νήθως ἔχοντα πρὸς αὐτόν, ἐς δὲ λόγους ἐληλυθότα πολλάκις. καὶ δὴ ὡς ἐξ605

Halosis,pt1

606

ὑπερδεξίων τῆς πόλεως τοξεύει παραινέσεων βέλεμνα καὶ τῇ ποιμαν‐ τικῇ σφενδόνῃ ἀκροβολίζεται διαφιεὶς θεόπλοκα ῥήματα. ἔστι δ’ ὅπῃ καὶ ὡς ἐξ ἑλεπόλεων τῶν πνευματικῶν ἀπειλῶν πειρᾶται κατασείειν τὸ ἐκείνου φρόνημα, μὴ δεῖν λέγων ἀπὸ Χριστοῦ καλούμενον καὶ Ῥωμαίοις
5συνεξεταζόμενον διὰ μάχης Ῥωμαίοις χωρεῖν, εἰ μὴ πιστοῦται μόνοις χείλεσι τὸν Χριστώνυμον, ὡς ἐσθῆτι καὶ γλώττῃ τὸν Ῥωμαίοις ὁμό‐ φωνον, τῇ δὲ καρδίᾳ πόρρω πλάζοιτο τῶν καλουμένων ἀπὸ Χριστοῦ. τί δὲ καὶ ἔχων Ἀθηναίοις ἐπεγκαλεῖν τῇ Ἀττικῇ ἐπεστράτευσε; τοῖς μὲν γὰρ γείτοσιν Ἀργείοις εἶχεν ἄν τι καὶ ἐπάγειν ὡς ὁμόροις αἰτίαμα,
10ποιοῦν ἀνεύθυνον ὁπωσδὴ τὴν τῆς ἐκείνων καταδρομήν, ὡς ἄρα καὶ Κορινθίοις προσῆψεν ἔναγχος ἔγκλημα τὰς τοῦ ἀρχιποίμενος Κορίνθου κατ’ αὐτοῦ πολλάκις ἐπιβουλάς, ὁπόθεν καὶ τὸ Ναύπλιον στρατιὰν Ῥωμαίων ἐπιδραμοῦσαν ἑώρακε καὶ νῆας ἐς αὐτὸ καταπλευσάσας πολεμικάς· Ἀθηναῖοι δὲ καὶ αὐτός, ὥσπερ τοπικῶς ἀφεστήκασιν,
15οὕτω καὶ τοῦ ἔχειν πράγματα καὶ κατ’ ἀλλήλων χωρεῖν φιλονείκως πλεῖστον διείργονται. τὰ δὲ πρὸς τὸν ἱερέα τῆς πόλεως οὐδὲν ὅτι μὴ τὰ πάντα θεοφιλῆ καὶ πνευματικά, εἴ γε ὁ μὲν πατέρα καὶ ποιμένα τοῦτον ὀνομάζειν οὐκ ἀπηνήνατο καὶ τὰ τῆς αὐτοῦ γλώττης ῥήματα ὅσα καὶ γλυκὺ μελίκηρον ὠρεκτία διὰ παντὸς δρέπεσθαι, ὁ δὲ παισὶ τοῖς κατὰ
20πνεῦμα τὸν Σγουρὸν ἐνέγραφε. Τοιοῖσδε χρώμενος ὅπλοις ἐκεῖθεν παρῃτεῖτο τὸν ἄνδρα μεταχωρεῖν. ὁ δὲ τὸ δύνασθαι βιάζεσθαι πρόφασιν ἀπαρακάλυπτον προβαλλόμενος καὶ τὸν καιρὸν ἐνάγων ὁρᾶν παντὶ τὸ πρὸς ἰσχύος δρᾶν ὑποβάλλοντα ὡς οἷα τῆς τῶν πόλεων πασῶν κορωνίδος τὰ τῶν ὅλων πασχούσης
25χείριστα, ἔτι δὲ καί τινα νεανίαν ἐκδοθῆναί οἱ πρὸς θάνατον πολὺς606

Halosis,pt1

607

ἐνέκειτο ἐκζητῶν, ὃν ἄλλος μὲν καὶ μὴ αἰτησαμένῳ μετὰ περιχαρείας προύδωκεν ἄν, σπέρμα ἄνομον κρίνων ὡς πολλοῖς παραίτιον ἀπωλείας καὶ πᾶν ὅ τι χείριστον κατὰ τῆς ἑαυτοῦ πατρίδος καὶ χειρὶ καὶ γνώμῃ διαπραξάμενον· ὁ δὲ τὸν λαμπρὸν διώκτην τῆς ἐνεγκούσης καὶ τῆς
5κατὰ πνεῦμα τιθηνοῦ ἐκκλησίας ὑβριστὴν καὶ ἐπίβουλον καὶ τὴν χεῖρα κατ’ αὐτοῦ πολλάκις ὁπλίσαντα τοῖς φιλουμένοις εὐαγγελικῶς ἐγγρά‐ φων καὶ περιέπων ὡς πρόσφυγα τὸν Σγουρὸν παρεβλέπετο. Ὡς δ’ οὐκ εἶχε καὶ πείθειν ταῖς σοφαῖς ταύταις ὑποθημοσύναις ἐκεῖ‐ νον τὸν θηριώνυμον, μᾶλλον μὲν οὖν καὶ κατ’ ἀσπίδα κωφεύουσαν
10ἑκοντὶ τὰ ὦτα πρὸς ταύτας ἑώρα βύοντα καὶ βέλη παντοδαπὰ τοῖς ἐπὶ τῆς ἀκροπόλεως ἀφιέντα, κατὰ τοῦ ἀνοσίου καὶ αἰτίου τῶν φυο‐ μένων κακῶν ἅπαν ἀποτρόπαιον τραπέσθαι θεὸν ἱλασάμενος τῶν τειχῶν ἄνωθεν κἀκεῖνος ἀνθίστησι μηχανήματα καὶ τοῖς τείχεσιν ἐφ‐ ίστησι τὸ βάλλειν ἐκ χειρὸς δυνάμενον.
15 Καὶ τί γὰρ οὐκ ἂν διεπεπράχει τῶν πολεμίων εἰς ἀποσόβησιν ἀνὴρ ἥκων διὰ πάσης σοφίας καὶ παντοίαν μάθησιν λογικὴν ὡς οὐδὲ μίαν ἕτερος ἐπιών, ὅσαι τε θυραῖαι καὶ ὅσαι ἡμέτεραι; εἰ δ’ ἠβούλετο, εἶχεν ἂν καὶ πῦρ ὕσειν ἐπ’ ἀτασθάλους ἢ σφῆκας ἐπαφεῖναι τῷ στρατοπέδῳ, εἴτε τι ἕτερον ἐκείνοις ὀλέθριον αἰτήσασθαι θεόθεν καὶ λήψεσθαι· οὐδὲ
20γὰρ ἂν τὸ θεῖον ἐβράδυνεν, εἰ χεῖρες ὑψώθησαν ἐκεῖναι, εἰ χείλη διήρ‐ θησαν ἐκεῖνα πρὸς θεοῦ ἐπίκλησιν. ἀπῆγε δ’ αὐτὸν τοῦ τοιοῦτόν τι ὅλως διανοήσασθαί τε καὶ διαπράξασθαι ὁ καὶ τοὺς υἱοὺς τῆς βροντῆς ἐπισχὼν τοῦ πῦρ ὑψόθεν κατενεγκεῖν ἐν τῷ εἰπεῖν „οὐκ οἴδατε ποίου
ἐστὲ πνεύματος.“607

Halosis,pt1

608

Πρὸς οὖν τοιοῦτον ἀντίμαχον, οὕτω μὲν ἴδριν τῶν τακτικῶν, οὕτω δὲ τὸν λόγον πολύν, οὕτω δὲ τὴν ἀρετὴν ἀπαράμιλλον, ὁ ἀντίπαλος Σγουρὸς ἀπειπών, καὶ γνοὺς ὡς εἰκῇ ταῖς τῆς ἀκροπόλεως ῥαχίαις διακυρίττεται, τὸν θυμὸν ἐκριπίζει κατὰ τῆς πόλεως, ἧς οὐκ ἔσχε χειρώ‐
5σασθαι τὴν ἀκρόπολιν, καὶ δὴ τοῖς οἰκοπέδοις ἐνίησι πῦρ καὶ προ‐ νομεύει τῶν ζώων τὰ εἰς ζεύγλην καὶ δίαιταν ἐπιτήδεια. καὶ μεθ’ ἡμέρας ἐκεῖθεν ἀπαναστὰς ταῖς Θήβαις προσβάλλει ταῖς ἑπταπύλοις. καὶ ταύτας ὡς ἐξ ἐφόδου παραστησάμενος ἐπιτείνει πρὸς τὰ πρόσω τὸ πρόθυμον.
10 Οὐκοῦν Θερμοπύλας διιὼν καὶ τὴν Οἴτην ὑποκαταβὰς εἰς Λάρισσαν ἔξεισι καὶ τῷ βασιλεῖ Ἀλεξίῳ συγγίνεται· (οὗτος γὰρ τῶν τοῦ βορρᾶ πλευρῶν κατασυρεὶς καὶ τῆς ἐν πόλεσιν ἀρχούσης ἐκσφαιρισθεὶς τοῖς Θετταλοῖς παρέβαλε Τέμπεσιν), ἐπὶ δὲ καὶ τῆς ἐκείνου θυγατρὸς Εὐδο‐ κίας εὐνέτης γίνεται. αὕτη δὲ Στεφάνῳ συναφθεῖσα πρότερον τῷ
15ἀρχηγοῦντι τῶν Τριβαλλῶν παρὰ μὲν ἐκείνου ἐμβριθῶς ἀποπέμπεται, τὸ δὲ Βυζάντιον κατειληφυῖα εἰς γυναῖκα ἄγεται ὕστερον μετὰ τὴν ἅλωσιν τῆς πόλεως καὶ τὴν ἐκ ταύτης ἀπονόστησιν Ἀλεξίῳ τῷ Δούκᾳ, ὃς ἐπωνομάζετο Μούρτζουφλος καὶ τὰ σκῆπτρα Ῥωμαίων λοῖσθος ἐνεχειρίσατο. πλὴν οὐδ’ οὗτος ὁ Δούκας ἕως γήρως καὶ πρεσβείου τῇ
20Εὐδοκίᾳ συνῴκησεν· ὁ γὰρ ταύτης πατὴρ Ἀλέξιος, οὐκ οἶδ’ ὅ τι παθών, σὺν δόλῳ τὸν ἄνδρα συνείληφε καὶ κακῶς ἐς τὰς κόρας διέθετο, πλάνης πλάνητα μισῶν κομιδῇ καὶ φυγὰς βασιλείας τῷ ἀποπεσόντι ταύτης ἀντικαθήμενος. Μετ’ οὐ πολὺν δέ τινα χρόνον τῆς πηρώσεως εἰς χεῖρας ἐμπεσὼν
25τῶν Λατίνων ὁ Δούκας ἐς τὸ Βυζάντιον ἀνακομίζεται καὶ ὑπὸ δίκην
ἀχθεὶς ὡς τὸν ἑαυτοῦ κύριον καὶ βασιλέα συνειληφὼς καὶ τοῦ ζῆν ἐξ‐608

Halosis,pt1

609

αγαγὼν δι’ ἀγχόνης ἀπελογήσατο μὲν προδότην τῆς πατρίδος ἐκεῖνον ὀφθῆναι καὶ ἀξίως τὰ εἰκότα παθεῖν, μὴ μόνῳ δέ οἱ ταῦτα διαπραχθῆναι, ἀλλὰ καὶ τοῖς ἄλλοις, ὅσοι κατ’ οἰκείωσιν καὶ γένος ἐκείνῳ συνήπτοντο. οἱ δὲ μὴ προσσχόντες οἷς εἴρηκεν, οὔτε μὴν οἷς ἔτι ὤδινεν εἰπεῖν τὰς
5ἀκοὰς ὁποσονοῦν ὑποσχόντες καταψηφίζονται θάνατον τοῦ ἀνδρὸς καινότροπόν τε καὶ βιαιότατον. εἰς γὰρ τὸν ἐν τῷ Ταύρῳ ἱστάμενον ὑψιτενῆ κίονα τοῦτον ἀνενεγκόντες βάλλουσιν ἐκεῖθεν κάτω· ὁ δὲ ἐπὶ πόδας μέχρι τινὸς κατιών, εἶτα ἀνατραπεὶς κατωκάρα καὶ μετὰ βραχὺ καταρραγεὶς δόχμιος ἐξέρρηξεν οἰκτρότατα τὴν ψυχήν.
10 Τῇ γοῦν Εὐδοκίᾳ συναφθεὶς ὁ Σγουρὸς τοῦ μαρκεσίου τῇ Ἑλλάδι προσάγοντος αὐτός, ὡς μικρῷ πρόσθεν εἰρήκειν, τὸ ἐν Θερμοπύλαις ἐτήρει τέναγος καὶ τὸ ἐπικρεμάμενον ταύταις σκιόεν ὄρος καὶ ὑψικό‐ ρυμβον καὶ τἆλλ’, ὁπόσα τὴν Ἑλλάδα δυσπρόσοδον τίθησιν. ἀλλὰ καὶ οὕτω κατὰ πᾶσαν εὐμάρειαν οἱ ἐκεῖσε τῷ μαρκεσίῳ ὑπέκυπτον ἀγεννεῖ
15καὶ καταβεβλημένῳ φρονήματι καὶ προσχωρεῖν ἀεί πως ἐγνωκότι τοῖς κρείττοσι, καὶ ταῦτα μὴ στρατιὰν ἄγοντι μυριάνθρωπον, μηδὲ συμ‐ βαίνουσαν ταῖς γνώμαις, ἀλλ’ ἀσύμφωνον ἐν πλείστοις ὡς ἐκ πόλεων ἡλισμένην πολλῶν. ἐλάσας δὲ κἀπὶ τὴν Βοιωτίαν αὐτήν, ὡς οὐδέ τις ἐπανήκων οἴκαδε χρόνιος, ὑπὸ τῶν Καδμείων ἀσμένως προσδέχεται.
20προϊὼν δὲ κρατεῖ καὶ τῆς Ἀττικῆς καὶ τῇ ἀκροπόλει φρουρὰν ἐγκαθ‐ ίστησιν. εἶχε δὲ ὁ προεδρεύων ἱερατικῶς τῆς πόλεως, ὥσπερ Σγουρὸν πρότερον, οὕτω καὶ τότε μαρκέσιον ἀποπέμψασθαι· μὴ εἶναι δὲ δοκι‐ μάζων καιρὸν ἀντιστάσεως, οἷα τῆς τῶν πόλεων βασιλίδος ἁλούσης,
τῆς δ’ ἑσπερίου καὶ ἑῴας ὑπὸ Ῥωμαίους λήξεως τὴν σκιὰν ὑπιούσης609

Halosis,pt1

610

τοῦ Λατινικοῦ δόρατος, ἀναιμωτὶ τοῦ ἐρύματος ὑπεξίσταται. ἐπὶ πᾶσιν οὐδ’ Εὔβοια γενναῖον βλέπει τι καὶ ἐλεύθερον, ἀλλὰ καὶ αὕτη χεῖρα προτείνει καὶ τοῦ παλιρροθίου πορθμοῦ ταχύτερον μεθαρμόζεται καὶ ὑποστρώννυσι τὴν διαβάθραν εὐροωτέρῳ τοῦ Εὐρίπου στρατεύματι
5καὶ φρούριον ὁρᾷ δομηθὲν ἐπ’ αὐτῷ γε δὴ τῷ πορθμῷ καὶ στρατιὰν ἱζάνουσαν ἔνδοθεν πρὸς τὸ ἀνάρρουν ἀναστοιβάζουσαν δήπου τὰ τῶν Εὐβοέων ἀγχίστροφα διαβούλια καὶ τὸ τῆς γνώμης παλίμβολον ἐπι‐ σχήσουσαν. Ἀλλὰ τί; προφθάνει μου τὸν λόγον τὸ βάρβαρον καὶ τοῦ πτεροῦ
10τῆς ἱστορίας ταχυπετέστερον φέρεται καὶ οὐδέ πῃ ὡς ἀντίξουν ἐπέχεται. ἡ μὲν γὰρ ἔτι προνομεῦον αὐτὸ τὰς Θήβας καὶ χειρούμενον Ἀθήνας, τῆς δ’ Εὐβοίας ἐπιβαῖνον διέξεισι· τὸ δέ, ὡς μὴ πεζαίτερον ὄν, ἀλλὰ πτηνὸν καὶ ἀέριον, ὑπερπτὰν τὴν ἱστορίαν χωρεῖ πρὸς Ἰσθμόν, τρο‐ ποῦται τὸ πρὸ Ἰσθμοῦ προσεδρεῦον Ῥωμαϊκόν, πρόεισιν εἰς πόλιν
15πρὸς Ἰσθμῷ κειμένην καὶ πάλαι ἀφνειὸν τὴν Κόρινθον, μεθίσταται πρὸς Ἄργος, περιπαπταίνει τοὺς Λάκωνας, ἐς Ἀχαΐαν ἔνθεν προσβάλλει, ἐκ τοῦδε τὴν Μεθώνην μετέρχεται καὶ ὁρμᾷ πρὸς Πύλον τὴν πατρίδα Νέστορος. οἶμαι δ’ ὡς Ἀλφειῷ ἐπιστὰν ἀρύσεται τοῦ ῥείθρου καὶ λούσεται καὶ μνήμην λήψεται παλαιοῦ χαρίεντος διηγήματος· καὶ
20μαθὸν τὸν ποταμὸν τῷ τῆς Ἀρεθούσης ὑγραινόμενον ἔρωτι, Σικελικῆς πηγῆς καὶ παῖδας Ἰταλῶν ποτιζούσης, δέδια μὴ καὶ αὐτὸ τυραννῆσαν τὸ ὕδωρ γράψῃ καθ’ ὑγρῶν καὶ δι’ Ἀλφειοῦ τοῖς ἐκ τοῦ γένους ἐκεῖσε διασαφήσειε τὰ καθ’ Ἑλλήνων ἀνδραγαθήματα. Ἀλλ’ ὦ Ἕλλην ποταμὲ Ἀλφειέ, ῥεῦμα ῥέον δι’ ἅλμης πότιμον,
25ξενίζον ἄκουσμα, ἐμπύρευμα ἔρωτος, μὴ δὴ τὰ Ἑλλήνια δυσπραγήματα610

Halosis,pt1

611

τοῖς ἐν Σικελίᾳ βαρβάροις διατρανώσειας, μηδ’ ἔκπυστα θείης ὅσα οἱ ἐκ σφῶν ἐπιστρατεύσαντες Ἕλλησι καθ’ Ἑλλήνων ἐμεγαλούργησαν, ἵνα μὴ χοροὶ στῶσι καὶ παιᾶνες ᾀσθῶσι καὶ πλείους κατάρωσιν οἱ διάφοροι. βραχύ τι ἐπίμεινον· ἀλλοπρόσαλλος ἡ μάχη, πεττευτὰ τὰ
5ἀνθρώπινα, καὶ νίκη ἐπαμείβεται ἄνδρας. οὐδ’ Ἀλεξάνδρῳ φασὶ τὰ ἐπὶ πᾶσιν ἀπρόσκοπα, οὐδ’ ἀδιάπτωτος ἡ τύχη παράπαν τοῦ Καί‐ σαρος. ναὶ πρὸς αὐτῆς τῆς Ἀρεθούσης καὶ τῶν ἀνεπάφων ἅλμης φιλοτή‐ των καὶ τοῦ ἐρωτόεντος νάματος. ἀλλ’ εἶεν. Ὁ δὲ δὴ Σγουρὸς ἐπὶ τούτοις ἠπορηκὼς καὶ τὸ Ἄργος ὁρῶν ἐχό‐
10μενον καὶ τὰς περιοικίδας πόλεις συνειλημμέναις ὡς ἐς ἄντρον λάσιος θὴρ ἢ ὡς ὄφις ἑρπυστὴς ἐς χειὰν συσπειρᾶται τὸν Ἀκροκόρινθον· ὁ δέ ἐστιν ἡ τῆς πάλαι πόλεως Κορίνθου ἀκρόπολις, ἐπ’ ἀνάντους ὄρους κειμένη καὶ δυσάλωτος τοῖς προσβάλλουσιν. ἀποκρουσθεὶς τοίνυν τοῦ Ἀκροκορίνθου μαρκέσιος, ἀλλὰ μηδὲ τὴν ἐς τὸ Ναύπλιον πάροδον
15ῥᾳδίαν θεώμενος διὰ τὴν τῶν ἐρυμάτων ἐχυρότητα καὶ τὴν τῶν ἀπο‐ μαχομένων ἰσχυρότητα, χρονοτριβεῖν ἐφ’ ἑκατέροις προτίθησιν, ἐς δὲ τὸν Ἀκροκόρινθον καὶ φρούριον ἀντίθετον ἀνίστησιν ᾗ μάλιστα ἐπίμα‐
χος ὁ χῶρος αὐτῷ κατεφαίνετο.611

Halosis,pt1

612

Ἦν ἂν οὖν τὰ Ῥωμαίων Ἀσιανά τε καὶ ἑσπέρια ὅρια μηδὲ τελείου ἔτους παριππευκότος τοῖς Λατινικοῖς ἁπαξάπαντα γένεσι δουλοπρεπῶς ὑποκύψαντα (ἤδη γὰρ καὶ ὁ εἰς βασιλέα χρισθεὶς Βαλδουῖνος κατὰ Νικαίας καὶ Προύσης τὸ δόρυ διαγκοινήσασθαι προύθετο), εἰ μή γε ὁ
5βουλὰς ἐθνῶν ἀθετῶν Κύριος καὶ διασκορπίζων ἔθνη τὰ τοὺς πολέμους ἐθέλοντα ὑπέλαβεν ἡμᾶς εἰς τέλος ἐκλείποντας. ὁ γὰρ δὴ φυγὰς βασιλεὺς τῷ μαρκεσίῳ εἰς ὄψιν ἐλθὼν ἄρτου μετρητοῦ καὶ κοτύλης κεράσματος τὰ τῆς βασιλείας ἀνταλλάττεται σύμβολα καὶ εἰς χῶρον τῇ τύχῃ φερώ‐ νυμον (Ἁλμυρὸς δ’ ὁ χῶρος κικλήσκεται) τὰς διατριβὰς τελέσων ἐκ‐
10πέμπεται σὺν Εὐφροσύνῃ τῇ ὁμευνέτιδι. Οἱ τῷ βασιλεῖ τοίνυν συναποδράντες Ῥωμαῖοι (ἦσαν δὲ τούτων οἱ πλείους ἐπίσημοι τὸ γένος καὶ οὐκ ἄδοξοι τὰ πρὸς πόλεμον καὶ πατρίδας τὰς ἐν Θρᾴκῃ πόλεις αὐχοῦντες) ἤθελον καὶ οὗτοι συνεῖναι τῷ μαρ‐ κεσίῳ καὶ τὰ δυνατὰ ὑπουργεῖν· ὁ δὲ μὴ χρείαν φάμενος ἔχειν Ῥωμαίων
15στρατιωτῶν, οὕτως αὐτοὺς ἀπεπέμψατο. τῷ βασιλεῖ δ’ ἔπειτα Βαλ‐ δουίνῳ περὶ τοῦ προσδεχθῆναί οἱ προτείνουσι δέησιν. ὡς δ’ ἦσαν, ὅ φασι, καὶ πάλιν κενὴν ᾄδοντες, τῷ Ἰωάννῃ προσῄεσαν, ὃς τραφεὶς ἐν τῷ Αἵμῳ καὶ γεννηθεὶς μικροῦ πᾶσαν τὴν ὑπὸ Ῥωμαίους ἑσπέριον ἐπικράτειαν διέφθειρε καὶ ἠφάνισε πολέμοις ἀπολικμῶν, Σκυθικαῖς
20ἐφόδοις ἐξερημῶν καὶ πολυτρόποις ἐκτρίβων κακώσεσιν. ὁ δὲ τούτους ἀσμένως προσδέχεται· ἦν γὰρ τὸ τῶν Λατίνων ἀγέρωχον φρόνημα
ὑφορώμενος καὶ τὴν τούτων λόγχην ὡς φλογίνην ῥομφαίαν ὑποβλε‐612

Halosis,pt1

613

πόμενος, ἐπεὶ καὶ περὶ φιλίας στείλας πρέσβεις οὐχ ὡς βασιλεὺς φίλοις, ἀλλ’ ὡς ὑπηρέτης δεσπόταις προσδιαλέγεσθαι σφίσιν ἐν τοῖς πρὸς αὐτοὺς ἐπετάττετο γράμμασιν, ἢ μὴν ἀπεκδέχεσθαι σφᾶς κατ’ αὐτοῦ τὰ ὅπλα βαστάζοντας καὶ κείροντας κατ’ εὐπέτειαν τὴν Μυσίαν, ἣν μὴ
5δέον καρποῦται τοῖς κυρίοις Ῥωμαίοις ἐπαναστάς, κἀκεῖνον ἐς τὴν προτέραν τύχην ἐπαναλύοντας. Διαφίησι τοίνυν ἐς τὰς πατρίδας ἐπανιέναι τοὺς ἐπήλυδας αὐτῷ Ῥωμαίους ὁ Ἰωάννης καὶ δρᾶν ὃ δύνανται κακὸν τοὺς Λατίνους μετ’ εὐμεθόδων τῶν ἐγχειρήσεων, ἕως τὰ κατ’ αὐτοὺς ἐπὶ τὸ κρεῖττον ἐκεῖνος
10διάθηται. ἐπανεικότες οὖν ἐς τὰ σφέτερα τὰς τῶν Θρᾳκῶν καὶ Μακε‐ δόνων πόλεις διαφιστῶσι, συναιρομένων σφίσι τῶν Βλάχων. πλεῖστοι γοῦν ἐντεῦθεν τῶν τὰς πόλεις διανειμαμένων Λατίνων ἐς αὐτὸ ζημι‐ οῦνται τὸ ζῆν, οἱ δὲ καὶ φυγάδες ἐς Βυζάντιον ἐπανήκουσιν. ἀλλὰ καὶ οἱ ἐν Διδυμοτείχῳ διαχειρίζονται καὶ οἱ ἐν Ὀρεστιάδι μετανάσται γί‐
15νονται. Καὶ τοῦτο τὸ ἔργον ἐλευθεροῖ μὲν τὴν ἕω Λατίνων παρὰ πᾶσαν δόκησιν, ἐπανεικότων εἰς τὸν καθ’ ἑσπέραν πόλεμον, ἐκκρούει δὲ τοῦ ἄγαν καὶ πρὸς βραχὺ μετριόφρονας τίθησι τοὺς κατασχόντας τὴν Ἑλλάδα καὶ τὸ τοῦ Πέλοπος ἔδαφος.
20 Καὶ ἵνα καθ’ εἱρμὸν τῷ λέγειν δοίημεν ὁπόσα ἐνθένδε ξυμβέβηκε, Ῥωμαῖοι μὲν τὴν ἐξ Ἀδριανοῦ τὴν κλῆσιν λαχοῦσαν καί γε τὸ Διδυ‐ μότειχον κρατυνάμενοι κατὰ χώραν ἔμενον, οὐ μικρὰν ἀπὸ τῶν Βλάχων σύναρσιν ἔχοντες· ὁ δέ γε Ἰωάννης τὰς οἰκείας τάξεις καὶ τὸ ἐκ Σκυθῶν ἐπίκουρον ἐπαγόμενος, μηδ’ ἀριθμῷ σχεδὸν ὑποπῖπτον, λεληθέναι τὰ
25πολλὰ τοὺς Λατίνους ἐτίθει διὰ σπουδῆς.613

Halosis,pt1

614

Ὡς δ’ εἶχε τὴν τῶν Ῥωμαίων ἐνωτισάμενος ἐπανάστασιν ὅ τε βασιλεὺς Βαλδουῖνος καὶ ἡ τῶν ἄλλων ἀρχηγῶν τριττύς (ὁ γὰρ δὴ κόμης τοῦ ἁγίου Παύλου ἀπεγεγόνει θανάτῳ καὶ τέθαπται κατὰ τὴν μονὴν τῶν Μαγγάνων ἐν τῷ τῆς σεβαστῆς τῆς Σκληραίνης μνήματι),
5ἐκ μὲν τοῦ αὐτίκα στέλλεται στρατιὰ τὰς πόλεις μετελευσομένη τὰς ἀποστάσας. Βιζύη μὲν οὖν καὶ Τζουρουλὸς ἐπανήλθοσαν καὶ ὡς πρώην ὑπέκυπτον· τὴν δὲ πολισθεῖσαν Ἀρκαδίῳ κενωθεῖσαν εὗρον τοῦ ἐν πλούτῳ καὶ δόξῃ λεώ. νυκτὸς δ’ ἐπιθεμένων σφίσι Ῥωμαίων, οἷς ἡ πόλις ἥδε πατρὶς καὶ οἳ συνεληλύθασι τούτοις ἐπίκουροι, πρῶτον μὲν
10ἡσύχασαν ἐν ὅπλοις γενόμενοι καὶ πρὸς φρουρὰν τὰ τείχη διείλοντο· ὑποφαυσάσης δὲ τῆς ἕω Ῥωμαίους κατασκεψάμενοι μήτε παρατάξει, μήτε μὴν μεθόδοις χρωμένους στρατηγικαῖς, ἀλλ’ οὖδ’ ἐς ἀκρίβειαν ὡπλισμένους, ξυντεταγμένην τὴν δύναμιν ὡς ἐς μάχην ἐξάγειν ἐγνώ‐ κεσαν. ὡς δ’ ἀπήντων αὐτοῖς Ῥωμαῖοι μετὰ θάρσους τοῖς τείχεσιν
15ἐπεγχρίπτοντες (ᾤοντο γὰρ δειλίαν τὴν τῶν Λατίνων ἀσφάλειαν), διεκχέονται τῶν πυλῶν καί σφισι συμπλέκονται, καὶ πρὸς μικρὸν ἀντι‐ σχόντες Ῥωμαῖοι τρέπονται. καὶ γίνεται τῆς ἡμέρας ἐκείνης ἐλεεινὸν καὶ οἴκτιστον θέαμα· μηδενὸς γὰρ λαβόντες φειδώ, κατὰ δὲ πάντων τῷ ξίφει χρησάμενοι τὴν γῆν ἐπίαναν αἵμασι καὶ τῶν πεσόντων οὐδεὶς
20ὁσίας τετύχηκε. ταυτὶ μὲν οὖν ἡ προεξιοῦσα δέδρακε στρατιά· οὐδὲ γὰρ περαιτέρω χωρεῖν τεθάρρηκε, Ῥωμαίων μὲν καὶ Βλάχων μετὰ μοίρας Σκυθικῆς περιιόντων, τῶν δ’ ἄλλων ἐς τὴν Ἀδριανοῦ συνδραμόντων
ὡς εἰς σῶζον κρησφύγετον.614

Halosis,pt1

615

Κατὰ δέ γε μῆνα τὸν Μάρτιον ἔξεισιν ὁ βασιλεὺς Βαλδουῖνος καὶ ὁ Πλέης κόμης Δολόϊκος, ἐπὶ δ’ αὐτοῖς ὁ δοὺξ Βενετίας Ἐρίκος Δάν‐ δουλος, μετὰ τῶν οἰκείων ἕκαστος τάξεων. ἀμέλει καὶ κατειληφότες τὴν Ἀδριανοῦ καὶ βαλόντες ἐκεῖσέ πῃ στρατήγιον ἐς ὅσον μὴ εἶναι βέλους
5ἐντὸς τῇ ὑστεραίᾳ τὰς δυνάμεις προσῆγον τῷ τείχει καὶ ἵστων τὰς μηχανάς. τῶν δ’ ἐντὸς ἀμυνομένων εὐρώστως, οὐδέν τι πλέον ἐφ’ ἡμέραις ἐπέραινον πλείοσι τοῦ βάλλεσθαι καὶ βάλλειν διὰ τὴν τῶν τειχῶν ἐχυρότητα. οὐκοῦν τὰ βάθρα τῶν τειχῶν ἀνεμόχλευον ἀφανῶς ὑποσαλεύειν τὰ τείχη πειρώμενοι, ἐς ὅτι μήκιστον ὑπονομεύοντες καὶ
10τὸν χοῦν λεληθότως ἀναφέροντες καὶ ὑπερείσματα ἐκ ξύλων εὐπρήστων ταῖς ὀρυγαῖς ἐφιστῶντες καὶ πολυχειρίᾳ τὸ ἔργον ἀνύοντες. ἦσαν δὲ καὶ Ῥωμαῖοι πρὸς ταῦτα διατεχνώμενοι τὰ τῇ πόλει σωτήρια. Ἀλλ’ οὔπω συχνοὶ παρίππευσαν ἥλιοι, καὶ μοῖραν διαφεὶς ὁ Ἰωάννης Σκυθικοῦ στρατεύματος τοῖς ζώοις τῆς διαίτης καὶ τοῖς ὀχήμασιν ἐν‐
15τέλλεται προσβαλεῖν, ἃ περὶ τὸ στρατόπεδον τῶν Λατίνων τὰ χλωρὰ τῆς ὕλης ἐδρέποντο, διὰ τοῦδε τοῦ μεθοδεύματος γνῶναι βουλόμενος, ὁποῖα τὰ τῶν πολεμίων εἰσὶ διαβούλια καὶ ὅπως τὰς εἰς πόλεμον ἐκτά‐ ξεις τιθέασιν. οἱ δὲ καὶ πρὸς τὴν πρώτην τῶν Σκυθῶν θέαν ἐνθουσιώδους πλησθέντες ὁρμήματος πρὸς τοῖς ἵπποις καὶ τοῖς δόρασι γίνονται. καὶ
20οἱ μὲν τῆς ἐπὶ Σκύθας κατὰ κράτος εἴχοντο, οἱ δὲ τὰ νῶτα μεταβαλόντες συντόνου δρασμοῦ ἥπτοντο, ἐς τοὐπίσω τὰ βέλη πέμποντες καὶ μηδ’ οὕτω τοῦ φεύγειν προτροπάδην ἐπιληθόμενοι· οἱ δὲ ἐπέκειντο καὶ οὕ‐ τως διώκοντες, κἂν οὐδὲν ἤνυον πτηνώδεσι καὶ κούφοις διὰ τὴν ὅπλισιν ἀνδράσιν ἐπικείμενοι. καὶ τοιοῦτον μὲν πέρας τὰ τῆς τοθ’ ἡμέρας εἰλή‐
25φεσαν.615

Halosis,pt1

616

Ἐκ δὲ τούτου Ἰωάννης μὲν τὸ οἰκεῖον στράτευμα ἔχων αὐλῶσιν ἐνελόχα καὶ φάραγγας ὑπεδύετο καὶ τόποις ἐπῃρμένοις εἰς γήλοφα παρεβύετο, μηδ’ εἰ πάρεστιν εἰδέναι σπεύδων τοὺς ἀντιπίπτοντας, ἐκ δὲ τῆς Σκυθίδος φάλαγγος, ἧς ὁ Κοτζᾶς ἡγεμόνευεν, αὖ πάλιν ἐπελαύ‐
5νειν τῷ στρατοπέδῳ τῶν Λατίνων διαφῆκε συχνοὺς καὶ ταὐτὰ τοῖς πρότερον δρᾶν ἐγκελεύεται κἀκείνης ἔχεσθαι τῆς πορείας ἐπαναστρέ‐ φοντας, ἧς καὶ πρότερον εἴχοντο. οἱ δὲ ὡς τοὺς Σκύθας αὖθις θεάσαιντο, πρὸς σπουδὴν καὶ αὐτίκα μάλα καθοπλισάμενοι καὶ ὑπὲρ τὴν ἔναγχος εὐρώστως ἐπέκειντο τὰ δόρατα σείοντες κἀπὶ τὸ μᾶλλον καὶ μᾶλλον τὸν
10δρόμον ἐπέτεινον. ὡς δὲ τὸ Σκυθικὸν προῆγεν εὐπετῶς, τὰ πολλὰ μηδὲ τοξεῦον ὄπισθεν, ὡς μὲν κούφως ἐσταλμένον, ὡς δὲ καὶ δρομικωτέροις ἵπποις ὀχούμενον, ἔλαθον ἐς πλεῖστον ὅσον οἱ Λατῖνοι ἐξιππασάμενοι καὶ τῶν χωρίων ἁψάμενοι ἀμαθῶς, ἐν οἷς αἱ πάγαι καὶ οἱ λόχοι καὶ τὰ ἔνεδρα διεσκεύαστο.
15 Ἀμέλει καὶ Σκυθικοῖς ἀκμῆσι περιπεπτωκότες στρατοῖς αὐτοὶ τῇ τῆς ὁδοῦ συντονίᾳ ἐκτονωθέντες καὶ λαμπρῶς ἤδη τῶν ἵππων σφίσιν ἀποκναισάντων ἐν μέσῳ ἀπολαμβάνονται· οἱ γὰρ Σκύθαι ὡς ἐς κύ‐ κλωσιν αὐτοὺς περιῄεσαν. οἱ δέ, ὡς ἐν χερσὶν ἦν ὁ ἀγών, τῷ πλήθει τῶν Σκυθῶν βιαζόμενοι ἀνετρέποντο τῶν ἵππων, πολλῶν ἕνα περι‐
20ιόντων, καὶ δρέπανα καὶ βρόχους ἐδέχοντο κατὰ τῶν αὐχένων οἱ σκληρο‐ τράχηλοι καὶ τὸ χρῆμα τῶν ἵππων κατῃκίζετο· ὡς γὰρ μέλαν νέφος καὶ συνεχὲς τῶν Σκυθῶν ἐπεισπεπτωκότων, οὔτε ἵππων ἐξελιγμοῖς χρή‐ σασθαι εἶχον, οὔτε διαφυγὰς δρᾶν. ἔπεσον οὖν ὁπόσον τοῦ Λατινικοῦ στίφους ἐπίλεκτον καὶ ταῖς τῶν δοράτων ἀγκοινήσεσι περιώνυμον.
25πίπτει δὲ καὶ ὁ τῆς Πλέης κόμης Δολόϊκος, ὁ δὲ Βαλδουῖνος χειροῦται καὶ ζωγρίας ἐς Μυσίαν ἀπάγεται κἀκεῖθεν ἐς Τέρνοβον κομισθεὶς εἱρκτῇ
παραδίδοται καὶ δεσμοὺς ἕως τραχήλου ὑφίσταται. τὸ δ’ ἀρχαιότατον616

Halosis,pt1

617

καὶ πολυτροπώτατον κακὸν καὶ τῶν ἀπευκταίων πάντων Ῥωμαίοις πρωτουργὸν αἴτιον, ὁ τῆς Βενετίας δοὺξ Δάνδουλος, ὕστατος ἐλαύνων κἀκ τῶν φυγάδων τὴν τοῦ στρατεύματος ἧτταν ἐνωτισάμενος ἐκ τοῦ αὐτίκα μεταστρέψας τὰ χαλινὰ ἐς τὸ στρατόπεδον φέρεται.
5 Ὡς δὲ καὶ νὺξ ἐπῆλθε (περὶ γὰρ ὀψίαν ὁ πόλεμος γέγονε), φῶτα εἰσενέγκασθαι ταῖς σκηναῖς ἐπισκήπτει καὶ πλείστους αἴρειν πυρσοὺς εἰς ἔμφασιν τοῦ μὴ πᾶσαν ἐκτριβῆναι τὴν στρατιάν, μηδὲ σφᾶς ἀπο‐ δειλιᾶσαι τὸν πόλεμον. περὶ δὲ πρώτην φυλακὴν τῆς νυκτὸς ἀναστὰς ἐκεῖθεν ἐς τὴν παράλιον ἵκετο Ῥαιδεστὸν καὶ συμμίξας Ἐρρῇ τῷ τοῦ
10Βαλδουίνου κασιγνήτῳ ἄρτι ἐξ Ἀτραμυττίου ἐπανήκοντι μετὰ τῶν ἐκ Τροΐας Ἀρμενίων, οἵπερ αὐτῷ συνεστράτευον, ἐς τὸ Βυζάντιον ἐπαν‐ έζευξε, διερρηγμένος τὸν στήμονα τῶν ἐντέρων τοῖς πολλοῖς παρα‐ σάγγαις, οὓς ἐν τῷ φεύγειν διίππευσε, καὶ διῳδηκὼς ἐπὶ μέγα τὸν κυλινδροφύλακα θύλακον.
15 Ῥωμαῖοι δ’ ἐπὶ τούτοις, ὅσοι τῇ Κωνσταντίνου προσέμενον, τῷ δέει τοὺς ὀδόντας ἐβάμβαινον, ἔτι προκείμενον ἔχοντες ὀφθαλμοῖς τὸν κατὰ σφῶν ἐκξιφισμὸν τῶν Λατίνων καὶ τὴν διαρπαγὴν τῶν προσ‐ όντων, ἃ κατ’ οὐδένα δίκαιον λόγον ὑπέστησαν μετὰ τὴν ἐκ τῆς πόλεως ἄπαρσιν Βαλδουίνου, πέμπτην ἄγοντος καὶ εἰκοστὴν τοῦ Μαρτίου
20μηνὸς τῆς τότε τρεχούσης ὀγδόης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ τρισκαιδεκάτου ἔτους. ἀλλὰ καὶ ἡμεῖς ἔτι παροικοῦντες τῇ Σηλυμβρίᾳ τὰ τῶν κακῶν ἔσχατα εἰκάζομεν πείσεσθαι, τὴν τῶν Δαονιτῶν ἀναίρεσιν ἐκ γειτόνων οὖσαν μόνον οὐκ ἐπόψιον ἔχοντες καὶ παρὰ πόδας τοὺς σφαγέας θεώμενοι τὴν Σηλυμβρίαν εἰσιόντας ξιφήρεις
25καὶ τὰς ἡμῶν ἀγκαλίδας καὶ τὰ ῥάκια προνομεύοντας. Δεκὰς μὲν οὖν ἐπὶ δυάδι τοῦ Ἀπριλλίου μηνὸς ἐνειστήκει τῆς ἑβδόμης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ δωδεκάτου ἔτους, καὶ ἡ βασιλὶς πόλις πρὸς Λατίνων κεχείρωται· τῇ δὲ πέμπτῃ καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς τῆς ὀγδόης ἰνδικτιῶνος ὑπὸ Σκυθῶν Λατῖνοι κατηγωνί‐
30σθησαν.617

Halosis,pt1

618

Ἀλλὰ τίνα τὰ ἐφεξῆς; ἑτέρα μάστιξ στιλβοῦται Ῥωμαίοις βαρύ‐ στονός τις καὶ πολυσύμφορος. ὁ γὰρ Μυσὸς Ἰωάννης, ἐχθρὸς ἅμα καὶ ἐκδικητὴς Ῥωμαίοις δεικνύμενος, ἐκδίδωσι τοῖς Σκύθαις εἰς προνομὴν ὅσαι κωμοπόλεις τῷ Βυζαντίῳ ἐγγίζουσαι φόρους τοῖς Λατίνοις εἰσέ‐
5φερον. καὶ ἦν ἰδεῖν ἀλλότροπόν τι κακὸν καὶ ἀσύνηθες καὶ πᾶσαν ὑπερπαῖον θεοκίνητον μάστιγα. τὴν γὰρ αὐτὴν γῆν καὶ τὸ αὐτὸ ἔθνος ἐδῄουν γένη διττά, πῇ μὲν ἑκάτερα, πῇ δὲ θάτερον παρὰ θάτερον ἐπεισπίπτοντα. Σκύθαι τε γὰρ τὰ ἐν ποσὶν ἐπιόντες ἔκειρον καί τινας τῶν κάλλει διαπρεπῶν αἰχμαλώτων μετὰ μαστίγωσιν τοῖς ἑαυτῶν
10ἐπέθυσαν δαίμοσιν ἀναρτήσαντες, καὶ Λατῖνοι τῇ κατὰ σφῶν ἐπανα‐ στάσει Ῥωμαίων καὶ τῷ πρὸς Σκυθῶν ἡττηθῆναι διαπριόμενοι οὐδὲν ἔλαττον Ῥωμαίους ἐδῄουν. οὐδεὶς τοίνυν τόπος ἦν σώζων τε καὶ λυτρούμενος, ἠπείρου μὲν κακῶν ἀπείρων πληθούσης καὶ τῶν ὀλε‐ θρίων οὔσης ὀλεθριωτέρας, μονοκρότων δὲ σκαφῶν καθ’ ἅλα περι‐
15πλεόντων ἐκ τοῦ Λατινικοῦ συντάγματος λῃστείᾳ τε καὶ πειρατείᾳ κακῶς τιθέντων τὸ ὁθενοῦν ἀναγόμενον. Ὁ δέ γε Ἰωάννης ταῖς Θρᾳκίαις μὴ ἐμβραδύνας πόλεσιν ἄπεισιν ἐς Θεσσαλονίκην, πρὸς τὸ δοκοῦν ἐκείνῳ τὰ ἐκεῖσε καταστησόμενος πράγ‐ ματα καὶ τὰς πόλεις ἀποστήσων τῶν Λατίνων καὶ μεθαρμόσων πρὸς
20ἑαυτόν. οὐκοῦν ἀφιγμένος εἰς Σέρρας μετὰ τῶν ἐκεῖσε Λατίνων συρ‐ ρήγνυσι πόλεμον καὶ μεθ’ αἱμάτων ῥεύσεις πολλὰς καὶ τούτων νικητὴς ἀναδείκνυται. οἱ γὰρ Λατῖνοι τῷ σφετέρῳ τε ἀκριβεῖ πρὸς τὰς μάχας καὶ τῷ τῆς ἀντεμβολῆς ἑτοίμῳ τὸν Ἰωάννην δεξάμενοι πολλοὺς τῶν
ὑπ’ αὐτὸν κατέστρωσαν· μετ’ οὐ πολὺ δὲ ἡττηθὲν τὸ Λατινικὸν καὶ618

Halosis,pt1

619

πρὸς τὴν πόλιν τὰς Σέρρας τραπόμενον οὐκ ἔφθη συγκλεῖσαι τὰς πύλας καὶ εἴσω τῶν τειχισμῶν συνεισπίπτουσιν οἱ τῶν φευγόντων ὀπίσω φερόμενοι Βλάχοι τε καὶ Ῥωμαῖοι. καὶ οὕτως ἡ πόλις εἴχετο. εἶτα ἡ μὲν ἦν ἐν πυρὶ καὶ τῇ τῶν τειχῶν καθαιρέσει, τὸ δὲ συλληφθὲν ἐν ἀπαγω‐
5γαῖς καὶ δεσμοῖς. τοῦ δὲ Λατινικοῦ στρατεύματος ὁπόσον μὴ κατὰ τὸν πόλεμον ἀπεγένετο, ὃ μὲν ὡς ἑκάστοις προυχώρει σέσωστο, ὃ δὲ τῆς ἄκρας λαβόμενον ἔνδον ἐπέμενε. Τῇ δ’ ὑστεραίᾳ περιελθὼν τὴν ἄκραν ὁ Ἰωάννης τοῖς ἐς αὐτὴν ξυμφυγοῦσι Λατίνοις παραδοῦναί οἱ τὸ χωρίον καὶ σώζεσθαι διακηρυ‐
10κεύεται. οἱ δὲ οὐδὲν ἐφρόνουν ἐνδόσιμον, τὴν ἀπὸ τοῦ μαρκεσίου καρα‐ δοκοῦντες σύναρσιν. καὶ ἐν τούτῳ κλίμακας ὁ Ἰωάννης ηὐτρέπισε καὶ κατὰ λόφον ἀντικείμενον τῇ ἄκρᾳ μεγίστην ἐπιστήσας ἑλέπολιν τὰ τείχη ἔτυπτεν. οἱ δ’ ἐπὶ τῆς ἄκρας ὁπόσα τῶν τειχῶν ἀμυντήρια προ‐ πετάσαντές τε καὶ προεκτείναντες ἐπέμενον ἀνθιστάμενοι. ἐπεὶ δὲ θεάσαιντο
15τὸν Ἰωάννην ὡς ἐν περιτειχισμῷ τὴν ἄκραν διειληφότα παντὶ τῷ στρα‐ τεύματι καὶ πᾶσαν ἀποκλείσαντα σφίσι πάροδον, ὡς μηδὲ ποσὶ δύνασθαί τινα κλέψαι τὴν εἰς τὸν μαρκέσιον ἄφιξιν, ἐνδοῦναί οἱ τὴν ἄκραν ἤθελον, εἰ σφίσι σπένδοιτο καὶ συγχωροίη τὴν ἔξοδον ἀπαθῶς, ὡς ὅπλων καὶ τῶν ἵππων ἔχουσι. τοῦ δὲ μηδ’ ἄκροις ὠσὶ τὰς ἐπὶ ταῖς ξυνθήκαις ταύταις
20παραδεξαμένου σπονδάς, αἰτοῦνται τὴν ἐς τὰ σφέτερα ἤθη μεθ’ ἡγε‐ μόνων ὁδοῦ μέχρι τῶν Παιονικῶν ὁρίων ἀπόπεμψιν. καὶ ὡς προύβησαν ἐπὶ τούτοις ὅρκια, ὁ μὲν εἶχε τὴν ἄκραν, οἱ δ’ ἀκίνδυνον τὴν ἐξέλευσιν. Ἀλλ’ οἷα καὶ τὰ κατὰ τὸν ἡγεμόνα σφῶν τὸν μαρκέσιον; χρεὼν γὰρ μηδὲ ταῦτα παρελθεῖν ἀνιστόρητα. ἔτι τοῖς κατὰ τὴν νῆσον τοῦ Πέλο‐
25πος διαπονούμενος πράγμασι καὶ διὰ μάχης χωρῶν τῷ Σγουρῷ, γράμ‐ ματά οἱ τῆς γυναικὸς χειρίζεται τοὺς Θεσσαλονικεῖς νεωτερίσαι διασα‐ φοῦντα, καὶ αὐτὴν μὲν ἐξωσθεῖσαν τῆς πόλεως εἰς τὴν ἀκρόπολιν ἀνα‐ δραμεῖν καὶ συχνὰς ἡμέρας ἤδη πολιορκεῖσθαι, τὴν δὲ πόλιν εἰσιόντα κατέχειν Βλάχον τινά, Ἐτζυϊσμένον τὴν κλῆσιν, φρουροῦντα τὸν
30Πρόσακον καὶ ὅσα τῶν ἐκεῖθι τῷ Ἰωάννῃ κατήκοα.619

Halosis,pt1

620

Ὡς οὖν πύθοιτο ταῦτα μαρκέσιος, ἔγνω τὴν ταχίστην ἀρήγειν καὶ τὴν πορείαν ἐπανιὼν ἐπέτεινε. μήπω δὲ τῇ Θεσσαλονίκῃ ἐγγίσας συμ‐ βάλλει τοῖς ἀγγέλλουσι τὴν τῶν πολεμίων ἧτταν καὶ ἀποσόβησιν καὶ τὴν ἐσαῦθις ἠρεμίαν τῆς πόλεως. ἀμέλει καὶ τοῖς τοιούτοις ἀκούσμασιν
5ἐνησθεὶς καὶ φιλενδεικτῶν πρὸς τοὺς οἰκείους μεταστρέψας τὰ ἡνία τῶν Σκοπίων ἰθὺ φέρεται, τὸν Ἰωάννην ἀμύνασθαι θέλων τῶν εἰς αὐτὸν γεγονότων. ἀλλ’ οὔπω ἔφθη ἐπιβαλεῖν οἷς ὤδινε πράγμασι, καὶ ἄγγελος ἕτερος ἐφίσταται τὴν τοῦ κόμητος Πλέης ἀναδιδάσκων ἀπώλειαν καὶ τὴν τοῦ βασιλέως Βαλδουίνου κατάσχεσιν. ἣν οὖν ὥδευε πρότερον
10πάλιν ἁψάμενος τὴν Θεσσαλονίκην εἴσεισι· καὶ γνοὺς ἀληθῆ ὅσα διὰ γραμμάτων πέπυστο πρότερον ἐπικαλαμᾶται τὸ μὴ ἀκριβῶς ἀμηθὲν ἐκ τοῦ ληΐου τῆς πόλεως ἐν τῷ ἀμήτῳ τοῦ πολέμου, ὃς πρὸ τῆς ἐκείνου συνέστη ἀφίξεως. οὓς μὲν γὰρ τῶν πολιτῶν ζημιώσας ἐς χρήματα γυμνοτέρους ὑπέρου διαφῆκε τῆς πόλεως, οὓς δὲ ἀπέκτεινεν, οὓς δὲ καὶ
15ἀπεκρέμασεν ἐκ τοῦ λαώδους πλήθους καὶ τοῦ ἱερωμένου θεῷ τάγματος· καὶ τὸν δυσπραγῆ ἐν βασιλεῦσιν Ἀλέξιον καὶ τὴν τούτου σύνευνον Εὐφροσύνην διαποντίους τῷ τῶν Ἀλαμανῶν ἐξέπεμψεν ἄρχοντι. φεῦ φεῦ τοῦ καινοῦ τοῦδε καὶ ἀνηκούστου παρὰ Ῥωμαίοις ἀκούσματος, εἰπεῖν δὲ καὶ ἀθεάτου ἐς δεῦρο θεάματος.
20 Ταῖς δὲ Σέρραις ἐμβαλεῖν τὸν Ἰωάννην ἐνωτισάμενος, μήπω δὲ καὶ τὸ πέρας τοῦ συστάντος ἐκεῖσε προτέρου πολέμου πυθόμενος, στέλλει τοὺς συναρήξοντας τοῖς ἐν ταῖς Σέρραις ὁμοφύλοις. οἱ δ’ ἐν τῷ ἀπιέναι τὰ ξυνενεχθέντα μαθόντες τὸν μὲν πόλεμον οὐδαμῶς διελύσαντο, ὡς ἤδη ἐν τῷ δεινῷ καθεστῶτες, καίπερ εἰδότες γενησόμενον πρὸς πολὺ περι‐
25όντα πολέμιον· συρρήξαντες δὲ τοῖς ἐναντίοις κατὰ κράτος ἡττῶνται καὶ τρέπονται, Σκυθῶν αὐτοῖς προσβαλόντων οὕτω συχνῶν κἀκ τῶν ἄλλῃ καὶ ἄλλῃ ἐκπιπτόντων, ὡς ἔστι καὶ τὰ σμήνη θεάσασθαι τῶν σίμβλων προϊόντα τῶν μελισσῶν καὶ τοὺς σφῆκας ἐξιπταμένους τῶν ἐνοδίων χηραμῶν. οὐκοῦν τοιαῖσδε μάχαις διτταῖς τὸ ἧττον ἀπενεγ‐
30κάμενος ὁ μαρκέσιος αὐτὸς μὲν εἴσω τῆς Θεσσαλονίκης ἐγκλείεται, ὁ δέ γε Ἰωάννης κατὰ πᾶσαν ἄδειαν ἐς Βέρροιαν ἄπεισι καὶ τὰς λοιπὰς
πόλεις, ὅσαι μαρκεσίῳ ὑπέκυπτον, ἑαυτῷ προσῳκείωσεν.620

Halosis,pt1

621

Ὡς δ’ εἶχον οἱ ἐν τῇ πόλει Λατῖνοι καὶ τάσδε τὰς δυσπραγίας ἐνωτισάμενοι, περὶ τοῦ ποιητέου σφίσι σκέψιν τιθέασιν, ὁμοῦ γενο‐ μένων τοῦ τε Ἐρρῆ, ὃς ἦν τοῦ βασιλέως Βαλδουίνου κασίγνητος, καὶ Μαρίνου τοῦ δουκὸς Βενετίας· ὁ γὰρ Δάνδουλος τὸ ζῆν κατέστρεψεν.
5ἔδοξε τοίνυν ἅπασι χωρεῖν ἐπὶ πόλεμον καὶ τὴν δύναμιν ἄγειν κατὰ τῶν Θρᾳκίων πόλεων, ὁπόσαι Λατίνων ἀπέστησαν, ἕως ἔτι θερμὸς τῶν πολλῶν ὁ ζῆλος καὶ Ῥωμαίων Ἰωάννης ἀποδιίσταται, πολέμοις ἐν‐ απειλημμένος ἄλλοις κἀκείνοις τὴν ἅπασαν σχολὴν χαριζόμενος. ἀμέλει καὶ μοῖραν τοῦ κατὰ σφᾶς στρατεύματος προεκπέμψαντες, ἣν ῥοῦταν
10ὠνόμαζον, πᾶν τὸ πρὸς ἰσχύος ἀνεπεγκλήτως δρᾶν ἐνδεδώκασιν ἐν τῷ τὰς πόλεις ἐπιέναι τὰς ἀποστάσας· ὅθεν καὶ προηγούμενον τόδε τὸ σύνταγμα οὐδὲν τῶν ἀνηκέστων καὶ ἀθεμίτων ἐκπεριίστατο. ἀλλὰ καὶ Βενέτικοι νῆας μακρὰς καθελκύσαντες τὰ ἑῷα πάραλα μέρη ἐλῄστευον πειρατεύοντες, τῷ Πανίῳ τε καὶ τῇ Καλλιουπόλει προσσχόντες ὅσα
15χείριστα καὶ τῶν Χριστιανικῶν ἐθῶν ἀλλότρια διεπράξαντο. ἦσαν οὖν πολύμορφα τὰ δεινὰ καὶ τοῖς πάσχουσιν αὐτὰ Ῥωμαίοις βαρυ‐ αλγέστατα καὶ ἀνύποιστα. Ἐξιὼν δὲ καὶ αὐτὸς Ἐρρῆς, τὴν Ἀρκαδιούπολιν ὡς ἀνέμοις μόνοις οἰκήσιμον παραλλάξας, τὴν δὲ εἴσοδον τοῦ Ἄπρω βιασάμενος, ἀν‐
20ημέρως τοῖς ἐκεῖ προσφέρεται, τὸ ἐνοικοῦν ἐκδοὺς εἰς σφαγήν, ὡς εἰ ποίμνιον ἦν καὶ βουκόλιον, ἀλλ’ οὐ Χριστώνυμον τὸ κτεινόμενον, καὶ βίᾳ μᾶλλον ἤπερ πειθοῖ τοῖς Βλάχοις ὑποκύψαν, μηδὲ προσχωρῆσαν ἑκουσιότητι. πολλοὶ δὲ καὶ σχοινόδετοι κατὰ κώμας καὶ πόλεις περι‐ αγόμενοι ζωγρίαι τὰ λύτρα ἐρανιζόμενοι τοῖς συνειληφόσι κατετίθεσαν.
25οἱ δ’ ἐν ταῖς ἀπαγωγαῖς ταύταις ἢ νοσηλείᾳ σώματος προσπαλαί‐ σαντες ἢ τῷ τῆς ὁδοιπορίας μήκει ἐκτονωθέντες τῆς τραχηλοκάκης ἀνιέμενοι οὐμενοῦν ὡς ὁμόπιστοι φθινύθειν εἰῶντο καὶ παρακατατί‐ θεσθαι μόρῳ φυσικῷ τὴν ψυχήν, ἀλλ’ ἀπεδειροτομοῦντο ξίφεσιν, εἴτε
μὴν κατὰ σπλάγχνων βαθεῖαν ἐδέχοντο τὴν πληγήν.621

Halosis,pt1

622

Ὁ δ’ Ἐρρῆς τὴν Ὀρεστιάδα καταλαβὼν στρατοπεδεύεται περὶ αὐτήν, χάρακά τε βαλὼν καὶ βαθεῖαν τάφρον ὀρωρυχὼς (ταύτην γὰρ τὴν πόλιν ἀγώνισμα καὶ ἆθλον καὶ συμπέρασμα τῶν πόνων οἱ Λατῖνοι ᾤοντο) μὴ ἂν ἑτέρως ἐκεῖθεν ἀπονοστῆσαι τοῖς ἐν τῇ πόλει διήγγελλεν,
5εἰ μήτ’ αὐτοὶ ξυμβαῖεν ὁμολογίαις ἢ γοῦν νόμῳ πολεμίῳ σφᾶς αὐτὸς παραστήσαιτο. οἱ δὲ καὶ πρὸς μόνην τὴν τῶν συμβάσεων ἐνήχησιν ἀποκναίοντες μὴ Ῥωμαίοις ἐκ τοῦδε καὶ Λατίνοις ἔλεγον εἶναι ὅρκια πιστά, ἐπειδὴ καθάπαξ Λατῖνοι τὰ μὲν ἐς πίστιν ἀβέβαιοι, τοῖς δὲ προσχωροῦσι θηριώδεις, τοῖς δὲ πολέμῳ χειρουμένοις ἀνηλεέστατοι
10παρὰ Ῥωμαίοις ἐγνώσθησαν. Ταῦτα πυθόμενος Ἐρρῆς πρὸς ἔργοις γίνεται. δισσαῖς μὲν οὖν τάφροις ὀρυκταῖς περιεζωσμένην τὴν πόλιν εὐρείαις τε καὶ βαθείαις εὕρατο, τοὺς δὲ πύργους τῆς πόλεως ἐπὶ τῶν ἄκρων δεξαμένους ἐκ δοκάδων πήγματα, ἐς πολὺ τοῦ ἀέρος ἀναβαίνοντα καὶ προκαλύμματα
15ἔχοντας ἐκ διφθερῶν τε καὶ δέρρεων, ὡς μήτε πυριφλέκτοις βάλλοιντο βέλεσι, καὶ ἐς προβολὴν ἐσόμενα τοῖς ἀπὸ τούτων μάχεσθαι μέλλουσιν. ἀλλὰ καὶ τῶν ξυλίνων ἄνωθεν πύργων ἱστοὶ κατεπάγησαν ἔχοντες οἷα καὶ ὅσα ἐπιχυθέντα ἐξάψαι τε φλόγα καὶ εἰς μέγα προκαλέσασθαι πέ‐ φυκεν. ἐνιαχοῦ δὲ καὶ ἐπ’ αὐτῶν προυφαίνοντο τεκτονικὰ πολεμιστῶν
20ἀνδρῶν ἀναπαύματα, ὁποῖα εἰσανίασιν οἱ ἐπὶ τῶν ἰκρίων τὸν βυθὸν διορῶντες καὶ τὰ ἔθνη τῶν νεπόδων ἐπισκοπεύοντες. ἐπί τινων δὲ καὶ λίθους δι’ ἁλύσεων ἠρτημένους, ἐπιχαλωμένους διὰ μηχανῶν καὶ αὖ πάλιν ἀναφερομένους καὶ πρὸς τὰς χρείας τῶν καιρῶν μεταγομένους, ἐπὶ δὲ καὶ τέσσαρα πρὸς τοῖς δέκα πετροβόλα ὄργανα ἐπὶ τῶν πύργων
25ἱστάμενα. Ἔδοξεν οὖν Ἐρρῇ τε καὶ τῷ στρατεύματι τῆς μὲν ἔξω τάφρου πολέμῳ κρατῆσαι, χωσθείσης δὲ τῆς δευτέρας προσάγειν οὕτω τὰς
μηχανὰς τοῖς τείχεσι. πονήρως οὖν ἡ ἐφεξῆς τάφρος μετὰ τὴν τῆς622

Halosis,pt1

623

πρώτης ἅλωσιν ἐχωννύετο καὶ κόρσαι ἀναύχενες καὶ ἄκορσα σώματα τῶν πιπτόντων ἀμφοτέρωθεν ἀπεπλήρουν ἐν πολλοῖς τὴν τῆς τάφρου κένωσιν. ὡς δ’ ὀψέ ποτε καὶ μεθ’ αἵματα κέχωστο, προσάγουσι τὰς πυργοειδεῖς τοῖς τείχεσι κλίμακας. ἔνθα ἡ μὲν τῇ τάφρῳ ἐνίσχεται καὶ
5ὑποχαλᾷ τῆς ὀρθότητος τῷ ἔτι μανῷ καὶ διακένῳ καὶ νεοχύτῳ τῆς χώσεως, ἡ δὲ λοιπὴ τῶν τειχῶν ἰθὺ προβᾶσα οὔπω διαβάθραν ἔβαλε, καὶ τοῖς ἐκ τῶν ἱστῶν ᾐωρημένοις ἄνωθεν τῶν πύργων βάρεσι τῶν λίθων πιεσθεῖσα καὶ τοῖς ἐκ μηχανῶν ἀφέμασι συντριβεῖσα πρὸς οὐδὲν ἐγένετο χρήσιμος. μάλιστα μὲν οὖν καὶ πολλοὶ τῶν ἀπ’ αὐτῆς μαχομένων
10κακῶς ἔπαθον, ἐν οἷς ἦν καὶ Πέτρος ὁ ἐκ Πράτζης, ὁ κράτιστος ἅμα πάντων καὶ εἰς ἀνδρείαν ὀνομαστότατος, λίθῳ τὸ κρανίον κατεαγείς. καὶ τότε μὲν οὕτως τὰ Λατινικὰ διαπεπτώκασι διαβούλια. Τῇ δ’ ὑστεραίᾳ τοῖς τείχεσιν οἱ πύργοι πάλιν προσάγονται καθ’ ἕτερον μέρος τῆς πόλεως καὶ εἰσάνεισί σφας τὸ τοῦ στρατεύματος μαχι‐
15μώτατον. ἐν τούτῳ δὲ οἱ τῆς πόλεως ἀπομαχόμενοι ὀλίγου πᾶσαν τὴν μηχανὴν ταῖς βάρεσιν ἰδόντες ἐγγίσασαν καὶ γέφυραν ποιητὴν πρὸς τῶν ἐπ’ αὐτῆς τεταγμένων διαγομένην καὶ τῶν τειχῶν ἐπιψαύουσαν, ἀναπετάσαντες τὰς πύλας ἐπεκθέουσι μεθ’ ὅπλων καὶ τῶν ὅσα τρέ‐ φουσι πῦρ καὶ τὴν φλόγα ἐπὶ μέγα αἴρουσι καὶ μάχη κρατερωτέρα τῶν
20πρώην συνίσταται. ἄπρακτοι τοίνυν καὶ τότε μεταχωρήσαντες καὶ αὐτὰ εἶχον τὰ μηχανήματα ἐπ’ ὄψεσιν αὐτῶν ἐμπιπρώμενα. ἀλλὰ κἀκ τῶν ἔξωθεν στρατεύματα Βλάχων τε καὶ Σκυθῶν περιιόντα τὸν χάρακα οὐκ εἴων ἐς τὴν παρεμβολὴν εἰσάγεσθαι τὰ βιώσιμα. Ἀμηχανίᾳ τοίνυν ληφθέντες καὶ διατεθέντες ἀθυμότερον, στείλαντες
25ἐς Βυζάντιον σύναρσιν ᾔτουν ὑφ’ ἑτέρας νεαλοῦς δυνάμεως. καὶ ἦσαν οἵ γε ὑπ’ ἀνάγκης μᾶλλόν τι ἤπερ κατὰ γνώμην ἐξῄεσαν, ἀφορισμῷ καὶ ἀναθέματι μὴ οὕτω δρῶντες ὑποβαλλόμενοι πρός τε τοῦ καρδιναρίου Μαρτίνου καὶ Θωμᾶ τοῦ προσεχῶς ἐκ Βενετίας ἀφιγμένου πατριάρχου Κωνσταντινουπόλεως. ἦν δὲ οὗτος ἐσθῆτά τε τὴν πάτριον περικεί‐
30μενος, συνυφασμένην μικροῦ τῷ σώματι καὶ ῥαφιδουμένην ἑκάστης τὰ εἰς καρποὺς καὶ τὸ στῆθος ἀφιεῖσαν ἄνετον, καὶ τὸ γένειον ξυρόμενος δρώπακος ἀκριβέστερον, ὡς εἶναι τὸ τῶν παρειῶν ἐδάφιον μηδ’ ὑπο‐ φαιούμενον ὅλως ταῖς πρώταις ἀνατολαῖς τῶν τριχῶν, ἀλλ’ ὡς ληϊστὸν
παντάπασιν ἄχλοον.623

Halosis,pt1

624

Μήπω δὲ τῆς ξυμμαχίας ἡκούσης καχεξία κατέσχε τὴν στρατιὰν ὑπό τε τῶν καταβεβλημένων ταῖς σκηναῖς νεκρῶν καὶ τοῦ τῶν ἀήθων ἐς βρῶσιν ἅψασθαι τοὺς πλείους ἢ τοὺς ἅπαντας. ἄραντες τοίνυν ἐκεῖ‐ θεν νυκτὸς ἀπενόστησαν καὶ τοῖς περὶ τὸ Πάμφυλον χωρίοις ἐναυλισά‐
5μενοι τῶν ἀνηνύτων καὶ μακρῶν καμάτων ἑαυτοὺς ἀνεκώχευον. οὐχ οὗτοι δὲ μόνον τοῖς κακοῖς τοῖσδε περιεπάρησαν, ἀλλὰ καὶ οἵτινες αὐτοῖς ξυμμῖξαι καὶ συνελθεῖν ἀπεθάρρησαν ἐξιόντες τῆς πόλεως, Βλα‐ χικοῖς καὶ Σκυθικοῖς ἐγκύρσαντες τάγμασι μικροῦ δεῖν ἅπαντες διε‐ φθάρησαν.
10 Ὅθεν ἐς συμπήξεις ἄλλων μηχανῶν ἀπιδόντες ἱστοὺς διαρμένων νηῶν ἐκ τῶν παραλίων ξυνέλεγον πόλεων, καὶ ὅσων δὲ ὑπεσπάνιζον ἐκ τῶν τῆς Προποντίδος ὀρῶν ταυτὶ ἀπέτεμνον, ἐργεπείκτην πεπομφότες ἐκεῖσε τὸν τῆς Πετούνης κόμητα Κόνωνα. ἐπεὶ δὲ εἶχον ἅλις τῶν ἑλε‐ πόλεων, ἐν πολλοῖς αὐτὰς καὶ σιδήροις διαλαβόντες, ὡς εἶεν τοῦ πυρὸς
15σθεναρώτεραι, πρὸς τοῖς πολέμοις καὶ πάλιν γίνονται Καὶ δὴ τὴν Ὀρεστιάδα παρεικότες, ὡς ἐξ ὧν ἔπαθον οὐχ ἁλώσιμόν σφισι δόξασαν, ἔγνων τῷ Διδυμοτείχῳ προσβαλεῖν. οὐκοῦν καὶ παρ’ αὐτῷ στρατοπεδευσάμενοι πολιορκεῖν ἐς νέωτα τὸ φρούριον διηρ‐ ρένωντο καὶ τὰ τειχομαχεῖα προσάγειν, ὡς ἂν ἐξέλωσιν, ἡτοιμάζοντο.
20ἀλλ’ οὔπω ἐπὶ τῷ παροξυσμῷ τούτῳ τῶν Λατίνων ἔδυ ὁ ἥλιος, καὶ πληροῦται νεφῶν ὁ ἀὴρ καὶ ῥαγδαίας βροχῆς θεόθεν ἀφορισθείσης ἐν τοῖς ἀνόπιν τοῦ Διδυμοτείχου μέρεσιν ὁ τῷ φρουρίῳ παραρρέων Εὗρος διευρυνθεὶς ὑετῷ καὶ μέγας ἐκ μικροῦ τῷ τότε φανεὶς τὰς πεδιάδας ἐξ‐ υδατοῖ καὶ τῷ στρατοπέδῳ τῶν Λατίνων ἐξαπιναίως ἐπικλυσθεὶς ὅπλα
25παρασύρει καὶ μηχανάς, ἵππους ἀπάγει πολεμιστάς, ἄνδρας διανηχο‐ μένους τὸν Ἀχέροντα δείκνυσιν· εἰ δ’ οὐκ ἦν εἰσέτι φαυσιβολῶν ἥλιος, ἀλλὰ τὸ δεινὸν νυκτὸς ἐπεγένετο, τὸ πλεῖον ἂν ἀπώλετο τοῦ στρατεύ‐ ματος. τῷ δ’ ἐξαισίῳ τοῦ πράγματος καταπλαγέντες ὁπόσοι τῶν Λατίνων ἐς νοῦν ἔβαπτον, μηδ’ αἱμάτων ἄνδρες ἐς τὸ παντελὲς ἐτύγ‐
30χανον ὄντες, μεταναστεύσειν ἐκεῖθεν εἵλοντο καὶ τοῖς ἄλλοις οὕτω ποιεῖν ὑπέθεντο. ἀλλὰ καὶ τὸ λοιπὸν τῆς στρατιᾶς εἰς θαῦμα τὸ γεγονὸς θέ‐ μενοι ταχέως ἐξῆραν ἐκεῖθεν. καὶ οἱ μὲν σὺν αὐτῷ τῷ Ἐρρῇ τὴν Κων‐ σταντίνου κατέλαβον, οἱ δὲ τὰς πόλεις φρουρεῖν ἐπετράπησαν, ὁπόσαι
χερσαῖαί τε καὶ ἀγχίαλοι Λατίνοις ὑπήκουον.624

Halosis,pt1

625

Πλὴν οὐδ’ οὕτως ἠρέμησαν τὰ δεινά, οὔτε μὴν βελτίω παρὰ τοῦτο Ῥωμαίοις ἐφάνη τὰ πράγματα. ἥ τε γὰρ Λατίνων ὑπεροψία καὶ πρὸς Ῥωμαίους ὑποψία καὶ τὸ τοῦ φρονήματος ἀκαθαίρετον τῆς πρώην προθέσεως εἴχετο καὶ ἃ δρᾶν οὐκ εἶχον τοὺς ἀποστάντας καὶ καθ’ ὧν
5πολλάκις τὰς λόγχας ἠκόνησαν, ταῦτα τοῖς ὑπὸ χεῖρα ἔτι ἐπέφερον καὶ κατ’ αὐτῶν τοὺς ὀδόντας ἔβρυχον. καὶ ἡ τῶν πρὸς ἕω Ῥωμαίων περὶ τὸ κακῶς πάσχον ὁμογενὲς ἀνεπίστροφος γνώμη καὶ ἡ παντελὴς παρ‐ όρασις καὶ ἐπίλησις οὐκ εὐφόρητα ἔβαλλεν· οὔτε γὰρ χρήμασιν οὔτε στρατεύμασι τῶν δυσμικῶν ἀντελαμβάνοντο πόλεων.
10 Ἀλλ’ οἱ μὲν Λατῖνοι τῆς Ἀσίας ἀναχωρήσαντες τὴν Θρᾴκην ἔκο‐ πτον, μόνην ἀναρριπτοῦσαν τὸν ὑπὲρ ἐλευθερίας Ῥωμαίων κίνδυνον· οἱ δὲ τοῦ ἐκ σφῶν κινδύνου παρὰ δόξαν ἀνεθέντες οὐδενὸς ἦσαν ἀγαθοῦ, οὔτε μὴν σωτήριόν τι καὶ φυλακτήριον ἑαυτοῖς καὶ τοῖς φυλέταις μετ‐ ήλθοσαν, ἀλλ’ εἰς νοῦν ἀδόκιμον παραδοθέντες, ὥστε τὰ μὴ καθήκοντα
15δρᾶν καὶ μηδαμῶς ἰέναι πρὸς αἴσθησιν, κατὰ δήμους καὶ φατρίας διέστησαν, πόλεις ἐξέμηναν, κατ’ ἀλλήλων ὡπλίσθησαν, τοὺς θεσμοὺς τῆς συγγενείας ἠγνόησαν, καὶ γεγόνασι φυλὴ φυλὴ καὶ Ἰσραὴλ καὶ Ἰούδας, τὸ πάλαι παρὰ τῷ προφήτῃ θρηνούμενον, οἱ μὲν τῷδε συν‐ νεύσαντες καὶ ὡς βασιλεῖ σφῶν προσφερόμενοι, οἱ δ’ ἐκείνῳ προσ‐
20ρέψαντες, ὡς καὶ τοῖς πολλοῖς κρίνεσθαι εἰς κατάραν καὶ πλησμονὴν καὶ τῆς ὁμογενείας ἀπαλλοτρίωσιν. ὡς δέ ποτε συνέδραμον ἐς φιλίαν, οὐδ’ οὕτω μὲν ὡς εἰς μίαν συνηρμόσθησαν γνώμην, οὐδ’ ἐς συνασπισμὸν ἀλλήλους παρακροτήσαντες ἐπαρῆξαι ὅλως ταῖς ἑσπερίαις προέθεντο πόλεσιν, ἀλλ’ εἰς χειροτονίας βλέψαντες βασιλέων οἱ μὲν κατὰ τὰ ποτώ‐
25μενα τῶν ζώων συμφορηδὸν συνανίπτανται τῷδε καὶ συναπαίρουσιν, οἱ δὲ καὶ ῥάμνους ἀκανθώδεις ἐς ἀρχὴν προχειρίζονται. καὶ ἦν πολυ‐ αρχία πάλιν τὸ γεγονὸς ἐπινεμομένη τὴν ἕω καὶ θηρίον τρικάρηνον ὑπὸ
τῶν ἀβελτέρων διαπλεχθέν.625

Halosis,pt1

626

Ὁ μὲν γὰρ Μαυροζώμης Μανουὴλ τὸν Καϊχοσρόην ὑποδύς, οὐ πάνυ πρὸ πολλοῦ τῇ σφετέρᾳ θυγατρὶ συναφθέντα καὶ τῆς Ἰκονι‐ αρχίας αὖθις λαβόμενον, ἧς εἶχε πρότερον ἐκπεσών, πάντα ἦν μηχα‐ νώμενος, εἴ πως αὐτοῦ συναιρομένου τοῦ βασιλείου τύχῃ ὀνόματος,
5καὶ τὴν ὅσην ποτίζει Μαίανδρος ἐπιὼν μετὰ Τούρκων ἔφθειρέ τε καὶ ἔκειρεν. Ὁ δὲ Λάσκαρις Θεόδωρος, ὡς γένει διαπρεπέστατος καὶ κήδει βασιλείῳ περίδοξος, ἀποκρουσάμενος ἐκεῖνον τὸ ἐξέρυθρον πέδιλον ὑποδύεται καὶ βασιλεὺς Ῥωμαίων ὑφ’ ὅλων τῶν ἑῴων ἀναγορεύεται
10πόλεων. Ὁ δ’ ἐκ Κομνηνῶν Δαυὶδ στρατολογήσας Παφλαγόνας καὶ οἳ τὴν Ποντικὴν οἰκοῦσιν Ἡράκλειαν καὶ μοῖραν μισθωσάμενος Ἰβήρων τῶν πινόντων τοῦ Φάσιδος κώμας καὶ πόλεις ὑπεποιεῖτο καὶ τὸν οἰκεῖον μεγαλύνων κασίγνητον, ᾧ ἡ κλῆσις Ἀλέξιος, πρόδρομος ἐκείνου καὶ
15προκῆρυξ ἐγίνετο. ὁ δὲ ἔμελλεν ἀεὶ χρονίζων ἐν τοῖς τῆς Τραπεζοῦντος μέρεσι καὶ παροιμιακὸς ἐδείκνυτο Ὕλας, φωνούμενος καὶ μὴ ὀπτανό‐ μενος. Ἐπεὶ δὲ καὶ τῇ Νικομήδους ὁ Δαυὶδ οὗτος προσεπέλασε διά τινος αὐτῷ στρατηγοῦντος μείρακος, Συναδηνοῦ τὴν ἐπίκλησιν, στράτευμα
20ξυναγείρας ὁ Λάσκαρις κατ’ αὐτοῦ ἔπεισι, διὰ μὲν τῆς τετριμμένης καὶ λείας ἔμφασιν δοὺς πορεύεσθαι, ἐκπεριελθὼν δὲ τραχεῖαν ἄλλην καὶ δύσβατον καὶ προσπεσὼν ἀφώρατος τῷ Συναδηνῷ. ὅθεν καταστρα‐ τηγήσας οὕτω τὸν νεανίαν αὐτόν τε συνείληφε καὶ τὸ ἐκείνου στρά‐ τευμα διεσκέδασε καὶ τὸν Δαυὶδ μὴ περαιτέρω προϊέναι τῆς Ποντικῆς
25Ἡρακλείας παρέπεισε. Μετ’ οὐ πολὺ δὲ καὶ τῷ Μαυροζώμῃ συμπλακεὶς φυγάδα δείκνυσι τοῦτον. καὶ τοὺς Τούρκους κατὰ κράτος τρεψάμενος οὓς μὲν διέφθειρεν, οὓς δὲ ἐξώγρησε, καὶ τούτων μάλιστα οἳ τῆς στρατιᾶς προετάττοντο
καὶ τὸ γένος ἦσαν ἐπίσημοι.626

Halosis,pt1

627

Καὶ τῇδε μὲν τὰ πρὸς ἕω ἐφέρετο· ὁ δὲ Μυσὸς Ἰωάννης τῇ Φιλιπ‐ πουπόλει ἐπιστρατεύσας αἱρεῖ ταύτην πολέμῳ καὶ καθαιρεῖ προνομεύσας καὶ πολλοὺς τῶν ἔνδον ὑποδικάζει τοῖς ξίφεσι, καὶ πάλαι μὲν ἐνσκολιευ‐ όμενος τῇ πόλει καὶ τῇ ταύτης ἐφεδρεύων ἁλώσει καὶ βαρυμηνιῶν τοῖς
5οἰκήτορσιν ὡς μηδ’ ὅλως αὐτῷ ὑποκύπτουσιν μηδ’ ὡς βασιλεῖ προσ‐ έχουσιν, ἀλλ’ ὡς αἱμάτων ἄνδρα ἐκτρεπομένοις, καὶ τότε δὲ πρὸς πλείονα θυμὸν ἐκκαυθεὶς ὑπὸ βαρβάρου φρονήματος οἷς τὸν Ἀσπιέτην Ἀλέξιον εἰσῳκίσαντο, κἀκείνῳ μὲν ὡς ἀρχηγῷ ὑπέκειντο σφῶν, αὐτὸν δ’ ἐπιόντα μεθ’ ὅπλων πολλαχῇ ἀπεκρούσαντο.
10 Ἦν δ’ ἂν ἡ πόλις ἥδε κακῶν ἀθιγής, εἰ καθ’ ἑαυτὴν διεξήγετο, τοῦτο μὲν ἠπίως προσφερομένη Λατίνοις, τοῦτο δὲ τὸν Μυσὸν Ἰωάννην οὐκ ἐκτρεπομένη παντάπασι. νῦν δ’ ἑπομένη τῇ μητρὶ παῖς, ἐξ ὧν ἀκροσφαλὴς ἐκείνη γέγονε καὶ εὐάλωτος βασιλὶς οὖσα καὶ πασῶν ὑπερ‐ κειμένη πόλεων, ἐκ τούτων δὴ καὶ αὕτη χείροσι κακοῖς προσωμίλησε,
15καθ’ ὅσον προνομαῖς ἐκδοθεῖσα καὶ μαχαίρας στόματι ἔτι καὶ προσ‐ καθῄρηται καὶ εἰς περιφανὲς ἐρείπιον κατηδάφισται, καθ’ ἓν μόνον τοὺς ὀφθαλμοὺς διαχέον τῶν θεωμένων, τὸ ἐκ ποδῶν ἀνηρτῆσθαι τὸν Ἀσπιέ‐ την ἐπ’ ἰθυτενοῦς σκόλοπος διατετορημένον τοὺς ἐπισφυρίους τένοντας καὶ κάλως ἐπὶ τούτων δεξάμενον.
20 Τὰ δ’ ἐπὶ τούτοις, οὐκ ἔλαθον τὸν Ἰωάννην οἱ τῷ Ἀσπιέτῃ σύμ‐ φρονες καὶ πρὸς ὕψος βασιλείας ἐκεῖνον κουφίσαντες· ὅθεν ὑφορώμενοι μὴ δίκας δοῖεν ὡς ἀλλοπρόσαλλοι, ἀφίστανται λαμπρῶς. ἀμέλει καὶ ἐκποδὼν χωρισθέντες οἱ μὲν προσίασι Θεοδώρῳ τῷ Λάσκαρι, τῶν ἑῴων κρατοῦντι πόλεων, οἱ δὲ συνδραμόντες ἐς Ὀρεστιάδα, ἄλλοι δ’
25εἰσιόντες τὸ Διδυμότειχον Λατίνοις σπένδονται. καὶ πέμψαντες ἀγγέλους
σφίσι στρατηγὸν ἐξαιτοῦνται τὸν Βρανᾶν Θεόδωρον.627

Halosis,pt1

628

Βραχὺ τὸ ἐν μέσῳ, καὶ τὴν Μυσίαν εἰσιὼν Ἰωάννης καὶ τὰ ἐκεῖ πρὸς τὸ εὖ διαθέμενος καὶ κολάσεσι βαρείας καὶ θανάτοις καινοῖς τοὺς ἀπο‐ στάντας ὑπενεγκὼν ἔγνω μετ’ ὀργιλώδους καὶ φονίου βλέμματος καὶ γνώμης ἀσυμπαθοῦς ἐπιστρατεύειν Ῥωμαίοις, οὐκέτι φάσκων τὰς σφῶν
5δολοφροσύνας ὑφίστασθαι δύνασθαι καὶ τὸ ἄπιστον ἦθος καὶ τὸ τῆς αὐτῆς ὥρας πολλάκις παλιμπετὲς φρόνημα. τοίνυν ἀναρραγεὶς ἐς ὀργὴν στρατευμάτων Σκυθικῶν μελισσῶνας τοῖς ἐαρινοῖς ἀνθαμίλλους ἄνθεσι διαφίησι. Τινὰ μὲν οὖν αὐτῶν ὡς οὐδὲ μυρμήκων στρατεύματα τὰς ἱερὰς ἅλως
10ἀμφιπονούμενα τὴν Ἀδριανοῦ διειλήφασι, τινὰ δὲ προσπελάσαντα τῷ Ῥουσίῳ πρὸς ἀντιμάχησιν ἐπισπῶνται τὸ τῇ πόλει ταύτῃ ἐφεδρεῦον ἐκ Λατίνων ὁπλιτικόν. κράτιστον δὲ ἦν τοῦτο διαφερόντως τῶν ἄλλων καὶ ὑψηλὸν μὲν τὰ σώματα, θαυμαστὸν δὲ ταῖς μελέταις ταῖς κατὰ πόλεμον καὶ παρά τινος Τερῆ στρατηγούμενον, ἀνδρὸς τῶν πάνυ
15ἐπισήμων καὶ εὐγενῶν. τὸ μὲν οὖν ὁπλισάμενον ᾔει τὴν ταχίστην, ἔνθα ἐξ ὀπτήρων ἐπύθετο τοὺς Σκύθας κατασκηνοῦν· οἱ δὲ τὴν ἐς αὐτοὺς τῶν Λατίνων φθάσαντες ἔφοδον εἰς τὸν τῷ Ῥουσίῳ περικείμενον τόπον λεληθότως παρεμβάλλουσι, καὶ δὴ ἐπανιοῦσι τοῖς Λατίνοις ὀφθέντες τῷ τε τῆς θέας ἀδοκήτῳ διαθροοῦσι καὶ φαντάζεσθαι τὰ μὴ χρηστὰ τῷ πλήθει
20διδόασιν. ἀμέλει καὶ συμπλοκῆς καρτερᾶς γενομένης καὶ ταῖς ἀνδραγαθίαις ἐξισουμένων ἑκατέρων, τελευτῶν πολλὰ δράσαντες οἱ Λατῖνοι σχεδὸν ἀπέθανον ἅπαντες.
Τῆς δὲ μάχης ταύτης οὕτω γεγενημένης, ἕτεραι Σκυθῶν ἀποσπάδες628

Halosis,pt1

629

μυριάριθμοί τε καὶ μάχιμοι περὶ τὸν Ἄπρων ἐλάσασαι τοῦτον εὐπετῶς χειροῦνται καὶ τὸ ὅλον αἱροῦσιν αὐτοβοεί· καὶ τὸν μὲν καθεῖλον, τοῦ δ’ ἐνόντος πλήθους ὃ μὲν ἀπέκτειναν οἱ Σκύθαι, ὃ δ’ ἀπήνεγκαν εἰς λαφυρο‐ πώλησιν συνδοῦντες καὶ τὰς χεῖρας ἀποστρέφοντες. πολλοὺς δὲ καὶ
5πυρὶ παρέδοσαν νικῶντες, οὐ μὴν καὶ ταῖς νίκαις ἀνθρωπίνως χρώμενοι. Ἐκ δὲ τῆς θερμῆς ταυτησὶ μάχης ἐπὶ τὴν παράλιον τραπόμενοι Ῥαιδεστὸν τὸν μὲν Βρανᾶν Θεόδωρον, ὃς ἡγεμόνευε τῶν ἐς Ὀρεστιάδα στελλομένων Λατίνων, καὶ πρὸ τοῦ ἐπιστῆναί σφας ἐκεῖθι φυγάδα δεδείχασιν ὥσπερ καὶ τὸ συνεπόμενον ἐκείνῳ στράτευμα, τὴν δὲ πόλιν
10ὁλοσχερῶς καὶ κατὰ κράτος ἑλόντες ἠνδραποδίσαντο. εἶτα καὶ εἰς ἔδαφος βάλλουσιν, ἀθάνατον τὴν πρὸς ἡμᾶς ἔχθραν ὑπὸ Βλάχων ἔχειν δεδιδαγμένοι καὶ πρὸς παῖδας ἀπὸ παίδων παραπέμπειν ἀείμνηστον. τὸ δὲ πρόθυμον μὴ καταψύξαντες, ἀπηντηκότες ἐκεῖθεν ἐς Πέρινθον, ἐκ δὲ ταύτης εἰς τὸ Δαόνιον οὐδενὸς εἰς χεῖρας ἰόντος διὰ τὸ τῆς τόλμης
15παράβολον, καθ’ ἡλικίαν αὐτὰς ᾐχμαλώτευσαν καὶ τὰ τείχη κατ‐ ήρειψαν. Οὐ μόνα δὲ τὰ πρὸς θάλασσαν οὕτως ἔπραττον ταῖς τῶν Σκυθῶν εὐχειρίαις καὶ γενναιότησι καὶ τῶν ἑπομένων σφίσιν ἐκ τοῦ Βλαχικοῦ συστήματος, οἱ καὶ μᾶλλον τοῖς περιβόλοις τῶν πόλεων ἐπεβούλευον
20σκαπάνας καὶ πτύα χειριζόμενοι, ἀλλὰ καὶ τὰ τῆς ἅλμης ἀφιστάμενα πάντα τοῖς αὐτοῖς καὶ χείροσι κακοῖς προσεπάλαιον, μηδεμιᾶς ἐλπίδος εἰς σωτηρίαν ὑποκειμένης, ἐπεὶ καὶ οἱ ἀήθως ἐκ δουλείας ἐλευθερίας ηὐμοιρηκότες, τῶν μεγίστων ἀεὶ ἐφιέμενοι οὐδένα μὲν τοῦ δυσπραγήσειν αὖθις λόγον τιθέασιν, ταῖς δὲ παρατυχούσαις τύχαις καὶ νίκαις ὡς ἐπὶ
25πλεῖστον ἐπεξερχόμενοι τῶν μὲν πρώην τέλεον ἐπιλήθονται, τοῖς δ’ ἐνεστῶσι γήθονταί τε καὶ ἐνυβρίζουσι. Διὰ ταῦτα τοίνυν ἥ τε λαχοῦσα πολιστὴν τὸν Ἀρκάδιον καὶ Με‐ σήνη ἐπὶ τῇδε καὶ πρὸς αὐτῇ Τζουρουλὸς τὰ τῶν δεινῶν πεπόνθασιν ἔσχατα καὶ ἀγροὶ καὶ κῶμαι καὶ τἆλλ’, ὁπόσα ταῖς πόλεσι ταύταις
30ὑπέκυπτον πρότερον καὶ ὅσα ἐς αὐτὴν τὴν πόλεων πασῶν προεδρεύ‐ ουσαν παρατείνουσι, ταῖς Σκυθικαῖς χερσὶ καθυπέκυψαν. Ἐπὶ πᾶσι καὶ οἱ τὸ πόλισμα τὸν Ἀθύραν οἰκοῦντες ὀλέθροις ἀν‐
ηκέστοις περιεπάρησαν. τὰ μὲν γὰρ πρῶτα ἐπὶ χρήμασι τοῖς Σκύθαις629

Halosis,pt1

630

συνέβησαν καὶ ἦσαν οἳ ἐκ Σκυθῶν ἀφιγμένοι τὰ ἐκ χρυσοῦ ἐισέπραττον κόμματα· πρὸς δ’ ἑσπέραν ἐνίων ἀπαντησάντων ἐκεῖσε τοῦ Λατινικοῦ συντάγματος, ὃ συνῆν ἐν Ῥαιδεστῷ τῷ Βρανᾷ, κεχαρισμένως σφίσιν, ἀλλ’ οὐ προσάντως οἱ ἐν Ἀθύρᾳ προσφέρονται· ᾤοντο γὰρ ὡς συμ‐
5παραμενοῦσιν ἐκεῖθι καὶ τὸν κατὰ Σκυθῶν ἀγῶνα ἐπαποδύσονται. ἀλλ’ οἱ μὲν περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐκεῖθεν μεθίστανται, λαθεῖν τοὺς Σκύθας καὶ παρελθεῖν σπουδὴν τιθέμενοι, κἂν ἐξέπεσον τῶν κατὰ σκοπόν, Σκυθῶν ἑτέραις μοίραις προελασάσαις ἐγκύρσαντες κατ’ αὐτὸ τὸ Ῥήγιον καὶ πάντες ὡς διὰ βραχέος ἐς τὸ ζῆν κινδυνεύσαντες. οἱ δὲ
10Σκύθαι μετὰ τὴν τῶν Λατίνων ἀπονόστησιν ὑπὸ τῶν τὰ χρήματα συλλεγόντων ὁμογενῶν λάθρᾳ περὶ μέσας νύκτας διὰ τοῦ τείχους ἀνιμηθέντες καὶ τῶν πυλῶν ἐγκρατεῖς γενόμενοι τὰ ξίφη σπασάμενοι σὺν ἀλαλαγῇ φρικαλέᾳ τοῖς πλείστοις ἔτι καταδαρθάνουσιν ἐπεισπί‐ πτουσιν, ὅτε μηδὲ διαδρᾶναι ῥᾴδιον ᾖν.
15 Γίνεται οὖν τῆς νυκτὸς ἐκείνης ἔργον χρῇζον δακρύων κατὰ ποτα‐ μοὺς ῥεόντων ἀένναα· οὐ γὰρ μόνον ἄρρενές τε καὶ θήλειαι τοῦτο μὲν ἀνῃρέθησαν, τοῦτο δὲ ἀπήχθησαν δορυάλωτοι, ἀλλ’ οὐδὲ τὰ ὑπο‐ μαστίδια τῶν παίδων τοῦ κακοῦ ἐφάνη ἀνώτερα, ἀλλ’ ἀπεθερίσθη καὶ ταῦτα κατὰ χλόην καὶ ἄνθος εὐμάραντον ὑπὸ τῶν ἐλέῳ ἀναλώτων
20ἐκείνων ἀνδρῶν καὶ μηδαμῶς εἰδότων ὡς ἀδικεῖ τὴν φύσιν καὶ τὸν θεσμὸν ἀθετεῖ τὸν ἀνθρώπινον ὁ περαιτέρω τῆς νίκης καὶ τοῦ κρατεῖν τῶν ἐναντίων θυμῷ χρώμενος. τὸ δὲ δὴ μείζονος πένθους ἄξιον, προκατειλη‐ φότες οἱ ἄσπονδοι τὰς ᾐόνας τοὺς ἐπ’ αὐτὰς συνδραμόντας οὓς μὲν διήλαυνον ξίφεσιν, οὓς δὲ ἀπῆγον ὀπίσω, οὓς δὲ κατὰ βυθῶν ἠνάγκαζον
25φέρεσθαι καὶ τοῖς ὕδασιν ἐναπόλλυσθαι· βραχεῖς δὲ καὶ σκαφῶν λαβό‐ μενοι διεσώθησαν· ἦσαν δ’ οἳ καὶ διαμαρτόντες τῆς ἀναβάθρας εἰς τὰς παρεξειρεσίας ὤλισθον καὶ περιερρύησαν εἰς τὴν θάλασσαν. οὕτω μέγα ἦν τὸ δεινὸν καὶ πολυειδὲς καὶ μικροῦ πανώλεια τῶν ἐκεῖ. Ἐκ δὲ τούτου κατὰ συναγωγὰς καὶ στρατόπεδα τοῖς ἔμπροσθεν
30προβαῖνον τὸ βάρβαρον ὡσεὶ καὶ σφοδρά τις λαῖλαψ διεφόρει τὸ πᾶν, ἢ γοῦν ὡσεὶ πῦρ, ὃ διαφλέγει δρυμόν, τὰ ἐν ποσὶν ἐπενέμετο. ἦν δὲ τῶν
πάντων οὐδὲν ἀνεξερεύνητόν τε καὶ ἀπρονόμευτον, ἀλλ’ ἐκ πλείστων630

Halosis,pt1

631

καὶ μεγίστων πόλεων ἀσκύλευτοί τε καὶ ἀκαθαίρετοι Βιζύη τε καὶ Σηλυμβρία παρὰ Σκυθῶν ὑπελείφθησαν· μόναι γὰρ αὗται οὐχ ὅπως ἰσχυροῖς διειλημμέναι τείχεσιν, ἀλλὰ καὶ τῇ τῶν τόπων θέσει μάλιστα κρατυνόμεναι τὸν παντελῆ διέδρασαν ὄλεθρον, μηδ’ ἄλλως ἀπὸ Λατί‐
5νων οὖσαι ἀνεπισκόπητοι. Ἰταλοὶ μὲν οὖν ἐπὶ τούτοις εἰς ἀγεννὲς καταβληθέντες φρόνημα ὡς εἰς μάνδραν τὴν Κωνσταντίνου ἐνειλοῦντο καὶ τῶν ὅσα τοῖς πολιορ‐ κουμένοις χρήσιμα ἐπεμέλοντο, τὰ πρὸς χέρσον τείχη διανειμάμενοι, καὶ Ῥωμαίοις ἐνέδοσαν ἔνθα σφίσι βουλητὸν ἀπανίστασθαι. τὸ δὲ
10πολέμιον χρονίσαν ἐν τοῖς μικρὸν ἄποθεν τῆς πόλεως χωρίοις, πολλάκις δὲ καὶ τοῖς τείχεσι προσεγγίσαν ἐν τῷ μάχης ἐξάπτεσθαι, ἔστι δ’ ὅτε καὶ διὰ τῆς λεγομένης τοῦ ἁγίου Ῥωμανοῦ πύλης κατ’ ὀλιγίστους ἐπεισιὸν πρὸς ἀνδρείας ἐπίδειξιν, εἰπεῖν δὲ καὶ τύχης, ἥτις ἐν ταῖς τότε πράξεσιν αὐτοῖς συνεφείπετο, καὶ μετὰ φόνον τῶν ἐν ταῖς πύλαις αὐτίκα μάλα
15ἐπαναλῦσαν, ἐς τὰ οἴκοι πάλιν πανστρατὶ ἐπανέζευξε, κατὰ μὲν ἀγέλας κτηνῶν τὸ αἰχμάλωτον, κατὰ δὲ τῶν ἄστρων τὴν πολυπλήθειαν τὰ ὑπὸ ζυγὸν καὶ δίαιταν ζῷα ἐληλακός.
Ἔπειτα μετὰ πλείστων καὶ κρατίστων δυνάμεων ἐξιὼν ὁ Ἰωάννης631

Halosis,pt1

632

παντὸς ἔργου κρεῖττον καὶ προυργιαίτατον τίθησι τὴν Ἀδριανοῦ χειρώσασθαι καὶ καταστρέψασθαι τὸ Διδυμότειχον, κρίνων τάσδε τὰς πόλεις ἆθλον τοῦ πολέμου παντός, καὶ ὡς εἴη ἅμα οὕτως αὐτῷ τῆς Θρᾴκης ἀπαναστῆσαι Ῥωμαίους καὶ θηρίοις ἀνεικέναι μόνοις αὐτὴν εἰς
5ἐνοίκησιν. περὶ τοίνυν τὸ Διδυμότειχον καταστρατοπεδευσάμενος καὶ τὸ χωρίον ὁρῶν ὑπερδέξιον χαλεπόν τε καὶ ἄπορον αἱρεθῆναι μετα‐ φέρειν τὸν ποταμὸν Εὗρον ἐπεβάλετο, περικλώμενον τῷ φρουρίῳ καὶ διὰ καθόδων τοῖς πολλοῖς ἀγνώστων τοὺς ἔνδον ποτίζοντα. καὶ μηχα‐ νὰς περιστήσας τὸ τεῖχος ἔτυπτεν, ἐν οἷσπερ εἴκαζε μὴ πάμπαν εἶναι
10τοῖς προσβάλλουσιν ἀκατάσειστον, οὔτε μὴν προεκλύοιντο τὰ δια‐ φιέμενα τῶν λίθων βάρη τῷ διαστήματι. Οἱ δ’ ἔνδον τὸν Ἰωάννην ἐκμειλισσόμενοι παραλογάς τινας καὶ φάσεις εὐπρεπεῖς καὶ παρακλήσεις αἱμύλους προσῆγον καὶ πόρρωθεν καὶ ὡς βασιλέα σφῶν ἀνευφήμουν ἐφιστάμενοι ταῖς ἐπάλξεσι καὶ φόροις ὑπο‐
15κεῖσθαι καθωμολόγουν καὶ πάντα δρᾶν συνετίθεντο προθύμως, ὁπόσα ἂν ἐκεῖνος ἔχῃ διατάττεσθαι, πλὴν τοῦ δέξασθαι αὐτὸν τῷ πολίσματι. ὁ δὲ πρὸς ὀργὴν ἐκφερόμενος καὶ χαλεπαίνων οὐδαμῶς αὐτοὺς ἐπὶ τούτοις προσίετο, ἀλλ’ ὑπεκστῆναί οἱ τοῦ φρουρίου πολὺς ἐγκείμενος, ὡς καὶ μόνον οὕτω σπεισόμενος, κατ’ οὐδὲν ἠφίετο τοῦ ἀγῶνος ἐπάλ‐
20ξεις ἀποσύρων τῇ βίᾳ καὶ τῷ ῥοίζῳ καὶ τῷ μεγέθει τῶν ἀφιεμένων χερμάδων καὶ γωνίας πύργων κατασπῶν καὶ καταρρηγνὺς τὰ τούτων θωράκια. οἱ δ’ ἐντὸς δρυφάκτους καὶ γέρρα πηξάμενοι καὶ νεόδορα νάκη τοῖς τείχεσι προπετάσαντες, ὡς περιολισθαίνοιεν αὐτοῖς κολπουμένοις
ὅσα αἱ μηχαναὶ διηφίεσαν, ἕως μὲν ἀνοχὴν τῷ μαχησμῷ παρεῖχεν ὁ632

Halosis,pt1

633

Ἰωάννης, καὶ οὗτοι σχήμασιν ἱλασίμοις καὶ ῥήμασιν ἐναισίμοις ἐπλάτ‐ τοντο τὸν ὑποβαίνοντα καὶ ἐτέχναζον· ἡνίκα δ’ ἐκεῖνος ἀποβιβάζων τῶν ἵππων τὸ γενναῖον τῆς στρατιᾶς κατὰ τὰ παρερρωγότα μέρη τοῦ τείχους τοῦτο διέταττε πεφραγμένον τοῖς ὅπλοις πάντοθεν ἢ καὶ πρὸς
5ἐπιβατηρίους ἔβλεπε μηχανὰς καὶ τὸ λοιπὸν ἀντιπαρεξέτεινε στράτευμα πολλαχῇ, τότε καὶ αὐτοὶ τὰ τῶν ὑποπιπτόντων ἀποδυόμενοι προσ‐ ωπεῖα καὶ τὸν λαμπρὸν πολέμιον παραφαίνοντες ἐν οἷς εἶχον ἠμύνοντο, ἐν τοῖς τείχεσι κειμένην ὁρῶντες τὴν σωτηρίαν καὶ μηδὲν τῆς ἀνάγκης βιαιότερον ἕτερον κρίνοντες, ἀπογνώσει τε καὶ θυμῷ στρατηγούμενοι
10οὐκ ἐλάσσω ἔδρων ὧν ἔπασχον χειρῶν καὶ τόλμης ἔργα ἐπιδεικνύμενοι. Ἱκανῶς οὖν ἐπὶ τῇ πολιορκίᾳ ταύτῃ χρονοτριβήσας ὁ βάρβαρος ἐπάνεισιν ἐς Μυσίαν, περισβεσθεὶς μὲν καὶ τὴν ὁρμὴν ἀπορίᾳ ὡς καὶ ὕλης ἐκλειπούσης φλόξ, ἀλλὰ δὴ καὶ περιψοφηθεὶς ὑπὸ φήμης ἑτέρῳ ἐξ ἑτέρου παραδιδούσης καὶ πολλαχῇ διατρεχούσης Λατινικὸν στῖφος
15ἔντροφον πολέμῳ πρὸς ἐπικουρίαν τῶν ἐκεῖθι μέλλειν ἀφίξεσθαι. Τότε δὲ μαλακῷ θανάτῳ τὸν βίον προήκατο καὶ ὁ πατριάρχης Ἰωάννης ὁ Καματηρός, καταλελυκὼς πλάνης καὶ ἄποικος ἐς τὸ Διδυ‐ μότειχον. Οἱ δ’ ἐξ Ἰταλῶν οὐκ ἀηδῶς ἀλλ’ ὠσὶν ὀρθίοις δεξάμενοι τὴν ἐς
20Ὀρεστιάδα καὶ τὸ Διδυμότειχον πρόσκλησιν τῶν Ῥωμαίων, ὡς δῆθεν τὰ κατὰ σφᾶς διομαλίσουσαν πράγματα, ὅτι καὶ πρὸς τῶν πόλεων τῶνδε πρώτως ἀποστασῶν καταρραγῆναι ᾤοντο, ἄραντες ἐκ τῆς Κωνσταντίνου τὴν μὲν πρώτην πρὸς τῷ Ἀθύρᾳ στρατοπεδεύουσι, τῇ δ’ ὑστεραίᾳ εἴσω Σηλυμβρίας παρήλθοσαν. ἐκεῖθεν δ’ ἡμέρας τινὰς
25διαγαγόντες, ἐπισιτισάμενοι τὴν Ἀδριανοῦ κατειλήφασι.633

Halosis,pt1

634

Τοιαῦτα δ’ ἦν τὰ ὑπὸ Σκυθῶν καὶ Βλάχων ἐν ταῖς τότε διαπρα‐ χθέντα ἐπιδρομαῖς, ὁποῖα οὖς οὐκ ἤκουσεν, οὔτε ὀφθαλμὸς ἑώρακε πώ‐ ποτε, οὔτε μὴν ἐπὶ καρδίαν τινὸς ἀναβέβηκε. πόλεις μέγισται πρὶν καὶ περίπυστοι, μυριάνθρωποι κωμοπόλεις, ἀξιοθέατοι ἀγροὶ καὶ λειμῶνες
5καλλιφύτευτοι, παράδεισοι εὐθαλεῖς ἀειρρύτοις νάμασιν ἀγλαόκαρποι, ὑψόροφοι δόμοι καὶ οἰκήσεις περίβλεπτοι ἐς ὑπερβολὴν πεφιλοτεχνη‐ μέναι καὶ χρώμασι πολυειδέσι διηνθισμέναι, παντοδαπαί τε χάριτες βαλανείων καὶ καρποβριθεῖς ἡμερίδες καὶ λήϊα τῷ σίτῳ ἀκμάζοντα καὶ ἄλλ’ ἕτερα μυρία, ὁπόσα φύουσιν ὧραι καὶ τὸν ἥμερον βίον ἀγάλλουσι
10καὶ τιθέασιν ἐπιτερπὲς καὶ πάσαις χάρισι περιστεφὲς καὶ πολυάρατον τὸ περίγειον, ταῦτα δὴ πάντα ἔρημα ἀνθρώπων ὁρώμενα ἐχίνοις μόνοις καὶ θηρίοις οἰκήσιμα ἦν. εἶπεν ἄν τις ἐπιστὰς ἐκείνοις καὶ πλεῖστα κοψάμενος καὶ δάκρυ χεάμενος καὶ κόνιν πασάμενος καταστροφὴν ὁρᾶν τοῦ παντός, ἢ γοῦν τῶν ὄντων ἑτέραν παραγωγήν, καθ’ ἣν ὁ μὲν θεὸς
15ἀπεφαίνετο χόρτον καὶ βοτάνην καὶ σπεῖρον σπέρμα κατὰ γένος τε καὶ καθ’ ὁμοιότητα ἐκ τῶν λαγόνων τῆς γῆς ἀναδίδοσθαι, ὁ δ’ ἄνθρωπος οὔπω ἦν ὁ τούτοις χρησόμενος. πόθεν ἂν ἐπλούτησα γλῶτταν εἰς τοσούτων κακῶν διαρκῆ φιλότιμον ἀπαρίθμησιν ἢ φωνῆς μέγεθος διαπεμπούσης τοῖς πόρρωθεν τὰ γραφόμενα;
20 Ὡς δυστυχὴς ἐγὼ συγγραφεύς, οἵοις κακοῖς ἐταμιευόμην, οἵοις ἐμοῖς τε καὶ τῶν φυλετῶν δυσπραγήμασι τὸν λόγον χαρίζομαι. τίς γὰρ ἂν καὶ σχοίη ὅλως ὑπενεγκεῖν τοιαῦτα θεώμενος τρόπαια πρὸς τῶν πολεμίων ἀνεγειρόμενα; οἱ μὲν γὰρ πάλαι ταῖς μάχαις κρατοῦντες, ἀνθρώπινα φρονοῦντες, οὐδ’ ἀθάνατα τὰ μίση τηρεῖν δοκιμάζοντες,
25διὰ ξύλων καὶ βραχέων λίθων ἀνίστων τὰ τρόπαια, ὅπως ὀλίγον634

Halosis,pt1

635

χρόνον διαμεμενηκότα παρέρχηται, ὡς μηδὲ φιλίας ὑπομνήματα ὄντα, ἀλλ’ ἔχθρας καὶ προχύσεως αἱμάτων ἐμπυρεύματα. νυνὶ δὲ πόλεων κατασκαφαὶ καὶ τοῦ παντὸς ἀφανίσεις δείγματα τῆς νίκης πρὸς τῶν βαρβάρων ἐξεύρηται, οἷς θεόθεν εἰς μαστίγωσιν ἐκδεδόμεθα. οὐκ ἀν‐
5εχόμενοι δέ, εἰ μὴ καὶ τὸν κολοφῶνα τῶν ἀτοπημάτων προσεπιθήσουσι καὶ προσεπαγάγωσι τὰ παλαμναιότατα, καί γε τῶν Ῥωμαίων τινὰς συγκατέχωσαν ζῶντας τοῖς φυσικῷ μόρῳ ἢ καὶ νόμῳ πολεμίῳ κατα‐ στρέψασι τὸ ζῆν ὁμοφύλοις ἐκείνοις, συνεντυμβεύσαντές σφισιν ἱππάρια δρομικά, οἷς ἐπεκάθηντο, καὶ τόξα κερουλκὰ καὶ ἀμφήκη φάσγανα, μὴ
10ὄντος λυτρουμένου μηδὲ σώζοντος. οὕτω παρὰ βαρβάροις οὐ φειδώ τις
καὶ συστολὴ τῶν ἀνομοίων τῇ φύσει πράξεων.635

Halosis,pt1

637

Ἦσαν δ’ ἡμέραι πασχάλιοι τῆς ἐνάτης διιππευούσης ἐπινεμήσεως τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ τεσσαρεσκαιδεκάτου ἔτους, ἡνίκα τὰ οἰκτρὰ ταῦτα καὶ πᾶσαν ἀκοὴν καὶ θέαν δεινὴν ὑπερπαίοντα συν‐ ηνέχθησαν. παιάνων τοίνυν καὶ στεναγμάτων ξύμπας ἐπεπλήρωτο
5χῶρος, ὃν ἐπῆλθε τὸ Σκυθικόν, καὶ θρῆνος καὶ οὐαὶ καὶ κλαυθμὸς τὸν ἦχον ὑπερεφώνει τὸν ἑορτάσιμον. καὶ ὅτε τάφων κένωσις καὶ ᾅδου καθαίρεσις καὶ τὰ ἐκ νεκάδων ἀνεγερτήρια τοῖς εὐσεβοῦσιν ᾔδετο, τότε εἰς κευθμῶνας γῆς καὶ τὰ τοῦ ᾅδου ζοφερὰ καὶ φοβερὰ σκηνώματα κατὰ συνόδους αἱ πόλεις καθίεντο. τὰς δ’ ἀπαγωγάς, τὰς δὲ προνομάς, τὴν
10δ’ ἐναπερριμμένην ταῖς τριόδοις ἄωρον ἡλικίαν καὶ τοὺς διαξιφισμοὺς τῶν προηκόντων χρόνῳ σωμάτων τίς οὕτω πολύδακρυς καὶ πολύ‐ θρηνος ἐν ἀνθρώποις ὡς ἀξίως καὶ πενθῆσαι καὶ δεξιώσασθαι δάκρυσι; Πρὸ δὲ τῆς ἐπιδρομῆς τῆσδε τῆς Σκυθικῆς περὶ τὰ Θρᾳκικὰ πεδία κορωνῶν καὶ κοράκων στρατόπεδα, ἃ μὲν ἀπὸ μερῶν τῶν βορείων,
15ἃ δ’ ἐκ τῶν νοτίων, κατ’ ἐξαισίαν τινὰ καὶ μὴ αὐτόματον συνδρομὴν εἰς ἕνα συνεληλυθότα χῶρον ἀλλήλοις συνέρραξαν καὶ κατευμεγεθήσαντες οἱ κόρακες τὰς τῶν ἐκ νότου κολοιῶν ἐτρέψαντο φάλαγγας. Οὐ μόνον δὲ τὰ Θρᾳκῷα ὁ δαίμων ἀντιπεριέστησεν εἰς τοιαύτην ἀθλιότητα καὶ πειρασμῶν μὲν ἀνερράγη θάλασσα, κακῶν δ’ ἀνηκέστων
20κλυδώνιον ἔζεσε καὶ συμφορῶν ἀνερριπίσθησαν λαίλαπες, ἀλλὰ καὶ τὰ καθ’ ἑσπέραν οὐ πρὸς ἔλαττον ἔπασχον. Ἀθήνας μὲν γὰρ καὶ Θήβας καὶ Εὔβοιαν καὶ τὰ περὶ Μεθώνην καὶ Πάτρας σπεῖρα Καμπανῶν καὶ μοῖρα Λατίνων εὐσύνοπτος ὡσεὶ καὶ κτήσεις διενείμαντο πατρῴας, οἱ δὲ σφῶν δεσπόζοντες πρότερον ἐν προπηλακισμῷ καὶ ἀτιμίᾳ ἠνεί‐
25χοντο σφίσι μᾶλλον καθυποκύπτειν ἢ νυγμόν τινα λαβεῖν ἐς ψυχὴν καὶ ὑπὲρ ἑαυτῶν καὶ τέκνων ἀνδρίσασθαι, μήτ’ αὐτόθεν εἰς ἐλεύθερον παροξυνθέντες φρόνημα, μήτ’ ὀψέ ποτε νοῦν ἔχειν ἀρξάμενοι. εἰσὶ δ’ οἳ καὶ εἰς ὁλοσχερῆ φιλοτιμίαν κατὰ τῆς ἑαυτῶν πατρίδος ὑπεκκαέντες, ἀνδραποδώδεις ἄνθρωποι, τρυφῇ καὶ ταῖς ἄλλαις ἀπονοίαις διεφθαρ‐
30μένοι, ὀχυρωμάτων καὶ φρουρίων ἀποτόμων λαβόμενοι, οἱ δὲ καὶ πόλεων εὐτειχίστων ἐπιβάντες, κακοδαίμονας τυραννίδας περιεβάλ‐ λοντο, καὶ δέον φιλεχθρεῖν Λατίνοις, οἱ δ’ ἀντωφθάλμουν ἀλλήλοις καὶ
Λατίνοις, τὸ καινόν, ἐσπένδοντο.637

Halosis,pt1

638

Ὁ μὲν γὰρ Σγουρὸς Λέων Κόρινθον διεῖπε καὶ Ναύπλιον, ὡς καὶ ἔμπροσθεν ἐρρέθη μοι· ὁ δὲ Χαμάρετος Λέων τῆς κοίλης κρατῶν Λακε‐ δαίμονος τύραννος ἦν τῶν Λακώνων. Αἰτωλίαν δὲ καὶ τὰ τῇ Νικοπόλει προσοριζόμενα καὶ ὅσα πρόεισιν ἐς Ἐπίδαμνον ὁ Μιχαὴλ ἰδιώσατο,
5ὃν ἐκ σπερμάτων σκοτίων ὁ σεβαστοκράτωρ ἐφύτευσεν Ἰωάννης ὁ Δούκας. ὁ δὲ μαρκέσιος Βονιφάτιος τῇ Θεσσαλονίκῃ προσεδρεύων ὑποκειμένην εἶ‐ χεν ἑαυτῷ τὴν ἐς Ἁλμυρὸν ἐκτεινομένην ἀγχίαλον πᾶσαν καὶ πεδίων ἤρχετο Λαρισσαίων καὶ μετελάγχανε τῶν φόρων ὁπόσοι ἐξ Ἑλλάδος καὶ τῆς νήσου τοῦ Πέλοπος εἰσεπράττοντο. ἐπὶ δὲ τούτοις καὶ ἄλλος τις
10τὰ Θετταλίας κατέχων μετέωρα, ἃ νῦν μεγάλη Βλαχία κικλήσκεται, τοπάρχης ἦν τῶν ἐκεῖ. Εἰς τοσαύτας δὲ τυραννίδας διαιρεθείσης τῆς ἑσπέρας τί μὲν τῶν καλῶν οὐκ ἀπῆν, τί δὲ τῶν κακῶν οὐ παρῆν; χρημάτων ἀφαιρέσεις, τῶν θρεψαμένων ἐκτοπίσεις, σφαγαὶ καὶ φυγαί, καὶ μυρία πρὸς τούτοις
15ἄλλα δεινά, ὧν τὰ πλείω οἱ ἐκ Ῥωμαίων ἐπετόλμων τύραννοι, μάλιστα δ’ ἁπάντων ὁ Σγουρὸς Λέων, ὃς οὐδὲ τῆς γειναμένης εὖ ποιῶν ἐφείσατο, ἀλλὰ καὶ τῷ τῆς μητροπόλεως Κορίνθου ἀρχιποίμενι Νικολάῳ σπεισά‐ μενος καὶ τὰς πρώην διχονοίας διαλυσάμενος καὶ σύσσιτον οὕτω τὸν ἄνδρα παρειληφὼς τὸ μὲν σῶμα συνέστιος ἦν, τὸ δὲ φρόνημα δυσμενὴς
20ὁποῖος καὶ πρότερον, ὅθεν τὰς κόρας αἱμάξας εἶτα καὶ κατὰ σκοπέλων ἀφίησι. Κατὰ δὲ τὴν ἕω Προυσαῖοι μὲν καὶ Νικαεῖς, Λυδοί τε οἱ φιλόμολποι καὶ Σμύρνη καὶ Ἔφεσος καὶ τὰ μεταξὺ τούτων κείμενα ὡς βασιλεῖ προσ‐ ανεῖχον Θεοδώρῳ τῷ Λάσκαρι. ὁ δὲ καὶ νῆας μακρὰς τεκτηνάμενος τὰς
25πλείους τῶν νήσων ὑπηγάγετο. σπεισάμενος δὲ καὶ Καϊχοσρόῃ, τῷ τοῦ Ἰκονίου σουλτάνῳ, μέρος ἀπένειμε τῆς ἀρχῆς τῷ κηδεστῇ ἐκείνου Μανουὴλ τῷ Μαυροζώμῃ· τὸ δὲ ἦν ἡ ἐμοῦ τοῦ συγγραφέως Νικήτα πατρὶς αἱ Χῶναι καὶ ἡ ἀγχιτέρμων ταύτῃ Φρυγικὴ Λαοδίκεια καὶ εἰς
ὅσα περικλᾶται Μαίανδρος ἀπερυγγάνων ἐς ἅλα τὰ νάματα. Δαυὶδ δὲ καὶ638

Halosis,pt1

639

Ἀλέξιος οἱ ἐξ υἱέως φύντες τοῦ τῶν Ῥωμαίων τυραννήσαντος Ἀνδρο‐ νίκου (Μανουὴλ ἐκείνῳ τὸ ὄνομα), ὁ μὲν τὴν κατὰ Πόντον Ἡράκλειαν καὶ Παφλαγόνας διεῖπεν, ὁ δ’ Ἀλέξιος Οἰναίου τε καὶ Σινωπέων τῆς πόλεως καὶ Τραπεζοῦντος αὐτῆς τὴν δυναστείαν περιεζώννυτο. τὴν δ’
5Ἀττάλου διῴκει τις ἕτερος, τὴν κλῆσιν Ἀλδεβραντῖνος, ἐξ Ἰταλῶν μὲν τὴν γένεσιν ἕλκων, ἀκριβῶς δ’ ἐντεθραμμένος τοῖς Ῥωμαϊκοῖς ἔθεσι. κἀν τῇ Ῥόδῳ τῇ νήσῳ ἄλλος τις ἐπρωτίστευε. Καὶ δέον ὡμονοηκότας προβουλεύσασθαί τι καὶ καταπράξασθαι προφυλακτικὸν μὲν τῶν μήπω κακῶς πεπονθότων τῆς πατρίδος μερῶν,
10ἀνακλητικὸν δὲ τῶν ἡλωκυιῶν πόλεων, οἱ δὲ εἰς δοξομανίαν ἐκτρα‐ χηλισθέντες καὶ καλεῖσθαι τύραννοι θέλοντες καθ’ ἑαυτῶν ὥπλιζον τὰς χεῖρας, βακτηρίαν καὶ νῆψιν, εἴπῃ δ’ ἄν τις καὶ πανοπλίαν καὶ τρόπαιον ἐξ ἐφόδου τοῖς τῶν Ῥωμαίων πολεμίοις τὸ διχονοεῖν ἀλλήλοις καὶ διεστάναι βραβεύοντες. ἦν τοίνυν τοῦ βουλομένου παντὸς ἐκ τοῦ τῶν
15Λατίνων πολυσπεροῦς συντάγματος τὰ γραφικὰ ταῦτα ἐπᾴδειν Ῥω‐ μαίοις ἐπιστρατεύοντος „διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλή‐ σω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου.“ Πολλοὶ τοίνυν μέτριον συγκροτήσαντες στόλον καὶ ἱππότας βραχεῖς μισθωσάμενοι Ῥωμαϊκαῖς ἐγκατεκολπίζοντο νήσοις ὡς πάντῃ πάντως
20ἐρημαζούσαις τοῦ ἐπαρήξοντος. ὅθεν πειραταί τινες Γενουῖται, περι‐ ψήματα ἀνδρῶν καὶ ἀμβλώματα, οὐ κατὰ τοῦτο μέν τινος ὑπερφέροντες, κατὰ δ’ ἐκεῖνο τὰ δεύτερα φέροντες, ἀλλ’ ἁπανταχῇ πονήρως πράτ‐ τοντες καὶ δυσδαιμόνως, στρογγύλων πέντε νηῶν ὁθενοῦν εὐπορή‐ σαντες καὶ σκάφη τρίκροτα κατηρτικότες πρὸς τοῖς εἴκοσι τέσσαρα ἐς
25τὴν Κρήτην διαπλωΐζονται· καὶ πλασάμενοι τοὺς ἐμπόρους, εἶτα ἐπι‐ θέμενοι ὡς πολέμιοι, τῆς νήσου ξυμπάσης κατίσχυσαν εὐμαρέστατα. Τότε καὶ ὁ κρατῶν Ἰκονίου Καϊχοσρόης κατὰ τῆς Ἀτταλείας ἐστρά‐ τευσεν, αὐτοβοεὶ τὴν πόλιν ἑλεῖν φανταζόμενος ὡς οὐχ ἱκανὴν οὖσαν ἑαυτὴν διασώσασθαι. τὴν δ’ ἐκείνου ἔφοδον προεγνωκότες ὅ τε πολί‐
30αρχος Ἀλδεβραντῖνος καὶ οἳ σὺν αὐτῷ τοῖς κοινοῖς ἐπεστάτουν πράγ‐
μασι πέμψαντες ἐς Κύπρον συμμαχίαν ἐκεῖθεν εἰλήφασι πεζικοῦ στρα‐639

Halosis,pt1

640

τεύματος, ἐς διακοσίους ἀριθμουμένην Λατίνους. κἀπειδήπερ εἰς χεῖρας ὁ πόλεμος ἐγεγόνει καὶ περιείληφε τὴν πόλιν τὸ Περσικὸν στράτευμα, οἱ ἐκ Λατίνων ἐς φάλαγγα πυκνωθέντες καὶ τοῖς Πέρσαις ἐποφθέντες ἀπρόοπτοι τοῖς Ἀτταλεῦσιν ἐπήμυναν, καὶ οὕτω τῶν βαρβάρων
5καταστάντων ἐς δέος, ἔκ τε τοῦ σφῶν στρατεύματος πολλοὶ διαφθεί‐ ρονται καὶ Καϊχοσρόης ἐκεῖθεν μεθίσταται, μὴ πλείους ἡμερῶν τῶν ἑκκαίδεκα περὶ τὴν Ἀττάλου βαλὼν στρατόπεδον. Ἀλλὰ καὶ Θεόδωρος ὁ Λάσκαρις κατὰ τοῦ ἐν Πόντῳ Δαυὶδ στρατιὰν ἀγείρας τῆς μὲν Πλουσιάδος ἐπέβη καὶ τῆς πρὸς Δαυὶδ φιλίας ἐκείνην
10ἀπέστησε, τοξότιδα πᾶσαν οὖσαν καὶ μάχιμον· εἷλε δ’ ἂν καὶ Ἡράκλειαν καὶ τὸν Δαυὶδ δραπέτην ἐκεῖθεν ἔδειξεν, εἰ μὴ Λατίνων τῇ Νικομήδους παρεμβαλόντων κατ’ ἐπικουρίαν Δαυίδ, ἐπεὶ καὶ εἶχε τούτοις Δαυὶδ σπεισάμενος, ἐν ἀμφινοίᾳ κατέστη ὁ Λάσκαρις. εἷλκε μὲν γὰρ αὐτὸν ἐντεῦθεν προθυμία καὶ τόλμα κατὰ Λατίνων, ἐκεῖθεν δ’ αὖθις ἀντέσπα
15τὸ ἐν χερσὶν ἔργον, ὡσεὶ καὶ ἐντὸς Ἡρακλείας οἰόμενον εἶναι καὶ κυρι‐ εύειν τῆς πόλεως, καὶ πολλάκις ἑκάτερον καὶ ὡς ἐπὶ τρυτάνης ζυγοῦ καὶ μετὰ συνοχῆς ἕκαστον. ὡς δ’ ἐκεκρίκει συμφορώτερον μᾶλλον ἤπερ θρασύτερον ἐπὶ τοὺς ὑπερασπιστὰς ἵεσθαι τοῦ Δαυίδ, ἐπανακάμπτει μὲν εἰς αὐτούς, ἣν ὥδευε παρεικώς· οἱ δὲ τὰ περὶ τούτου πυθόμενοι
20συστάδην μὲν παρακινδυνεύειν οὐκ ἔγνωσαν, μεθίστανται δὲ νυκτὸς καὶ εἰσίασι τὸ Βυζάντιον. Ὁ δέ γε Δαυὶδ ὡς οὔκουν ἐβάλετο κατὰ νοῦν, παρὰ δόξαν τοῦ κινδύνου ῥυσθείς, ὃν ἔγγιον εἶχε προσέρποντα καὶ σχεδὸν οὐδ’ ὅσα γόνυ κνήμης ἐαυτοῦ ἀφιστάμενον, ἀπρὶξ μὲν καὶ πάλιν τῆς Ἡρακλείας
25ἔχεται· τοὺς δ’ ἐν Βυζαντίῳ Λατίνους τῆς συμμάχου διαμειβόμενος στρατιᾶς σιτηγῶν πλοίων δεξιοῦται καταγωγαῖς καὶ κρέασιν ὑείοις ταριχηροῖς καὶ παρ’ αὐτῶν αἰτεῖται δευτέραν σύναρσιν καὶ λιπαρεῖ ταῖς πρὸς τὸν Λάσκαριν γραφαῖς καὶ σπονδαῖς τοῖς ὑποκειμένοις σφίσι κἀκεῖνον ἐντάττεσθαι καὶ τὴν ὑπ’ αὐτὸν πᾶσαν χώραν ταῖς ὑπὸ Λατί‐
30νους ἐγκρίνεσθαι. ἀμέλει καὶ ὡς εἶχε ταῦτα καταθεμένους, πύθοιτο δὲ καὶ τὸν Λάσκαριν ἐκ Νικαίας εἰς Προῦσαν μετάραντα, ἐξ Ἡρακλείας
πρόεισι καὶ αὐτὸς τῷ συμμαχικῷ γαυριῶν, ὅπερ ἐκ Βυζαντίου προσεχῶς640

Halosis,pt1

641

ἐκείνῳ ἀπέσταλτο, γυμνασίαν τε καὶ ἀνάπειραν ἑαυτοῦ κἀκείνων ποι‐ ούμενος, τὸν Σαγγάριον διαβὰς ποταμὸν ὑπηκόους κωμοπόλεις τῷ Λάσκαρι ἔκειρε. καὶ μεθ’ ἡμέρας μὲν αὐτὸς ἐκεῖθεν μεθίσταται ὁμήρους ἐκ τῆς Πλουσιάδος δεξάμενος, ἐνίοις δὲ καὶ δεσμὰ περιθέμενος διὰ τὸ
5σφᾶς προσχωρῆσαι τῷ Λάσκαρι· οἱ δ’ Ἰταλοὶ περί που τοὺς τρια‐ κοσίους ὁρώμενοι παρεσκευάζοντο μὲν καὶ περαιτέρω χωρεῖν κἀκ τῶν κοίλων πρὸς τὰ μετέωρα ἔβαινον, ἐπελθόντος δ’ αὐτοῖς ἀπροόπτως περὶ τὰς τῆς Νικομηδείας Τραχείας Ἀνδρονίκου τοῦ Γίδου καὶ γενο‐ μένης συμβολῆς, ἡττῶνται μετὰ πλείστας ἀμοιβὰς τοῦ πολέμου, οἱ δὲ
10καὶ ζωγροῦνται τοῖς περισχοῦσι τὰ ὄρη καὶ ταῖς προλελοχισμέναις ὑπὸ σφῶν περιπεσόντες ἐνέδραις, ὡς μηδὲ πυρφόρον ὑπολελεῖφθαι σχεδὸν τὸν τῷ Δαυὶδ ἀπαγγελοῦντα τουτοῒ τὸ δυσπράγημα. Ἀλλὰ καὶ Πέτρος ὁ ἐκ Πράτζης, οὗ καὶ πρόσθεν ἐμνήσθημεν (μεγέθει δὲ οὗτος σώματος θαυμασίῳ ἐκέκαστο καὶ ψυχῆς γενναίῳ περιεβλέπετο
15παραστήματι), ταῖς Πηγαῖς τῇ πόλει προσδεχθῆναι φιλονεικῶν ἅτε δίκαιον ἐπ’ αὐταῖς ἔχειν ἰσχυριζόμενος ὡς οἷα πρώτως ἐκεῖ καταχθείς, ἡνίκα Λατῖνοι τὸν κατὰ τῶν πρὸς αὐγὰς ἡλίου Ῥωμαίων ἐπανείλοντο πόλεμον, καὶ ἄλλοτε μὲν εἰσδῦναι ταύτας ἐκ τοῦ προφανοῦς ἐπειράσατο, ἀποπεμφθεὶς δὲ ὡς τῶν ἔνδοθι φρονούντων φίλα τῷ Λάσκαρι, ἔδοξε μὲν
20ἀποσχέσθαι ταυτησὶ τῆς προθέσεως, ὁ δ’ ἐνεδρεύων ἦν καὶ πάλιν, ὅτι μηδὲ προύπτως εἶχε βιάζεσθαι. τῶν γοῦν Πηγαϊτῶν τινας ὑποκλέψας καὶ διαφθείρας λάθρᾳ καὶ κατὰ βραχεῖς τοὺς οἰκείους ταῖς Πηγαῖς ἐπεισ‐ άγει, πολυωρουμένους παρὰ Σθλάβου τινὸς Βαρηνοῦ καὶ τῶν τούτου συνωμοτῶν. πέρας δὲ καὶ αὐτὸς ὁ Πέτρος καιροφυλακήσας τὰς Πηγὰς
25ὑπεισδέδυκε καὶ νυκτὸς ἐπιθέμενος σὺν οὐδενὶ πόνῳ τοὺς ἐναντίους
διώσατο καὶ τῆς ὅλης κεκράτηκε πόλεως.641

Halosis,pt1

642

Οὑτωσὶ δὲ πραττομένων τούτων οἱ τὴν Ἀδριανοῦ κατειληφότες Λατῖνοι τὰ μὲν πρῶτα περὶ αὐτὴν ἐνηυλίσαντο καὶ ἀγορὰ τῆς πόλεως ἔξω πεποίητο· εἶτα καὶ συναιχμίαν μετὰ Ῥωμαίων ἀποδειξάμενοι τῶν πόλεών τινας περιέρχονται κακῶς παθούσας ὑπὸ Σκυθῶν, καὶ ταύτας,
5ὡς ὁ καιρὸς ἐδίδου, καταστησάμενοι εἶτα καὶ τῶν τῆς Ῥοδόπης σχοι‐ νισμάτων ἅπτονται. μηδένα δὲ πολέμιον ἔχοντες ἐξαπτόμενον, μήτε μὴν ὅλως σφίσιν ὑποφαινόμενον, εἰσίασι τὸ ἔρυμα τὸν Στενίμαχον καὶ μεθιστῶσιν ἐκεῖθεν τοὺς ὁμογενεῖς σφῶν, ἀποσπάδας ὄντας τῶν τὴν Φιλίππου διεπόντων πρότερον, καὶ οὕτως ἐς Ὀρεστιάδα πάλιν ἐπ‐
10αναλύουσιν. ἀλλὰ καὶ μοῖραν στρατεύματος Θεοδώρῳ τῷ Βρανᾷ παραδόντες στρατηγεῖν τῶν ἐκεῖ καταλείπουσιν. αὐτοὶ δ’ ἐπανίασιν ἐς Βυζάντιον καὶ εἰς βασιλέα χρίουσι τὸν Ἐρρῆν, ὃς ἦν αὐτοκασίγνητος Βαλδουίνου τοῦ πρώτως ἐκ Λατίνων τῆς Κωνσταντίνου κατάρξαντος. ἐνιαυτὸν δ’ ἕνα καὶ μῆνας τέσσαρας ἄνευ βασιλέως τὰ κοινὰ χειρίζοντες
15πράγματα οὐκ ἄλλως κατένευσαν χρῖσμα βασιλείας ὁτῳδὴ τῶν ἐκ γένους χαρίσασθαι, εἰ μὴ πρότερον τὸν τοῦ Βαλδουίνου θάνατον ἠκρι‐ βώσαντο. Ἀκουέτωσαν ταῦτα Ῥωμαῖοι οἱ χρίοντες ἅμα καὶ τὸν διὰ τάχους καθαιρήσοντα τὸν χριόμενον τῷ νῷ συλλαμβάνοντες. εἰκότως οὖν καὶ
20μητρόλεθροι ἔχιδναι καὶ γένος ἀπολωλεκὸς βουλὴν καὶ τέκνα μωμητὰ καὶ υἱοὶ ἄνομοι οἱ ἐς ἡμᾶς πρὸς ὅπλα ἔχοντες παρὰ πᾶσιν ἀκούουσιν ἔθνεσιν. Ὁ δὲ τοῦ Βαλδουίνου θάνατος οὕτω συμβέβηκεν. ἐν τῷ Σκυθικῷ συλληφθεὶς πολέμῳ καὶ δεσμοῖς ὑποβληθείς, ὡς ἐρρέθη μοι, συχνὸν ἤδη
25χρόνον καθείργνυτο ἐς τὸν Τέρνοβον. ἀποστάντος δὲ τοῦ Ἀσπιέτου καὶ τῶν τῆς αὐτῆς ἐκείνῳ ἑταιρείας τε καὶ συντροφίας προσερρυηκότων, Λατίνοις θυμῷ ὑπερζέσας ὁ Ἰωάννης, καὶ τοῦ πάθους ἀεὶ ἐπίτασιν λαμβάνοντος, εἰς μανιώδη σχεδὸν ἐξώκειλε διάθεσιν· ὅθεν τῆς εἱρκτῆς τὸν ἄνδρα ἐξαγαγὼν κελεύει τοὺς μὲν πόδας ἀπὸ γόνατος, τὰς δὲ χεῖρας
30ἐκ βραχιόνων Τενεδείῳ ἄντικρυς πελέκει ἀποκοπῆναι, εἶτα καὶ κατὰ κεφαλῆς ἐπὶ φάραγγος ὠθησθῆναι. οὐκοῦν καὶ τρεῖς ἐξαρκέσας ἡμέρας,
βορὰ προκείμενος ὄρνισιν, ἐλεεινῶς τὸν βίον κατέστρεψεν.642

Halosis,pt1

643

Οὐ τοῦτον δὲ μόνον ἀπανθρώπως οὕτω τοῦ ζῆν ἐξήγαγεν, ἀλλὰ καὶ οὓς καθεῖρξε Ῥωμαίους οἰκτρῶς ἀπώλεσε, μὴ φωνὴν μηδ’ ἱκεσίαν ἐξ αὐτῶν ὅλως ἀνασχόμενος ἐνωτίσασθαι. ἐν οἷς καὶ τὸν τοῦ δρόμου λογοθέτην Κωνσταντῖνον τὸν Τορνίκην, ὑποδρηστεύσαντα μὲν ἀκοντὶ
5τὸ πλέον μετὰ τὴν τῆς πόλεως ἅλωσιν τῷ βασιλεῖ Βαλδουίνῳ καὶ τὸν ἐκ πολέμου διαδράντα κίνδυνον, καθ’ ὃν ὑπὸ Σκυθῶν ἐκεῖνος ἑάλωκε, προσρυέντα δ’ ἔπειτα τῷ Ἰωάννῃ καὶ παρὰ τούτῳ δυνηθῆναι τὰ μέγιστα φανταζόμενον οἷς πολλάκις παρ’ ἐκεῖνον ἀπὸ Ῥωμαίων πρέσβις ἐπιπεφοίτηκε, ξενίαν δ’ εὑράμενον τὸ πολλὰς ὑπὸ ξιφῶν κατὰ παντὸς
10τοῦ σώματος δέξασθαι καὶ μηδ’ ὁσίας τυχεῖν μετὰ τὴν ἀναίρεσιν. Οἱ δέ γε Λατῖνοι καὶ τὰ πάλαι ᾀδόμενα στοιχειώδη τῆς πόλεως φυλακτήρια καὶ κατὰ τεῖχος καὶ τάφρον προσεξευρημένα τοῖς κατ’ αὐτῆς ξυντάττουσι φάλαγγας καὶ λόχους καθίζουσι δυσμενέσιν (εἰ δὲ καὶ ἀληθῶς, οὐκ ἔχω λέγειν σαφῶς) καθαιρεῖν ἐγνώκεσαν, καὶ τούτων
15μάλιστα ὁπόσα κατὰ τοῦ σφῶν ἀνεστηλῶσθαι γένους ἐμάνθανον. ὅθεν μεθ’ ἑτέρων ἀνδρεικέλων ἐκ χαλκοῦ πεποιημένων, ἃ τῶν προτέρων κατενήνεκται βάσεων καὶ πυρὶ παρεδόθησαν, οὐδὲ τὴν ἐμπροσθίαν εὐώνυμον χηλὴν τοῦ ἵππου ἀπεριέργαστον εἴασαν, ὃς ἐπὶ λιθίνου λευκοῦ τετραπλεύρου κατὰ τὸν λεγόμενον Ταῦρον χαλκοῦς ἱστάμενος
20ἡρωϊκόν τινα τὴν ἰσχὺν ἄνδρα καὶ τὸ εἶδος ἀξιοθέατον ἐπὶ τῶν νώτων ὀχεῖ, μηδ’ αὐτὸς ἀπέχων τοῦ ἄγασθαι διὰ τὴν ἐπὶ πᾶσι τῆς τέχνης ἀκρίβειαν, ἀφάλαρος, φριμάσσων καὶ τὸ οὖς ἀνιστῶν ὡς πρὸς σάλπιγγα. τοῦτον οἱ μέν φασιν εἶναι Πήγασον καὶ τὸν ἀναβάτην Βελλεροφόντην, οἱ δὲ τὸν Ἰησοῦν τοῦ Ναυῆ ὁτῳδὴ ἐπικαθήμενον ἵππῳ καὶ δῆλον
25εἶναι τὸν ἄνδρα τῇ διασκευῇ τοῦ εἰκάσματος πρὸς τὴν ἁρματηλασίαν ἡλίου καὶ τὸν δρόμον τὸν σεληναῖον τὴν δεξιὰν χεῖρα ἐκτείνοντα, ὡς σταῖεν τοῦ πρόσω χωρεῖν, καὶ σφαιρικὸν ἐκ χαλκοῦ σχῆμα τῷ κοίλῳ τῆς λαιᾶς χειρὸς ὑπανέχοντα. ἀναμοχλεύσαντες τοίνυν ῥαιστῆρσι τὸ πέλμα τὸ ἵππειον, ἀνθρωπόμορφον εὑρίσκουσιν ἴνδαλμα ὑποκείμενον,
30πλειόνως εἰκάζον ἐκ τοῦ τῶν Βουλγάρων τινὰ γένους, ἐς τὸ διαμπερὲς ἐληλαμένον ἥλῳ καὶ μολίβδῳ πάντῃ κατειλημμένον, ἢ γοῦν Λατῖνον
διατυποῦν, ὥσπερ δὴ καὶ πάλαι πρὸς τῶν ὅλων διαπεφήμιστο. καὶ643

Halosis,pt1

644

τὸ μὲν τῇ τῶν ἀργυρογνωμόνων χωνείᾳ καθίεται· Λατῖνοι δ’ ἔπραττον ταῦτα οὐκ ἐκ δειλάνδρου παντάπασι γνώμης, ὡς ἀποφανεῖταί τις καταφρονητικῶς ἔχων ἐς αὐτούς, ἀλλὰ μετιόντες πάντα καὶ διατεχνώ‐ μενοι, μή πως ἐκπέσωσιν ἧς ἐπέβησαν πόλεως, οὐδὲ τὰ τοιαδὶ τῶν
5ἀκουσμάτων ἀπεριέργαστα παρατρέχειν ἐδοκίμαζον, οἷα μηδ’ εἰκαίως ὑφ’ ἁπάντων διαθρυλλούμενα, ἀλλὰ τὸ εἰκαστικὸν τῇ ἐπινοίᾳ συνάπτον‐ τες ἐδικαίουν μὴ ἐᾶν ἀνεξέταστα, πρὸς οὐδεμίαν τῶν πράξεων ἀνα‐ πίπτοντες. Τίς γὰρ οὐκ ἴσησιν ὡς ἧς ἂν ἐπιβαῖεν χώρας καὶ πόλεως, καθάπερ
10οἰκείας αὐτῆς δραττόμενοι καὶ ἀπρὶξ ἐχόμενοι πρὸς οὐδὲν ἀποκναίουσι δυσχερές, ὡς οὐκέτ’ ὄντων τῶν οἴκοι ἐπιλαθόμενοι; ἀπεναντίας δρῶντες τοῖς ἡμετέροις οἳ τοῖς βουλομένοις καὶ τῶν ἐσχάτων ἐπενδυτῶν ὑπ‐ εξίστανται καὶ τὸν χοῦν τῶν ποδῶν αὐτῶν ἀφιστάμενοι τῶν πατρίδων ἀσμένως ἀποτινάσσονται, οὐχ ὡς εὐαγγελικοὶ μαθηταί, ἀλλ’ ὡς ἀχρεῖοι
15καὶ ἀγεννέστατοι μαχηταὶ καὶ γυναικῶν ἐς πόλεμον ἀτολμότεροι καὶ πρὸς τὴν ὄψιν τῶν δυσμενῶν ἀτεχνῶς πάσχοντες ταῦτα δὴ τὰ Ὁμήρεια
„τοῦ μὲν 〈γάρ τε〉 κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ’ ἐν φρεσὶ θυμός,
ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει.
20
ἐν δὲ τέ οἱ κραδίη μέγα στέρνοισι πατάσσει
Κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίνετ’ ὀδόντων.“ Θαυμάσαι δ’ ἄν τις τοὺς ἄνδρας τούσδε περιεργασάμενος, εἰ μὴ καὶ ἑαυτοὺς προϊόντος τοῦ χρόνου δίχα πόνου διεξεργάσονται, οὕτω μὲν πρὸς τοὺς ἐναντίους ἀεὶ ἐνδιδόντες καὶ μαλακιζόμενοι, πρὸς δὲ τοὺς
25ὁμοφύλους ἀναιδεῖς καὶ θρασεῖς καὶ αὐθάδεις ὁρώμενοι, οἵ γε καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς ἡμῖν τὴν τῆς πόλεως ἐπιγραφόμενοι ἅλωσιν οὔτε τὸν τῆς δίκης δεδίασι παντέφορον ὀφθαλμὸν αὐτοὶ καταπροδόντες κἀκείνην δὴ καὶ ἡμᾶς, οὔτε πρὸς τὴν ὑπερβολὴν τοῦ ψεύδους αἰσχύ‐ νονται. τὸ δὲ καὶ δακρύων ἄξιον ὡς ἀνθρώπων ἀναλγήτων πάθημα
30καὶ δυστύχημα, οὐ μόνον τὴν ἐπανάκλησιν αὐτῆς ἀπεύχονται ὡς πλεί‐
ους ὧν εἶχον κτήσεις περιβαλόμενοι, ἀλλὰ καὶ βραδυτῆτα τῷ θεῷ ἐγκα‐644

Halosis,pt1

645

λοῦσιν ὡς μὴ πάλαι καὶ χειρόνως τὰ κατ’ αὐτὴν καὶ ἡμᾶς διαθεμένῳ, ἀλλ’ ἐς δεῦρο τὸν ὄλεθρον ἀποτείναντι καὶ φειδοῖ καὶ φιλανθρωπίᾳ δικάσαντι. καὶ δέον τοῖς ἡμῶν αὐτῶν κακοῖς ἁρμόζεσθαι πρὸς συμπά‐ θειαν, οὐ πόλιν, οὐχ ἑστίαν, οὐ πορισμὸν τῶν πρὸς τὸ ζῆν ἐχόντων,
5οὓς ᾔδεσαν πάλαι περιωνύμους πλούτου βαθύτητι καὶ δυναστείας λαμ‐ πρότητι, οἱ δὲ ξεναγοῦσι σκώμμασι καὶ περιβάλλουσιν ὡς ἱμᾶσι τοῖς ὀνείδεσιν, οὐδ’ ὅλως παρὰ τὴν ἀρχὴν τοῦτο ἐλπίσαντας. Ἦ γὰρ ἂν οὐδ’ ἐπέβημεν ὅλως τῆς ἑῴας γῆς, τὸν μετὰ τοιούτων ἀνθρώπων ἀλεείνοντες πάτον καὶ κατὰ τὸν πάλαι Βελλεροφόντην πε‐
10δίον ζητοῦντες Ἠλύσιον ἢ τὸν Ἱερεμίου ἔσχατον σταθμόν. μενοῦν γε οὐδὲ δι’ ὄχλου τισὶ γεγόναμεν, πρὸς μόνον εὐελπιστοῦντες τὸν χορηγὸν τοῖς πᾶσι τροφῆς πατέρα θεόν, ὃς πρότερον μὲν δι’ Ἐλισσαιὲ παλάθαις καὶ κριθίνοις ἄρτοις βραχέσιν ἑκατὸν εἱστίασεν ἄνδρας, ὕστερον δ’ αὐτὸς βραχυτέροις μυριάδας πεινώντων ἐδεξιώσατο καὶ τὰ τοῦ κόρου
15λείψανα πλείω τῶν ἐδηδομένων συλλέξαι τοῖς συμποσιάρχαις μύσταις παρέσχετο, ἐπὶ θαύματι θαῦμα τετελεκὼς ἐξαισίῳ ἐξαισιώτερον. ὅθεν κατὰ μόνον τὸ σύννομον αὐτοῖς συμφερόμενοι, ἐξ ὅτου τὴν παρ’ Ἀσκα‐ νίᾳ λίμνῃ τῆς Βιθυνῶν ἐπαρχίας προεδρεύουσαν Νίκαιαν παροικεῖν εἱλόμεθα ὡς αἰχμάλωτοι, καὶ παρὰ τοῖς αὐτοῖς συνιόντες τεμένεσιν
20ἀσυναφεῖς τἆλλα καθεωράμεθα. Ἀλλὰ τί μοι καὶ τῷ τὴν ἱστορίαν παρακινεῖν ταῖς τοιαῖσδε τῶν διηγήσεων καὶ παριστᾶν ἐντεῦθεν ὡς ἀκράτου ποτηρίου καὶ τρυγο‐ φόρου κύλικος τὰ τῶν Ῥωμαίων ἁπαξάπαντα προσδεᾶ; περὶ τὴν νύσσαν τοίνυν τὸ λέγειν αὖθις ἐπαναγέσθω καὶ τῶν προκειμένων ἐχέσθω
25μοι. Τῇδε μὲν οὖν καὶ ταῦτα ἐφέρετο. ὁ δέ γε Ἐρρῆς βασιλεύσας ἐπεὶ πύθοιτο παρὰ τῶν εἰς Ὀρεστιάδα καταλειφθέντων ὁμογενῶν Σκυθῶν
αὖθις καὶ Βλάχων ἐξιέναι στρατεύματα καὶ τὸ μὲν Διδυμότειχον καθε‐645

Halosis,pt1

646

λεῖν, αὐτὴν δὲ τὴν ἐξ Ἀδριανοῦ καλουμένην ὑπονοθεύειν, εἴ πως καὶ ταύτης περιγενήσονται, μὴ πρὸς τὸ πλῆθος δείσας τῶν ἀντιπάλων, μηδ’ ἐν νῷ βαλόμενος ὅλως τὰ τῶν προτέρων πολέμων ἀτυχήματα, πάλιν τὴν ἔξοδον ἀπεθάρρησε καὶ τοὺς τῷ Βρανᾷ συνεκδήμους ὁμο‐
5φύλους ἐκσῶσαι γλιχόμενος καὶ τὰ τῶν Ῥωμαίων περιθάλψειν ἐγκατα‐ λείμματα, οἳ περὶ τὰς οὐχ ἑκὰς τῆς πόλεως κωμοπόλεις αὖθις συνδεδρα‐ μήκασι. περὶ τὴν Ἀδριανοῦ τοίνυν κατηντηκὼς καὶ τοὺς Βλάχους κατωπτευκώς, πρὸς τὴν ὄψιν τῶν Λατίνων ἀποδειλιάσαντας, μήτε σώματα λαβόντων μείζονα τῶν προτέρων μήτε ψυχὰς κτησαμένων
10ἀλκιμωτέρας, τὸ δὲ σύνηθες θράσος καὶ τὴν ἐν πολέμοις ἕξιν οὐκ ἀπολω‐ λότων οἷς πεπόνθασι, μέχρι Κρηνοῦ καὶ Βερόης ἐλάσας, ἐκ δὲ τούτων τὴν Ἀγαθόπολιν διελθὼν καὶ παρεμβαλὼν ἐς Ἀγχίαλον, καὶ πολλὰ μὲν δράσας ἐξ ὧν καὶ χρήματα καὶ σώματα καὶ ζῴων ἀγέλας ἔλαβεν, οὐδὲν δέ τι καθυπομείνας δεινόν, ἀπαθὴς ὑπέστρεψε καὶ τὴν Κωνσταν‐
15τίνου κατέλαβεν.646

Halosis,pt2

647

(1t)

ΤΟΥ ΑΥΤΟΥ ΜΑΚΑΡΙΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ ΤΟΥ ΧΩΝΕΙΑΤΟΥ ΑΠΟ
2tΤΗΣ ΑΥΤΟΥ ΙΣΤΟΡΙΑΣ ΤΗΣ ΠΕΡΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
3 Ἵνα δὲ μὴ μακροτέρᾳ τῇ ἱστορίᾳ χρώμενοι πολυπλοκωτέρας ἐν‐ τεῦθεν τὰς λύπας κτώμεθα, ταυτὶ μὲν παρήσομεν, ἐκεῖνα δ’ ἐν ἐπιτομῇ
5τῷ λόγῳ δώσομεν. Τῆς γὰρ ἡμετέρας βασιλείας ἄρτι διαπεττευθείσης ἐς τοὺς Φραγ‐ γίσκους, ὁμοίως δὲ καὶ τῆς ἀρχιερωσύνης κληρωθείσης τοῖς Βενετίκοις, οἷς ἐπίσταται κρίμασιν ὁ τοῦ κοσμικοῦ τοῦδε σκάφους σκευαστὴς καὶ κυβερνήτης Κύριος, ἵκετο ἐκ Βενετίας πατριάρχης Κωνσταντινουπόλεως
10Θωμᾶς τις τοὔνομα, τὴν μὲν ἡλικίαν μέσος, τὴν δὲ σωματικὴν πλάσιν λακκευτοῦ συὸς εὐτραφέστερος· ἦν δὲ καὶ λεῖος ξυρῷ τὸ τοῦ προσώπου ἔδαφος, ὡς οἱ λοιποὶ τῶν ἐκ τοῦ γένους ἐκείνῳ, καὶ τὰς ἐνστηθίους παρατετιλμένος τρίχας ἀκριβέστερον δρώπακος, ἀμπεχόμενος δὲ καὶ στολὴν συνυφασμένην μικροῦ τῷ δέρματι καὶ ῥαφιδουμένην ἑκάστης
15τὰ ἐς καρπούς, δακτύλιόν τε τῇ χειρὶ περιστρέφων, ἐνίοτε δὲ καὶ τὰ ἐκ δέρρεων ἐς δακτύλους διεσχισμένα τῶν χειρῶν φυλακτήρια περι‐ κείμενος. ὡρᾶτο δὲ καὶ τὸ περὶ αὐτὸν ὡσιωμένον θεῷ σύστημα καὶ τὴν θυωρὸν ἀμφιπονούμενον τράπεζαν τῆς αὐτῆς ἐχόμενον κεραμείας καὶ τῷ καθηγεμόνι πανείκελον τὰ ἐς στολὴν καὶ δίαιταν καὶ τὸν τοῦ πώγω‐
20νος θερισμόν. Ἐκ πρώτης δ’ ὅ φασι γραμμῆς τὸ ἐθνικὸν παραδεικνύντες φιλό‐ χρυσον ἐννοοῦσι πόρον λημματισμοῦ καινόν τε ἅμα καὶ λαθόντα ξύμ‐ παντας, οἳ τὴν βασιλίδα πόλιν ἐσκύλευσαν. τὰς γὰρ τῶν βασιλέων θήκας ἀνοίξαντες, ὁπόσαι ἔνεισι τῷ ἡρῴῳ τῷ περὶ τὸ μέγα τέμενος
25ἱδρυμένῳ τῶν τοῦ Χριστοῦ μαθητῶν, λωποδυτοῦσι νυκτὸς ἁπάσας καὶ παναθεμίτως ἐγκολπίζονται, εἴ τις χρύσειος κόσμος ἢ μαργάρων
σφαίρωμα ἢ λίθος διαυγὴς καὶ πολύτιμος ἀδιάφθορος εἰσέτι ταύταις647

Halosis,pt2

648

ἐνέκειτο. εὑρόντες δὲ καὶ τὸν νεκρὸν Ἰουστινιανοῦ τοῦ βασιλέως τοῖς μακραίωσιν ἀπαραλύμαντον ἔτεσι τὸ μὲν ὁραθὲν ἐν θαύματι ἔθεντο, τῶν δὲ νεκροταφίων οὐμενοῦν οὐδ’ ὅλως ἀπέσχοντο. ἔστιν οὖν εἰπεῖν ὡς οὔτε τῶν ἔτι ζώντων, οὔτε μὴν τῶν ἀπελθόντων οἱ ἐκ γενῶν τῶν
5ἑσπερίων ἐφείσαντο, ἀλλ’ ἐκ θεοῦ καὶ τῶν αὐτοῦ θεραπόντων ἀρξάμενοι πᾶσαν ἐπὶ πᾶσιν ἀδιαφορίαν τε καὶ ἀσέβειαν ἐπεδείξαντο. Μετ’ οὐ πολὺ δὲ κατασπῶσι καὶ τὸ τοῦ Μεγίστου Νεὼ καταπέτασμα ἐς μυρίας πολλάκις ἀργύρου μνᾶς ἀριθμούμενον, καὶ τούτου εὐροιζο‐ τέρου παντός, καὶ εἰς βάθος χρυσῷ πυκαζόμενον.
10 Ἐπεὶ δὲ χρημάτων καὶ οὕτως ἐσπάνιζον (οὐδὲ γὰρ φιλοπλουτίας κόρον ὅτε δὴ τὸ βάρβαρον ἴσησι) τοῖς χαλκοῖς ἐποφθαλμίζουσιν ἀνδρι‐ ᾶσι καὶ παραδιδόασι τούτους πυρί. Ἥ τε οὖν ἐν τῇ Κωνσταντινείῳ ἀγορᾷ ἱσταμένη πολύχαλκος Ἥρα κέκοπται εἰς στατῆρας καὶ χωνείᾳ παραδίδοται, ἧς ἡ κεφαλὴ μόγις
15τέτρασι βοῶν ὑποτρόχοις ζεύγμασιν ἐς τὸ μέγα παλάτιον ἀποκεκό‐ μισται. Καὶ ἐπ’ αὐτῇ ὁ Πάρις Ἀλέξανδρος τῆς βάσεως ἀνατέτραπται, συν‐ εστὼς Ἀφροδίτῃ καὶ χειρίζων ταύτῃ τὸ χρύσεον μῆλον τῆς Ἔριδος. Τὸ δὲ τετράπλευρον χαλκοῦν μηχάνημα μετέωρον ἀναβαῖνον καὶ
20μικροῦ τοῖς τῶν κιόνων μείζοσιν ἐς ὕψος ἀνθαμιλλώμενον, ὅσοι πολλαχῇ τῆς πόλεως ἀνεστήκασι, τίς οὐκ ἂν ὀφθαλμὸν ἐκείνῳ ἐπιβαλὼν τῆς ποικιλίας ἐθαύμασεν; ἅπας μουσικὸς ὄρνις τὰ ἐαρινὰ μελῳδῶν ἐκεῖ ἐντετύπωτο· γεηπόνων ἔργα καὶ αὐλοὶ καὶ γαυλοὶ καὶ προβάτων βληχήματα καὶ ἀρνῶν σκιρτήματα ἐξεικόνιστο· ὑφήπλωτο καὶ θα‐
25λάττιον πέλαγος καὶ νεπόδων ἀγέλαι καθωρῶντο, οἱ μὲν ζωγρούμενοι, οἱ δὲ τὰ δίκτυα τυραννοῦντες καὶ κατὰ βυθοῦ πάλιν ἀνέτως φερόμενοι· οἱ δ’ Ἔρωτες σύνδυο καὶ σύντρεις ἀλλήλοις ἀνθοπλιζόμενοι, γυμνοὶ περιβλημάτων, ἐβάλλοντο μήλοις καὶ ἔβαλλον, γλυκεῖ περιβρασσόμενοι γέλωτι. τοῦ δὲ τοιούτου τετραπλεύρου ἐς ὀξὺ σχῆμα κατὰ πυραμίδα
30τελευτῶντος ἀπῃώρητο ἄνωθεν γυναικόμορφον εἴκασμα καὶ ταῖς πρώ‐ ταις τῶν ἀνέμων κινήσεσι περισοβούμενον· ὁπόθεν καὶ Ἀνεμοδούλιον
ἐπεκέκλητο.648

Halosis,pt2

649

Πλὴν ἀλλὰ καὶ τοῦτο τὸ περικαλλέστατον ἔργον τοῖς χοανευταῖς παρέδοσαν, ὥσπερ καὶ τὸν ἐν τῷ Ταύρῳ ἐπὶ τραπεζώδους βάσεως ἔφιππον ἱστάμενον ἄνδρα, τὸν ἡρωϊκὸν τὸ εἶδος καὶ τὸ μέγεθος ἀξιάγα‐ στον. εἶναι δὲ οὗτος ἐλέγετο παρὰ μὲν ἐνίοις Ἰησοῦς ὁ τοῦ Ναυῆ,
5τεκμαιρομένοις τὸν ἄνδρα τῇ πρὸς ἥλιον ἐκτάσει τῆς χειρὸς ἤδη τῆς πρὸς δύσιν πορείας ἐχόμενον καὶ τὴν κατὰ Γαβαὼν στάσιν οἱονεὶ ἐπιτάσσοντα, ὡς δ’ ἐδόκει τοῖς πλείοσιν, ὁ ἐν τῇ νήσῳ τοῦ Πέλοπος γεννηθεὶς καὶ τραφεὶς Βελλεροφόντης Πηγάσῳ ἐπικαθήμενος· ἦν γὰρ ὁ ἵππος ἀχάλινος, ὁποῖος ὁ Πήγασος παραδίδοται, ἄνετα κροαίνων
10κατὰ πεδίων καὶ πάντα ἀδοξῶν ἀναβάτην ὡς πτηνὸς ἅμα καὶ πεζὸς φερόμενος. ἀλλὰ καὶ φήμη παλαίφατος καὶ ἐς ἡμᾶς διαβαίνουσα τοῖς τῶν ἁπάντων ἐνέκειτο στόμασιν ἐν τῇ ἐμπροσθίῳ τοῦ ἵππου τοῦδε λαιᾷ χηλῇ ἀνδρείκελον κεύθεσθαι, τισὶ μὲν ἐκ τοῦ τῶν Βενετίκων γένους τινὸς εἶναι παραδιδόμενον, ἄλλοις δ’ ἑτέρου τῶν μὴ ἐνσπόνδων Ῥω‐
15μαίοις ἐπιζεφυρίων ἐθνῶν ἢ καὶ τῶν Βουλγάρων ἑνός. πολλάκις οὖν ἡ τῆς χηλῆς ἐπεποιήθη ἀσφάλισις ἐς τὸ πάντῃ ἀφώρατον ὧν ᾔδετο κρύπτειν ἔνδοθι. κατατεμαχισθέντος δὲ τοῦ ἵππου καὶ σὺν τῷ ἀναβάτῃ παραπεμφθέντος πυρὶ εὕρηται καὶ τὸ τῇ ὁπλῇ τοῦ ἵππου ἐντυμβευό‐ μενον χαλκῆρες ἴνδαλμα καὶ ἦν περικείμενον χλαῖναν, ὁποίαν τῶν
20θρεμμάτων τὰ ἔρια πλέκουσιν· ὀλίγα δὲ τῶν ἐπ’ αὐτῷ πεφασμένων οἱ Λατῖνοι φροντίσαντες πυρὶ καὶ τοῦτο ἐνέβαλον. Ἀλλ’ οὐδὲ τῶν ἐν τῷ ἱππικῷ ἱσταμένων ἀγαλμάτων καὶ ἀλλοίων θαυμαστῶν ἔργων τὴν καταστροφὴν παρῆκαν οἱ τοῦ καλοῦ ἀνέραστοι οὗτοι βάρβαροι, ἀλλὰ καὶ ταῦτα κεκόφασιν εἰς νόμισμα, ἀνταλλασσό‐
25μενοι μικρῶν τὰ μεγάλα καὶ τὰ δαπάναις πονηθέντα μεγίσταις οὐτι‐ δανῶν ἀντιδιδόντες κερμάτων. Κατήρειπτο οὖν Ἡρακλῆς ὁ τριέσπερος μέγας μεγαλωστὶ κοφίνῳ ἐνιδρυμένος, τῆς λεοντῆς ὑπεστρωμένης ἄνωθεν, δεινὸν ὁρώσης κἀν τῷ χαλκῷ καὶ μικροῦ βρυχηθμὸν ἀφιείσης καὶ διαθροούσης τὸ ἐφιστάμενον
30ἐκεῖσε τοῦ πλήθους ἀπάλαμνον. ἐκάθητο δὲ μὴ γωρυτὸν ἐξημμένος, μὴ
τόξον ταῖν χεροῖν φέρων, μὴ τὸ ῥόπαλον προβαλλόμενος, ἀλλὰ τὴν μὲν649

Halosis,pt2

650

δεξιὰν βάσιν ἐκτείνων ὥσπερ καὶ τὴν αὐτὴν χεῖρα ἐς ὅσον ἐξῆν, τὸν δ’ εὐώνυμον πόδα κάμπτων ἐς γόνυ καὶ τὴν λαιὰν χεῖρα ἐπ’ ἀγκῶνος ἐρείδων, εἶτα τὸ λεῖπον τῆς χειρὸς ἀνατείνων καὶ τῷ πλατεῖ ταύτης ἀθυμίας πλήρης καθυποκλίνων ἠρέμα τὴν κεφαλὴν καὶ τὰς ἰδίας οὕτω
5τύχας ἀποκλαιόμενος καὶ δυσχεραίνων τοῖς ἄθλοις, ὅσους αὐτῷ Εὐρυ‐ σθεὺς οὐ κατὰ χρείαν, κατὰ δὲ φθόνον μᾶλλον ἠγωνοθέτει, τῷ τῆς τύχης περιόντι φυσώμενος. ἦν δὲ τὸ στέρνον εὐρύς, τοὺς ὤμους πλα‐ τύς, τὴν τρίχα οὖλος, τὰς πυγὰς πίων, βριαρὸς τοὺς βραχίονας, καὶ εἰς τόσον προήκων μέγεθος, ἐς ὅσον, οἶμαι, καὶ τὸν ἀρχέτυπον Ἡρακλῆν
10εἴκασεν ἂν ἀναδραμεῖν ὁ Λυσίμαχος ὁ πρῶτον ἅμα καὶ ὕστατον τῶν ἑαυτοῦ χειρῶν πανάριστον φιλοτέχνημα τουτονὶ χαλκουργήσας, καὶ οὕτω μέγιστον ὡς τὴν περιειλοῦσαν τὸν αὐτοῦ ἀντίχειρα μήρινθον ἐς ἀνδρεῖον ζωστῆρα ἐκτείνεσθαι καὶ τὴν κνήμην τοῦ ποδὸς εἰς ἀνδρό‐ μηκες. τοιοῦτον δ’ ὄντα τὸν Ἡρακλῆν οὐ παρῆλθον ἀκαθαίρετον οἱ
15τὴν ἀνδρείαν τῶν συννόμων ἀρετῶν διιστῶντες καὶ ταύτην ἑαυτοῖς οἰκειοῦντες καὶ περὶ πλείστου τιθέμενοι. Τούτῳ δὲ συγκαθεῖλον καὶ τὸν σεσαγμένον καὶ σὺν ὀγκηθμῷ στελ‐ λόμενον ὄνον καὶ τὸν τούτῳ ἐφεπόμενον ὀνηγόν, οὓς ἐν Ἀκτίῳ ἔστησε Καῖσαρ ὁ Αὔγουστος, ὅ ἐστιν ἡ καθ’ Ἑλλάδα Νικόπολις, ἡνίκα νυκτὸς
20ἐξιὼν τὸ τοῦ Ἀντωνίου κατασκέψασθαι στράτευμα ἀνδρὶ ἐνέτυχεν ὄνον ἐλαύνοντι καὶ πυθόμενος, ὅστις εἴη καὶ ἔνθα πορεύεται, ἤκουσεν ὡς κα‐ λοῦμαι Νίκων καὶ ὁ ἐμὸς ὄνος Νίκανδρος, ἀφικνοῦμαι δὲ πρὸς τὴν τοῦ Καίσαρος στρατιάν.“ Οὐδὲ μὴν τῆς ὑαίνης τε καὶ λυκαίνης τὰς χεῖρας ἀπήγαγον, ἃς Ῥῶμος
25καὶ Ῥωμύλος ἐθήλασαν· στατήρων δὲ βραχέων, καὶ τούτων χαλκῶν, τὰ παλαιὰ σεμνώματα τοῦ γένους ἀπέδοσαν καὶ καθῆκαν αὐτὰς ἐς τὸ χωνευτήριον. ἔτι γε μὴν καὶ τὸν ἄνδρα τὸν παλαίοντα λέοντι· καὶ τὸν ἵππον τὸν Νειλῷον, ἐς οὐραῖον ἠκανθωμένον λεπίσι τὰ ὄπισθεν τοῦ σώματος λήγοντα· καὶ τὸν σείοντα τὴν προνομαίαν ἐλέφαντα· τὰς
30Σφίγγας ἐπὶ τούτοις, τὰς εὐειδεῖς ὡς γυναῖκας τὰ ἔμπροσθεν καὶ φρικτὰς ὡς θηρία τὰ ὄπισθεν, καινοτέρας δὲ ὡς καὶ πεζῇ βαινούσας καὶ κούφως τῷ πτερῷ φερομένας καὶ διαμιλλωμένας τοῖς τῶν ὀρνίθων μεγαλοπτέ‐
ρυξι· καὶ τὸν ἀχάλινον ἵππον ὀρθιάζοντα τὸ οὖς καὶ φριμάσσοντα,650

Halosis,pt2

651

γαῦρόν τε καὶ εὐήνιον προποδίζοντα· καὶ τὸ ἀρχαῖον κακόν, τὴν Σκύλλαν, μέχρι μὲν ἰξύος γυναικεῖον εἶδος προφαίνουσαν, καὶ τοῦτο προτενὲς καὶ ὑπερμαζῶν καὶ μεστὸν ἀγριότητος, τὰ δ’ ἔκτοτε διεσχισ‐ μένον εἰς θῆρας ἐμπηδῶντας τῇ τοῦ Ὀδυσσέως νηῒ καὶ συχνοὺς τῶν
5ἑταίρων καταβροχθίζοντας. Ἦν δ’ ἐν τῷ ἱππικῷ καὶ χάλκεος ἀετὸς ἀνακείμενος, τοῦ ἐκ Τυάνων Ἀπολλωνίου καινὸν μεθόδευμα καὶ τῆς ἐκείνου γοητείας μεγαλοπρεπὲς μαγγάνευμα. παραβαλὼν γάρ ποτε Βυζαντίοις παρεκλήθη τὰ τῶν ὄφεων κατευνάσαι δήγματα, ὑφ’ ὧν ἔπασχον ἐκεῖνοι κακῶς. ἀμέλει καὶ
10συνερίθοις ταῖς ἀρρητουργίαις χρησάμενος, ὧν ὑφηγηταὶ δαίμονες καὶ ὅσοι τὰ τούτων πρεσβεύουσιν ὄργια, ἐπὶ στήλης ἀνίστησιν ἀετόν, ἡδονὴν ἐνστάζον ψυχαῖς ὅραμα καὶ πεῖθον χρονοτριβεῖν τοὺς αὐτοῦ θέας κατατρυφῶντας ὡς τοὺς ὑπέχοντας ἀκοὴν τὰ τῶν Σειρήνων δυσ‐ παρόδευτα μελῳδήματα. διῇρκε μὲν γὰρ ὡς ἐς πτῆσιν τὰς πτέρυγας,
15ὄφις δὲ τοῖς ποσὶν ὑποκείμενος καὶ λορδούμενος ἐς ὁλκοὺς ἀπεῖργεν αὐτὸν τῆς ἀναφορᾶς, οἷα τοῖς ἄκροις τοῦ σώματος ὡς πρὸς δῆγμα ἐγχρίπτων ταῖς πτέρυξιν. ἤνυε δὲ ὁ ἰοβόλος οὐδέν· ταῖς γὰρ τῶν ὀνύχων ἐμπερονηθεὶς ἀκωκαῖς ἔσβεστο τὴν ὁρμὴν καὶ ὑπνώττειν μᾶλλον ἐδόκει ἢ γοῦν πρὸς καταπάλαισιν τοῦ ὄρνιθος ταῖς ἐκείνου προσφύεσθαι
20πτέρυξι. καὶ ὁ μὲν ὄφις οὕτω πνέων τὰ λοίσθια καὶ τὸν ἰὸν εἶχεν ἑαυτῷ συνθνήσκοντα· ὁ δ’ ἀετὸς γαῦρον ὁρῶν καὶ μόνον οὐχὶ κλώζων τὰ ἐπινίκια ὥρμα συνεξᾶραι τὸν ὄφιν καὶ ἅμα οἱ διαέριος φέρεσθαι, τεκμαί‐ ρεσθαι τοῦτο διδοὺς τῷ χαροπῷ τοῦ βλέμματος καὶ τῇ νεκρώσει τοῦ ὄφεως, ὃν εἶπέ τις ἂν ἰδὼν ἐπιλελησμένον τῶν ἑλίξεων καὶ τοῦ δάκνειν
25ἐς ὄλεθρον καὶ τοὺς λοιποὺς Βυζαντίους ὄφεις τῷ καθ’ αὑτὸν διασοβεῖν ὑποδείγματι καὶ πείθειν ταῖς χειαῖς συσπειρᾶσθαι καὶ παραβύεσθαι. οὐ μόνον δὲ καθ’ ὅσα εἰρήκειμεν ἀξιάγαστον ἦν τουτὶ τὸ ἀέτειον εἴκασμα, ἀλλ’ ὅτι καὶ τὰ τῆς ἡμέρας ὡριαῖα τμήματα διὰ τῶν ἐν ταῖς πτέρυξι κεχαραγμένων γραμμῶν, οὐσῶν δυοκαίδεκα, τρανότατα ὑπεδήλου
30τοῖς τὰς ὄψεις ἐκείνῳ σὺν λόγῳ προσβάλλουσιν, ἡνίκα μὴ νεφέλαις
ἐγνοφοῦτο τὰς ἀκτῖνας ὁ ἥλιος.651

Halosis,pt2

652

Τί δὲ ἡ λευκώλενος Ἑλένη καλλίσφυρός τε καὶ δολιχόδειρος, ἡ τὸ Πανελλήνιον ἐς Τροίαν ἀθροίσασα καὶ καθελοῦσα Τροίαν, ἐκ δὲ ταύτης προσοκείλασα Νείλῳ κἀκεῖθεν αὖθις ἐς ἤθη τὰ Λακώνων ἐπαναλύσασα χρόνιος; ἆρ’ ἐμείλιξε τοὺς δυσμειλίκτους; ἆρ’ ἐμάλθαξε τοὺς σιδηρό‐
5φρονας; οὐμενοῦν οὐδ’ ὅλως τοιοῦτόν τι δεδύνηται ἡ πάντα θεατὴν τῷ κάλλει δουλαγωγήσασα, καίπερ ἐστολισμένη θεατρικῶς καὶ δροσώ‐ δης ὁρωμένη κἀν τῷ χαλκῷ καὶ ὑγραινομένη πρὸς ἔρωτα τῷ χιτῶνι, τῷ κρηδέμνῳ, τῇ στεφάνῃ καὶ τῷ πλοχμῷ τῶν τριχῶν· ὁ μὲν γὰρ ἀραχνίων λεπτότερος ἦν, τὸ δὲ δαιδάλεον ἐπανέκειτο, ἡ δὲ διέδει τὸ
10μέτωπον χρυσοῦ καὶ τιμαλφῶν λίθων ὑποκρινομένη διαύγειαν, ὁ δὲ τὸ τῆς κόμης κεχυμένον καὶ διασοβούμενον πνεύμασιν ὀπισθίῳ δεσμεύματι περιέσφιγγεν ἕως κνημῶν ἐκτεινόμενον. ἦν δὲ καὶ τὰ χείλη καλύκων δίκην ἠρέμα παρανοιγόμενα, ὡς καὶ δοκεῖν ἀφιέναι φωνήν· τὸ δὲ χάριεν μειδίαμα εὐθέως προσυπαντῶν καὶ χαρμονῆς πιμπλῶν τὸν θεώμενον καὶ
15τὸ τοῦ βλέμματος χαροπὸν καὶ τὰς ἁψῖδας τῶν ὀφρύων καὶ τὴν λοιπὴν εὐφυΐαν τοῦ σώματος οὐκ ἦν, ὁποῖα ἦν, διαγράψαι λόγῳ καὶ παρα‐ στῆσαι τοῖς ἔπειτα. Ἀλλ’ ὦ Τυνδαρὶς Ἑλένη, κάλλος αὐτόθεν καλόν, Ἐρώτων μό‐ σχευμα, Ἀφροδίτης τημελούχημα, πανάριστον φύσεως δώρημα, Τρώων
20καὶ Ἑλλήνων βράβευμα, ποῦ σοι τὸ νηπενθὲς καὶ κακῶν ἁπάντων ἐπίληθες φάρμακον, ὃ Θώνου σοι παράκοιτις ἐχαρίσατο; ποῦ δὲ τὰ ἄμαχα φίλτρα; πῶς οὐκ ἐχρήσω τούτοις ὡς πάλαι καὶ νῦν; ἀλλ’ οἶμαί σοι ταῖς Μοίραις πέπρωται τῇ τοῦ πυρὸς ὑποπεσεῖν ἐρωῇ, μηδ’ ἐν εἰκόνι παυσαμένην ἀνακάειν τοὺς ὁρῶντας εἰς ἔρωτας· εἶπον δ’ ἂν ὡς
25καὶ ἀντίποινα τοῦ τὴν Τροίαν ᾐθαλῶσθαι πυρὶ ταῖς σαῖς σχετλίως φρυκτευθέντι φιλότησιν οἱ Αἰνειάδαι οὗτοι πυρί 〈σε〉 κατέκριναν. ἀλλ’ οὐκ ἐᾷ με τὸ χρυσομανὲς τῶν ἀνδρῶν διανοήσασθαί τι τοιοῦτον καὶ φθέγξασθαι, ὑφ’ οὗ τὰ σπάνια πανταχοῦ καὶ καλῶν κάλλιστα ἔργα παντελεῖ ἀφανισμῷ παρεπέμφθησαν, εἰπεῖν δὲ καὶ τὸ τὰς ἑαυτῶν γυναῖ‐
30κας ὀβολῶν μετρίων πολλάκις ἀποδιδόναι καὶ ἀποπέμπεσθαι, καὶ μᾶλλον εἰ προσανέχουσι τηλίᾳ καὶ προστετήκασι πεττοῖς πανημέριοι ἢ καὶ πρὸς ὁρμὴν ἄλογον καὶ μανιώδη, οὐ μὴν ἀνδρείαν ἔμφρονα, κατ’
ἀλλήλων ἐνθουσιῶσι καὶ τὴν Ἄρεος σκευὴν περιτίθενται, τῆς νίκης652

Halosis,pt2

653

προτιθέντες ἆθλον πάντα τὰ προσόντα σφίσιν, αὐτὰς τὰς κουριδίους ἀλόχους, ἐξ ὧν πατέρες ἠκηκόεισαν τέκνων, ἔτι δὲ τὸ μέγα χρῆμα καὶ τοῖς ἄλλοις δυσπαραίτητον τὴν ψυχήν, καὶ ἧς ἕνεκα τὰ πάντα περι‐ σπουδάζουσιν ἄνθρωποι. ἄλλως τε ποῦ παρ’ ἀγραμμάτοις βαρβάροις
5καὶ τέλεον ἀναλφαβήτοις ἀνάγνωσις καὶ γνῶσις τῶν ἐπὶ σοὶ ῥαψῳδη‐ θέντων ἐκείνων ἐπῶν
„οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
αἰνῶς ἀθανάτῃσι θεαῖς εἰς ὦπα ἔοικεν“;
10 Δοτέον κἀκεῖνο τῷ λόγῳ. ἀνέκειτο ἐπὶ στήλης νεοειδὲς τὴν ὄψιν γύναιον, αὐτὸ τῆς ἡλικίας ἄγον τὸ χαριέστατον, ἐς τοὐπίσω τὴν κόμην ἀναδούμενον ἐπ’ ἀμφότερα τοῦ μετώπου συνεστραμμένην, οὐχ ὑπερ‐ αιωρούμενον, ἀλλ’ ὡς ἁπτὸν εἴη τοῖς ἐς αὐτὸ τὰς χεῖρας ἐκτείνουσι. τούτου δὴ τοῦ μορφάσματος ἡ δεξιὰ χείρ, μηδενὸς ὑπόντος ἐρείσματος,
15ἄνδρα ἔφιππον ἀφ’ ἑνὸς ἱππείου ποδὸς ἐπὶ παλάμας ἀνεῖχεν ὡς οὐδὲ σκύφον κεράσματος ἕτερος. ἦν δ’ ὁ μὲν ἀναβάτης σφριγῶν τὸ σῶμα, φραττόμενος θώρακι, κνημῖσι τὼ πόδε περιστελλόμενος, πνέων ἀτεχνῶς πόλεμον· ὁ δὲ ἵππος ἀνίστη τὸ οὖς ὡς πρὸς σάλπιγγα, ὑψηλὸς τὸν αὐχένα, τὰς ὄψεις δριμὺς καὶ τὸν ἐκ τοῦ θυμοῦ δρόμον προφαίνων τοῖς
20ὀφθαλμοῖς· οἱ δὲ πόδες ἀνεφέροντο ἀέριοι τὸ πολεμικὸν ἐπιδεικνύντες σάλευμα. Μετὰ δὲ τὸ εἴκασμα τουτὶ ἄγχιστα τοῦ τῶν τετρώρων ἑῴου καμ‐ πτῆρος, ὃς ἐπεκέκλητο τοῦ Ῥουσίου, ἁρματηλάται ἄνδρες ἀνεστή‐ λωντο, τῆς διφρευτικῆς προγράμματα δεξιότητος, μόνον οὐχὶ δια‐
25πρυσίως τῇ διαθέσει τῶν χειρῶν τοῖς διφρηλάταις παρεγγυώμενοι ὡς χρὴ προσπελῶντας τῇ νύσσῃ μὴ ἐφεῖναι τὰ χαλινά, ἀλλ’ ἐγκλίνειν ἀνασειρασμῷ τοὺς ἵππους καὶ συνεχεῖ καὶ σφοδροτέρῳ χρῆσθαι τῷ μύωπι, ὅπως περικλώμενοι τῆς νύσσης ἐχόμενα ἐῶσι τὸν συντρέχοντα ἀντίτεχνον τὴν ἐκ περιόδου ἐλᾶν καὶ ὕστατον ἔρχεσθαι, κἂν ἵππους
30δρομικωτέρους ἡνιοχῇ καὶ τὴν ἁμιλλητήριον τέχνην ὁρῷτο εὐπαίδευτος. Ὁ δὲ λόγος καὶ ἄλλο τι προσθήσει τοῖς εἰρημένοις· οὐδὲ γὰρ συγ‐ γράψασθαι τὰ πάντα προύθετο. χάριεν τὴν θέαν καὶ τὴν τέχνην μικροῦ τῶν πάντων θαυμασιώτερον βάσις ἦν λιθίνη καὶ ἐπ’ αὐτῆς
χαλκήλατον ζῷον παρὰ τοσοῦτον οὐκ ἀναμφήριστον βοῦν εἰκονίζον,653

Halosis,pt2

654

παρ’ ὅσον βραχύκερκον ἦν μηδὲ βαθεῖαν καθεικὸς φάρυγγα, οἵαν οἱ Αἰγύπτιοι βόες τρέφουσι, μήτε μὴν χηλαῖς ὁπλιζόμενον. συνεῖχε δὲ τοῦτο ταῖς γένυσι καὶ εἰς πνῖγμα συνέθλιβε ζῷον ἕτερον δι’ ὅλου τοῦ σώματος λεπίσι θωρακιζόμενον οὕτω τραχείαις, ὡς καὶ ἐν χαλκῷ λυπεῖν
5τὸν ἁπτόμενον. ᾔδετο δὲ τὸ μὲν βασιλίσκον εἶναι, τὸ δὲ ἀσπίδα τὸ συμμαρπτόμενον τούτου τῷ στόματι· οὐκ ὀλίγοις δὲ τὸ μὲν Νειλῷος βοῦς, τὸ δὲ κροκόδειλος εἶναι εἰκάζετο. Ἐμοὶ μὲν οὖν οὐ μέλον τοῦ τῶν δοξῶν ἀνομοίου, εἰπεῖν δὲ τὸ καινήν τινα τὴν πάλην ἀμφότερον τίθεσθαι καὶ δρᾶν ἐν μέρει καὶ πάσχειν
10κακῶς ὑπ’ ἀλλήλων ἑκάτερα, ὀλλύναι τε καὶ ὄλλυσθαι, καὶ κρατεῖν ἐν ταὐτῷ καὶ κρατεῖσθαι, καὶ νικᾶν ἄμφω καὶ ὑπ’ ἀλλήλων καταπαλαί‐ εσθαι. τὸ μὲν γάρ, ὁ καὶ φημιζόμενος βασιλίσκος, διῳδήκει ἅπαν ἐκ κεφαλῆς ἕως καὶ αὐτοῦ τοῦ τῶν ποδῶν πέλματος καὶ κατιωμένον ὅλον τὸ σῶμα καὶ ὑπὲρ τὸ βατράχειον χρῶμα ἐχλώριζε, τοῦ φαρμάκου δια‐
15δραμόντος τὴν τοῦ ζῴου ξύμπασαν διαρτίαν καὶ εἰς θάνατον χρώσαντος. ἐς γόνυ τοίνυν συνίζανε, τὸ ὄμμα ἔσβεστο τῆς ζωτικῆς ἐκμαρανθείσης δυνάμεως· μᾶλλον μὲν οὖν ἐδίδου τοῖς ὁρῶσι δοξάζειν ὡς πάλαι ἂν ἀνατέτραπτο νεκρωθέν, εἰ μὴ τῶν ποδῶν αἱ βάσεις ὑπήρειδον καὶ πρὸς στάσιν ὑπανεῖχον ὄρθιον. ἦν δὲ καὶ θάτερον ὁμοίως, τὸ ταῖς γένυσιν
20ἐνισχόμενον, βραχὺ μὲν τὸ οὐραῖον ἀσπαῖρον, μέγα δὲ κεχηνὸς τῷ ἀπάγχεσθαι τῇ τῶν γομφίων ξυνοχῇ· καὶ ξυντείνεσθαι μὲν ἐῴκει καὶ ὁρμᾶν πειρᾶσθαι τοῦ τῶν ὀδόντων ἕρκους διεκδῦναι καὶ διεκπεσεῖν τοῦ χάσματος, οὐκ ἴσχυε δέ, ὅτι τὰ μετὰ τοὺς ὤμους εὐθὺς καὶ τῶν ποδῶν τοὺς ἐμπροσθίους καὶ ὅσα τῷ οὐραίῳ συνήπτοντο μέρη τοῦ σώματος
25ἡ τοῦ στόματος ξυνεῖχε διάστασις καὶ ταῖς γένυσιν ἐνεπείρετο. Καὶ τὰ μὲν οὕτως ἦσαν ὑπ’ ἀλλήλων νεκρούμενα καὶ κοινὴ μὲν ἀμφοῖν ἡ ἅμιλλα, κοινὴ δὲ καὶ ἡ ἄμυνα, ἰσοπαλὴς δὲ ἡ νίκη, σύντροχος δὲ καὶ ὁ θάνατος. ἐμοὶ δ’ ἔπεισιν εἰπεῖν ὡς τὸ φθείρεσθαι παρ’ ἀλλήλων καὶ σὺν ἀλλήλοις ἀπάγεσθαι τὴν ἐς θάνατον τὰ τῶν κακῶν κηρεσιφόρα
30καὶ ἀνθρώποις ὀλέθρια μὴ μόνον ἐν εἰκόσιν εἴη διατυποῦσθαι ἢ καὶ τοῖς ἀλκιμωτέροις τῶν ζῴων τοῦτο ἐπισυμβαίνειν, ἀλλὰ καὶ παρ’ ἔθνεσι συχνάκις γίνεσθαι, ὁποῖα τοῖς Ῥωμαίοις ἡμῖν ἐπεστράτευσε, φονῶντα
κατ’ ἀλλήλων καὶ ὑπ’ ἀλλήλων, ὀλλύμενα δυνάμει Χριστοῦ τοῦ δια‐654

Halosis,pt2

655

σκορπίζοντος ἔθνη τὰ τοὺς πολέμους θέλοντα καὶ μὴ χαίροντος αἵμασιν, ὃς καὶ δίκαιον ἐπ’ ἀσπίδα καὶ βασιλίσκον δείκνυσιν ἐπιβαίνοντα καὶ
λέοντα καταπατοῦντα καὶ δράκοντα.655